Τρίτη 24 Ιανουαρίου 2012

† Γρηγορίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Θεολόγου (†390). Εσπερινός

25-1-2012

Γρηγορίου ἀρχιεπισκό­που Κωνσταντι­νου­πό­λε­­ως τοῦ Θεολόγου (†390).

 

Εἰς τὸν ἑσπερινόν

            Μετὰ τὸν Προοιμιακόν, στιχολογοῦμεν τὴν α' στάσιν τοῦ Μακάριος ἀνήρ.

Ἦχος α'

Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.
Κατευθυνθήτω προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.
Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.
Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.
Ὅτι ἔτι καὶ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.
Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.
Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.
Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.
Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.
Ψαλμὸς ρμα(141)
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.
Ἐν ὁδῷ ταύτῃ, ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ἐπιγινώσκων με.
Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ καὶ οὐκ ἔστιν ἐκζητῶν τὴν ψυχήν μου.
Ἐκέκραξα πρὸς σέ, Κύριε εἶπα· Σὺ εἶ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.
Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.
Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.
Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.
 Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.
Ψαλμὸς 129
Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.
Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.


Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ἱλασμός ἐστιν.
Ἦχος α'
Πανεύφημοι Μάρτυρες
Πάτερ Γρηγόριε τὰ σά, χείλη οὐχ ὁ πρόξενος, τῆς λήθης τάφος ἐκάλυψε· θεολογίας γάρ, ἀνεδείχθης στόμα, εὐσεβείας δόγματα, καὶ νῦν τῇ οἰκουμένῃ φθεγγόμενος· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ψυχή μου ἐπὶ τὸν Κύριον.

Πάτερ Γρηγόριε σοφῶς, τῆς σαρκὸς ἐξέκλινας, τὸ δυσμενὲς καὶ ἐπίβουλον· οὐρανοδρόμῳ τε, ἐπιβὰς τεθρίππῳ, ἀρετῶν ὀχήματι, ἀνέπτης πρὸς τὸ κάλλος τὸ ἄρρητον, οὗ ἐμφορούμενος, νῦν βραβεύεις ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Πάτερ Γρηγόριε Θεοῦ, καὶ ἀνθρώπων γέγονας, πιστὸς μεσίτης τῇ χάριτι· καὶ νῦν εὐΐλατον, εὐπαρρησιάστοις, προσευχαῖς τιθεὶς ἡμῖν, Χριστὸν μὴ διαλίπῃς πρός Κύριον, πρεσβεύων Ὅσιε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Στίχ.Ότι παρά τώ Κυρίω τό έλεος καί πολλή παρ' αυτώ λύτρωσις' καί αυτός λυτρώσεται τόν Ισραηλ εκ πασών τών ανομιών αυτού.
   
            Ἔτερα Στιχηρὰ Προσόμοια
Ἦχος β'
Ποίοις εὐφημιῶν
Δεῦτε, ἐν ἱεροῖς μέλεσιν, εὐφημήσωμεν τὸν θεηγόρον, τὸ γρήγορον ὄμμα τῆς χάριτος, καὶ πάνσοφον στόμα τοῦ Πνεύματος· τὸν λαμπρὸν φωστῆρα οἰκουμένης, τὸ μέγα τῆς Ἐκκλησίας περιήχημα, τὸ κλέος ὀρθοδοξίας τὸ πανθαύμαστον, θεολογίας τὴν βρύσιν· τῶν θείων δογμάτων, τὸν ἀέναον ποταμόν, τὴν πηγὴν τὴν βρύουσαν, ἀμβροσίας θεῖα νάματα.
         
Στίχ.αινείτε τόν κύριον πάντα τά έθνη επαινέσατε αυτόν πάντες οι λαοί.

Πόθῳ, πνευματικῷ σήμερον, ἀνυμνήσωμεν τὸν Ἱεράρχην, τὸν τῶν Ἀποστόλων ὁμότροπον, καὶ τῆς εὐσεβείας ὑπέρμαχον, τῆς θεηγορίας τὴν πλημμύραν, τὸ ῥεῦμα τῆς διδασκαλίας τὸ ἡδύτατον, τῶν λόγων τῶν ὑψηγόρων τὴν ἀσφάλειαν, τὰ οὐρανόβροντα χείλη· τὴν πυρίπνουν γλῶσσαν, τῆς σοφίας τὸν θησαυρόν, τοῦ Λόγου τὸν κήρυκα, τῶν Πιστῶν τὸ ἐγκαλλώπισμα.

Στίχ.Ότι εκραταιώθη τό έλεος αυτού εφ' ημάς, καί η αλήθεια τού κυρίου μένει εις τόν αιώνα

Ὕμνοις χρεωστικοῖς ἅπαντες, ἐπαινέσωμεν τὸν Θεολόγον· τοῦ Χριστοῦ τῆς ποίμνης τὸν φύλακα, ἀγρευτὴν τῶν λύκων δὲ πάνσοφον, ζιζανίων νόθων ἐλατῆρα· σπορέα ὀρθῶν δογμάτων τὸν πανθαύμαστον, διώκτην αἱρετιζόντων ἰσχυρότατον, τὸν ἐπαυξήσαντα ὄντως, ἐγρηγόρσει θείᾳ, τοῦ Χριστοῦ τὰ τάλαντα ὡς εἰκός, καὶ κόσμον φωτίσαντα, διδαχῶν θείαις λαμπρότησι.

Δόξα... Ἦχος πλ. δ'
Ἡ γρήγορος γλῶσσά σου πρὸς διδασκαλίαν, ἐν τοῖς ὠσὶ τῶν καρδιῶν ἐνηχοῦσα, τὰς τῶν ῥαθύμων ψυχὰς διανίστησι· καὶ θεοφθόγγοις ῥήμασι, κλῖμαξ εὑρίσκεται τούς ἐκ γῆς πρὸς οὐρανὸν ἀναφέρουσα. Διὸ Γρηγόριε Θεολόγε, μὴ παύσῃ πρεσβεύων Χριστῷ τῷ Θεῷ, ἐκ κινδύνων σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον
Ὁ Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη· ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος, καὶ ἐκ ταύτης προελθών, μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ’ οὐ τὴν ὑπόστασιν. Διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος, τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα. 
Παροιμιῶν τὸ Ἀνάγνωσμα
(Κεφ. 10, 6-7 & 3, 13-16 & 8,... )
Μνήμη δικαίου μέτ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν, πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ. Καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὸ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν· ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ· καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἑβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, πλησθήσεσθε πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
(Κεφ. 4, 7-15)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
(Ἐκλογὴ)
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· στόμα σοφῶν μελετᾷ σοφίαν. Δικαιοσύνη δὲ ρύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου, οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν· καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διὰ Παντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν, ὁ ὀρθρίσας πρὸς αὐτήν, οὐ κοπιάσει· καὶ ὁ ἀγρυπνήσας δι’αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς, καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ· ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν· μύστις γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσιν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδὲν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν· ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων. Καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή· ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγων αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν Κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δὸς μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου· ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου, καὶ ἀπὸ θρόνου δόξης σου· ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί, καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοί, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.
Εἰς τὴν Λιτήν, Στιχηρά, ἰδιομελα.
Ἦχος α' Ἀνατολίου
Ἐνθέοις πράξεσι, τὸ σῶμα σὺν τῇ ψυχῇ, νομίμως προκαθηράμενος, τῷ τῆς θεολογίας ὄρει προσέβης, τὰ θεῖα μυσταγωγούμενος, Θεοφάντορ Γρηγόριε· καὶ τὸν ἄδυτον ὑπελθὼν γνόφον, τὴν θεοτύπωτον ἐδέξω νομοθεσίαν, ὁμοούσιον, ἐγγεγραμμένην Τριάδα· ἣν προσκυνοῦντες διὰ σοῦ, ἀνυμνοῦντες λέγομεν· Ἡ ἐν Τριάδι γινωσκομένη Μονὰς ἐλέησον ἡμᾶς.
Ὁ αὐτὸς
Λόγῳ Θεοῦ ἀνοίξας τὸ στόμα σου, τὸ τῆς σοφίας εἵλκυσας Πνεῦμα· καὶ πλήρης χάριτος γενόμενος, τὰ θεῖα ἐβρόντησας δόγματα, τρισμάκαρ Γρηγόριε, καὶ ταῖς Ἀγγελικαῖς συμμυηθεὶς δυνάμεσι, τὸ τρισσὸν ἐκήρυξας φάος καὶ ἀμέριστον· διὸ ταῖς σαῖς ἐλλαμφθέντες θεηγορίαις, Τριάδα προσκυνοῦμεν, ἐν μιᾷ θεότητι γνωριζομένην, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Ὁ αὐτὸς
Τῇ πυρίνῃ γλώσσῃ σου θεορρῆμον Γρηγόριε, τὰς θεομάχους ἐνέπρησας, τῶν αἱρετιζόντων γλωσσαλγίας· θεῖον ὡς ἀληθῶς ἀνεδείχθης στόμα, ἐν Πνεύματι λαλῆσαν, τὰ μεγαλεῖα τοῦ Θεοῦ, καὶ γράμμασι διατυπῶσαν, τὴν τῆς κρυφιομύστου Τριάδος, ὁμοδύναμον οὐσίαν· καὶ τὸ τρισήλιον φῶς, κατέλαμψας τὸν περίγειον κόσμον, καὶ πρεσβεύεις ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα... Ἦχος α'
Ἐνθέοις πράξεσι, τὸ σῶμα σὺν τῇ ψυχῇ, νομίμως προκαθηράμενος, τῷ τῆς θεολογίας ὄρει προσέβης, τὰ θεῖα μυσταγωγούμενος, Θεοφάντορ Γρηγόριε, καὶ τὸν ἄδυτον ὑπελθὼν γνόφον, τὴν θεοτύπωτον ἐδέξω νομοθεσίαν, ὁμοούσιον, ἐγγεγραμμένην Τριάδα, ἣν προσκυνοῦντες διὰ σοῦ, ἀνυμνοῦντες λέγομεν, Ἡ ἐν Τριάδι γινωσκομένη Μονὰς ἐλέησον ἡμᾶς.
Καὶ νῦν... Θεοτοκίον
Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἀγνῶν λαγόνων σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.

Εἰς τὸν Στίχον, Στίχ. Προσόμοια.
Ἦχος πλ. α'
Χαίροις ἀσκητικῶν ἀληθῶς
Χαίροις θεολογίας πηγή, καὶ θεωρίας ὑψηλῆς ἐνδιαίτημα· τὸν ἄνω βυθὸν γὰρ Πάτερ, μετ’ εὐσεβοῦς λογισμοῦ, ἐρευνήσας πᾶσι διετράνωσας, τρισὶν ἐν Ἡλίοις, μίαν φωτὸς εἶναι σύγκρασιν, ἑνιζομένην, τῷ ταυτῷ τῆς Θεότητος, τρισσουμένην δέ, ταῖς σεπταῖς ὑποστάσεσι· βίου μὲν καθαρότητι, λαμπρότητι λόγων δέ, σέβειν διδάσκων Τριάδα, τὴν παναγίαν Θεόπνευστε· παρ’ ἧς ἐκπεμφθῆναι ταῖς ψυχαῖς ἡμῶν δυσώπει, τὸ μέγα ἔλεος.
Στίχ. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Αἴγλῃ θεολογίας τῆς σῆς, τὴν τῶν αἱρέσεων σκοτόμαιναν ἔλυσας· πηγὴν γὰρ ἀπαυγασμάτων, θεοσεβεῖ λογισμῷ, Θεολόγε φθάσας καὶ θεόφρονι, αὐγαῖς ταῖς ἐκεῖθεν, ἐκδιδομέναις ὡμίλησας· διαφανὲς γάρ, τὸν σὸν νοῦν ὥσπερ ἔσοπτρον, ἐργασάμενος, τὸ τρισσὸν τῆς Θεότητος, Πάτερ φῶς καὶ ἀμέριστον, ἐδέξω λαμπρότατα, καὶ τήν ἀκτῖνα πλουσίως, τὴν ἑνιαίαν ἐχώρησας· ἣν νῦν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.  
Στίχ. Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.
Χαίροις ὁ ποταμὸς τοῦ Θεοῦ, ὁ ἀεὶ πλήρης τῶν ὑδάτων τῆς χάριτος, ὁ πᾶσαν εὐφραίνων πόλιν, τοῦ Βασιλέως Χριστοῦ, τοῖς ἐνθέοις λόγοις καὶ διδάγμασι, τρυφῆς ὁ χειμάρρους, τὸ ἀνεξάντλητον πέλαγος· ὁ τῶν δογμάτων, ἀκριβὴς φύλαξ ἔννομος· ὁ θερμότατος, τῆς Τριάδος ὑπέρμαχος, ὄργανον τὸ τοῦ Πνεύματος, ὁ νοῦς ὁ ἐγρήγορος· εὔηχος γλῶσσα τὸ βάθος, τὸ τῶν Γραφῶν ἑρμηνεύουσα, Χριστὸν νῦν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Δόξα... Ἦχος πλ. δ'
Τὰς καρδίας τῶν πιστῶν, γεηπονῶν τῇ γλώσσῃ σου Γρηγόριε, εὐσεβείας ἐν αὐταῖς, ἀειθαλεῖς ἐβλάστησας καρποὺς τῷ Θεῷ, τὰς ἀκανθώδεις αἱρέσεις πρόρριζον ἐκτεμών, καὶ κοσμῶν τοὺς λογισμοὺς καθαρότητι. Διὸ δεχόμενος ἡμῶν τὰ ἐγκώμια, ἡ θεία λύρα, ὁ γρήγορος ὀφθαλμός, τῶν ποιμένων ὁ Ποιμήν, ὁ τῶν λύκων ἀγρευτής, πρέσβευε ἐκτενῶς, Θεολόγε τῷ Λόγῳ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον
Τὶ ὑμᾶς καλέσωμεν
Πάντων ἡ ἀντίληψις Δέσποινα, κλονουμένῳ μοι Παρθένε, ἐκ τοῦ σκότους τῶν δεινῶν, ταῖς τοῦ βίου τρικυμίαις, ποντουμένῳ τε ἀεί, ῥανίδα, τοῦ ἐλέους σου κατάπεμψον, καὶ χεῖρα, βοηθείας σου παράσχου μοι· καὶ τῆς μερίδος ἀξίωσον, τῶν ἐκλεκτῶν, καὶ δικαίων με, ὡς ἄβυσσον, τετοκυῖα τοῦ ἐλέους Ἁγνή.
Ἀπολυτίκιον Ἦχος α'
Ὁ ποιμενικὸς αὐλὸς τῆς θεολογίας σου, τὰς τῶν ῥητόρων ἐνίκησε σάλπιγγας· ὡς γὰρ τὰ βάθη τοῦ Πνεύματος ἐκζητήσαντι, καὶ τὰ κάλλη τοῦ φθέγματος προσετέθη σοι· Ἀλλὰ πρέσβευε Χριστῷ τῷ Θεῷ, Πάτερ Γρηγόριε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.


Βιβλιογραφία:

1.       analogion.gr/glt/
2.       ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΙΣ
ΤΩΝ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ
ΕΤΟΥΣ 2012
ΑΠΟΣΤΟΛΟΥ Ε. ΠΑΠΑΧΡΗΣΤΟΥ

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου