18-1-2012
† ᾿Αθανασίου (†373) καὶ Κυρίλλου (†444) πατριαρχῶν ᾿Αλεξανδρείας.
Εἰς τὸν ἑσπερινόν
Μετὰ τὸν Προοιμιακόν, στιχολογοῦμεν τὴν α' στάσιν τοῦ Μακάριος ἀνήρ.
Ἦχος δ'
Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.
Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.
Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.
Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.
Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.
Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.
Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.
Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.
Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.
Ψαλμὸς ρμα’ (141)
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.
Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.
Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
Ἐκέκραξα πρὸς σέ, Κύριε εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.
Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.
Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.
Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.
Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.
Ψαλμὸς 129
Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.
Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου Ἀθανασίου.
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν
Διωγμοὺς ἐκαρτέρησας, καὶ κινδύνους ὑπέμεινας, θεορρῆμον Ὅσιε Ἀθανάσιε, ἕως τὴν πλάνην ἐξώρισας, Ἀρείου τὴν ἄθεον· καὶ τὴν Ποίμνην τῆς αὐτοῦ, ἀσεβείας διέσωσας, ὁμοούσιον, τῷ Πατρὶ δογματίζων τὸν Υἱόν τε, καὶ τὸ Πνεῦμα ὀρθοδόξως, Ἱερουργὲ παμμακάριστε.
Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Ἀστραπαῖς τοῦ κηρύγματος, τοὺς ἐν σκότει ἐφώτισας, καὶ τὴν πλάνην ἅπασαν ἀπεδίωξας, προκινδυνεύων τῆς Πίστεως, στερρὲ Ἀθανάσιε, ὡς ποιμὴν ἀληθινός, ὡς ἑδραίωμα ἄσειστον, παναοίδιμε, τῆς Χριστοῦ Ἐκκλησίας· διὰ τοῦτο, συνελθόντες σε τιμῶμεν, μελῳδικῶς ἀγαλλόμενοι.
Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Ἀρετὴν πᾶσαν ἤσκησας, ἐπιμόνως Θεόπνευστε, καὶ χρισθεὶς τῷ Πνεύματι χρῖσμα ἅγιον, Ἱερουργὸς Ἱερώτατος, σαφῶς ἐχρημάτισας, καὶ Ποιμὴν ἀληθινός, καὶ τῆς Πίστεως πρόμαχος· ὅθεν ἅπασα, Ἐκκλησία δοξάζει σου τὴν μνήμην, ἱερῶς ἐπιτελοῦσα, καὶ τὸν Σωτῆρα δοξάζουσα.
Στίχ.Ότι παρά τώ Κυρίω τό έλεος καί πολλή παρ' αυτώ λύτρωσις' καί αυτός λυτρώσεται τόν Ισραηλ εκ πασών τών ανομιών αυτού.
Τοῦ Ἁγίου Κυρίλλου ὅμοια
Τοῖς πυρίνοις σου δόγμασι, τῶν αἱρέσεων ἅπασα, φρυγανώδης φλέγεται ὕλη Πάνσοφε· τῶν νοημάτων τοῖς βάθεσι, βυθίζεται στράτευμα, ἀπειθούντων δυσσεβῶν, τοῖς δὲ δόγμασι Κύριλλε, τῆς σοφίας σου, καλλωπίζεται Μάκαρ καθ᾿ ἑκάστην, τῶν πιστῶν ἡ Ἐκκλησία, μεγαλοφώνως τιμῶσά σε.
Στίχ.αινείτε τόν κύριον πάντα τά έθνη επαινέσατε αυτόν πάντες οι λαοί.
Εὐφραδίᾳ τῶν λόγων σου, ἱερώτατε Κύριλλε, Ἐκκλησία ἅπασα ὡραΐζεται, καὶ εὐσεβῶς καλλωπίζεται, ὡραίοις ἐν κάλλεσι, καὶ τιμᾷ σου ἱερῶς, τὴν ἁγίαν καὶ εὔσημον, μνήμην ἔνδοξε, Ὀρθοδόξων τὸ κλέος, τῶν Πατέρων, κορυφαῖε τῆς Συνόδου, τῆς Παναγίας ὑπέρμαχε.
Στίχ.Ότι εκραταιώθη τό έλεος αυτού εφ' ημάς, καί η αλήθεια τού κυρίου μένει εις τόν αιώνα
Τῆς Χριστοῦ ἀπεδίωξας, νοητοὺς λύκους Κύριλλε, Ἐκκλησίας σκίμπωνι τῶν δογμάτων σου· καὶ ταύτην κύκλῳ ἐτείχισας, λόγων ὀχυρώμασι, παραστήσας τῷ Χριστῷ, ἀσινῆ καὶ ἀλώβητον, ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.
Δόξα... Ἦχος πλ. β'
Κυρίλλου Πατριάρχου Κωνσταντινουπόλεως
Ἱεραρχῶν τοὺς ἀρχηγούς, Πατριαρχῶν τοὺς ἀκραίμονας, καὶ παμφαεῖς φωστῆρας τῆς οἰκουμένης, τῶν ἐννοιῶν τοῦ Χριστοῦ τοὺς ἐκφάντορας, συνελθόντες ὧ φιλέορτοι, πνευματικοῖς ἐγκωμίοις αἰνέσωμεν λέγοντες· Χαίροις σοφὲ Ἀθανάσιε, ἐπώνυμε τῆς ἀθανασίας, ὁ τὸν ληρώδη Ἄρειον, καθάπερ λύκον ἐκσφενδονήσας τοῖς ποίμνης τοῦ Χριστοῦ, τῇ ἐλαστικῇ σφενδόνῃ τῶν θεοσόφων δογμάτων σου. Χαίροις ἀστὴρ παμφαέστατε, ὑπέρμαχε τῆς Ἀειπαρθένου, ὁ στεντορείως αὐτὴν Θεοτόκον, ἐν μέσῳ τοῦ ἐν Ἐφέσῳ ἱεροῦ συλλόγου, ἀνακηρύξας λαμπρῶς, καὶ τῶν Νεστορίου ληρημάτων καθαιρέτα, παμμακάριστε Κύριλλε· Χαίρετε θεολογίας πηγαί, θεοσοφίας ποταμοὶ ἀέναοι, καὶ βρύσεις θείας γνώσεως. Ἀλλ᾿ ὦ Πατέρες τρισόλβιοι, μὴ παύσησθε πρεσβεύοντες Χριστῷ, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων ὑμῶν, τὴν πανίερον καὶ θείαν πανήγυριν.
Καὶ νῦν... Θεοτοκίον
Τὶς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τὶς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων καὶ φύσει γενόμενος ἄνθρωπος δι᾿ ἡμᾶς· οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ᾿ ἐν δυάδι φύσεων ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, Σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Δευτερονομίου τὸ Ἀνάγνωσμα
(Κεφ.1,8-11,15-17)
Εἶπε Μωσῆς πρὸς τοὺς υἱοὺς Ἰσραήλ· Ἴδετε παραδέδωκα ἐνώπιον ὑμῶν τὴν γῆν· εἰσελθόντες κληρονομήσατε τὴν γῆν, ἣν ὤμοσε Κύριος τοῖς πατράσιν ἡμῶν, τῷ Ἀβραάμ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακώβ, δοῦναι αὐτοῖς αὐτήν, καὶ τῷ σπέρματι αὐτῶν μέτ᾿ αὐτούς. Καὶ εἶπον πρὸς ὑμᾶς ἐν τῷ καιρῷ ἐκείνῳ λέγων· Οὐ δυνήσομαι μόνος φέρειν ὑμᾶς· Κύριος ὁ Θεὸς ἡμῶν ἐπλήθυνεν ὑμᾶς, καὶ ἰδοὺ ἐστε σήμερον ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει. Κύριος ὁ Θεὸς τῶν Πατέρων ἡμῶν προσθείη ὑμῖν, ὡς ἐστέ, χιλιοπλασίως καὶ εὐλογήσαι ἡμᾶς, καθότι ἐλάλησεν ὑμῖν. Καὶ ἔλαβον ἐξ ὑμῶν ἄνδρας σοφούς, καὶ ἐπιστήμονας, καὶ συνετούς, καὶ κατέστησα αὐτοὺς ἠγεῖσθαι ἐφ᾿ ὑμῶν, χιλιάρχους, καὶ ἑκατοντάρχους, καὶ πεντηκοντάρχους, καὶ δεκάρχους, καὶ γραμματοεισαγωγεῖς τοῖς κριταῖς ἡμῶν. Καὶ ἐνετειλάμην τοῖς κριταῖς ὑμῶν ἐν τῷ καιρῷ ἐκείνῳ, λέγων· Διακούετε ἀνὰ μέσον τῶν ἀδελφῶν ὑμῶν, καὶ κρίνετε δικαίως ἀνὰ μέσον ἀνδρός, καὶ ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ ἀνὰ μέσον τοῦ προσηλύτου αὐτοῦ. Οὐκ ἐπιγνώσεσθε πρόσωπον ἐν κρίσει, κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν κρινεῖς, οὐ μὴ ὑποστείλῃ πρόσωπον ἀνθρώπου, ὅτι ἡ κρίσις τοῦ Θεοῦ ἐστιν.
Δευτερονομίου τὸ Ἀνάγνωσμα
(Κεφ. 10, 14-18, 20-21)
Εἶπε Μωσῆς πρὸς τοὺς υἱοὺς Ἰσραήλ· ἰδοὺ Κυρίου τοῦ Θεοῦ σου ὁ οὐρανός, καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ, ἡ γῆ, καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτοῖς. Πλὴν τοὺς Πατέρας ἡμῶν προείλετο Κύριος ἀγαπᾶν αὐτούς, καὶ ἐξελέξατο τὸ σπέρμα αὐτῶν μετ᾿ αὐτούς, ὑμᾶς παρὰ πάντα τὰ ἔθνη, κατὰ τὴν ἡμέραν ταύτην. Καὶ περιτεμεῖσθε τὴν σκληροκαρδίαν ὑμῶν, καὶ τὸν τράχηλον ὑμῶν οὐ σκληρυνεῖτε ἔτι. Ὁ γὰρ Κύριος ὁ Θεὸς ἡμῶν, οὗτος Θεὸς τῶν Θεῶν, καὶ Κύριος τῶν Κυρίων· ὁ Θεὸς ὁ μέγας καὶ ἰσχυρὸς καὶ φοβερός, ὅστις οὐ θαυμάζει πρόσωπον, οὐ δ᾽ οὐ μὴ λάβῃ δῶρον, ποιῶν κρίσιν προσηλύτῳ, καὶ ὀρφανῷ, καὶ χήρᾳ, καὶ ἀγαπᾷ τὸν προσήλυτον, δοῦναι αὐτῷ ἄρτον καὶ ἱμάτιον. Κύριον τὸν Θεόν σου φοβηθήσῃ, καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ πρὸς αὐτὸν κοληθήσῃ, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ. Αὐτὸς καύχημά σου, καὶ αὐτὸς Θεὸς σου ὅστις ἐποίησέ σοι τὰ μεγάλα καὶ ἔνδοξα ταῦτα, ἃ εἶδον οἱ ὀφθαλμοί σου.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
(Κεφ. 3, 1- 9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν Ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ, προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν Λιτήν, Στιχηρὰ Ἰδιόμελα.
Ἦχος α' Γερασίμου Ἀλεξανδρείας
Ἡ σοφία τοῦ Θεοῦ, τὰς ἐν κόσμῳ θλίψεις, καὶ τὰ τῶν ἐχθρῶν παλαίσματα, ὡς χωνευτήριον τίμιον ἡτοιμάσατο, ἐν ᾧ τὸ καθαρώτατον χρυσίον, Ἀθανάσιον τὸν πάνσοφον Ἱεράρχην, τὸν Ἀλεξανδρείας λαμπρότατον φωστῆρα, ἀξιοπρεπῶς ἐδοκίμασε· καὶ ἄξιον εὑραμένη, ὡς δακτύλιον δεξιᾷ τῇ ἁγίᾳ κατεσκεύασε. Διὸ καὶ τὴν μακαρίαν αὐτοῦ ψυχήν, ὡς νύμφην ἰδίαν ἐνυμφεύθη, ταύτῃ εὐφραινομένη εἰς τοὺς αἰῶνας.
Ὁ αὐτὸς
Ἡ σοφία τοῦ Θεοῦ, τοὺς ἑαυτῆς θησαυρούς, ἐν τῷ Κυρίλλῳ κατέκρυψε· διὸ μηκέτι γῆν διορύξαντες, φθορᾶς θησαυρῶν φροντίσωμεν, καὶ τούτοις πλουτισθῆναι σπεύσωμεν· πρόσκαιρον γὰρ τὴν ἀπόλαυσιν ἕξομεν· τῶν δὲ τῆς θεοσοφίας θησαυρῶν Κυρίλλου τοῦ Τρισμάκαρος αἰωνίως ἀπολαύοντες, ἐν ταῖς ψυχαῖς ἡμῶν φυλάξωμεν.
Ὁ αὐτὸς
Ἡ σοφία τοῦ Θεοῦ, ἄνθρωπον ἐν ἀρχῇ ἔπλασεν, ἐκ ψυχῆς καὶ σώματος αὐτὸν συστησαμένη, ἐν ᾧ τὰ πάντα τεθαύμασται, ἀλλ᾽ ἐν τῇ καινῇ ἀναπλάσει, ἄνθρωπον Θεῷ ἡρμόσατο, οὗ τὴν ἄρρητον καὶ δυσερμήνευτον ἕνωσιν, περέδωκαν ἡμῖν, οἱ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ἱερώτατοι Διδάσκαλοι, τὴν ἐν τῷ Υἱῷ μίαν τοῦ συνθέτου ὁμολογοῦντες ὑπόστασιν, καὶ δύο τὰς θελήσεις, ἐν αὐτῇ τῇ μιᾷ ὑποστάσει. Ξένον ἄκουσμα! ξένον θέαμα! ξένον ψυχῶν ἀγαλλίαμα.
Ἦχος γ' Γερμανοῦ Πατριάρχου
Ἡ μεγάλη τῆς Ἐκκλησίας σάλπιγξ, ὁ πολύαθλος Ἀθανάσιος, πρὸς εὐωχίαν σήμερον συγκαλεῖται τὴν Ἐκκλησίαν. Φαιδρῶς πάντες πιστοί, πρὸς τὴν πανήγυριν ὑπαντήσωμεν τοῦ καλοῦ Ποιμένος, ὕμνοις γεραίροντες τοὺς ἱεροὺς αὐτοῦ πόνους· ὅπως ταῖς πρεσβείαις αὐτοῦ, λάβωμεν παρὰ Χριστοῦ τοῦ Θεοῦ τὸ μέγα ἔλεος.
Ὁ αὐτὸς τοῦ αὐτοῦ
Τὸ μέγα κλέος τῶν Ἱερέων, Ἀθανάσιον τὸν ἀήττητον ἀριστέα, ἱεροπρεπῶς εὐφημήσωμεν· τὰς φάλαγγας, τῇ δυνάμει τοῦ Πνεύματος, τὰ τῆς Ὀρθοδοξίας τρόπαια, ἀνεστήσατο καθ᾿ ὅλης τῆς οἰκουμένης, ἀριθμῶν εὐσεβῶς, τὸ τῆς Τριάδος μυστήριον, διὰ τὴν τῶν προσώπων ἰδιότητα· καὶ πάλιν συνάπτων ἀσυγχύτως εἰς ἓν, διὰ τὴν τῆς οὐσίας ταυτότητα, καὶ χερουβικῶς θεολογῶν, πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα... Ἦχος πλ. β'
Γερασίμου Ἀλεξανδρείας
Δεῦτε συνευφρανθῶμεν, πάντες οἱ γηγενεῖς, ἐπὶ τῇ μνήμῃ τῶν σοφωτάτων Διδασκάλων ἡμῶν, Ἀθανασίου τε καὶ Κυρίλλου· οὗτοι γάρ, ὡς ἀξιόθεοι παλαισταί, καὶ πρόμαχοι τῆς ἀληθείας πιστότατοι, ἐχθροῖς τοῖς ἀοράτοις καὶ ὁρατοῖς, εὐσεβοφρόνως ἀντέστησαν· διὸ ἐν οὐρανοῖς, στεφάνοις τῆς ἀθανασίας αὐτοῦ κατέστεψεν, ὁ τῶν ἁπάντων Βασιλεύς. Καὶ νῦν μέτ᾿ Ἀγγέλων χορεύοντες, ὑμνοῦσιν ἀκαταπαύστως αὐτόν, τρισαγίοις ᾄσμασι, τὸν ἐν Τριάδι ὁμοούσιον.
Καὶ νῦν... Θεοτοκίον
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν· Πρέσβευε Δέσποινα, μετὰ τῶν Διδασκάλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον Στιχηρὰ Προσόμοια.
Ἦχος πλ, α' Χαίροις ἀσκητικῶν
Χαίροις Ἱεραρχῶν ἡ Δυάς, τῆς Ἐκκλησίας τὰ μεγάλα προπύργια, οἱ στῦλοι τῆς εὐσεβείας, ὁ τῶν πιστῶν ἑδρασμός, τῶν αἱρετιζόντων ἡ κατάπτωσις. Χριστοῦ οἱ ποιμάναντες, τὸν λαὸν θείοις δόγμασι, καὶ ταῖς ποικίλαις, ἀρεταῖς οἱ ἐκθρέψαντες· οἱ τῆς χάριτος, διαπρύσιοι κήρυκες· νόμους οἱ προεκθέμενοι, Χριστοῦ τῷ πληρώματι· οἱ ὁδηγοὶ πρὸς τὰ ἄνω· τοῦ Παραδείσου αἱ εἴσοδοι· Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν αἰτεῖσθε τὸ μέγα ἔλεος.
Στίχ. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν
Χαίροις Ἱεραρχῶν ἡ Δυάς, οὐρανοβάμονες ἐπίγειοι Ἄγγελοι, τοῦ κόσμου ἡ σωτηρία, ἡ τῶν ἀνθρώπων χαρά, καὶ τῆς οἰκουμένης οἱ Διδάσκαλοι· τοῦ Λόγου οἱ πρόμαχοι, ἰατροὶ ἐπιστήμονες, τῶν νοσημάτων, τῆς ψυχῆς καὶ τοῦ σώματος· οἱ ἀείροοι, ποταμοὶ οἱ τοῦ Πνεύματος, λόγοις οἱ καταρδεύσαντες, τῆς γῆς ἅπαν πρόσωπον· οἱ θεολόγοι, αἱ βάσεις, οἱ ὑψηγόροι οἱ ἔνθεοι· Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν αἰτεῖσθε τὸ μέγα ἔλεος.
Στίχ. Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται
Χαίροις ἡ ἱερὰ Ξυνωρίς, τοῦ ἐπιγείου στερεώματος Ἥλιος, ἀκτῖνες καὶ δᾳδουχίαι, ἐκ Τρισηλίου αὐγῆς, τῶν ἐσκοτισμένων ἡ ἀνάβλεψις· τὰ ἄνθη τὰ εὔοσμα, τοῦ Παραδείσου τὰ κάλλιστα· ὄντως ὁ Μέγας, καὶ σοφὸς Ἀθανάσιος, θεῖος Κύριλλος· τὰ πυξία τοῦ Πνεύματος· πλάκες αἱ θεοχάρακτοι, μαζοὶ οἱ ἐκβλύζοντες, τῆς σωτηρίας τὸ γάλα· τὸ τῆς σοφίας ἀγλάϊσμα. Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Δόξα... Ἦχος πλ. δ'
Ἱεραρχῶν τοὺς ἀκραίμονας, καὶ παμφαεῖς φωστῆρας τῆς οἰκουμένης, ἐν ὕμνοις τιμήσωμεν πιστοί, Ἀθανάσιον σὺν τῷ Κυρίλλῳ, καὶ Χριστῷ ἐκβοήσωμεν χαρμονικῶς· Εὔσπλαγχνε Κύριε, παράσχου τῷ λαῷ σου, ἱκεσίαις τῶν Διδασκάλων, ἄφεσιν ἁμαρτιῶν καὶ τὸ μέγα ἔλεος.
Καὶ νῦν... Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις, δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα, καθαρισμὸν τῶν πταισμάτων. Νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Ἀπολυτίκιον Ἦχος γ'
Θείας πίστεως
Ἔργοις λάμψαντες Ὀρθοδοξίας, πᾶσαν σβέσαντες κακοδοξίαν, νικηταὶ τροπαιοφόροι γεγόνατε· τῇ εὐσεβείᾳ τὰ πάντα πλουτίσαντες, τὴν Ἐκκλησίαν μεγάλως κοσμήσαντες, ἀξίως εὕρατε Χριστὸν τὸν Θεὸν εὐχαῖς ὑμῶν, δωρούμενον πᾶσι τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ἦχος γ'
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, α'. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, β'. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς,
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, γ'. Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, καί επέφανεν ημίν...
Ἀπολυτίκιον Ἦχος γ'
Θείας πίστεως
Ἔργοις λάμψαντες Ὀρθοδοξίας, πᾶσαν σβέσαντες κακοδοξίαν, νικηταὶ τροπαιοφόροι γεγόνατε· τῇ εὐσεβείᾳ τὰ πάντα πλουτίσαντες, τὴν Ἐκκλησίαν μεγάλως κοσμήσαντες, ἀξίως εὕρατε Χριστὸν τὸν Θεὸν εὐχαῖς ὑμῶν, δωρούμενον πᾶσι τὸ μέγα ἔλεος.
Δόξα...
Ἔργοις λάμψαντες Ὀρθοδοξίας, πᾶσαν σβέσαντες κακοδοξίαν, νικηταὶ τροπαιοφόροι γεγόνατε· τῇ εὐσεβείᾳ τὰ πάντα πλουτίσαντες, τὴν Ἐκκλησίαν μεγάλως κοσμήσαντες, ἀξίως εὕρατε Χριστὸν τὸν Θεὸν εὐχαῖς ὑμῶν, δωρούμενον πᾶσι τὸ μέγα ἔλεος.
Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Μετὰ τὴν α' Στιχολογίαν
Κάθισμα τοῦ Ἁγίου Ἀθανασίου
Ἦχος πλ. α' Τὸν συνάναρχον Λογον
Τὸν λειμῶνα τῶν λόγων τῶν θεοπνεύστων Γραφῶν, τὸν ἡμᾶς ὁδηγοῦντα πρὸς τὴν εὐσέβειαν, τὸν τοὺς ποικίλους πειρασμοὺς ὑπομείναντα, Ἀθανάσιον πιστοί, ὡς διδαχθέντες ὑπ᾿ αὐτοῦ, τιμήσωμεν κατὰ χρέος· πρεσβεύει γὰρ τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμήν, καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκί, τὸν Ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλίπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.
Μετὰ τὴν β' Στιχολογίαν
Κάθισμα τοῦ Ἁγίου Κυρίλλου
Ἦχος γ' Θείας πίστεως
Θεῖον ἕδρασμα τῆς Ἐκκλησίας, Πάτερ Κύριλλε, σὺ ἀνεδείχθης· τὴν δωδεκάδα ἐκθεὶς γὰρ τῶν λόγων σου, τὴν Νεστορίου κακόνοιαν ἤλεγξας, καὶ Θεοτόκον κυρίως ἐτράνωσας. Ῥητόρων ἔξαρχε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Θρόνος πάγχρυσος τοῦ Βασιλέως, καὶ Παράδεισος διηνθισμένος, ἀνεδείχθης Θεοτόκε πανάχραντε· τὸν γὰρ Θεὸν ἐν γαστρί σου βαστάσασα, εὐωδιάζεις ἡμᾶς θείαις χάρισιν· ὅθεν ἅπαντες, Θεοῦ ἀληθῶς Μητέρα σε, κηρύττομεν ἀεὶ καὶ μεγαλύνομεν.
Μετὰ τὸν Πολυέλεον
Κάθισμα ἀμφοτέρων
Ἦχος α' Τὸν τάφον σου Σωτὴρ
Τριάδος τῆς σεπτῆς, Ἀθανάσιον ὕμνοις, καὶ Κύριλλον ὁμοῦ ἐπαινέσωμεν πάντες, τοὺς θείους θεράποντας, καὶ προμάχους τῆς πίστεως, τοὺς τοῖς βάθεσι, τῶν εὐσεβῶν νοημάτων, στρατὸν ἔκφρονα, Αἱρετικῶν ἀπειθούντων, ἀξίως βυθίσαντας.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων· σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου.
Τὸ α' Ἀντίφωνον τοῦ δ' Ἤχου.
Ἀντίφωνον Α'
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ᾿ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
Δόξα...
Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον Ἦχος δ'
Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί σου ἀγαλλιάσονται.
Στίχ. Τὸ Στόμα μου λαλήσει σοφίαν.
Πάσα πνοή
Εὐαγγέλιον κατὰ Ἰωάννην
Ν' Ψαλμός
· Ελέησόν με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον τό ανόμημά μου
· επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
· ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
· σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε
· ιδού γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
· ιδού γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
· ραντιείς με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
· ακουτιείς με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
· απόστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
· καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
· μή απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ' εμού
· απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
· διδάξω ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
· ρύσαί με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου
· κύριε τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου
· ότι ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις
· θυσία τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει
· αγάθυνον κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
· τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους
Δόξα... Ταῖς τῶν Διδασκάλων...
Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον, Ἦχος πλ. β'
Ἐξεχύθη ἡ χάρις ἐν χείλεσιν ὑμῶν, Ὅσιοι Πατέρες· καὶ γεγόνατε Ποιμένες τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, διδάσκοντες τὰ λογικὰ πρόβατα, πιστεύειν εἰς Τριάδα ὁμοούσιον, ἐν μιᾷ θεότητι.
Οἱ Κανόνες τῆς Θεοτόκου καὶ τῶν Ἁγίων
ὁ κανὼν τῆς μικρᾶς παρακλήσεως τῆς Θεοτόκου
Ἦχος πλ. δ' ᾨδὴ α' Ὁ Εἱρμὸς
Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα· τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.
Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν· Ὦ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.
Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν, εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε.
Δόξα...
Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν· σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.
Καὶ νῦν...
Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.
Τού Αθανασίου
Ωδή α' Ήχος πλ. δ'
Αθανασίω προσκομίζων έπαινον, ως αρετήν ευφημών, πρός τόν Θεόν φέρω, μάλλον τό εγκώμιον, παρ' ού τοίς βροτοίς δέδοται, αξιέπαινον χρήμα, τής αρετής, ής περ γέγονεν, έμψυχος εικών καί εκσφράγισμα.
Θεοσοφίας χρηματίσας έμπλεως, καί υπέρ ήλιον, βίω απαστράπτων, καί πολιτευσάμενος, Όσιε υπερβέβηκας, εγκωμίων τούς νόμους, τούς παρ' ημών, αλλ' ανάσχοιο, Πάτερ παρ' αξίαν υμνουμενος.
Αξιοχρέως μέν ωδήν υφαίνομεν, σού μνήμη τή ευκλεεί, αλλά απορούντες πλείστον Αθανάσιε, τών κατ' αξίαν ύμνων σου, εξαιτούμεν συγγνώμην, ημίν δοθήναι καί άφθονον, χάριν διά σού τήν τού Πνεύματος.
Νεανικώς τών σαρκικών κατήργησας, παθών σκιρτήματα εν νεότητί σου, γηραλέον φρόνημα, καί ευσταθές κτησάμενος, Αθανάσιε Μάκαρ, τής γάρ σοφίας τώ έρωτι, πάσας τάς αισθήσεις ερρύθμισας.
Θεοτοκίον
Δεδοξασμένα περί σού λελάληνται, εν γενεαίς γενεών, η τόν Θεόν Λόγον, εν γαστρί χωρήσασα, Αγνή δέ διαμείνασα, Θεοτόκε Μαρία, διό σε πάντες γεραίρομεν, την μετά Θεόν προστασίαν ημών.
Κανων τού Αγίου Κυρίλλου
Ωδή α' Ήχος δ'
Θεόθεν τήν φωτοδότιν Κύριλλε, χάριν δεξάμενος, καί τηλαυγής φωστήρ αναδειχθείς, λογικάς εναστράψας ημίν, μαρμαρυγάς τήν μνήμην σου, όπως αξίως ανυμνήσωμεν.
Επλήσθης τής δα δουχίας Κύριλλε, σοφέ τού Πνεύματος, τών εντολών ως φύλαξ τού Χριστού, καί παθών καθηράμενος, τής υπερθέου γέγονας, όντως Τριάδος ενδιαίτημα.
Ως ζήλου καί παρρησίας έμπλεως, Κύριλλε ένδοξε, τάς θεομάχους πάσας αψευδώς, γλωσσαλγίας διήλεγξας, τών δυσσεβών αιρέσεων, ορθοδοξίας προϊστάμενος.
Θεοτοκίον
Πατήσας τήν εντολήν τού Κτίσαντος, τρυφής εκβέβληται, δελεασθείς ο πρώτος εν βροτοίς, αλλά τούτον πεσόντα δεινώς, τόν Λυτρωτήν κυήσασα, ανεκαλέσω Μητροπάρθενε.
ᾨδὴ γ' Ὁ Εἱρμὸς
Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σύ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.
Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, Σέ, Θεογεννῆτορ, Παρθένε, σύ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε.
Ἱκετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου· σὺ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε.
Δόξα...
Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον· πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.
Τού Αθανασίου
Ωδή γ'
Ανακαθάρας μολυσμού, παντός ψυχήν τε καί σώμα, Αθανάσιε, ναός ανεδείχθης αξιόθεος, διό τό τής Τριάδος πλήρωμα, επανεπαύσατό σοι, Ιερομύστα πανόβλιε.
Σού ως επόθει τήν ψυχήν, τού Παρακλήτου ή χάρις, εκ παθών κεκαθαρμένην ευρούσα, διαδήλους εν αυτή, τάς ενεργείας δείκνυσι, καί τηλαυγή φωστήρα, Πάτερ τώ κόσμω σε τίθησιν.
Ιεραρχίας μέν κανών, ως Ιεράρχης εδείχθης, πρακτικής υπογραμμός δέ ο βίος, ο δέ λόγος σου Σοφέ, τής θεωρίας τύπος τρανώς, θεολογία δέ σου, όντως η δίδαξις πέφηνε.
Θεοτοκίον
Τών Χερουβίμ καί Σεραφίμ, εδείχθης υψηλοτέρα, Θεοτόκε, σύ γάρ μόνη εδέξω τόν άχραντον Θεόν, εν σή γαστρί αμόλυντε, διό πιστοί σε πάντες, ύμνοις Αγνή μακαρίζομεν.
Τού Κυρίλλου
Ευφραίνεται επί σοί
Ρωννύμενος εν Χριστώ, τάς μηχανάς τού σκολιού δράκοντος, γνώμη στερρά Κύριλλε, ως ιστόν αράχνης διέλυσας.
Ιλύν παθών εκ ψυχής, εξετινάξω καθελων Κύριλλε, πάν λογισμών ύψωμα, κατά τού Χριστού επαιρ όμενον.
Ως εύστοχος αθλητής, Πάτερ εξέκλινας στερρώς άπασαν τήν τής σαρκός ευπάθειαν, ώς επιβλαβή καί επίβουλον.
Θεοτοκίον
Ο Άγγελος Γαβριήλ, τήν υπέρ λόγον σοι χαράν έφησε. Χαίρε Θεού σκήνωμα, ο κατασκηνώσαι ηύδόκησε.
Κοντάκιον τού Αγίου Αθανασίου
Ήχος β' Τοίς τών αιμάτων σου
Ορθοδοξίας φυτεύσας τά δόγματα, κακοδοξίας ακάνθας εξέτεμες, πληθύνας τόν σπόρον τής Πίστεως, τή επομβρία τού Πνεύματος Όσιε, διό σε υμνούμεν Αθανάσιε.
Είτα, Κάθισμα
Ήχος δ' Ταχύ προκατάλαβε
Φωστήρες υπέλαμπροι, τής Εκκλησίας Χριστού, τόν κόσμον εφωτίσατε, ταίς διδαχαίς υμών, Πατέρες θεόσοφοι, τήξαντες τάς αιρέσεις, πάντων τών κακοδόξων, σβέσαντες τάς φλογώδεις, τών βλασφήμων συγχύσεις, διό ως Ιεράρχαι Χριστού, πρεσβεύσατε σωθήναι ημάς.
Δόξα... Καί νύν... Θεοτοκίον
Παρθένε πανύμνητε, Μήτηρ Χριστού τού Θεού, Μαρία Θεόνυμφε, καί απειρόγαμε, Πιστών η αντίληψις, ρύσαι παντός κινδύνου, καί παντοίας ανάγκης, Δέσποινα Θεοτόκε τούς εν πίστει καί πόθω, τή σκέπη σου προσφεύγοντας μόνη Θεόνυμφε.
ᾨδὴ δ'
Εἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα.
Τῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε.
Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆρα πάντων, τῶν ὑμνούντων σε.
Δόξα...
Ἀπολαύοντες, Πάναγνε, τῶν σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές σε Θεομήτορα.
Καὶ νῦν...
Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε, Πανύμνητε, δυσχερείας πάσης, ἐκλυτρούμεθα.
Τού Αθανασίου
Ωδή δ'
Όλη εν σοί, πνεύσασα η ζωηφόρος πνοή, η εξ ύψους, πρίν επιφοιτήσασα, θεοπρεπώς, Πνεύματος Χριστού, εν τώ υπερώω, καί Μαθητάς εμφορήσασα, Απόστολον δεικνύει, τρισκαιδέκατον Πάτερ, τήν ορθόδοξον Πίστιν κηρυττοντα.
Σύ θεϊκώ, ζήλω σφοδρώς πυρπολούμενος, τή Συνόδω συναγωνιζόνος, καί πρό τού σέ, Πρόεδρον τελείν, εν τή Νικαέων, κυρύττεις τό Ομοούσιον, διό τής Εκκλησίας, ο Χριστός Ποιμενάρχην, καί Διδάσκαλον σέ προχειρίζεται.
Εγχειρισθείς, τής Εκκλησίας τούς οίακας, εκ προνοίας, θείας Αθανάσιε, αιρετικών τάς ψυχοβλαβείς, πάσας γλωσσαλγίας, οιά τις πέλυξ εξέτεμες, προρρίζους, ως ακάνθας, καί τόν σπόρον τού λόγου, επαρδεύων σοφώς εγεώργησας.
Υπό τής σής, γλώσσης πυρίνης εκκέκαυται, η Αρείου, έκφυλος διαίρεσις, σύγχυσίς τε Σαβελλιανή, τά εκ διαμέτρου, κακά καί πρός τήν ασέβειαν, ομότιμα καί πάσα, σύν αυτοίς βλασφημία, αιρετίζουσα ώ Αθανάσιε.
Θεοτοκίον
Σύ τών πιστών, καύχημα πέλεις Ανύμφευτε, σύ προστάτις, σύ καί καταφύγιον, Χριστιανών, τείχος καί λιμήν, πρός γάρ τόν Υιόν σου, εντεύξεις φέρεις Πανάμωμε, καί σώζεις εκ κινδύνων, τούς εν πίστει καί πόθω, Θεοτόκον Αγνή σε γινώσκοντας.
Τού Κυρίλλου
Επαρθέντα σε ιδούσα
Νενικηκότα τά πάθη τά ψυχοφθόρα, καί λογισμώ κρατήσαντα σαρκός θεοφόρε, Κύριλλε ιδών ο Χριστός, τής θείας σε Πρόεδρον, Πάτερ Εκκλησίας καθίστησι.
Κληρονομήσας ώς γόνος ηγαπημένος τήν πατρικήν τού Μάρκου, αρετήν καί τού θρόνου, γέγονας διάδοχος, τού θείου τοίς ίχνεσιν, Ευαγγελιστού παρεπόμενος.
Υπό Χριστού μέν ως πρόβατον εποιμάνθης, ως δέ ποιμήν εποίμανας, τό ποίμνιον Πάτερ, λόγοις ψυχοτρόφοις σου, ως πόαις καί άνθεσι, δαψιλώς εκτρέφων τής χάριτος.
Θεοτοκίον
Νεμομένην τού θανάτου τήν τυραννίδα, Μήτηρ Θεού κατέπαυσας, Ζωήν τήν αγήρω, Πάναγνε κυήσασα, διό σοι κραυγάζομεν, Χαίρε Θεοτόκε πανύμνητε.
ᾨδὴ ε'
Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου, Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν, φιλάνθρωπε.
Ἔμπλησον, Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου, τὴν σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον.
Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων, Θεοτόκε Ἁγνή, ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν.
Δόξα...
Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον.
Καὶ νῦν...
Ἴασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγείαν, τῇ πρεσβείᾳ σου παράσχου μοι.
Τού Αθανασίου
Ωδή ε'
Χριστόν έχων λαλούντα, Πάτερ εν οργάνω ευήχω τή γλώττη σου, στηλιτεύεις Μάκαρ, τών ειδώλων εγγράφως τήν αίρεσιν, τούς πεπλανημένους, ποδηγετών καί επιστρέφων, πρός τόν όντως Θεόν Αθανάσιε.
Ολεθρίους αιρέσεις, Πάτερ εθριάμβευσας λόγοις καί γράμμασι, την ποικίλην πλάνην, εξορίζων σοφαίς αποδείξεσιν, εκ τής οικουμένης, διατρανών αναντιρρήτως, τήν Ορθόδοξον πίστιν μακάριε.
Σέ διδάσκαλον όντως, μέγαν Διδασκάλων σοφέ Αθανάσιε, ακομψεύτω φράσει, μετά τούς Αποστόλους ευμοίρησεν, Εκκλησία Πάτερ, η τού Χριστού διασαφούντα, τόν αμώμητον λόγον τής Πίστεως.
Θεοτοκίον
Mητρικήν παρρησίαν, τήν πρός τόν Υιόν σου κεκτημένη Πάναγνε, συγγενούς προνοίας, τής ημών μή παρίδης δεόμεθα, ότι σέ καί μόνην, Χριστιανοί πρός τόν Δεσπότην, ιλασμόν ευμενή προβαλλόμεθα.
Τού Κυρίλλου
Σύ Κύριέ μου φώς
Ρεύμα όντως σφοδρόν, πλημμυρούντος χειμάρρου ο σός, ώ Κύριλλε εκμιμείται λόγος, τών κακοδόξων, εκτρέπων μηχανήματα.
Ίσως τήν βδελυράν, τού Αρείου διαίρεσιν, ώ Κύριλλε μιαράν τε, Σαβελλίου εκ βάθρων, συναλοιφήν καθήρηΚας.
Λόγους πλουτοποιούς, ου χρυσόν καταλέλοιπας, ώ Κύριλλε θησαυρούς τε, ώσπερ λίθους τιμίους, τους σούς τή Εκκλησία Χριστού.
Θεοτοκίον
Όντως χαρακτήρ, τής αγίας μορφής σου Σεμνή, τούς δαίμονας φυγαδεύει, τούς πιστούς δ' αγιάζει, καί σώζει τάς ψυχάς ημών.
ᾨδὴ ς'
Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς, ὁ Θεὸς με ἀνάγαγε.
Θανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν, Παρθένε, δυσώπησον, τὸν Κύριόν σου καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι.
Προστάτιν σε τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καὶ δέομαι διαπαντός, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.
Δόξα...
Ὡς τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα· Ὧ Δέσποινα, καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον.
Καὶ νῦν...
Ἐν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ' ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.
Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε, ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν, ὡς ἄρρηκτον τεῖχος καὶ προστασίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.
Τού Αθανασίου
Ωδή ς'
Ο θνείου σπόρου σπορεύς, φανείς ο Απολλινάριος, βροτείου λόγου καί νού, Χριστού τό ανθρώπινον, στερρώς εξελήλεγκται, υπό σού Παμμάκαρ, ώσπερ άνους καί φρενόληπτος.
Ρευμάτων τών λογικών, χυθέντων διά χειλέων σου, εξ αενάου πηγής, τής χάριτος Όσιε, γλυκύτερα μέλιτος, ως εκ κρήνης ρείθρα, οι πιστοί απαρυόμεθα.
Θαυμάσειέ τις τοίς σοίς, εικότως Πάτερ συγγράμμασι, σοφώς εμφιλοχωρών, μελλούσας φυήσεσθαι, αιρέσεις Θεώμενος, προανατραπείσας, υπό σού προφητικώτατα.
Θεοτοκίον
Ρυσθείημεν τών δεινών, πταισμάτων ταίς ικεσίαις σου, Θεογεννήτορ αγνή, καί τύχοιμεν πάναγνε, τής θείας ελλάμψεως, τού εκ σού αφράστως, σαρκωθέντος Υιού τού Θεού.
Τού Κυρίλλου
Θύσω σοι, μετά φωνής
Λαβίδι, Σεραφίμ τώ Προφήτη τόν άνθρακα, τή Εκκλησία Χριστού δέ, ταίς χερσί σου προσνέμεις ιερομύστα, τό εκ θείου, πυρός ηνθρακωμένον καθάρσιον.
Ομόρους, ως ο Σαμψών αλλοφυλους ουκ έθραυσας, τά δέ αλλόκοτα πάντα, τών ετεροδόξων διδάγματα, καί τό κράτος, τοίς ορθοδόξοις δέδωκας Κύριλλε.
Συνόδου, θεολέκτου σαφώς προηγούμενος, τό δυσμενές Νεστορίου, χριστομάχον θράσος Πάτερ καθείλες, ζήλου πνέων, υπέρ τής αληθούς Θεομήτορος.
Θεοτοκίον
Φωτίζεις, τώ τοκετώ σου πάντα τά πέρατα, Θεογεννήτορ Παρθένε, σύ γάρ μόνη ώφθης κεκαθαρμένη, απ' αιώνος, δικαιοσύνης Ήλιον έχουσα.
Κοντάκιον Ἦχος δ'
Ἐπεφάνης σήμερον
Ἱεράρχαι μέγιστοι τῆς εὐσεβείας, καὶ γενναῖοι πρόμαχοι, τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, πάντας φρουρεῖτε τοὺς μέλποντας. Σῶσον Οἰκτίρμον, τοὺς πίστει τιμῶντάς σε.
Ὁ Οἶκος
Ἀκαταλήπτῳ σου χειρί, καὶ σθένει ἀπορρήτῳ, τὴν σὴν νῦν Ἐκκλησίαν οὐρανώσας Οἰκτίρμον, ἔδειξας ὄντως φαεινοὺς τοὺς δύω φωστῆρας, μεγίστους τε καὶ τερπνούς, τὸν κόσμον καταυγάζοντας, σὺν Ἀθανασίῳ τῷ πανσόφῳ, Κύριλλον τὸν θεῖον. Ταῖς αὐτῶν οὖν ἱκεσίαις, ἐξάρας τὴν νύκτα, ἐχθρῶν πᾶσαν ἀχλὺν διάλυσον Σῶτερ, καὶ φωτὶ τῷ φρικτῷ τῶν πιστῶν τὰ πλήθη καταύγασον, πρὸς τὸ κράζειν καὶ βοᾶν σοι· Σῶσον Οἰκτίρμον, τοὺς πίστει τιμῶντάς σε.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΙΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν Ἀθανασίου καὶ Κυρίλλου, Πατριαρχῶν Ἀλεξανδρείας.
Στίχοι
Ἀθανάσιον καὶ θανόντα ζῆν λέγω.
Οἱ γὰρ δίκαιοι ζῶσι καὶ τεθνηκότες.
Φυγῆς Κυρίλλου σήμερον μνήμην ἄγει,
Ἀλλ' οὐ τελευτῆς τῆς ἀειμνήστου κτίσις.
Τάρχυσαν ὀγδοάτῃ δεκάτῃ νέκυν Ἀθανασίου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Θεοδούλης.
Στίχοι
Τὴν θεοδούλην ἐκ ξίφους τεθνηκέναι,
Δοῦλοι Θεῶν κρίνουσι τῶν ψευδωνύμων.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Ξένη πυρὶ τελειοῦται.
Στίχοι
Ὁ Χριστὸς ἦλθεν πῦρ βαλεῖν εἰς τὴν γῆν πάλαι,
Ξένη τρέφουσα καρτερεῖ τὸ πῦρ ξένως.
Ταῖς τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'
Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες ἐν Βαβυλῶνι ποτέ, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.
Τὴν ἡμῶν σωτηρίαν, ὡς ἠθέλησας Σῶτερ, οἰκονομήσασθαι, ἐν μήτρᾳ τῆς Παρθένου, κατῴ κησας τῷ κόσμῳ, ἣν προστάτιν ἀνέδειξας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ.
Θελητὴν τοῦ ἐλέους, ὃν ἐγέννησας, Μῆτερ ἁγνὴ δυσώπησον, ῥυσθῆναι τῶν πταισμάτων, ψυχῆς τε μολυσμάτων, τοὺς ἐν πίστει κραυγάζοντας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.
Δόξα...
Θησαυρὸν σωτηρίας, καὶ πηγὴν ἀφθαρσίας, τὴν σὲ κυήσασαν, καὶ πύργον ἀσφαλείας, καὶ θύραν μετανοίας, τοῖς κραυγάζουσιν ἔδειξας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.
Καὶ νῦν...
Σωμάτων μαλακίας, καὶ ψυχῶν ἀρρωστίας, Θεογεννήτρια, τῶν πόθῳ προσιόντων, τῇ σκέπῃ σου τῇ θείᾳ, θεραπεύειν ἀξίωσον, ἡ τὸν Σωτῆρα Χριστόν, ἡμῖν ἀποτεκοῦσα.
Τού Αθανασίου
Ωδή ζ'
Ομότιμον σύνθρονον, Πατρί τόν Λόγον, μονογενή τε Υιόν, ορθοδόξως κηρύξας, αθανασίας Πάτερ επώνυμε, αύθις διδάσκεις, τό Πνεύμα Γεννήτορι, καί τώ Υιώ συμφυές καί Ομοούσιον.
Διδάσκαλον κήρυκα, ιεροφάντην τού τρισηλίου φωτός, διαγγέλλοντα πάσιν, ορθοδοξίαν μέχρι τερμάτων τής γής, ευσεβείας ορών ο γεννήτωρ σε, τούς πειρασμους κατά σού επανετείνετο.
Οι κίνδυνοι άπειροι, ούς έτλης Μάκαρ αγωνιζόμενος, υπέρ τής ευσεβείας, οι στέφανοι δέ ωσαύτως άπειροι, καί γάρ αδάμας υπήρχες τοίς παίουσι, πρός δέ σαυτόν, ως μαγνήτις είλκες άπαντας.
Ξενίζοντα δόγματα, αλλότριά τε τή Εκκλησία Χριστού, εξορίσας Τριάδα εθεολόγησας υποστάσεων, θεότητος δέ μονάδα, ή έψαλλες. Ευλογητός ο Θεός, ο τών Πατέρων ημών.
Θεοτοκίον
Μαρίαν τήν άχραντον, καί παναγίαν ανευφημήσωμεν, διά ταύτης γάρ χάρις, ημίν πηγάζει τών υπέρ νούν δωρεών, ως εκ χειμάρρου τής θείας νύν χρηστότητος, ήν ευσεβεί λογισμώ, νύν μακαρίζομεν
Τού Κυρίλλου
Εν τή καμίνω, Αβραμιαίοι
Eν τώ Σιναίω, ακρωτηρίω πάλαι γνόφον εισδύς, Nόμον είλε μάκαρ Κύριλλε, ο Μωσής αναιρούντα τόν τού γράμματος, σύ δέ ανέπτυξας, τό κεκρυμμένον κάλλος τού Πνεύματος.
Νομοθεσίας, δι' αινιγμάτων ως νηπίοις τό πρίν, Πάτερ δεδομένης κάλυξι καλυπτά, ώσπερ ρόδα τά νοήματα, σύ απεκάλυψας, ερμηνεύσας τούς τύπους σαφέστατα.
Θεοκηρύκων, καί θεολήπτων τά δυσέφικτα, τεύχη Προφητών τή χάριτι εμπνευσθείς, τού εκείνους εμφορήσαντος, Πνεύματος Κύριλλε, ειλικρινώς ημίν διεσάφησας.
Εν ασυγχύτω, ενώσει θεία καί ατμήτω σαφώς, Πάτερ διαιρέσει τρείς μέν θεολογών, υποστάσεις έφης Κύριλλε, απαραλλάκτους δέ, έν ουσία μιά καί θεότητι.
Θεοτοκίον
Τό τού Υψίστου, ηγιασμένον θείον σκήνωμα, χαίρε, διά σού γάρ δέδοται η χαρά, Θεοτόκε τοίς κραυγάζουσιν. Ευλογημένη σύ εν γυναιξί, πανάμωμε Δέσποινα.
ᾨδὴ η'
Τὸν Βασιλέα τῶν οὐρανῶν, ὃν ὑμνοῦσι στρατιαὶ τῶν Ἀγγέλων, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Τοὺς βοηθείας τῆς παρὰ σοῦ δεομένους, μὴ παρίδῃς Παρθένε, ὑμνοῦντας, καὶ ὑπερυψοῦντάς σε, Κόρη, εἰς αἰῶνας.
Τῶν ἰαμάτων τὸ δαψιλές, ἐπιχέεις τοῖς πιστῶς ὑμνοῦσί σε Παρθένε, καὶ ὑπερυψοῦσι τὸν ἄφραστόν σου τόκον.
Δόξα...
Τὰς ἀσθενείας μου τῆς ψυχῆς ἰατρεύεις, καὶ σαρκὸς τὰς ὀδύνας, Παρθένε, ἵνα σε δοξάζω τὴν Κεχαριτωμένην.
Καὶ νύν...
Τῶν πειρασμῶν σὺ τὰς προσβολὰς ἐκδιώκεις, καὶ παθῶν τὰς ἐφόδους Παρθένε· ὅθεν σε ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Τού Αθανασίου
Ωδή η'
Ιεραρχών αγλάϊσμα, ευκλεές Αθανάσιε, στύλε τού φωτός, τής Εκκλησίας έρεισμα, Τριάδος υπέρμαχε, θεολογίας σάλπιγξ χρυσή, βίου τε μονήρους, ακριβής νομογράφε, ημίν συνεορτάζοις, Ιερείς καταρτίζων, λαούς πιστούς προσάγων, Χριστώ εις τους αιώνας.
Αθανασίας γέγονας, σύ τώ όντι φερώνυμος, τούς γάρ πρακτικούς, τώ λόγω υπερήλασας, δοκίμους εν λόγω δέ, δι' ακριβείας βίου νικών, τούς εν αμφοτέροις, υπερβέβηκας άκρους, διό ανυπερβλήτω, αρετή διαλάμψας, αθάνατον εκτήσω, τήν μνήμην εις αιώνας.
Σύ λαμπροτέραν έδειξας, Μυστιπόλε θεόληπτε, τήν ιεραρχίαν, τοίς γενναίοις άθλοις σου, τήν πλάνην εξώρισας, ταίς σαίς υπερορίαις πυκνώς, υπέρ τής Τριάδος, ήν κηρύττων εβόας, Πατέρα προσκυνείτε, Υιόν θεολογείτε, τό Πνεύμα ανυμνείτε, εις πάντας τούς αιώνας.
Θεοτοκίον
Φωτός αδύτου γέγονας, ενδιαίτημα Πάναγνε. Φώς γάρ τοίς εν σκότει, καί σκιά γεγέννηκας, φωτίζον τά σύμπαντα, θεογνωσίας χάριτι, ώ ακαταπαύστως, οι πιστοί μελωδούμεν. Οι Παίδες ευλογείτε, ιερείς ανυμνείτε, λαός υπερυψούτε, εις πάντας τούς αιώνας.
Τού Κυρίλλου
Χείρας εκπετάσας Δανιήλ
Ως κύμα θαλάσσης αληθώς, εν σοί εξέβλυσεν, η τής σοφίας πηγή, καί γάρ αέναοι έρρευσαν, ποταμοί εκ τής κοιλίας σου, Πάτερ δογμάτων ευσεβών, καθως προέφη Χριστός, υπερβαίνει ψάμμον γάρ, τεύχη τά σά τά θεόλεκτα.
Νομεύς καί διδάσκαλος σοφός, τής Εκκλησίας δειχθείς, τάς δύω Κύριλλε, σαφώς ανέπτυξας Όσιε, Διαθήκας, ως γάρ άγκυραν, καί πατρικόν κλήρον τούς σούς, έχουσα λόγους βοά. Ευλογείτε, πάντα τά έργα Κυρίου τόν Κύριον.
Λόγου σαρκωθέντος δι' ημάς, τού παντεχνήμονος, σύ τήν απόρρητον, διδάσκεις ένωσιν Κύριλλε, αδιαίρετον ασύγχυτον, τάς εφ' εκάτερα ροπάς, ίσως εκκλίνας βοών. Ευλογείτε, πάντα τά έργα Κυρίου τόν Κύριον.
Θεοτοκίον
Μαρία Κυρίου τού παντός, κυριευθείσάν μου, τήν παναθλίαν ψυχήν, τοίς τής σαρκός δεινοίς πάθεσι, καί αισχίστοις πλημμελήμασι, σύ ελευθέρωσον τή σή, δυνάμει τή κραταιά, καί παράσχου, λύσιν πταισμάτων, καί δόξαν ακήρατον,
ᾨδὴ θ'
Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι, Παρθένε ἁγνή, σὺν Ἀσωμάτων χορείαις, σὲ μεγαλύνοντες.
Ῥοήν μου τῶν δακρύων, μὴ ἀποποιήσῃς, ἡ τὸν παντὸς ἐκ προσώπου πᾶν δάκρυον, ἀφῃρηκότα Παρθένε, Χριστὸν κυήσασα.
Χαρᾶς μου τὴν καρδίαν, πλήρωσον, Παρθένε, ἡ τῆς χαρᾶς δεξαμένη τὸ πλήρωμα, τῆς ἁμαρτίας τὴν λύπην, ἐξαφανίσασα.
Λιμὴν καὶ προστασία, τῶν σοὶ προσφευγόντων, γενοῦ Παρθένε, καὶ τεῖχος ἀκράδαντον, καταφυγή τε καὶ σκέπη, καὶ ἀγαλλίαμα.
Δόξα...
Φωτός σου ταῖς ἀκτῖσι, λάμπρυνον, Παρθένε, τὸ ζοφερὸν τῆς ἀγνοίας διώκουσα, τοὺς εὐσεβῶς Θεοτόκον, σὲ καταγγέλλοντας.
Καὶ νῦν...
Κακώσεως ἐν τόπῳ, τῷ τῆς ἀσθενείας, ταπεινωθέντα, Παρθένε, θεράπευσον, ἐξ ἀρρωστίας εἰς ῥῶσιν, μετασκευάζουσα.
Τού Αθανασίου
Ωδή θ'
Εξέλαμψεν ο βίος ως αστραπήεξεχύθη δέ πάτερ ο φθόγγος σου, ώς περ βροντή, πάσιν, ούς ο ήλιος εφορά, εξ ουρανού γάρ έσχη κας, άνωθεν τήν έμπνευσιν αληθώς, διό ουκ έσβεσέ σου, ο πρόξενος τής λήθης, τήν μνήμην τάφος Αθανάσιε.
Φωτί τώ τρισηλίω καί τριφεγγεί, τηλαυγέστερον νύν ελλαμπόμενος, τοίς υμνηταίς, σού αντανακλάσεις αυγοειδείς, διαφανές ως έσοπτρον, άνωθεν εκπέμπεις ηλιακάς, καί σοί συστήσαις Μάκαρ, κάν μέγα καί εξόχως, υπέρ αξίαν τό αιτούμενον.
Υμνούντες δυσωπούμέν σε εκτενώς, Υπέρ τής Εκκλησίας ικέτευε, διά Σταυρού νίκας δωρηθήναι τώ βασιλεί, τή ορθοδόξω Πίστει τε, κράτος καθ' αιρέσεων δυσμενών ημίν δέ σωτηρίαν, ειρήνην τε τώ κόσμω, εν τή σή μνήμη Αθανάσιε.
Θεοτοκίον
Σωτήρα ως τεκούσα καί Λυτρωτήν, σωτηρίας με Κόρη αξίωσον, επιτυχείν, Πάναγνε πταισμάτων μου τάς σειράς, ταίς σαίς πρεσβείαις λύσασα, πάντα γάρ ως θέλεις νύν κατορθοίς, ως φέρουσα εν κόλποις, τόν πάντων Βασιλέα, τόν αγαθότητι ασύγκριτον.
Τού Κυρίλλου
Εύα μέν τώ τής παρακοής
Υψωμα Χριστού κατεπαρθέν τής γνώσεως, καί τής τούτου Θεομήτορος, Κύριλλε άπαν κατά κράτος, καθείλες Νεστορίου τήν άθεον, υιών δυάδα ωσαύτως καί σύγχυσιν, τών Ακεφάλων τήν τών φύσεων.
Ρώσει τών φρενών καί φωτισμώ τής χάριτος, τήν Τριάδα ομοούσιον, τόν τε Υιόν σεσαρκωμένον, Θεόν θεολογήσας Μακάριε, οφθείς τε τής Θεοτόκου υπέρμαχος, εν τοίς υψίστοις νύν δεδόξασαι.
Άνωθεν ημάς σούς υμνητάς αοίδιμε, εποπτεύοις Πάτερ ίλεως, Άνακτι νίκας σταυροφόρω, βραβεύων καί υψών ταίς πρεσβείαις σου, τών Ορθοδόξων τό κέρας φαιδρύνων τε, τούς τήν σήν μνήμην μεγαλύνοντας.
Θεοτοκίον
Στειρεύουσαν θείων αρετών πανάχραντε, Θεοτόκε τήν καρδίαν μου, δείξον Παρθένε καρποφόρον, εκ στείρας η τεχθείσα βουλήματι, τού πάντα μεταποιούντος τώ πνευματι, ίνα υμνώ σε τήν Πανύμνητον.
Καταβασίαι.
Ηχος δ’
Χέρσον αβυσσοτόκον πέδον ήλιος, επεπόλευσέ ποτε, ωσεί τείχος γάρ επάγη, εκατέρωθεν ύδωρ, λαώ πεζοποντοπορούντι, καί θεαρέστως μέλποντι. Άσωμεν τώ Κυρίω, ενδόξως γάρ δεδόξασται.
Ωδή γ'
Τό στερέωμα, τών επί σοί πεποιθότων, στερέωσον Κύριε τήν Εκκλησίαν, ήν εκτήσω, τώ τιμίω σου αίματι.
Ωδή δ'
Εκάλυψεν ουρανούς, η αρετή σου Χριστέ, τής κιβωτού γάρ προελθών,τού αγιάσματός σου, τής αφθόρου Μητρός, εν τώ ναώ τής δόξης σου, ώφθης ώς βρέφος, αγκαλοφορούμενος, καί επληρώθη τά πάντα τής σής αινέσεως.
Ωδή ε'
Ως είδεν Ησαίας συμβολικώς, εν θρόνω επηρμένω Θεόν, υπ' Αγγέλων δόξης δορυφορούμενον, ώ τάλας! εβόα, εγώ, πρό γάρ είδον σωματούμενον Θεόν, φωτός ανεσπέρου, καί ειρήνης δεσπόζοντα.
Ωδή ς'
Εβόησέ σοι, ιδών ο Πρέσβυς, τοίς οφθαλμοίς τό σωτήριον, ό λαοίς επέστη. Εκ Θεού Χριστέ σύ Θεός μου.
Ωδή ζ'
Σέ τόν εν πυρί δροσίσαντα, Παίδας θεολογήσαντας, καί Παρθένω, ακηράτω, ενοικήσαντα, Θεόν Λόγον υμνούμεν, ευσεβώς μελωδούντες. Ευλογητός ο Θεός, ο τών Πατέρων ημών.
Ωδή η'. Αινούμεν…
Αστέκτω πυρί ενωθέντες, οι θεοσεβείας προεστώτες Νεανίαι, τή φλογί δέ μή λωβηθέντες, θείον ύμνον έμελπον. Ευλογείτε πάντα τά έργα τόν Κύριον, καί υπερυψούτε, εις πάντας τούς αιώνας.
Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις τιμώντες μεγαλύνωμεν.
Μεγαλύνει η ψυχή μου τόν Κύριον, καί ηγαλλίασε τό πνεύμά μου επί τώ Θεώ τώ σωτήρί μου.
· Τήν Τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.
Ότι επέβλεψεν επί τήν ταπείνωσιν τής δούλης αυτού, ιδού γάρ από τού νύν μακαριούσί με πάσαι γενεαί,
· Τήν Τιμιωτέραν τών Χερουβείμ...
Ότι εποίησέ μοι μεγαλεία ο Δυνατός, καί άγιον τό όνομα αυτού, καί τό έλεος αυτού εις γενεάν, καί γενεάν τοίς φοβουμένοις αυτόν.
· Τήν Τιμιωτέραν τών Χερουβείμ...
Εποίησε κράτος εν βραχίονι αυτού, διεσκόρπισεν υπερηφάνους διανοία καρδίας αυτών.
· Τήν Τιμιωτέραν τών Χερουβείμ...
Καθείλε δυνάστας από θρόνων, καί ύψωσε ταπεινούς, πεινώντας ενέπλησεν αγαθών, καί πλουτούντας εξαπέστειλε κενούς.
· Τήν Τιμιωτέραν τών Χερουβείμ...
Αντελάβετο Ισραήλ παιδός αυτού, μνησθήναι ελέους, καθώς ελάλησε πρός τούς πατέρας ημών, τώ Αβραάμ, καί τώ σπέρματι αυτού έως αιώνος.
Καταβασία
Θεοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν, σκέπε φρούρει φύλαττε, τοὺς ἐλπίζοντας εἰς Σέ.
Εν νόμω, σκιά καί γράμματι, τύπον κατίδωμεν οι πιστοί, πάν άρσεν τό τήν μήτραν διανοίγον, άγιον Θεώ, διό πρωτότοκον Λόγον, Πατρός ανάρχου Υιόν, πρωτοτοκούμενον Μητρί, απειράνδρω, μεγαλύνομεν.
Ἐξαποστειλάριον
Τοῖς Μαθηταῖς συνέλθωμεν
Τῆς ὑπερθέου πάνσοφοι, ἀνεδείχθητε μύσται, Τριάδος καὶ ὑπέρμαχοι, Ἀθανάσιε μάκαρ, καὶ Κύριλλε θεοφάντορ, Ἄρειον καθελόντες, καὶ σὺν αὐτῷ Σαβέλλιον, καὶ Νεστόριον αὖθις, τὸν δυσσεβῆ, καὶ σὺν τούτοις ἅπασαν ἄλλην πλάνην, τῶν δυσσεβῶν αἱρέσεων, Ἱεράρχαι Κυρίου.
Θεοτοκίον ὅμοιον
Ὄρος Θεοῦ πανάγιον, καὶ λυχνίαν καὶ στάμνον, καὶ κιβωτὸν καὶ τράπεζαν, ῥάβδον τε καὶ πυρεῖον, καὶ θεῖον θρόνον καὶ πύλην, καὶ ναὸν καὶ παστάδα, ὑμνήσωμεν θεόφρονες, τὴν ἁγνὴν καὶ Παρθένον· ἐξ ἧς Θεός, σαρκωθεὶς ἀτρέπτως, καὶ ὑπὲρ φύσιν, ἐθέωσε τὸ πρόσλημμα, ἀπορρήτῳ ἑνώσει.
Α Ι Ν Ο Ι
Ἦχος α'
ΨΑΛΜΟΣ ΡΜΗ' (148)
--Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὺτὸν ἐν τοῖς ὑψἰστοις· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
--Αἰνεῖτε αὐτὸν πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
1. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων
Δεῦτε φιλέορτοι πάντες πανηγυρίσωμεν, τὴν μνήμην τῶν ἐνδόξων, Διδασκάλων τιμῶντες· ἐν Πνεύματι γὰρ θείῳ καθεῖλον ὀφρύν, ἀκαθέκτων αἱρέσεων· καὶ θεοφθόγγοις διδάγμασι τὴν Χριστοῦ, Ἐκκλησίαν ὑπεστήριξαν.
2. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Ὀρθοδοξίας ἀκτῖσι περιλαμπόμενοι, οἱ νοητοὶ ἀστέρες, ὑπερηύγασαν λόγοις· ὁ μὲν γὰρ τὴν Ἀρείου θεοστυγῆ, γλωσσαλγίαν ἐφίμωσεν· ὁ δὲ Νεστόριον αὖθις καὶ ἐμμανῆ, καταβέβληκε Σαβέλλιον.
3. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,
Τὴν ἱερὰν Ξυνωρίδα τῶν Διδασκάλων ἡμῶν, τοὺς ζηλωτὰς Κυρίου, εὐφημήσωμεν ὕμνοις, Κύριλλον τὸν θεῖον, φλόγα πυρός, καὶ στερρὸν Ἀθανάσιον· ἐν οὐρανοῖς γάρ συνόντες ὑπὲρ ἡμῶν, τῷ Θεῷ ἀεὶ πρεσβεύουσι.
4. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ταῖς ἱκεσίαις τῶν θείων Ἱεραρχῶν σου Χριστέ, ἐπίσκεψαι ἐξ ὕψους, ἐκλογάδα σου ποίμνην, ἐν μέσῳ νεμομένην λύκων δεινῶν, ὧν τὰ θράση κατάβαλε· οὐ γὰρ ἐπαύσατο ἔτι καὶ νῦν ἰδού, τῶν αἱρέσεων τὰ σκάνδαλα.
Δόξα... Ἦχος πλ. α'
Δεῦτε φιλεόρτων τὸ σύστημα, δεῦτε τῶν Πιστῶν ἡ ὁμήγυρις, δεῦτε ὀρθοδόξων χορεῖαι, ᾄσμασιν ἐγκωμίων στέψωμεν, τὴν ἀεισέβαστον δυάδα τῶν Διδασκάλων ἡμῶν· οὗτοι γὰρ πάντα ζόφον κακίστης αἱρέσεως, πᾶσαν ἀπάτην τῶν δυσμενῶν, νεανικῶς καθελόντες, τῇ ἀηττήτῳ τοῦ Πνεύματος ἰσχύϊ, τὸν κόσμον κατηύγασαν, θεογνωσίας ἐλλάμψεσι· καὶ νῦν πρεσβεύουσιν ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει τελούντων τὴν μνήμην αὐτῶν.
Καὶ νῦν... Θεοτοκίον
Μακαρίζομέν σε, Θεοτόκε παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγὴ τῶν ψυχῶν ἡμῶν.
ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ
Δόξα σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ, καί επί γής ειρήνη, εν ανθρώποις ευδοκία.
Υμνούμέν σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν μεγάλην σου δόξαν.
Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, καί Άγιον Πνεύμα,
Κύριε ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο αίρων τήν αμαρτίαν τού κόσμου, ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.
Πρόσδεξαι τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον ημάς.
Ότι σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.
Καθ' εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου εις τόν αιώνα, καί εις τόν αιώνα τού αιώνος.
Καταξίωσον, Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους φυλαχθήναι ημάς.
Ευλογητός εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον τό όνομά σου εις τούς αιώνας. Αμήν.
Γένοιτο, Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σέ.
Ευλογητός εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').
Κύριε, καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι ήμαρτόν σοι.
Κύριε, πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου.
Ότι παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.
Παράτεινον τό έλεός σου τοίς γινώσκουσί σε.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ γ').
Δόξα... Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.
Ἀπολυτίκιον Ἦχος γ'
Θείας πίστεως
Ἔργοις λάμψαντες Ὀρθοδοξίας, πᾶσαν σβέσαντες κακοδοξίαν, νικηταὶ τροπαιοφόροι γεγόνατε· τῇ εὐσεβείᾳ τὰ πάντα πλουτίσαντες, τὴν Ἐκκλησίαν μεγάλως κοσμήσαντες, ἀξίως εὕρατε Χριστὸν τὸν Θεὸν εὐχαῖς ὑμῶν, δωρούμενον πᾶσι τὸ μέγα ἔλεος.
Είς την λειτουργίαν
ΑΝ Τ Ι Φ Ω Ν Α
Ήχος β΄
Στίχ. α'. Ευλόγει η ψυχή μου, τόν Κύριον, καί πάντα τά εντός μου τό όνομα τό άγιον αυτού.
Ταίς πρεσβείαις τής Θεοτόκου, Σώτερ σώσον ημάς.
Στίχ. β'. Ευλόγει, η ψυχή μου, τόν Κύριον, καί μή επιλανθάνου πάσας τάς ανταποδόσεις αυτού.
Ταίς πρεσβείαις τής Θεοτόκου...
Στίχ. γ'. Κύριος εν τώ ουρανώ ητοίμασε τόν θρόνον αυτού, καί η Βασιλεία αυτού πάντων δεσπόζει.
Ταίς πρεσβείαις τής Θεοτόκου...
Δόξα... Καί νύν...
Ταίς πρεσβείαις τής Θεοτόκου...
Β΄. Ήχος β'
Στίχ. α'. Αίνει, η ψυχή μου, τόν Κύριον, αινέσω Κύριον εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.
Σώσον ημάς, Υιέ Θεού, ο εν Αγίοις θαυμαστός, ψάλλοντάς σοι. Αλληλούια.
Στίχ. β'. Μακάριος, ού ο Θεός Ιακώβ βοηθός αυτού, η ελπίς αυτού επί Κύριον τόν Θεόν αυτού.
Σώσον ημάς, Υιέ Θεού, ο εν Αγίοις θαυμαστός...
Στίχ. γ'. Βασιλεύσει Κύριος εις τόν αιώνα, ο Θεός σου, Σιών, εις γενεάν καί γενεάν.
Σώσον, ημάς, Υιέ Θεού, ο εν Αγίοις θαυμαστός...
Δόξα... Καί νύν...
Ο Μονογενής Υιός και Λόγος του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν σωτηρίαν σαρκοθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας, σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της Αγίας Τριάδος, συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.
Ἀπολυτίκιον Ἦχος γ'
Θείας πίστεως
Ἔργοις λάμψαντες Ὀρθοδοξίας, πᾶσαν σβέσαντες κακοδοξίαν, νικηταὶ τροπαιοφόροι γεγόνατε· τῇ εὐσεβείᾳ τὰ πάντα πλουτίσαντες, τὴν Ἐκκλησίαν μεγάλως κοσμήσαντες, ἀξίως εὕρατε Χριστὸν τὸν Θεὸν εὐχαῖς ὑμῶν, δωρούμενον πᾶσι τὸ μέγα ἔλεος.
Εισοδικόν
Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ. Σώσον ημάς, Υιέ Θεού, ο εν αγίοις θαυμαστός, ψάλλοντάς σοι Αλληλούϊα
Ἀπολυτίκιον Ἦχος γ'
Θείας πίστεως
Ἔργοις λάμψαντες Ὀρθοδοξίας, πᾶσαν σβέσαντες κακοδοξίαν, νικηταὶ τροπαιοφόροι γεγόνατε· τῇ εὐσεβείᾳ τὰ πάντα πλουτίσαντες, τὴν Ἐκκλησίαν μεγάλως κοσμήσαντες, ἀξίως εὕρατε Χριστὸν τὸν Θεὸν εὐχαῖς ὑμῶν, δωρούμενον πᾶσι τὸ μέγα ἔλεος.
Του ναού…
Κοντάκιον Ήχος α'
Ο μήτραν παρθενικήν αγιάσας τώ τόκω σου, καί χείρας τού Συμεών ευλογήσας ως έπρεπε, προφθάσας καί νύν έσωσας ημάς Χριστέ ο Θεός. Αλλ' ειρήνευσον εν πολέμοις τό πολίτευμα, καί κραταίωσον Βασιλείς ούς ηγάπησας, ο μόνος φιλάνθρωπος.
Τό Τρισάγιον...
ΑΠΟΣΤΟΛΟΣ
Προκείμενον.Ήχος δ’.
Εὐλογητὸς εἶ, Κύριε ὁ Θεὸς τῶν πατέρων ἡμῶν,
Στίχ. Ότι δίκαιος εί επί πάσιν οίς εποίησας ημίν
Προς Εβραίους Επιστολής Παύλου το Ανάγνωσμα.
Ἀδελφοί, μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ Θεοῦ, ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν. Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας. διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε· καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατήσαντες. ἔχομεν θυσιαστήριον ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν ἐξουσίαν οἱ τῇ σκηνῇ λατρεύοντες· ὧν γὰρ εἰσφέρεται ζῴων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ Ἅγια διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς· διὸ καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν, ἔξω τῆς πύλης ἔπαθε. τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες· οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν. δι' αὐτοῦ οὖν ἀναφέρωμεν θυσίαν αἰνέσεως διὰ παντὸς τῷ Θεῷ, τοῦτ' ἔστι καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ. τῆς δὲ εὐποιίας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε· τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ Θεός.Ευαγγέλιον
«῾Υμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου» (Μτθ. ε΄ 14-19).
Είς το Εξαιρέτως... Άξιον Εστί
Κοινωνικὸν
Εἰς μνημόσυνον αἰώνιον ἔσονται Δίκαιοι. Ἀλληλούια.
Βιβλιογραφία:
1. analogion.gr/glt/
2. ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΙΣ
ΤΩΝ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ
ΕΤΟΥΣ 2011
ΑΠΟΣΤΟΛΟΥ Ε. ΠΑΠΑΧΡΗΣΤΟΥ
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου