Κυριακή 1 Ιανουαρίου 2012

ΤΑ ΑΓΙΑ ΘΕΟΦΑΝΕΙΑ - ΕΣΠΕΡΙΝΟΣ

† ΤΑ ΑΓΙΑ ΘΕΟΦΑΝΕΙΑ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ.

Εἰς τὸν ἑσπερινόν

«Εὐλογημένη ἡ βασιλεία»

Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ψαλμὸς ργ(103)
Εὐλόγει ψυχή μου, τὸν Κύριον, Κύριε Θεός μου ἐμεγαλύνθης σφόδρα.
Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.
Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὐτοῦ.
τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.
ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.
θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.
Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.
Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.
Ὅριον ἔθου, οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.
ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.
Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.
Ἐπ' αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.
Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται γῆ.
ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.
Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.
Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.
Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.
Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ κατοικία ἡγεῖται αὐτῶν.
Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.
Ἐποίησε σελήνην εἰς καιρούς ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.
Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.
Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.
Ἀνέτειλεν ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.
Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.
Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη γῆ τῆς κτίσεώς σου.
Αὕτη θάλασσα μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.
Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.
Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.
Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος, ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.
Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.
Ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.
Ἤτω δόξα Κυρίου εἰς τοὺς αἰῶνας, εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.
ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν, ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.
ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
Ἠδυνθείη αὐτῷ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.
Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ψυχή μου, τὸν Κύριον.
Καὶ πάλιν
ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.
Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.
Δόξα Πατρὶ... Καὶ νῦν...
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι Θεός (ἐκ γ').
ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τῆς ἄνωθεν εἰρήνης, καί τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καί τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τοῦ ἁγίου οἴκου τούτου, καί τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (τοῦ δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντός τοῦ Κλήρου καί τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους, πάσης Ἀρχῆς καὶ Ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηρὰν θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τῆς πόλεως ταύτης, πάσης πόλεως καὶ χώρας καί τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καί τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, Θεός, τῇ σῇ χάριτι.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.

Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.
Κατευθυνθήτω προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.
Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.
Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.
Ὅτι ἔτι καὶ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.
Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.
Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.
Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.
Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.
Ψαλμὸς ρμα(141)
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.
Ἐν ὁδῷ ταύτῃ, ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ἐπιγινώσκων με.
Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ καὶ οὐκ ἔστιν ἐκζητῶν τὴν ψυχήν μου.
Ἐκέκραξα πρὸς σέ, Κύριε εἶπα· Σὺ εἶ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.
Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.
Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.
Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.
 Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.
Ψαλμὸς 129
Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.
Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

Ἦχος β'
Ἰωάννου Μοναχοῦ
Τὸν φωτισμὸν ἡμῶν, τὸν φωτίσαντα πάντα ἄνθρωπον, ἰδὼν ὁ Πρόδρομος, βαπτισθῆναι παραγενόμενον, χαίρει τῇ ψυχῇ, καὶ τρέμει τῇ χειρί· δείκνυσιν αὐτόν, καὶ λέγει τοῖς λαοῖς· Ἴδε ὁ λυτρούμενος τὸν Ἰσραήλ, ὁ ἐλευθερῶν ἡμᾶς ἐκ τῆς φθορᾶς. Ὦ ἀναμάρτητε, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.


Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Ἦχος β'
Ἰωάννου Μοναχοῦ
Τὸν φωτισμὸν ἡμῶν, τὸν φωτίσαντα πάντα ἄνθρωπον, ἰδὼν ὁ Πρόδρομος, βαπτισθῆναι παραγενόμενον, χαίρει τῇ ψυχῇ, καὶ τρέμει τῇ χειρί· δείκνυσιν αὐτόν, καὶ λέγει τοῖς λαοῖς· Ἴδε ὁ λυτρούμενος τὸν Ἰσραήλ, ὁ ἐλευθερῶν ἡμᾶς ἐκ τῆς φθορᾶς. Ὦ ἀναμάρτητε, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.


Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Τοῦ Λυτρωτοῦ ἡμῶν, ὑπὸ δούλου βαπτιζομένου, καὶ τῇ τοῦ Πνεύματος παρουσίᾳ μαρτυρουμένου, ἔφριξαν ὁρῶσαι Ἀγγέλων στρατιαί, φωνὴ δὲ οὐρανόθεν ἠνέχθη ἐκ Πατρός. Οὗτος ὃν ὁ Πρόδρομος χειροθετεῖ, Υἱός μου ὑπάρχει ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.


Στίχ.Ότι παρά τώ Κυρίω τό έλεος καί πολλή παρ' αυτώ λύτρωσις' καί αυτός λυτρώσεται τόν Ισραηλ εκ πασών τών ανομιών αυτού.

  Τοῦ Λυτρωτοῦ ἡμῶν, ὑπὸ δούλου βαπτιζομένου, καὶ τῇ τοῦ Πνεύματος παρουσίᾳ μαρτυρουμένου, ἔφριξαν ὁρῶσαι Ἀγγέλων στρατιαί, φωνὴ δὲ οὐρανόθεν ἠνέχθη ἐκ Πατρός. Οὗτος ὃν ὁ Πρόδρομος χειροθετεῖ, Υἱός μου ὑπάρχει ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.                                                 

Στίχ.αινείτε τόν κύριον πάντα τά έθνη επαινέσατε αυτόν πάντες οι λαοί.

 Τὰ Ἰορδάνια ῥεῖθρα, σὲ τὴν πηγὴν ἐδέξατο, καὶ ὁ Παράκλητος, ἐν εἴδει περιστερᾶς κατήρχετο, κλίνει κορυφήν, ὁ κλίνας οὐρανούς, κράζει καὶ βοᾷ, πηλὸς τῷ πλαστουργῷ· Τί μοι ἐπιτάττεις τὰ ὑπὲρ ἐμέ; ἐγὼ χρείαν ἔχω τοῦ σοῦ Βαπτισμοῦ. Ὦ ἀναμάρτητε, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.


                               
 Στίχ.Ότι εκραταιώθη τό έλεος αυτού εφ' ημάς, καί η αλήθεια τού κυρίου μένει εις τόν αιώνα

Σῶσαι βουλόμενος, τὸν πλανηθέντα ἄνθρωπον, οὐκ ἀπηξίωσας δούλου μορφὴν ἐνδύσασθαι· ἔπρεπε γὰρ σοὶ τῷ Δεσπότῃ, καὶ Θεῷ, ἀναδέξασθαι τὰ ἡμῶν ὑπὲρ ἡμῶν· σὺ γὰρ βαπτισθεὶς σαρκὶ Λυτρωτά, τῆς ἀφέσεως ἠξίωσας ἡμᾶς, διὸ βοῶμέν σοι· Εὐεργέτα Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Δόξα... Καὶ νῦν...
Ὁ αὐτὸς
Βύζαντος
Ὑπέκλινας κάραν τῷ Προδρόμῳ, συνέθλασας κάρας τῶν δρακόντων, ἐπέστης ἐν τοῖς ῥείθροις, ἐφώτισας τὰ σύμπαντα, τοῦ δοξάζειν σε Σωτήρ, τὸν φωτισμὸν τῶν ψυχῶν ἡμῶν.



                                                  Εἴσοδος μετὰ τοῦ Εὐαγγελίου

Σοφία Ὀρθοί

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.


Α'. Γενέσεως τὸ Ἀνάγνωσμα
(Κεφ. 1, 1-13)
Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπέκειτο ἐπάνω τῆς Ἀβύσσου, καὶ Πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. Καὶ εἶπεν ὁ Θεός· Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς. Καὶ εἶδεν ὁ Θεὸς τὸ φῶς, ὅτι καλόν, καὶ διεχωρισεν ὁ Θεὸς ἀνάμεσον τοῦ φωτός, καὶ ἀνάμεσον τοῦ σκότους. Καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς, Ἡμέραν, καὶ τὸ σκότος ἐκάλεσε, Νύκτα· καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωΐ, ἡμέρα μία. Καὶ εἶπεν ὁ Θεός· Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀναμέσον ὕδατος καὶ ὕδατος, καὶ ἐγένετο οὕτω. Καὶ ἐποίησεν ὁ Θεὸς τὸ στερέωμα, καὶ διεχώρισεν ὁ Θεὸς ἀνάμεσον τοῦ ὕδατος, ὃ ἦν ὑποκάτω τοῦ στερεώματος, καὶ ἀναμέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος. Καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ στερέωμα, Οὐρανόν, καὶ εἶδεν ὁ Θεός, ὅτι καλόν· καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωΐ, ἡμέρα δευτέρα. Καὶ εἶπεν ὁ Θεός. Συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά, καὶ ἐγένετο οὕτω, καὶ συνήχθη τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς τάς συναγωγὰς αὐτῶν, καὶ ὤφθη ἡ ξηρά. Καὶ ἐκάλεσεν ὁ Θεὸς τὴν ξηράν, Γῆν, καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσε, Θαλάσσας, καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν. Καὶ εἶπεν ὁ Θεός. Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ᾽ ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ, κατὰ γένος ἐπὶ τῆς γῆς, καὶ ἐγένετο οὕτω. Καὶ ἐξήνεγκεν ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ᾽ ὁμοιότητα ἐπὶ τῆς γῆς, καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ, κατὰ γένος ἐπὶ τῆς γῆς, καὶ εἶδεν ὁ Θεός, ὅτι καλόν, καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωΐ, ἡμέρα τρίτη.

Β′. Τῆς Ἐξόδου τὸ Ἀνάγνωσμα
(Κεφ. 14, 15-29)
Εἶπε Κύριος πρὸς Μωσῆν· Τὶ βοᾶς πρὸς με; λάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἀναζευξάτωσαν. Καὶ σὺ ἔπαρον τὴν ῥάβδον σου, καὶ ἔκτεινον τὴν χεῖρά σου ἐπὶ τὴν θάλασσαν, καὶ ῥῆξον αὐτήν, καὶ εἰσελθέτωσαν οἱ υἱοὶ Ἰσραὴλ εἰς μέσον τῆς θαλάσσης κατὰ τὸ ξηρόν. Καὶ ἰδοὺ ἐγὼ σκληρυνῶ τὴν καρδίαν Φαραώ, καὶ τῶν θεραπόντων αὐτοῦ, καὶ τῶν Αἰγυπτίων πάντων, καὶ εἰσελεύσονται ὀπίσω αὐτῶν, καὶ ἐνδοξασθήσομαι ἐν Φαραώ, καὶ ἐν πάσῃ τῇ στρατιᾷ αὐτοῦ, καὶ ἐν τοῖς ἅρμασι, καὶ ἐν τοῖς ἵπποις αὐτοῦ. Καὶ γνώσονται πάντες οἱ Αἰγύπτιοι, ὅτι ἐγὼ εἰμι Κύριος, ἐνδοξαζομένου μου ἐν Φαραώ, καὶ ἐν τοῖς ἅρμασι, καὶ ἐν τοῖς ἵπποις αὐτοῦ. Ἐξέτεινε δὲ Μωϋσῆς τὴν χεῖρα ἐπὶ τὴν θάλασσαν, καὶ ἐπήγαγε Κύριος τὴν θάλασσαν ἐν ἀνέμῳ νότῳ βιαίῳ ὅλην τὴν νύκτα, καὶ ἐποίησε τὴν θάλασσαν ξηράν, καὶ διεσχίσθη τὸ ὕδωρ. Καὶ εἰσῆλθον οἱ υἱοὶ Ἰσραὴλ εἰς μέσον θαλάσσης κατὰ τὸ ξηρόν, καὶ ὕδωρ αὐτοῖς τεῖχος ἐκ δεξιῶν, καὶ τεῖχος ἐξ εὐωνύμων. Κατεδίωξαν δὲ οἱ Αἰγύπτιοι, καὶ εἰσῆλθον ὀπίσω αὐτῶν πᾶσα ἡ ἵππος Φαραώ, καὶ τὰ ἅρματα καὶ οἱ ἀναβάται εἰς τὸ μέσον τῆς θαλάσσης. Ἐξέτεινε δὲ Μωϋσῆς τὴν χεῖρα ἐπὶ τὴν θάλασσαν, καὶ ἀποκατεστάθη τὸ ὕδωρ πρὸς ἡμέραν ἐπὶ χώρας. Οἱ δὲ Αἰγύπτιοι ἔφυγον ἐπὶ τὸ ὕδωρ, καὶ ἐξετίναξε Κύριος τοὺς Αἰγυπτίους εἰς μέσον τῆς θαλάσσης. Καὶ ἐπαναστραφὲν τὸ ὕδωρ ἐκάλυψε τὰ ἅρματα, καὶ τοὺς ἀναβάτας, καὶ πᾶσαν τὴν δύναμιν Φαραώ, τοὺς εἰσπορευομένους Ὀπίσω αὐτῶν εἰς τὴν θάλασσαν· οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς. Οἱ δὲ υἱοὶ Ἰσραὴλ ἐπορεύθησαν διὰ ξηρᾶς ἐν μέσῳ τῆς θαλάσσης.

Γ'. Τῆς Ἐξόδου τὸ Ἀνάγνωσμα
(Κεφ. 15, 22-27 & 16, 1 )
Ἐξῆρε Μωϋσῆς τοὺς υἱοὺς Ἰσραὴλ ἀπὸ θαλάσσης Ἐρυθρᾶς, καὶ ἤγαγεν αὐτοὺς εἰς τὴν ἔρημον Σούρ, καὶ ἐπορεύοντο τρεῖς ἡμέρας ἐν τῇ ἐρήμῳ, καὶ οὐχ εὕρισκον ὕδωρ ὥς τε πιεῖν. Ἦλθον δὲ εἰς Μερράν· καὶ οὐκ ἠδύναντο πιεῖν ὕδωρ ἐκ Μερρᾶς· πικρὸν γὰρ ἦν· διὰ τοῦτο ἐπωνομάσθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου
Π ι κ ρ ί α. Καὶ διεγόγγυζεν ὁ λαὸς κατὰ Μωϋσῆ, λέγοντες. Τὶ πιώμεθα; Ἐβόησε δὲ Μωϋσῆς πρὸς Κύριον, καὶ ἔδειξεν αὐτῷ Κύριος ξύλον, καὶ ἐνέβαλεν αὐτὸ εἰς τὸ ὕδωρ, καὶ ἐγλυκάνθη· ἐκεῖ ἔθετο αὐτῷ ὁ Θεὸς δικαιώματα καὶ κρίσεις, καὶ ἐκεῖ αὐτὸν ἐπείρασε, καὶ εἶπεν. Ἐὰν ἀκοῇ ἀκούσῃ τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου, καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιήσῃς, καὶ ἐνωτίσῃ τάς ἐντολὰς αὐτοῦ, καὶ φυλάξῃς πάντα τὰ δικαιώματα αὐτοῦ, πᾶσαν νόσον, ἥν ἐπήγαγον τοῖς Αἰγυπτίοις, οὐκ ἐπάξω ἐπὶ σέ· ἐγὼ γὰρ εἰμὶ Κύριος ὁ ἰώμενός σε. Καὶ ἦλθον εἰς Αἰλείμ, καὶ ἦσαν ἐκεῖ δώδεκα πηγαὶ ὑδάτων, καὶ ἑβδομήκοντα στελέχη φοινίκων, παρενέβαλον δὲ ἐκεῖ παρὰ τὰ ὕδατα. Ἀπῆραν δὲ ἐξ Αἰλείμ, καὶ ἦλθε πᾶσα ἡ Συναγωγὴ υἱῶν Ἰσραὴλ εἰς τὴν ἔρημον Σίν, ὅ ἐστιν ἀνάμεσον Αἰλείμ, καὶ ἀνάμεσον Σινᾶ.

Τροπάριον Ἦχος πλ. α′
Ἐπεφάνης ἐν τῷ κόσμῳ, ὁ τὸν κόσμον ποιήσας, ἵνα φωτίσῃς τοὺς ἐν σκότει καθημένους· Φιλάνθρωπε δόξα σοι.
Στὶχ α′
Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς, καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ᾽ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.

Ἵνα φωτίσῃς τοὺς ἐν σκότει καθημένους· Φιλάνθρωπε δόξα σοι.

Στίχ. β′
Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν Ἔνθεσιν τὸ σωτήριον σοῦ.

Ἵνα φωτίσῃς τοὺς ἐν σκότει καθημένους· Φιλάνθρωπε δόξα σοι.

Στίχ. γ′
Ἐξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες, γῆ ἔδωκε τὸν καρπὸν αὐτῆς.

Ἵνα φωτίσῃς τοὺς ἐν σκότει καθημένους. Φιλάνθρωπε δόξα σοι.

Στίχ. δ′
Εὐλογήσαι ἡμᾶς, ὁ Θεός, ὁ Θεὸς ἡμῶν, εὐλογήσαι ἡμᾶς, ὁ Θεός. Καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.

Ἵνα φωτίσῃς τοὺς ἐν σκότει καθημένους· Φιλάνθρωπε δόξα σοι.
Δόξα... Καὶ νῦν...
Τροπάριον Ἦχος πλ. α′
Ἐπεφάνης ἐν τῷ κόσμῳ, ὁ τὸν κόσμον ποιήσας, ἵνα φωτίσῃς τοὺς ἐν σκότει καθημένους· Φιλάνθρωπε δόξα σοι.

Δ'. Ἰησοῦ τοῦ Ναυῆ τὸ Ἀνάγνωσμα
(Κεφ. 3, 7-8, 15-17)
Εἶπε Κύριος πρὸς Ἰησοῦν· Ἐν τῇ ἡμέρα ταύτῃ ἄρχομαι τοῦ ὑψῶσαι σε κατενώπιον πάντων τῶν υἱῶν Ἰσραήλ, ἵνα γνῶσιν, ὅτι καθὼς ἤμην μετὰ Μωϋσῆ, οὕτως ἔσομαι καὶ μετὰ σοῦ. Καὶ νῦν ἔντειλαι τοῖς Ἱερεῦσι, τοῖς αἴρουσι τὴν Κιβωτὸν τῆς Διαθήκης, λέγων· Ὡς ἂν εἰσέλθητε ἐπὶ μέρους τοῦ ὕδατος τοῦ Ἰορδάνου, καὶ ἐν τῷ Ἰορδάνῃ στήσεσθε. Ὡς δὲ ἐπορεύοντο οἱ Ἱερεῖς οἱ αἴροντες τὴν Κιβωτὸν τῆς Διαθήκης Κυρίου, ἐπὶ τὸν Ἰορδάνην, καὶ οἱ πόδες τῶν Ἱερέων, τῶν αἰρόντων τὴν Κιβωτόν, ἐβάφησαν εἰς μέρος τοῦ ὕδατος τοῦ Ἰορδάνου, (ὁ δὲ Ἰορδάνης ἐπληροῦτο καθ᾽ ὅλην τὴν κρηπῖδα αὐτοῦ, ὡς ἐν ἡμέραις θερισμοῦ πυρῶν)· καὶ ἔστη τὰ ὕδατα τὰ καταβαίνοντα ἄνωθεν εἰς πῆγμα ἓν· ἀφεστηκὸς μακρὰν σφόδρα, ἀπὸ Ἀδαμὶ τῆς πόλεως, ἕως μέρους Καριαθιαρίμ· τὸ δὲ καταβαῖνον κατέβη εἰς τὴν θάλασσαν Ἄραβα, μέχρι θαλάσσης τῶν ἁλῶν, ἕως τέλους ἐξέλιπε. Καὶ ὁ λαὸς εἱστήκει ἀπέναντι Ἱεριχώ· καὶ ἔστησαν οἱ Ἱερεῖς, οἱ αἴροντες τὴν Κιβωτὸν τῆς Διαθήκης Κυρίου, ἐπὶ ξηρᾶς ἐν μέσῳ τοῦ Ἰορδάνου ἕτοιμοι, καὶ πάντες οἱ υἱοί, Ἰσραὴλ διέβησαν διὰ ξηρᾶς, ἕως συνετέλεσε πᾶς ὁ λαὸς διαβαίνων τὸν Ἰορδάνην.

Ε'. Βασιλειῶν τετάρτης τὸ Ἀνάγνωσμα
(Κεφ. 2, 6-14)
Εἶπεν Ἠλίας τῷ Ἐλισαιέ· Κάθου δὴ ἐνταῦθα, ὅτι Κύριος ἀπέσταλκέ με ἕως τοῦ Ἰορδάνου. Καὶ εἶπεν Ἐλισαιέ. Ζῇ Κύριος, καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε, καὶ ἐπορεύθησαν ἀμφότεροι. Καὶ πεντήκοντα ἄνδρες ἀπὸ τῶν υἱῶν τῶν Προφητῶν ἦλθον, καὶ ἔστησαν ἐξ ἐναντίας μακρόθεν, ἀμφότεροι δὲ ἔστησαν ἐπὶ τοῦ Ἰορδάνου. Καὶ ἔλαβεν Ἠλίας τὴν μηλωτὴν αὐτοῦ, καὶ εἵλησεν αὐτήν, καὶ ἐπάταξεν ἐν αὐτῇ τὰ ὕδατα, καὶ διῃρέθη τὸ ὕδωρ ἔνθεν καὶ ἔνθεν, καὶ διέβησαν ἀμφότεροι διὰ ξηρᾶς. Καὶ ἐγένετο ὡς διῆλθον, εἶπεν Ἠλίας τῷ Ἐλισαιέ. Αἴτησαι, τὶ ποιήσω σοι, πρὶν ἢ ἀναληφθῆναί με ἀπὸ σοῦ. Καὶ εἶπεν Ἐλισαιέ· Γενηθήτω δὴ τὸ Πνεῦμα τὸ ἐπὶ σοὶ δισσῶς ἐπ᾽ ἐμοί. Καὶ εἶπεν Ἠλίας. Ἐσκλήρυνας τοῦ αἰτήσασθαι. πλήν, ἐάν, ἴδῃς με ἀναλαμβανόμενον ἀπὸ σοῦ, ἔσται σοὶ οὕτως, ἐὰν δὲ μὴ ἴδῃς, οὐ μὴ γένηται. Καὶ ἐγένετο αὐτῶν πορευομένων καὶ λαλούντων, καὶ ἰδοὺ ἅρμα πυρός, καὶ ἵπποι πυρός, καὶ διεχώρισεν ἀνάμεσον ἀμφοτέρων, καὶ ἀνελήφθη Ἠλίας ἐν συσσεισμῷ, ὡς εἰς τὸν οὐρανόν. Καὶ Ἐλισαιὲ ἑώρα, καὶ αὐτὸς ἐβόα. Πάτερ, Πάτερ, ἅρμα Ἰσραὴλ καὶ ἱππεὺς αὐτοῦ, καὶ οὐκ εἶδεν αὐτὸν οὐκ ἔτι, καὶ ἐκράτησεν Ἐλισαιὲ τοῦ ἱματίου αὐτοῦ, καὶ διέρρηξεν αὐτὸ εἰς δύο. Καὶ ἀνείλετο τὴν μηλωτὴν Ἠλιοὺ Ἐλισαιέ, τὴν πεσοῦσαν ἐπάνωθεν αὐτοῦ. Καὶ ἐπέστρεψεν Ἐλισαιέ, καὶ ἔστη ἐπὶ τοῦ χείλους τοῦ Ἰορδάνου, καὶ ἔλαβεν Ἐλισαιὲ τὴν μηλωτὴν Ἠλιοὺ, τὴν πεσοῦσαν ἐπάνωθεν αὐτοῦ καὶ ἐπάταξε τὰ ὕδατα, καὶ οὐ διῃρέθη, καὶ εἶπεν Ἐλισαιέ· Ποῦ ἐστιν ὁ Θεὸς Ἠλιοὺ Ἀπφώ; καὶ ἐπάταξεν Ἐλισαιὲ τὰ ὕδατα ἐκ δευτέρου, καὶ διῃρέθη τὰ ὕδατα, καὶ διῆλθε διὰ ξηρᾶς.

ΣΤ'. Βασιλειῶν τετάρτης τὸ Ἀνάγνωσμα
(Κεφ, 5, 9-14)
Παρεγένετο Νεεμάν, Ἄρχων Βασιλέως Ἀσσυρίων, σὺν τοῖς ἅρμασιν αὐτοῦ καὶ ἵπποις αὐτοῦ, καὶ ἔστη ἐπὶ τῆς θύρας τοῦ οἴκου Ἐλισαιέ. Καὶ ἀπέστειλεν Ἐλισαιὲ ἄγγελον πρὸς αὐτόν, λέγων· Πορευθείς, λοῦσαι ἐν τῷ Ἰορδάνῃ ἑπτάκις, καὶ ἐπιστρέψει ἡ σάρξ σου ἐπὶ σοί, καὶ καθαρισθήσῃ. Καὶ ἐθυμώθη Νεεμάν, καὶ ἀπῆλθε, καὶ εἶπεν· Ἰδοὺ δὴ ἔλεγον, ὅτι ἐξελεύσεται πρὸς με, καὶ ἐπικαλέσεται ἐν ὀνόματι Κυρίου τοῦ Θεοῦ αὐτοῦ, καὶ ἐπιθήσει τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸ λεπρόν, καὶ ἀποσυνάξει αὐτὸ ἀπὸ τῆς σαρκός μου, οὐκ ἀγαθὸς Ἀβανὰ καὶ Φαρφά, ποταμοὶ Δαμασκού, ὑπὲρ τὸν Ἰορδάνην, καὶ ὑπὲρ πάντα τὰ ὕδατα Ἰσραήλ; οὐχὶ πορευθεὶς λούσομαι ἐν αὐτοῖς, καὶ καθαρισθήσομαι; Καὶ ἀπέστρεψε καὶ ἀπῆλθεν ἐν θυμῷ. Καὶ προσῆλθον οἱ παῖδες αὐτοῦ, καὶ εἶπον πρὸς αὐτόν· Πάτερ, εἰ μέγαν λόγον ἐλάλησε πρὸς σὲ ὁ Προφήτης, οὐκ ἂν ἐποίησας; καὶ ὅτι εἶπε πρὸς σέ, λοῦσαι καὶ καθαρίσθητι; Καὶ κατέβη Νεεμὰν καὶ ἐβαπτίσατο ἐν τῷ Ἰορδάνῃ ἑπτάκις κατὰ τὸ ῥῆμα τοῦ ἀνθρώπου τοῦ Θεοῦ, καὶ ἐπέστρεψεν ἡ σὰρξ αὐτοῦ ἐπ᾽ αὐτὸν ὡς παιδαρίου μικροῦ, καὶ ἐκαθαρίσθη.

Τροπάριον Ἦχος πλ. β'
Ἁμαρτωλοῖς καὶ τελώναις, διὰ πλήθους ἐλέους σου ἐπεφάνης Σωτὴρ ἡμῶν, ποῦ γὰρ εἶχε τὸ φῶς σου λάμψαι, εἰμὴ τοῖς ἐν σκότει καθημένοις; δόξα σοι.

Στίχ. α'
Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

Ποῦ γὰρ εἶχε τὸ φῶς σου λάμψαι, εἰμὴ τοῖς ἐν σκότει καθημένοις; δόξα σοι.

Στίχ. β'
Ἐπῆραν οἱ ποταμοί, Κύριε, ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν.

Ποῦ γὰρ εἶχε τὸ φῶς σου λάμψαι, εἰμὴ τοῖς ἐν σκότει καθημένοις; δόξα σοι.

Στίχ. γ'
Θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης, θαυμαστὸς ἐν ὑψηλοῖς ὁ Κύριος.

Ποῦ γὰρ εἶχε τὸ φῶς σου λάμψαι, εἰμὴ τοῖς ἐν σκότει καθημένοις; δόξα σοι.

Στίχ. δ'
Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακροτητα ἡμερῶν.

Ποῦ γὰρ εἶχε τὸ φῶς σου λάμψαι, εἰμὴ τοῖς ἐν σκότει καθημένοις; δόξα σοι.

Δόξα... Καὶ νῦν...
Ἁμαρτωλοῖς καὶ τελώναις, διὰ πλήθους ἐλέους σου ἐπεφάνης Σωτὴρ ἡμῶν, ποῦ γὰρ εἶχε τὸ φῶς σου λάμψαι, εἰμὴ τοῖς ἐν σκότει καθημένοις; δόξα σοι.

Ζ'. Προφητείας Ἠσαΐου τὸ Ἀνάγνωσμα
(Κεφ. 1, 16-20)
Τάδε λέγει Κύριος. Λούσασθε, καὶ καθαροὶ γίνεσθε, ἀφέλετε τάς πονηρίας ὑμῶν ἀπὸ τῶν ψυχῶν ὑμῶν, ἀπέναντι τῶν ὀφθαλμῶν μου, παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν. Μάθετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν, ῥύσασθε ἀδικούμενον, κρίνατε ὀρφανῷ καὶ δικαιώσατε χήραν. Καὶ δεῦτε καὶ διαλεχθῶμεν, λέγει Κύριος, καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ. Ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ. Καὶ ἐὰν θέλητε, καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε, ἐὰν δὲ μὴ θέλητε, μή, δὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα.
Η΄. Γενέσεως τὸ Ἀνάγνωσμα
(Κεφ. 32, 1-10)
Ἀναβλέψας, Ἰακώβ, εἶδε παρεμβολὴν Θεοῦ παρεμβεβληκυῖαν, καὶ συνήντησαν αὐτῷ οἱ Ἄγγελοι τοῦ Θεοῦ. Εἶπε δὲ Ἰακώβ, ἡνίκα εἶδεν αὐτούς. Παρεμβολὴ Θεοῦ αὕτη, καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Παρεμβολή. Ἀπέστειλε δὲ Ἰακὼβ ἀγγέλους ἔμπροσθεν αὐτοῦ πρὸς Ἡσαῦ τὸν ἀδελφὸν αὐτοῦ εἰς γῆν Σηείρ, εἰς χώραν Ἐδώμ. Καὶ ἐνετείλατο αὐτοῖς, λέγων· Οὕτως ἐρεῖτε τῷ Κυρίῳ μου Ἡσαῦ. Οὕτω λέγει ὁ παῖς σου Ἰακώβ· Μετὰ Λάβαν παρῴκησα, καὶ ἐχρόνισα ἕως τοῦ νῦν. Καὶ ἐγένοντό μοι πρόβατα, καὶ βόες, καὶ ὄνοι, καὶ παῖδες, καὶ παιδίσκαι, καὶ ἀπέστειλα ἀναγγεῖλαι τῷ Κυρίῳ μου Ἡσαῦ, ἵνα εὕρῃ χάριν ὁ παῖς σου ἐναντίον σου. Καὶ ἀπέστρεψαν οἱ ἄγγελοι πρός, Ἰακώβ, λέγοντες· Ἤλθομεν πρὸς Ἡσαῦ τὸν ἀδελφὸν σου, καὶ ἰδοὺ αὐτὸς ἔρχεται εἰς συνάντησίν σου, καὶ τετρακόσιοι ἄνδρες μετ᾽ αὐτοῦ. Ἐφοβήθη δὲ Ἰακὼβ σφόδρα, καὶ ἠπορεῖτο, καὶ διεῖλε τὸν λαὸν τὸν μετ᾽ αὐτοῦ, καὶ τοὺς βόας, καὶ τὰ πρόβατα, εἰς δύω παρεμβολάς. Καὶ εἶπεν Ἰακώβ· Ἐὰν ἔλθῃ Ἡσαῦ εἰς παρεμβολὴν μίαν, καὶ κόψῃ αὐτήν, ἔσται ἡ παρεμβολὴ ἡ δευτέρα εἰς τὸ σῴζεσθαι. Καὶ εἶπεν Ἰακώβ. Ὁ Θεὸς τοῦ Πατρός μου Ἀβραάμ, καὶ ὁ Θεὸς τοῦ Πατρός μου Ἰσαάκ, Κύριε, ὁ εἰπών μοι· Ἀπότρεχε εἰς τὴν γῆν τῆς γεννήσεώς σου, καὶ εὖ σοι ποιήσω, ἰκανούσθω μοι ἀπὸ πάσης δικαιοσύνης, καὶ ἀπὸ πάσης ἀληθείας, ἧς ἐποίησας τῷ παιδί σου· ἐν γὰρ τῇ ῥάβδῳ μου ταύτῃ διέβην τὸν Ἰορδάνην.

Θ'. Τῆς Ἐξόδου τὸ Ἀνάγνωσμα
(Κεφ. 2, 5-10)
Κατέβη ἡ θυγάτηρ Φαραὼ λούσασθαι ἐπὶ τὸν ποταμόν, καὶ αἱ ἅβραι παρεπορεύοντο αὐτῇ παρὰ τὸν ποταμόν, καὶ ἰδοῦσα θῖβιν ἐν τῷ ἕλει, ἀποστείλασα τὴν ἅβραν, ἀνείλετο αὐτήν. Ἀνοίξασα δὲ ὁρᾷ παιδίον κλαῖον ἐν τῇ θίβει καὶ ἐφείσατο αὐτοῦ ἡ θυγάτηρ Φαραώ, καὶ εἶπεν· Ἀπὸ τῶν παιδίων τῶν Ἑβραίων τοῦτο. Καὶ εἶπεν ἡ ἀδελφὴ αὐτοῦ τῇ θυγατρὶ Φαραώ· Θέλεις καλέσω σοι γυναῖκα τροφεύουσαν ἐκ τῶν Ἑβραίων, καὶ θηλάσει σοι τὸ παιδίον, καὶ εἶπεν αὐτῇ ἡ θυγάτηρ Φαραώ· Πορεύου. Ἐλθοῦσα δὲ ἡ νεᾶνις, ἐκάλεσε τὴν μητέρα τοῦ παιδίου. Εἶπε δὲ πρὸς αὐτὴν ἡ θυγάτηρ Φαραώ· Διατήρησόν μοι τὸ παιδίον τοῦτο, καὶ θήλασόν μοι αὐτό, ἐγὼ δὲ δώσω σοι τὸν μισθόν. Ἔλαβε δὲ ἡ γυνὴ τὸ παιδίον, καὶ ἐθήλαζεν αὐτό. Ἀνδρυνθέντος δὲ τοῦ παιδίου, εἰσήγαγεν αὐτὸ πρὸς τὴν θυγατέρα Φαραώ, καὶ ἐγενήθη αὐτῇ εἰς υἱόν, ἐπωνόμασε δὲ τὸ ὄνομα αὐτοῦ Μωϋσῆν, λέγουσα· Ἐκ τοῦ ὕδατος αὐτὸν ἀνειλόμην.
Ι'. Κριτῶν τὸ Ἀνάγνωσμα
(Κεφ. 6, 36-39)
Εἶπε Γεδεὼν πρὸς τὸν Θεόν· Εἰ σῴζεις ἐν τῇ χειρί μου τὸν Ἰσραήλ, ὂν τρόπον ἐλάλησας, ἰδοὺ ἐγὼ ἀπερείδομαι τὸν πόκον τῶν ἐρίων ἐν τῇ ἅλωνι· καὶ ἐὰν γὲνηται δρόσος ἐπὶ τὸν πόκον μόνον, ἐπὶ δὲ πᾶσαν τὴν γῆν ξηρασία, γνώσομαι ὅτι σῴζεις ἐν τῇ χειρί μου τόν Ἰσραήλ, ὃν τρόπον ἐλάλησας. Καὶ ἐγένετο οὕτω, καὶ ὀρθρίσας Γεδεὼν τῇ ἐπαύριον, ἀπεπίεσε τὸν πόκον, καὶ ἀπερρύη δρόσος ἐκ τοῦ πόκου, πλήρης λεκάνη ὕδατος. Καὶ εἶπε Γεδεὼν πρὸς τὸν Θεόν· Μὴ ὀργισθήτω ὁ θυμός σου ἐν ἐμοί, καὶ λαλήσω ἔτι ἅπαξ, καὶ πειράσω ἔτι ἅπαξ ἐν τῷ πόκῳ· γενηθήτω δὴ ξηρασία ἐπὶ τὸν πόκον μόνον, ἐπὶ δὲ πᾶσαν τὴν γῆν δρόσος. Καὶ ἐποίησεν ὁ Θεὸς οὕτως ἐν τῇ νυκτὶ ἐκείνῃ, καὶ ἐγένετο ξηρασία ἐπὶ τὸν πόκον μόνον, ἐπὶ δὲ πᾶσαν τὴν γῆν ἐγένετο δρόσος.
ΙΑ'. Βασιλειῶν τρίτης τό Ἀνάγνωσμα
(Κεφ. 18, 30-39)
Εἶπεν Ἠλίας πρὸς τὸν λαόν· Προσαγάγετε πρὸς με, καὶ προσήγαγε πᾶς ὁ λαὸς πρὸς αὐτόν. Καὶ ἔλαβεν Ἠλίας δώδεκα λίθους, κατὰ ἀριθμὸν τῶν δώδεκα φυλῶν τοῦ Ἰσραήλ, ὡς ἐλάλησε Κύριος πρὸς αὐτόν, λέγων· Ἰσραὴλ ἔσται τὸ ὄνομά σου. Καὶ ᾠκοδόμησε τοὺς λίθους ἐν ὀνόματι Κυρίου, καὶ ἰάσατο τὸ θυσιαστήριον τὸ κατεσκαμμένον, καὶ ἐποίησε θαλαά, χωροῦσαν δύω μετρητὰς σπέρματος, κυκλόθεν τοῦ θυσιαστηρίου. Καὶ ἐπέθηκε τάς σχίδακας ἐπὶ τὸ θυσιαστήριον, ὃ ἐποίησε, καὶ ἐμέλισε τὸ ὁλοκαύτωμα, καὶ ἐπέθηκεν ἐπὶ τάς σχίδακας, καὶ ἐστοίβασεν ἐπὶ τὸ θυσιαστήριον. Καὶ εἶπεν Ἠλίας· Λάβετέ μοι τέσσαρας ὑδρίας ὕδατος, καὶ ἐπιχέατε εἰς τὸ ὁλοκαύτωμα καὶ ἐπὶ τάς σχίδακας. Καὶ εἶπε· Δευτερώσατε, καὶ ἐδευτέρωσαν, καὶ εἶπε· Τρισσεύσατε καὶ ἐτρίσσευσαν. Καὶ διεπορεύετο τὸ ὕδωρ κύκλῳ τοῦ θυσιαστηρίου, καὶ τὴν θαλαὰ ἔπλησεν ὕδατος. Καὶ ἀνεβόησεν Ἠλίας εἰς τὸν οὐρανόν, καὶ εἶπε· Κύριε, ὁ Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, ἐπάκουσόν μου σήμερον ἐν πυρί, καὶ γνώτωσαν πᾶς ὁ λαὸς οὗτος, ὅτι σὺ εἶ μόνος Κύριος, ὁ Θεὸς Ἰσραήλ, καὶ ἐγὼ δοῦλος σός, καὶ διὰ σὲ πεποίηκα ταῦτα πάντα, καὶ σὺ ἐπέστρεψας τὴν καρδίαν τοῦ λαοῦ τούτου ὀπίσω σου. Καὶ ἔπεσε πῦρ παρὰ Κυρίου ἐκ τοῦ οὐρανοῦ, καὶ κατέφαγε τὰ ὁλοκαυτώματα, καὶ τάς σχίδακας, καὶ τὸ ὕδωρ τὸ ἐν θαλαά, καὶ τοὺς λίθους καὶ τὸν χοῦν ἐξέλειξε τὸ πῦρ. Καὶ ἔπεσε πᾶς ὁ λαὸς ἐπὶ πρόσωπον αὐτῶν, καὶ εἶπον· Ἀληθῶς Κύριος ὁ Θεός, αὐτός ἐστιν ὁ Θεός.
ΙΒ'. Βασιλειῶν τετάρτης τὸ Ἀνάγνωσμα
(Κεφ. 2, 19-22)
Εἶπον οἱ ἄνδρες τῆς πόλεως Ἱεριχὼ πρὸς Ἐλισαιέ· ἰδοὺ ἡ κατοίκησις τῆς πόλεως ταύτης ἀγαθή, καθὼς σὺ, Κύριε, βλέπεις, καὶ τὰ ὕδατα πονηρά, καὶ ἡ γῆ ἀτεκνουμένη. Καὶ εἶπεν Ἐλισαιέ· Λάβετέ μοι ὑδρίσκην καινήν, καὶ θέσθε ἐκεῖ ἅλας. Καὶ ἔλαβεν αὐτό, καὶ ἐξῆλθεν ἐπὶ τὴν διέξοδον τῶν ὑδάτων, καὶ ἔρριψεν ἐκεῖ τὸ ἅλας, καὶ εἶπε· Τάδε λέγει Κύριος, ἴαμαι τὰ ὕδατα ταῦτα, οὐκ ἔτι ἔσται ἐκεῖθεν ἀποθνῄσκων, οὐδὲ ἀτεκνουμένη δι᾽ αὐτά. Καὶ ἰάθη τὰ ὕδατα ἕως τῆς ἡμέρας ταύτης, κατὰ τὸ ῥῆμα, ὃ ἐλάλησεν Ἐλισαιέ.
ΙΓ'. Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα
(Κεφ. 49, 8-15)
Τάδε λέγει Κύριος· Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι, καὶ ἔπλασά σε, καὶ ἔδωκά σε, καὶ ἔθηκά σε εἰς Διαθήκην Ἐθνῶν, τοῦ κατακτῆσαι τὴν γῆν, καὶ κατακληρονομῆσαι κληρονομίας ἐρήμους, λέγοντα τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, Ἀνακαλύπτεσθε· ἐν πάσαις ταῖς ὁδοῖς βοσκηθήσονται, καὶ ἐν πάσαις ταῖς τρίβοις ἡ νομὴ αὐτῶν, οὐ πεινάσουσιν, οὐδὲ διψήσουσιν, οὐδὲ πατάξει αὐτοὺς ὁ καύσων, οὐδὲ ὁ ἥλιος, ἀλλ᾽ ὁ ἐλεῶν αὐτούς, παρακαλέσει αὐτούς, καὶ διὰ πηγῶν ὑδάτων ἄξει αὐτούς. Καὶ θήσω πᾶν ὄρος εἰς ὁδόν, καὶ πᾶσαν τρίβον εἰς βόσκημα αὐτοῖς. Ἰδοὺ οὗτοι πόρρωθεν ἥξουσιν, οὗτοι ἀπὸ Βορρᾶ καὶ θαλάσσης, ἄλλοι δὲ ἐκ γῆς Περσῶν. Εὐφραινέσθωσαν οἱ οὐρανοί, καὶ ἀγαλλιάσθω ἡ γῆ, ῥηξάτω τὰ ὅρη εὐφροσύνην, καὶ οἱ βουνοὶ δικαιοσύνην, ὅτι ἠλέησεν ὁ Θεὸς τὸν λαὸν αὐτοῦ, καὶ τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ παρεκάλεσεν. Εἶπε δὲ Σιών· Ἐγκατέλιπέ με Κύριος, καὶ ὁ Κύριος ἐπελάθετό μου. Μὴ ἐπιλήσεται γυνὴ τοῦ παιδίου αὐτῆς, ἢ τοῦ μὴ ἐλεῆσαι τὰ ἔγγονα τῆς κοιλίας αὐτῆς; Εἰ δὲ καὶ ταῦτα ἐπιλάθοιτο γυνή, ἀλλ᾽ ἐγὼ οὐκ ἐπιλήσομαί σου, λέγει Κύριος Παντοκράτωρ.

    Εἶτα Συναπτὴ μικρὰ παρὰ τοῦ Ἱερέως, καὶ ψάλλομεν τὸν Τρισάγιον ὕμνον, καὶ ὁ Ἀπόστολος.

Προκείμενον Ἦχος γ'
Κύριος φωτισμός μου καὶ Σωτήρ μου.
Στίχ. Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου.

Πρὸς Κορινθίους Α᾽ Ἐπιστολῆς Παύλου
(Κεφ. 9, 19-27)
Ἀδελφοί, ἐλεύθερος ὢν ἐκ πάντων, πᾶσιν ἐμαυτὸν ἐδούλωσα, ἵνα τοὺς πλείονας κερδήσω. Καὶ ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω, τοῖς ὑπὸ νόμον, ὡς ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω, τοῖς ἀνόμοις ὡς ἄνομος (μὴ ὤν ἄνομος Θεῷ, ἀλλ᾽ ἔννομος Χριστῷ), ἵνα κερδήσω ἀνόμους. Ἐγενόμην τοῖς ἀσθενέσιν ὡς ἀσθενής, ἵνα τοὺς ἀσθενεῖς κερδήσω, τοῖς πᾶσι γέγονα τὰ πάντα, ἵνα πάντως τινὰς σώσω. Τοῦτο δὲ ποιῶ διὰ τὸ Εὐαγγέλιον, ἵνα συγκοινωνὸς αὐτοῦ γένωμαι, οὐκ οἴδατε ὅτι οἱ ἐν τῷ σταδίῳ τρέχοντες πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον. Οὕτω τρέχετε, ἵνα καταλάβητε. Πᾶς δὲ ὁ ἀγωνιζόμενος, πάντα ἐγκρατεύεται, ἐκεῖνοι μὲν οὖν, ἵνα φθαρτὸν στέφανον λάβωσιν, ὑμεῖς δὲ ἄφθαρτον. Ἐγὼ τοίνυν οὕτω τρέχω, ὡς οὐκ ἀδήλως, οὕτω πυκτεύω, ὡς οὐκ ἀέρα δέρων. Ἀλλ᾽ ὑποπιάζω μου τὸ σῶμα, καὶ δουλαγωγῶ, μήπως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι.

Ἀλληλούϊα, Ἦχος γ'
Ἐξηρεύσατο ἡ καρδία μου λόγον ἀγαθόν.
Στίχ. Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων

Εὐαγγέλιον κατὰ Λουκᾶν
Ἐν ἔτει πεντεκαιδεκάτῳ...

    Καὶ καθεξῆς ἡ θεία Λειτουργία τοῦ Μεγάλου Βασιλείου.

Κοινωνικὸν
Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, Αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Ἀλληλούϊα.

    Μετὰ δὲ τὴν ὀπισθάμβωνον Εὐχήν, ἐξερχόμεθα ἐν τῇ Κολυμβήθρᾳ, προπορευομένου τοῦ Ἱερέως μετὰ λαμπάδων καὶ τοῦ θυμιατοῦ, καὶ ἡμεῖς ψάλλομεν τὰ παρόντα Ἰδιόμελα Ἦχος πλ. δ΄.
Σωφρονίου Πατριάρχου Ἱεροσολύμων
Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων βοᾷ λέγουσα· Δεῦτε λάβετε πάντες, Πνεῦμα σοφίας, Πνεῦμα συνέσεως, Πνεῦμα φόβου Θεοῦ, τοῦ ἐπιφανέντος Χριστοῦ.

Σήμερον τῶν ὑδάτων, ἁγιάζεται ἡ φύσις, καὶ ῥήγνυται ὁ Ἰορδάνης, καὶ τῶν ἰδίων ναμάτων ἐπέχει τὸ ῥεῦμα, Δεσπότην ὁρῶν ῥυπτόμενον.

Ὡς ἄνθρωπος ἐν ποταμῷ, ἦλθες Χριστὲ Βασιλεῦ, καὶ δουλικὸν Βάπτισμα λαβεῖν, σπεύδεις ἀγαθέ, ὑπὸ τῶν τοῦ Προδρόμου χειρῶν, διὰ τάς ἁμαρτίας ἡμῶν φιλάνθρωπε.
Δόξα... Καὶ νῦν... ὁ αὐτὸς
Πρὸς τὴν φωνὴν τοῦ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἐτοιμάσατε τὴν ὁδὸν τοῦ Κυρίου, ἦλθες Κύριε, μορφὴν δούλου λαβών, Βάπτισμα αἰτῶν, ὁ μὴ γνοὺς ἁμαρτίαν. Εἴδοσάν σε ὕδατα, καὶ ἐφοβήθησαν, σύντρομος γέγονεν ὁ Πρόδρομος, καὶ ἐβόησε λέγων· πῶς φωτίσει ὁ λύχνος τὸ Φῶς; πῶς χειροθετήσει δοῦλος τὸν Δεσπότην; ἁγίασον ἐμὲ καὶ τὰ ὕδατα Σωτήρ, ὁ αἲρων τοῦ κόσμου τὴν ἁμαρτίαν.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα
(Κεφ. 35, 1-10)
Τάδε λέγει Κύριος· Εὐφράνθητι ἔρημος διψῶσα, ἀγαλλιάσθω ἔρημος, καὶ ἀνθείτω ὡς κρίνον. Καὶ ἑξανθήσει, καὶ ὑλοχαρήσει, καὶ ἀγαλλιασεται τὰ ἔρημα τοῦ Ἰορδάνου· καὶ ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ, καὶ ἡ τιμὴ τοῦ Καρμήλου· καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν Κυρίου, καὶ τὸ ὕψος τοῦ Θεοῦ. Ἰσχύσατε χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα. Παρακαλέσατε, καὶ εἴπατε τοῖς ὀλιγοψύχοις τῇ διανοίᾳ· Ἰσχύσατε καὶ μὴ φοβεῖσθε· ἰδοὺ ὁ Θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσι, καὶ ἀνταποδώσει, αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς. Τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται. Τότε ἁλεῖται χωλὸς ὡς ἔλαφος, καὶ τρανὴ ἔσται γλῶσσα μογγιλάλων, ὅτι ἐρράγη ἐν τῇ ἐρήμῳ ὕδωρ, καὶ φάραγξ ἐν γῇ διψώσῃ. Καὶ ἔσται ἡ ἄνυδρος εἰς ἕλη, καὶ εἰς τὴν διψῶσαν γῆν πηγὴ ὕδατος ἔσται, ἐκεῖ ἔσται εὐφροσύνη ὀρνέων, ἐπαύλεις ποιμνίων καὶ καλάμη καὶ ἕλη. Καὶ ἔσται ἐκεῖ ὁδὸς καθαρά, καὶ ὁδὸς ἁγία κληθήσεται, οὐ μὴ παρέλθῃ ἐκεῖ ἀκάθαρτος, οὐδὲ ἔσται ἐκεῖ ὁδὸς ἀκάθαρτος, οἱ δὲ διεσπαρμένοι πορεύσονται ἐπ᾽ αὐτῆς, καὶ οὐ μὴ πλανηθῶσι. Καὶ οὐκ ἔσται ἐκεῖ λέων, οὐδὲ τῶν πονηρῶν θηρίων, οὐ μὴ ἀναβῇ εἰς αὐτήν, οὐδὲ μὴ εὑρεθῇ ἐκεῖ· ἀλλὰ πορεύσονται ἐν αὐτῇ λελυτρωμένοι καὶ συνηγμένοι ὑπὸ Κυρίου. Καὶ ἀποστραφήσονται, καὶ ἥξουσιν εἰς Σιὼν μετ᾽ εὐφροσύνης καὶ ἀγαλλιάσεως, καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν· ἐπὶ γὰρ τῆς κεφαλῆς αὐτῶν αἴνεσις καὶ ἀγαλλίαμα, καὶ εὐφροσύνη καταλήψεται αὐτούς· ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα
(Κεφ. 55, 1-13)
Τάδε λέγει Κύριος· οἱ διψῶντες πορεύεσθε ἐφ᾽ ὕδωρ, καὶ ὅσοι μὴ ἔχετε ἀργύριον, βαδίσαντες ἀγοράσατε, καὶ φάγεσθε, καὶ πίεσθε ἄνευ ἀργυρίου καὶ τιμῆς οἶνον καὶ στέαρ, ἵνα τὶ τιμᾶσθε ἀργυρίου ἐν οὐκ ἄρτοις, καὶ ὁ μόχθος ὑμῶν οὐκ εἰς πλησμονήν; Ἀκούσατέ μου, καὶ φάγεσθε ἀγαθά, καὶ ἐντρυφήσει ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν. Προσέχετε τοῖς ὠσὶν ὑμῶν, καὶ ἐπακολουθεῖτε ταῖς ὁδοῖς μου, εἰσακούσατέ μου, καὶ ζήσεται ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν, καὶ διαθήσομαι ὑμῖν Διαθήκην αἰώνιον, τὰ ὅσια Δαυῒδ τὰ πιστά. Ἰδοὺ μαρτύριον ἐν Ἔθνεσιν ἔδωκα αὐτόν, ἄρχοντα καὶ προστάσσοντα ἐν Ἔθνεσιν. Ἰδοὺ Ἔθνη, ἃ οὐκ οἴδασί σε, ἐπικαλέσονταί σε, καὶ λαοί, οἳ οὐκ ἐπίστανταί σε, ἐπὶ σε καταφεύξονται, ἕνεκεν Κυρίου τοῦ Θεοῦ σου, καὶ τοῦ Ἁγίου Ἰσραήλ, ὅτι ἐδόξασέ σε. Ζητήσατε τὸν Κύριον, καὶ ἐν τῷ εὑρίσκειν αὐτόν, ἐπικαλέσασθε, ἡνίκα δ᾽ ἂν ἐγγίζῃ ὑμῖν, ἀπολιπέτω ὁ ἀσεβὴς τάς ὁδοὺς αὐτοῦ, καὶ ἀνὴρ ἄνομος τάς βουλὰς αὐτοῦ, καὶ ἐπιστράφητε πρὸς Κύριον, καὶ ἐλεηθήσεσθε, καὶ κράξεσθε, ὅτι ἐπὶ πολὺ ἀφήσει τάς ἁμαρτίας ὑμῶν. Οὐ γὰρ εἰσιν αἱ βουλαί μου, ὥσπερ αἱ βουλαὶ ὑμῶν, οὐδ᾽ ὥσπερ αἱ ὁδοὶ ὑμῶν, αἱ ὁδοί μου, λέγει Κύριος. Ἀλλ᾽ ὡς ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ἀπέχει ἡ ὁδός μου ἀπὸ τῶν ὁδῶν ὑμῶν, καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῆς διανοίας μου. Ὡς γὰρ ἂν καταβῇ ὑετός, ἢ χιὼν ἐκ τοῦ οὐρανοῦ, καὶ οὐ μὴ ἀποστραφῇ ἕως ἂν μεθύσῃ τὴν γῆν, καὶ ἐκτέκῃ, καὶ ἐκβλαστήσῃ, καὶ δῷ σπέρμα τῷ σπείροντι, καὶ ἄρτον εἰς βρῶσιν, οὕτως ἔσται τὸ ῥῆμά μου, ὃ ἐὰν ἐξέλθῃ ἐκ τοῦ στόματός μου, οὐ μὴ ἀποστραφῇ πρὸς με κενόν, ἕως ἂν τελεσθῇ ὅσα ἂν ἠθέλησα, καὶ εὐοδώσω τάς ὁδούς μου, καὶ τὰ ἐντάλματά μου. Ἐν γὰρ εὐφροσύνῃ ἐξελεύσεσθε, καὶ ἐν χαρᾷ διδαχθήσεσθε· τὰ γὰρ ὄρη καὶ οἱ βουνοὶ ἑξαλοῦνται, προσδεχόμενοι ὑμᾶς ἐν χαρᾷ, καὶ πάντα τὰ ξύλα τοῦ ἀγροῦ ἐπικροτήσει τοῖς κλάδοις. Καὶ ἀντὶ τῆς στοιβῆς ἀναβήσεται κυπάρισσος, ἀντί, δὲ τῆς κονύζης ἀναβήσεται μυρσίνη, καὶ ἔσται Κυρίῳ εἰς ὄνομα, καὶ εἰς σημεῖον αἰώνιον, καὶ οὐκ ἐκλείψει.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα
(Κεφ. 12, 3-6)
Τάδε λέγει Κύριος· Ἀντλήσατε ὕδωρ μετ᾽ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου. Καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· Ὑμνεῖτε τὸν Κύριον, βοᾶτε τὸ ὄνομα αὐτοῦ, ἀναγγείλατε ἐν τοῖς Ἔθνεσι τὰ ἔνδοξα αὐτοῦ, μιμνῄσκεσθε, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ. Ὑμνήσατε τὸ ὄνομα Κυρίου, ὅτι ὑψηλὰ ἐποίησεν, ἀναγγείλατε ταῦτα ἐν πάσῃ τῇ γῇ. Ἀγαλλιᾶσθε, καὶ εὐφραίνεσθε οἱ κατοικοῦντες Σιών, ὅτι ὑψώθη ὁ Ἅγιος τοῦ Ἰσραὴλ ἐν μέσῳ αὐτῆς.

Προκείμενον Ἦχος γ΄
Κύριος φωτισμός μου καὶ Σωτήρ μου.
Στίχ. Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου.

Πρὸς Κορινθίους Α΄ Ἐπιστολῆς Παύλου
(Κεφ. 10, 1-4)
Ἀδελφοί, οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ὅτι οἱ Πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον. Καὶ πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο, ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ. Καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον. Καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον· ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός.

Ἀλληλούϊα Ἦχος δ᾽
Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων.
Στίχ. Ὁ Θεὸς τῆς δόξης ἐβρόντησεν ἐπὶ τῶν ὑδάτων.

Εὐαγγέλιον κατὰ Μᾶρκον
Τῷ καιρῷ ἐκείνῳ, ἦλθεν ὁ Ἰησοῦς ἀπὸ Ναζαρέτ τῆς Γαλιλαίας, καὶ ἐβαπτίσθη ὑπὸ Ἰωάννου εἰς τὸν Ἰορδάνην. Καὶ εὐθέως ἀναβαίνων ἀπὸ τοῦ ὕδατος, εἶδε σχιζομένους τοὺς οὐρανοὺς, καὶ τὸ Πνεῦμα ὡσεὶ περιστερὰν καταβαῖνον ἐπ᾽αὐτόν. Καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν· Σὺ εἶ ὁ Υἰός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα.
Καὶ εὐθὺς ὁ Διάκονος Τὰ Εἰρηνικά. Ἐν ὅσῳ δὲ λέγονται ταῦτα ὑπὸ τοῦ Διακόνου, ὁ Ἱερεὺς λέγει μυστικῶς τὴν ἑξῆς Εὐχήν· Κύριε Ἰησοῦ Χριστέ, κλπ.

Ἐν εἰρήνῃ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν Ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ Ἁγίου Οἴκου τούτου, Καὶ τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), τοῦ τιμίου Πρεσβυτερίου τῆς ἐν Χριστῷ Διακονίας, παντὸς τοῦ Κλήρου καὶ τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῆς ἁγίας Μονῆς ταύτης, πάσης Πόλεως Χώρας, καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς, καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ ἁγιασθῆναι τὸ ὕδωρ τοῦτο, τῇ δυνάμει καὶ ἐνεργείᾳ καὶ ἐπιφοιτήσει τοῦ Ἁγίου Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ καταφοιτῆσαι τοῖς ὕδασι τούτοις τὴν καθαρτικὴν τῆς ὑπερουσίου Τριάδος ἐνέργειαν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ δωρηθῆναι αὐτοῖς τὴν χάριν τῆς ἀπολυτρώσεως, τὴν εὐλογίαν τοῦ Ἰορδάνου, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ φωτισθῆναι ἡμᾶς φωτισμὸν γνώσεως καὶ εὐσεβείας, διὰ τῆς ἐπιφοιτήσεως τοῦ Ἁγίου Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ γενέσθαι τὸ ὕδωρ τοῦτο ἁγιασμοῦ δῶρον, ἁμαρτημάτων λυτήριον, εἰς ἴασιν ψυχῆς καὶ σώματος, καὶ πᾶσαν ὠφέλειαν ἐπιτήδειον, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ γενέσθαι αὐτὸ ὕδωρ ἁλλόμενον εἰς ζωὴν αἰώνιον, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ ἀναδειχθῆναι αὐτὸ ἀποτρόπαιον πάσης ἐπιβουλῆς ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῶν ἀντλούντων καὶ ἀρυομένων εἰς ἁγιασμὸν οἴκων, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ γενέσθαι αὐτὸ πρὸς καθαρισμὸν ψυχῶν καὶ σωμάτων, πᾶσι τοῖς ἀρυομένοις πίστει, καὶ μεταλαμβάνουσιν ἐξ αὐτοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς ἐμπλησθῆναι ἁγιασμοῦ, διὰ τῆς τῶν ὑδάτων τούτων μεταλήψεως, τῇ ἀοράτῳ ἐπιφανείᾳ τοῦ Ἁγίου Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον ἐλέησον, καὶ διαφύλαξον ἡμᾶς ὁ Θεὸς τῇ σῇ χάριτι.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
ὁ ἱερεὺς τὴν Εὐχὴν μυστικῶς
Κύριε Ἰησοῦ Χριστέ, ὁ μονογενὴς Υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, ὁ ἀληθινὸς Θεός, ἡ πηγὴ τῆς ζωῆς καὶ τῆς ἀθανασίας, τὸ φῶς τὸ ἐκ φωτός, ὁ ἐλθὼν εἰς τὸν κόσμον τοῦ φωτίσαι αὐτόν, καταύγασον ἡμῶν τὴν διάνοιαν τῷ Ἁγίῳ σου Πνεύματι, καὶ πρόσδεξαι ἡμᾶς μεγαλωσύνην καὶ εὐχαριστίαν σοι προσάγοντας, ἐπὶ τοῖς ἀπ᾽ αἰῶνος θαυμαστοῖς σου μεγαλουργήμασι, καὶ τῇ ἐπ᾽ ἐσχάτων τῶν αἰώνων σωτηρίῳ σου οἰκονομίᾳ. Ἐν ᾗ τὸ ἀσθενὲς ἡμῶν καὶ πτωχὸν περιβαλόμενος φύραμα, καὶ τοῖς τῆς δουλείας μέτροις συγκατιών, ὁ τῶν ἁπάντων Βασιλεύς, ἔτι καὶ δουλικῇ χειρὶ ἐν τῷ Ἰορδάνῃ βαπτισθῆναι κατεδέξω, ἵνα τὴν τῶν ὑδάτων φύσιν ἁγιάσας ὁ ἀναμάρτητος, ὀδοποιήσῃς ἡμῖν τὴν δι᾽ ὕδατος καὶ Πνεύματος ἀναγέννησιν, καὶ πρὸς τὴν πρώτην ἡμᾶς ἀποκαταστήσῃς ἐλευθερίαν. Οὗ τινος θείου Μυστηρίου τὴν ἀνάμνησιν ἐορτάζοντες, δεόμεθά σου φιλάνθρωπε Δέσποτα. Ῥᾶνον ἐφ᾽ ἡμᾶς τοὺς ἀναξίους δούλους σου, κατὰ τὴν θείαν σου ἐπαγγελίαν, ὕδωρ καθάρσιον, τῆς σῆς εὐσπλαγχνίας τὴν δωρεάν, εἰς τὸ ἐπὶ τῷ ὕδατι τούτῳ τὴν αἴτησιν ἡμῶν τῶν ἁμαρτωλῶν εὐπρόσδεκτον γενέσθαι τῇ σῇ ἀγαθότητι, καὶ τὴν εὐλογίαν σου δι᾽ αὐτοῦ ἡμῖν τε καὶ παντὶ τῷ πιστῷ σου χαρισθῆναι λαῷ, εἰς δόξαν τοῦ ἁγίου προσκυνητοῦ σου Ὀνόματος. Σοὶ γὰρ πρέπει πᾶσα δόξα, τιμή, καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σοῦ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

    Καὶ εἰπὼν καθ᾽ ἑαυτὸν τό, Ἀμήν, τοῦ Διακόνου ἤδη πεπληρωκότος τὴν Συναπτήν, ἄρχεται ὁ ἱερεὺς μεγαλοφώνως τῆς Εὐχῆς ταύτης.

Ποίημα Σωφρονίου Πατριάρχου Ἱεροσολύμων
Τριὰς ὑπερούσιε, ὑπεράγαθε, ὑπέρθεε, παντοδύναμε, παντεπίσκοπε, ἀόρατε, ἀκατάληπτε. Δημιουργὲ τῶν νοερῶν οὐσιῶν καὶ τῶν λογικῶν φύσεων, ἡ ἔμφυτος ἀγαθότης, τὸ Φῶς τὸ ἀπρόσιτον, τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, λάμψον κἀμοὶ τῷ ἀναξίῳ δούλῳ σου, φώτισόν μου τῆς διανοίας τὰ ὄμματα, ὅπως ἀνυμνῆσαι τολμήσω τὴν ἄμετρον εὐεργεσίαν καὶ δύναμιν. Εὐπρόσδεκτος γενέσθω ἡ παρ᾽ ἐμοῦ δέησις διὰ τὸν παρεστῶτα λαόν, ὅπως τὰ πλημμελήματά μου μὴ κωλύσωσιν ἐνθάδε παραγενέσθαι τὸ ἅγιόν σου Πνεῦμα, ἀλλὰ συγχώρησόν μοι ἀκατακρίτως βοᾶν σοι καὶ λέγειν καὶ νῦν, Ὑπεράγαθε· Δοξάζομέν σε Δέσποτα φιλάνθρωπε, Παντοκράτορ, προαιώνιε Βασιλεῦ. Δοξάζομέν σε τὸν Κτίστην, καὶ Δημιουργὸν τοῦ παντός. Δοξάζομέν σε, Υἱὲ τοῦ Θεοῦ μονογενές, τὸν ἀπάτορα ἐκ Μητρός, καὶ ἀμήτορα ἐκ Πατρός· ἐν γὰρ τῇ προλαβούσῃ Ἑορτῇ νήπιόν σε εἴδομεν, ἐν δὲ τῇ παρούσῃ τέλειόν σε ὁρῶμεν, τὸν ἐκ τελείου τέλειον ἐπιφανέντα Θεὸν ἡμῶν. Σήμερον γὰρ ὁ τῆς Ἑορτῆς ἡμῖν ἐπέστη καιρός, καὶ χορὸς ἁγίων ἐκκλησιάζει ἡμῖν, καὶ Ἄγγελοι μετὰ ἀνθρώπων συνεορτάζουσι. Σήμερον ἡ χάρις τοῦ Ἁγίου Πνεύματος, ἐν εἴδει περιστερᾶς, τοῖς ὕδασιν ἐπεφοίτησε. Σήμερον ὁ ἄδυτος Ἥλιος ἀνέτειλε, καὶ ὁ κόσμος τῷ φωτὶ Κυρίου καταυγάζεται. Σήμερον ἡ Σελήνη λαμπραῖς ταῖς ἀκτῖσι τῷ κόσμῳ συνεκλαμπρύνεται. Σήμερον οἱ φωτοειδεῖς ἀστέρες τῇ φαιδρότητι τῆς λάμψεως τὴν οἰκουμένην καλλωπίζουσι. Σήμερον αἱ νεφέλαι ὑετὸν δικαιοσύνης τῇ ἀνθρωπότητι οὐρανόθεν δροσίζουσι. Σήμερον ὁ Ἄκτιστος ὑπὸ τοῦ ἰδίου πλάσματος βουλῇ χειροθετεῖται. Σήμερον ὁ Προφήτης καὶ Πρόδρομος τῷ Δεσπότῃ προσέρχεται, ἀλλὰ τρόμῳ παρίσταται, ὁρῶν Θεοῦ πρὸς ἡμᾶς συγκατάβασιν. Σήμερον τὰ τοῦ Ἰορδάνου νάματα εἰς ἰάματα μεταποιεῖται τῇ τοῦ Κυρίου παρουσίᾳ. Σήμερον ῥείθροις μυστικοῖς πᾶσα ἡ κτίσις ἀρδεύεται. Σήμερον τὰ τῶν ἀνθρώπων πταίσματα τοῖς ὕδασι τοῦ Ἰορδάνου ἀπαλείφονται. Σήμερον ὁ Παράδεισος ἠνέωκται τοῖς ἀνθρώποις, καὶ ὁ τῆς Δικαιοσύνης Ἥλιος καταυγάζει ἡμῖν. Σήμερον τὸ πικρὸν ὕδωρ, τὸ ἐπὶ Μωϋσέως τῷ λαῷ, εἰς γλυκύτητα μεταποιεῖται τῇ τοῦ Κυρίου παρουσίᾳ. Σήμερον τοῦ παλαιοῦ θρήνου ἀπηλλάγημεν καὶ ὡς νέος Ἰσραὴλ διεσώθημεν. Σήμερον τοῦ σκότους ἐλυτρώθημεν, καὶ τῷ φωτὶ τῆς θεογνωσίας καταυγαζόμεθα. Σήμερον ἡ ἀχλὺς τοῦ κόσμου καθαίρεται τῇ ἐπιφανείᾳ τοῦ Θεοῦ ἡμῶν. Σήμερον λαμπαδοφεγγεῖ πᾶσα ἡ κτίσις ἄνωθεν. Σήμερον ἡ πλάνη κατήργηται, καὶ ὁδὸν ἡμῖν σωτηρίας ἐργάζεται ἡ τοῦ Δεσπότου ἐπέλευσις. Σήμερον τὰ ἄνω τοῖς κάτω συνεορτάζει, καὶ τὰ κάτω τοῖς ἄνω συνομιλεῖ. Σήμερον ἡ ἱερὰ καὶ μεγαλόφωνος τῶν Ὀρθοδόξων πανήγυρις ἀγάλλεται. Σήμερον ὁ Δεσπότης πρὸς τὸ βάπτισμα ἐπείγεται, ἵνα ἀναβιβάσῃ πρὸς ὕψος τὸ ἀνθρώπινον. Σήμερον ὁ ἀκλινὴς τῷ ἰδίῳ οἰκέτῃ ὑποκλίνεται, ἵνα ἡμᾶς ἐκ τῆς δουλείας ἐλευθερώσῃ. Σήμερον Βασιλείαν οὐρανῶν ὠνησάμεθα· τῆς γὰρ Βασιλείας τοῦ Κυρίου οὐκ ἔσται τέλος. Σήμερον γῆ καὶ θάλασσα τὴν τοῦ κόσμου χαρὰν ἐμερίσαντο, καὶ ὁ κόσμος εὐφροσύνης πεπλήρωται. Εἴδοσάν σε ὕδατα, ὁ Θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν. Ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω, θεασάμενος τὸ πῦρ τῆς θεότητος, σωματικῶς κατερχόμενον, καὶ εἰσερχόμενον ἐπ᾽ αὐτόν. Ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω, θεωρῶν τὸ Πνεῦμα τὸ Ἅγιον, ἐν εἴδει περιστερᾶς κατερχόμενον, καὶ περιϊπτάμενόν σοι. Ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω, ὁρῶν τὸν Ἀόρατον ὁραθέντα, τὸν Κτίστην σαρκωθέντα, τὸν Δεσπότην ἐν δούλου μορφῇ. Ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω, καὶ τὰ ὄρη ἐσκίρτησαν, Θεὸν ἐν σαρκὶ καθορῶντα, καὶ νεφέλαι φωνὴν ἔδωκαν, θαυμάζουσαι τὸν παραγενόμενον, φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, δεσποτικὴν πανήγυριν σήμερον ἐν τῷ Ἰορδάνῃ ὁρῶντες, αὐτὸν δὲ τὸν τῆς παρακοῆς θάνατον, καὶ τὸ τῆς πλάνης κέντρον, καὶ τὸν τοῦ, ᾍδου σύνδεσμον ἐν τῷ Ἰορδάνῃ βυθίσαντα, καὶ Βάπτισμα σωτηρίας τῷ κόσμῳ δωρησάμενον. Ὅθεν κἀγὼ ὁ ἁμαρτωλὸς καὶ ἀνάξιος δοῦλος σου, τὰ μεγαλεῖα τῶν θαυμάτων σου διηγούμενος, συνεχόμενος φόβῳ, ἐν κατανύξει βοῶ σοι·
    Μετὰ δὲ τὴν συμπλήρωσιν, λέγει γεγονωτέρᾳ φωνῇ.
Μέγας εἶ, Κύριε, καὶ θαυμαστὰ τὰ ἔργα σου, καὶ οὐδεὶς λόγος ἐξαρκέσει πρὸς ὕμνον τῶν θαυμασίων σου (ἐκ γ'). Σὺ γὰρ βουλήσει ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παραγαγὼν τὰ σύμπαντα τῷ σῷ κράτει συνέχεις τὴν κτίσιν, καὶ τῇ σῇ προνοίᾳ διοικεῖς τὸν κόσμον. Σὺ ἐκ τεσσάρων στοιχείων τὴν κτίσιν συναρμόσας, τέτταρσι καιροῖς τὸν κύκλον τοῦ ἐνιαυτοῦ ἐστεφάνωσας. Σὲ τρέμουσιν αἱ νοεραὶ πᾶσαι Δυνάμεις. Σὲ ὑμνεῖ ἥλιος, σὲ δοξάζει σελήνη, σοὶ ἐντυγχάνει τὰ ἄστρα, σοὶ ὑπακούει τὸ φῶς, σὲ φρίττουσιν ἄβυσσοι, σοὶ δουλεύουσιν αἱ πηγαί. Σὺ ἐξέτεινας τὸν οὐρανὸν ὡσεὶ δέρριν· σὺ ἐστερέωσας τὴν γῆν ἐπὶ τῶν ὑδάτων· σὺ περιετείχισας τὴν θάλασσαν ψάμμῳ· σὺ πρὸς ἀναπνοὰς τὸν ἀέρα ἐξέχεας· Ἀγγελικαὶ Δυνάμεις σοὶ λειτουργοῦσιν· οἱ τῶν, Ἀρχαγγέλων χοροὶ σὲ προσκυνοῦσι· τὰ πολυόμματα Χερουβίμ, καὶ τὰ ἑξαπτέρυγα Σεραφὶμ κύκλῳ ἱστάμενα καὶ περιϊπτάμενα, φόβῳ τῆς ἀπροσίτου σου δόξης κατακαλύπτονται. Σὺ γὰρ Θεὸς ὤν ἀπερίγραπτος, ἄναρχός τε καὶ ἀνέκφραστος, ἦλθες ἐπὶ τῆς γῆς, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος· οὐ γὰρ ἔφερες, Δεσπότα, διὰ σπλάγχνα ἐλέους σου, θεάσασθαι ὑπὸ τοῦ διαβόλου τυραννούμενον τὸ γένος τῶν ἀνθρώπων, ἀλλ᾽ ἦλθες καὶ ἔσωσας ἡμᾶς. Ὁμολογοῦμεν τὴν χάριν, κηρύττομεν τὸν ἔλεον, οὐ κρύπτομεν τὴν εὐεργεσίαν, τάς τῆς φύσεως ἡμῶν γονὰς ἠλευθέρωσας, παρθενικὴν ἡγίασας μήτραν τῷ τόκῳ σου, πᾶσα ἡ κτίσις ὕμνησέ σε ἐπιφανέντα. Σὺ γὰρ ὁ Θεὸς ἡμῶν ἐπὶ τῆς γῆς ὤφθης, καὶ τοῖς ἀνθρώποις συνανεστράφης. Σὺ καὶ τὰ Ἰορδάνια ῥεῖθρα ἡγίασας, οὐρανόθεν καταπέμψας τὸ Πανάγιον σοῦ Πνεῦμα, καὶ τάς κεφαλὰς τῶν ἐκεῖσε ἐμφωλευόντων συνέτριψας δρακόντων. Αὐτὸς οὖν, φιλάνθρωπε Βασιλεῦ, πάρεσο καὶ νῦν διὰ τῆς ἐπιφοιτήσεως τοῦ Ἁγίου σου Πνεύματος, καὶ ἁγίασον τὸ ὕδωρ τοῦτο (ἐκ γ΄ ). Καὶ δὸς αὐτῷ τὴν χάριν τῆς ἀπολυτρώσεως, τὴν εὐλογίαν τοῦ Ἰορδάνου. Ποίησον αὐτὸ ἀφθαρσίας πηγήν, ἁγιασμοῦ δῶρον, ἁμαρτημάτων λυτήριον, νοσημάτων ἀλεξιτήριον, δαίμοσιν ὀλέθριον, ταῖς ἐναντίαις δυνάμεσιν ἀπρόσιτον, Ἀγγελικῆς ἰσχύος πεπληρωμένον, ἵνα πάντες οἱ ἀρυόμενοι καὶ μεταλαμβάνοντες ἔχοιεν αὐτὸ πρὸς καθαρισμὸν ψυχῶν καὶ σωμάτων, πρὸς ἰατρείαν παθῶν, πρὸς ἁγιασμὸν οἴκων, πρὸς πᾶσαν ὠφέλειαν ἐπιτήδειον. Σὺ γὰρ εἶ ὁ Θεὸς ἡμῶν, ὁ δι᾽ ὕδατος καὶ Πνεύματος ἀνακαινίσας τὴν παλαιωθεῖσαν φύσιν ὑπὸ τῆς ἁμαρτίας. Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ὁ δι᾽ ὕδατος κατακλύσας ἐπὶ τοῦ Νῶε τὴν ἁμαρτίαν. Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ὁ διὰ θαλάσσης ἐλευθερώσας ἐκ τῆς δουλείας Φαραώ, διὰ Μωϋσέως, τὸ γένος τῶν Ἑβραίων· Σὺ εἶ ὁ Θεὸς ἡμῶν ὁ διαρρήξας πέτραν ἐν ἐρήμῳ, καὶ ἐρρύησαν ὕδατα, καὶ χείμαρροι κατεκλύσθησαν, καὶ διψῶντα τὸν λαόν σου κορέσας. Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ὁ δι᾽ ὕδατος καὶ πυρός, διὰ τοῦ Ἡλίου, ἀπαλλάξας τὸν Ἰσραὴλ ἐκ τῆς πλάνης τοῦ Βάαλ. Αὐτὸς καὶ νῦν, Δεσπότα, ἁγίασον τὸ ὕδωρ τοῦτο, τῷ Πνεύματί σου τῷ Ἁγίῳ. (ἐκ γ') Δὸς πᾶσι, τοῖς τε μεταλαμβάνουσι, τὸν ἁγιασμόν, τὴν εὐλογίαν, τὴν κάθαρσιν, τὴν ὑγείαν. Καὶ σῶσον, Κύριε, τοὺς δούλους σου, τοὺς πιστοὺς Βασιλεῖς ἡμῶν. (ἐκ γ΄) Καὶ φύλαξον αὐτοὺς ὑπὸ τὴν σκέπην σου ἐν εἰρήνῃ, ὑπόταξον ὑπὸ τοὺς πόδας αὐτῶν πάντα ἐχθρὸν καὶ πολέμιον, χάρισαι αὐτοῖς τὰ πρὸς σωτηρίαν αἰτήματα καὶ ζωὴν τὴν αἰώνιον. Μνήσθητι, Κύριε, τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), καὶ παντὸς τοῦ Πρεσβυτερίου, τῆς ἐν Χριστῷ Διακονίας, καὶ παντὸς ἱερατικοῦ τάγματος, καὶ τοῦ περιεστῶτος λαοῦ, καὶ τῶν δι᾽ εὐλόγους αἰτίας ἀπολειφθέντων ἀδελφῶν ἡμῶν, καὶ ἐλέησον αὐτοὺς καὶ ἡμᾶς, κατὰ τὸ μέγα σου ἔλεος. Ἵνα καὶ διὰ στοιχείων, καὶ διὰ Ἀγγέλων, καὶ διὰ ἀνθρώπων, καὶ διὰ ὁρωμένων, καὶ διὰ ἀοράτων, δοξάζηταί σου τὸ πανάγιον ὄνομα, σὺν τῷ Πατρί, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἰρήνη πᾶσι.
Τάς κεφαλὰς ἡμῶν.

Καὶ ἡ Εὐχὴ μυστικῶς
Κλῖνον, Κύριε, τὸ οὖς σου, καὶ ἐπάκουσον ἡμῶν, ὁ ἐν Ἰορδάνῃ βαπτισθῆναι καταδεξάμενος, καὶ ἁγιάσας τὰ ὕδατα· καὶ εὐλόγησον πάντας ἡμᾶς, τοὺς διὰ τῆς κλίσεως τῶν ἑαυτῶν αὐχένων σημαίνοντας τὸ τῆς δουλείας πρόσχημα. Καὶ καταξίωσον ἡμᾶς ἐμπλησθῆναι τοῦ ἁγιασμοῦ σου διὰ τῆς τοῦ ὕδατος τούτου μεταλήψεώς τε καὶ ῥαντισμοῦ, καὶ γενέσθω ἡμῖν, Κύριε, εἰς ὑγείαν ψυχῆς καὶ σώματος.
Ἐκφώνησις
Σὺ γὰρ εἶ ὁ ἁγιασμὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, καὶ σοὶ τὴν δόξαν, καὶ εὐχαριστίαν, καὶ προσκύνησιν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ εὐθύς, εὐλογῶν τὰ ὕδατα σταυροειδῶς, βαπτίζει τὸν τίμιον Σταυρόν, ὄρθιον αὐτὸν κατάγων ἐν τῷ ὕδατι καὶ ἀνάγων, ψάλλων καὶ τὸ παρὸν:

Τροπάριον Ἦχος α΄ τρὶς
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.

Καὶ ῥαντίζει πάντα τὸν Λαὸν ἐκ τοῦ ὕδατος. Εἰσερχόμενοι δὲ ἐν τῷ Ναῷ, ψάλλομεν τὸ πάρον Ἰδιόμελον εἰς Ἦχον πλ. β΄

Ἀνυμνήσωμεν οἱ πιστοί, τῆς περὶ ἡμᾶς τοῦ Θεοῦ οἰκονομίας τὸ μέγεθος· ἐν γὰρ τῷ ἡμῶν παραπτώματι, γενόμενος ἄνθρωπος, τὴν ἡμῶν κάθαρσιν καθαίρεται ἐν τῷ Ἰορδάνῃ, ὁ μόνος καθαρὸς καὶ ἀκήρατος, ἁγιάζων ἐμὲ καὶ τὰ ὕδατα καὶ τάς κεφαλὰς τῶν δρακόντων, συντρίβων ἐπὶ τοῦ ὕδατος. Ἀντλήσωμεν οὖν ὕδωρ, μετ᾽ εὐφροσύνης ἀδελφοί· ἡ γὰρ χάρις τοῦ Πνεύματος, τοῖς πιστῶς ἀντλοῦσιν, ἀοράτως ἐπιδίδοται, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἠιμών.

    Εἶτα ὁ ψαλμός, Εὐλογήσω τὸν Κύριον, καὶ δίδοται τὸ κατακλαστόν, καὶ γίνεται τελεία Ἀπόλυσις.
  
Ἀπολυτίκιον Ἦχος α΄
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.Ἐκ τρίτου
 Ἀπόλυσις

ΘΑΒΩΡΥΙΟΣ


Βιβλιογραφία:

  1. analogion.gr/glt/
  2. ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΙΣ
ΤΩΝ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ
ΕΤΟΥΣ 2011
ΑΠΟΣΤΟΛΟΥ Ε. ΠΑΠΑΧΡΗΣΤΟΥ
 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου