25-1-2012
† Γρηγορίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Θεολόγου (†390).
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ἦχος α'
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, α'. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, β'. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς,
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, γ'. Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, καί επέφανεν ημίν...
Ἀπολυτίκιον Ἦχος α'
Ὁ ποιμενικὸς αὐλὸς τῆς θεολογίας σου, τὰς τῶν ῥητόρων ἐνίκησε σάλπιγγας· ὡς γὰρ τὰ βάθη τοῦ Πνεύματος ἐκζητήσαντι, καὶ τὰ κάλλη τοῦ φθέγματος προσετέθη σοι· Ἀλλὰ πρέσβευε Χριστῷ τῷ Θεῷ, Πάτερ Γρηγόριε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα...
Ἀπολυτίκιον Ἦχος α'
Ὁ ποιμενικὸς αὐλὸς τῆς θεολογίας σου, τὰς τῶν ῥητόρων ἐνίκησε σάλπιγγας· ὡς γὰρ τὰ βάθη τοῦ Πνεύματος ἐκζητήσαντι, καὶ τὰ κάλλη τοῦ φθέγματος προσετέθη σοι· Ἀλλὰ πρέσβευε Χριστῷ τῷ Θεῷ, Πάτερ Γρηγόριε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.
Μετὰ τὴν α' Στιχολογίαν
Κάθισμα Ἦχος γ'
Θείας Πίστεως
Θείαν ἔλλαμψιν κεκληρωμένος, βίον ἄϋλον ἐξησκημένος, ὁμωνύμῳ ἱερατείᾳ διέπρεψας· ὑπερφυῶς γὰρ τρανώσας τὰ δόγματα, ὀρθοδοξίᾳ τὴν πίστιν ἐστήριξας, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... τὸ αὐτὸ
Καὶ νῦν... Θεοτοκίον
Θείας φύσεως οὐκ ἐχωρίσθη, σάρξ γενόμενος ἐν τῇ γαστρί σου, ἀλλὰ Θεὸς ἐνανθρωπήσας μεμένηκεν, ὁ μετὰ τόκον Μητέρα Παρθένον σε, ὡς πρὸ τοῦ τόκου φυλάξας πανάμωμον, μόνος Κύριος. Αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Μετὰ τὴν β' Στιχολογίαν
Κάθισμα Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον
Γρηγορήσας τῷ λόγῳ τῆς ἀληθείας Χριστοῦ, τῆς Τριάδος τὸ κράτος ἐθεολόγησας· τὴν Ἀρείου δυσσεβῆ καὶ παράνομον, κακοδοξίαν καθελών, ὡς εὐσεβείας ἀριστεύς, καὶ πρόμαχος Ἱεράρχα, ἐφώτισας τοὺς ἐν σκότει, τῆς ἀγνωσίας καθεύδοντας.
Δόξα... τὸ αὐτὸ
Καὶ νῦν... Θεοτοκίον
Τῆς ψυχῆς μου τὰ πάθη τὰ πολυώδυνα, καὶ σαρκός μου τὰς νόσους ἐν τάχει ἴασαι, τὰς τοῦ νοός μου ἐκτροπάς, στῆσον Πανάμωμε· καὶ ἐν γαλήνῃ λογισμῶν, εὐχάς προσφέρειν καθαράς, τῷ Βασιλεῖ τῶν ἁπάντων, ἀξίωσον Θεοτόκε, καὶ ἐξαιτεῖσθαι πταισμάτων ἄφεσιν.
Μετὰ τὸν Πολυέλεον
Κάθισμα Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λογον
Στηλιτεύων τὴν πλάνην τῶν δυσσεβῶν, τὰς Γραφὰς διανοίγων θεοπρεπῶς, ἐξέπεμψας δόγματα, ὑπὲρ μέλι ἡδύνοντα, τῶν πιστῶν τὰς καρδίας, σαφῶς ἀξιάγαστε, τῇ Τριάδι λατρεύειν, ἐν Μονάδι Θεότητος· ὅθεν τοῦ Σωτῆρος, τὴν μορφὴν ἐν εἰκόνι προέστησας ἀσπάζεσθαι, σχετικῶς τὸ ἀνθρώπινον. Θεολόγε Γρηγοριε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα... τὸ αὐτὸ
Καὶ νῦν... Θεοτοκίον
Δεῦτε πάντα τὰ Ἔθνη θεοπρεπῶς, τὴν Μητέρα τοῦ πάντων Δημιουργοῦ, ὑμνήσωμεν λέγοντες· Χαῖρε θρόνε πυρίμορφε, τοῦ τῶν ὅλων δεσπόζοντος, Ἰησοῦ τοῦ Παντάνακτος, χαῖρε μόνη Κυρία, τοῦ κόσμου πανάχραντε· χαῖρε τὸ δοχεῖον, τῆς ἁγίας Τριάδος, Πατρὸς Υἱοῦ τε καὶ Πνεύματος, τὸ λαμπρὸν καὶ ἀκήρατον, Μαριὰμ Ἀειπάρθενε, Θεότοκε πανύμνητε, χαῖρε πάνσεμνε Νύμφη ἡλιοστόλιστε, χαῖρε πάντων χαρὰ τῶν ὑμνούντων σε.
Τὸ α' Ἀντίφωνον τοῦ δ' Ἤχου.
Ἀντίφωνον Α'
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
Δόξα...
Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον Ἦχος δ'
Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στίχ. Ἀκούσατε ταῦτα, πάντα τὰ Ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.
Πᾶσα πνοή.
Εὐαγγέλιον
13 Νοεμ., «᾿Αμὴν λέγω ὑμῖν ὅτι ὁ μὴ εἰσερχόμενος» (᾿Ιω. ι΄ 1-9).
Ν' Ψαλμός
· Ελέησόν με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον τό ανόμημά μου
· επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
· ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
· σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε
· ιδού γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
· ιδού γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
· ραντιείς με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
· ακουτιείς με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
· απόστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
· καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
· μή απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ' εμού
· απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
· διδάξω ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
· ρύσαί με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου
· κύριε τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου
· ότι ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις
· θυσία τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει
· αγάθυνον κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
· τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους
Δόξα... Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου...
Εἶτα τὸ ἰδιόμελον
Ἦχος πλ. β'
Ὅσιε τρισμάκαρ, ἁγιώτατε Πάτερ, ὁ Ποιμὴν ὁ καλός, καὶ τοῦ Ἀρχιποίμενος Χριστοῦ Μαθητής, ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων· αὐτὸς καὶ νῦν Πανεύφημε, Θεολόγε Γρηγόριε, αἴτησαι πρεσβείαις σου, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Οἱ Κανόνες τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου
ὁ κανὼν τῆς μικρᾶς παρακλήσεως τῆς Θεοτόκου
Ἦχος πλ. δ' ᾨδὴ α' Ὁ Εἱρμὸς
Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα· τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.
Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν· Ὦ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.
Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν, εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε.
Δόξα...
Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν· σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.
Καὶ νῦν...
Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.
ᾨδὴ α'
Ἦχος α'
«Χριστὸς γεννᾶται, δοξάσατε, Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε, Χριστὸς ἐπὶ γῆς, ὑψώθητε, ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται».
Τὸν θεολόγον τὸν δεύτερον, τὸν στῦλον τοῦ φωτὸς τὸν οὐράνιον, σοφίας Θεοῦ τὴν σάλπιγγα, δεῦτε τῶν τούτου λόγων οἱ ἐρασταί, πόθῳ συνελθόντες, εὐφημήσωμεν αὐτὸν ὡς θεοκήρυκα.
Ὁ Λόγος Πάτερ ὁ ἄναρχος, ὁ πάντων ὡς Θεὸς προμηθούμενος, προνοητικῇ δυνάμει σε, μάκαρ τῇ Ἐκκλησίᾳ, οἷα Μητρί, λόγῳ καὶ σοφίᾳ, χαριτώσας σου τὸν νοῦν, δῶρον χαρίζεται.
Νοῦν ἡγεμόνα ποιούμενος, παθῶν τῶν τῆς σαρκὸς κετεκράτησας, καὶ χωρητικὸς γενόμενος, θείων ἀπαυγασμάτων, ἕνα Θεόν, ἐν τρισὶ προσώποις, κατεφώτισας ἡμᾶς, σέβειν Γρηγόριε.
Θεοτοκίον
Θεοῦ Σοφία πανάμωμε, τὸν οἶκον ἑαυτῆς ᾠκοδόμησεν, ἐν τῇ σῇ γαστρὶ σκηνώσασα, τῇ κεχαριτωμένῃ, καὶ ὑπὲρ νοῦν, τούτῳ ἑνωθεῖσα, καθ’ ὑπόστασιν Ἁγνή, ὤφθη ὡς ἄνθρωπος.
Ἕτερος Κανών
ᾨδὴ α'
Ἦχος ὁ αὐτὸς
Ὁ Εἱρμὸς
«Ἔπαινον ὁ θεόπτης, Μωϋσῆς τοῦ Ἰσραὴλ προανακρούεται, ἄρχει Μαριὰμ δὲ σοφῶν γυναικῶν. ᾨδὴν ἐπινίκιον, τῷ λυτρωτῇ Θεῷ πάντες ᾄσωμεν».
Ῥύσιον ἀρχεγόνου, ἡμετέρων τε παθῶν αἷμα θεόρρυτον, ἵστασο προσπένδων, καὶ νῦν τῶν Πιστῶν, Γρηγόριε πάνσοφε, Θεὸν διδοὺς ἡμῖν εὐδιάλλακτον.
Πλάκας θεοχαράκτους, ὑπὸ γνόφον Μωϋσῆς εἷλεν εἰσδύνας ποτέ, σὺ δὲ ταῖς φρεσὶν ἐνστησάμενος, θεοδόχον τράπεζαν, ὁλοσχερῶς Θεοῦ ἀντεβόλησας.
Θεοτοκίον
Θέλων δι’ εὐσπλαγχνίαν, ἐκ θανάτου καὶ φθορᾶς, ἀνακαλέσασθαι, φύσιν τῶν βροτῶν ὁ Ὑπέρθεος, Παρθένε πανάμωμε, τὴν καθαρὰν νηδύν σου κατῴκησεν.
ᾨδὴ γ' Ὁ Εἱρμὸς
Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σύ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.
Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, Σέ, Θεογεννῆτορ, Παρθένε, σύ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε.
Ἱκετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου· σὺ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε.
Δόξα...
Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον· πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.
ᾨδὴ γ' Ὁ Εἱρμὸς Ἦχος δ'
«Οὐκ ἐν σοφίᾳ καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα, ἀλλ᾿ ἐν σοὶ τῇ τοῦ Πατρός, ἐνυποστάτῳ σοφίᾳ Χριστέ· οὐ γὰρ ἐστιν Ἅγιος, πλήν σου Φιλάνθρωπε».
Σὲ ἡ τεκοῦσα, τὸ τῆς Ἄννης ζηλώσασα Ὅσιον, ὡς τὸν πάλαι Σαμουήλ, θυσίαν ζῶσαν προσήγαγε, Θεῷ τῷ δοξάσαντι, καὶ πρὸ συλλήψεως.
Περιουσίᾳ τῆς πρὸ Θεὸν ἀγάπης πυρούμενος, λογισμῷ πανευσεβεῖ, παθῶν ἐκράτησας Ὅσιε· διὸ θεία χάρις σοι, ἐπανεπαύσατο.
ᾨδὴ γ'
«Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ, καὶ ἐπ’ ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε».
Ἔχων τῆς σοφίας, τὴν πηγὴν ἀενάως βλυστάνουσαν, τῶν θεοσόφων διδαγμάτων, τὴν Χριστοῦ Ἐκκλησίαν, Παμμάκαρ ἐπλήρωσας, τῷ ἐπὶ πάντων βοῶσαν Θεῷ· Ἅγιος εἶ Κύριε.
Ὁ τῆς εὐσεβείας, μεγαλόφωνος κήρυξ καὶ εὔσημος, θεολογίας θεολόγος, θησαυρὸν θεωρίας, ἀφθόνως προβάλλεται, καὶ διανέμει πλουσίως ἡμῖν, πλοῦτον ἀναφαίρετον.
Ῥήτωρ ὁ πυρίπνους, ἡ θεόφθογγος λύρα τῆς χάριτος, τῇ θεολόγῳ ἐπιπνοίᾳ, καὶ φθογγῇ θεοπνεύστῳ, ἠχήσας λαμπρότατα, τρισυποστάτου οὐσίας ἡμῖν, μέλος ἐμελῴδησεν.
Θεοτοκίον
Ἡ Θεογεννήτωρ, ἡ Βασίλισσα πάσης τῆς κτίσεως, τὸν Βασιλέα τῶν ἁπάντων, δυσωποῦσα μὴ παύσῃ, Χριστόν, ὃν ἡμῖν ἐγέννησας, εἰς σωτηρίαν τῶν ἐπὶ γῆς, σῶσαι τούς ὑμνοῦντάς σε.
Ἕτερος Κανὼν
Ὁ Εἱρμὸς
«Ἡ τὸν πρὸ συλλήψεως ἁγνὸν Σαμουήλ, ἀδιστάκτως τῷ Θεῷ καθυποσχομένη, ἱερομήτωρ Ἄννα νῦν γηθομένη, ᾄδει σὺν ἡμῖν· Ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου».
Ὁ δι’ ὀλισθήσεως προδήλου γαστρός, τῇ Τεκούσῃ προφανεὶς Ὅσιε Πάτερ, ἐπωνυμίαν φέρων, τὴν ἐπαξίαν ὄρχαμε σοφῶν, ἐνδιαθέτως· Χαίροις Πάτερ σοι κραυγάζομεν.
Ὁ πρὸ τοῦ ἑλέσθαι πονηρὰ συζυγῆ, καὶ συνέριθον λαβὼν φάσμασι θείοις, θεοειδῆ ἁγνείαν, καὶ σωφροσύνην πρόμαχε πιστῶν, ἀγαλλιῶντες, χαίροις Πάτερ σοι κραυγάζομεν.
Θεοτοκίον
Εὔας τῆς προμήτορος ἀνώρθωσας, τὸ ὀλίσθημα τὸ πρὶν ὑποδεξαμένη, τὸν τοὺς κατερραγμένους ἐπανορθοῦντα, Λόγον τοῦ Πατρός, τῇ ἀηττήτῳ, δυναστείᾳ Μητροπάρθενε.
Κάθισμα Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον
Ἐξανοίξας τὸ στόμα λόγῳ Θεοῦ, ἐξηρεύξω σοφίαν Κήρυξ φωτός, καὶ φρόνημα ἔνθεον, τῇ οἰκουμένῃ κατέσπειρας, τῶν Πατέρων ὄντως, κυρώσας τὰ δόγματα, κατὰ Παῦλον ὤφθης, τῆς Πίστεως πρόμαχος· ὅθεν καὶ Ἀγγέλων, συμπολίτης ὑπάρχεις, καὶ τούτων συνόμιλος, ἀνεδείχθης μακάριε, Θεολόγε Γρηγόριε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ὅταν ἔλθῃ τοῦ κρῖναι πᾶσαν τὴν γῆν, ὁ τῶν ὅλων Δεσπότης καὶ Ποιητής, προβάτοις με σύνταξον δεξιοῖς τὸν κατάκριτον, καὶ ἐξωτέρου σκότους, καὶ πάσης κολάσεως, τὸν σὸν ἀχρεῖον δοῦλον, ἐξάρπασον Ἄχραντε· ἵνα εὐχαρίστως, μεγαλύνω τὸν πλοῦτον, τῆς σῆς ἀγαθότητος, Θεοτόκε πανύμνητε, καὶ βοῶ σοι γηθόμενος· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.
ᾨδὴ δ'
Εἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα.
Τῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε.
Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆρα πάντων, τῶν ὑμνούντων σε.
Δόξα...
Ἀπολαύοντες, Πάναγνε, τῶν σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές σε Θεομήτορα.
Καὶ νῦν...
Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε, Πανύμνητε, δυσχερείας πάσης, ἐκλυτρούμεθα.
ᾨδὴ δ'
«Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄυλος καὶ Θεός, Δόξᾳ τὴ δυνάμει σου, Κύριε».
Μύστης τῆς Τριάδος γεγονώς, τῇ ταύτης κατελάμπρυνας, τὴν οἰκουμένην ἐπιγνώσει σοφέ, δογμάτων μαρμαρυγάς, ἐξαστράπτων Ὅσιε, τῆς σῆς ἀκριβοῦς διδασκαλίας· ἣν μελετῶντες ἀεί, πάντες εὐσεβῶς ἀνυμνοῦμέν σε.
Ὄρθρος εὐσεβείας φαεινός, ἀκτῖνα τὴν τρισήλιον, εἰσδεδεγμένος ἐξανέτειλας, καὶ νύκτα τὴν ζοφεράν, δυσσεβῶν αἱρέσεων, αἴγλῃ τῶν σοφῶν σου διδαγμάτων, ἐδίωξας καὶ ψυχάς, Πάτερ τῶν πιστῶν κατεφαίδρυνας.
Νοῦν τὸν ὑπερούσιον πηγήν, τοῦ Λόγου καὶ τοῦ Πνεύματος, ἐξ ἀϊδίου θεολόγῳ βροντῇ, Παμμάκαρ θεολογῶν, εὐσεβῶς ἐδίδαξας, τοῦτο παρ’ αὐτῆς μεμυημένος, τῆς ὄντως θεαρχικῆς, καὶ τῆς ἀρχιφώτου Θεότητος.
Ἀνῆλθες εἰς ὄρος ἀρετῶν, τῶν κάτω μεθιστάμενος, καὶ νεκρῶν ἔργων ἀφιστάμενος· καὶ πλάκας χειρὶ Θεοῦ, γεγραμμένας δόγματα, τῆς σῆς ἀκραιφνοῦς θεολογίας, ἐδέξω μυσταγωγέ, τῶν ὑπερκοσμίων Γρηγόριε.
Θεοτοκίον
Γνώμῃ πρὶν πεσόντα τὸν Ἀδάμ, ἀνέστησας Πανάμωμε, τὴν ἐνυπόστατον τεκοῦσα ζωήν, ἐκ μήτρας παρθενικῆς, ἁγνισθείσης Πνεύματι, καὶ πρὸς ἀπαθῆ καὶ θειοτέραν ἀκήρατόν τε φυγήν, τοῦτον ἐπανήγαγες Δέσποινα.
Ἕτερος Κανὼν
Ὁ Εἱρμὸς
«Σὺν τῶ θαυμασίῳ στάς, Ἀββακούμ, ἐπὶ τῆς θείας φυλακῆς σου Γρηγόριε, καὶ τὸν ἐπ᾿ ὤμων Χερουβὶμ κατανοήσας, τῆς παγκοσμίου γέγονας μυητὴς σωτηρίας, ἀεὶ κραυγάζων, Κύριε, δόξα τῇ δυνάμει σου».
Τὰς πλησιφαεῖς καὶ πέλας Θεοῦ ταξιαρχίας ἐκμιμούμενος Πάνσοφε, τὰ ὑπὲρ ταύτας ταῖς φρεσὶ περιπολεύων, πρὸς τὸν βυθὸν κατείληφας, τὴν ὑπέρτατον στάσιν, ἐντεῦθεν πλοῦτον φέρων, ἀνθρώποις ἀναφαίρετον.
Ὁ τὸν οὐ ληπτὸν εἰσδύνας γνόφον, καὶ ὡς ἐκ πέτρας ἐπαθρήσας ὀπίσθια, συγκεκραμένην ὑλικῇ ἄϋλον φύσιν, καὶ ἀσυγχύτου μίξεως, χρηματίσας σημάντωρ, Χριστοῦ θεράπον, τοῦτον τοῖς δούλοις φέροις ἵλεων.
Θεοτοκίον
Ὄρος ἀνεδείχθης σὺ νοητόν· ὅθεν ἐτμήθη ἀπορρήτως ὁ ἔντιμος Λίθος, λεπτύνων ζοφερᾶς πλάνης εἰκόνα, καὶ φωτισμῷ τῆς χάριτος, καταυγάζων τοὺς πίστει, ἀναβοῶντας· Κύριε, δόξᾳ τῇ δυνάμει σου.
ᾨδὴ ε'
Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου, Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν, φιλάνθρωπε.
Ἔμπλησον, Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου, τὴν σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον.
Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων, Θεοτόκε Ἁγνή, ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν.
Δόξα...
Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον.
Καὶ νῦν...
Ἴασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγείαν, τῇ πρεσβείᾳ σου παράσχου μοι.
ᾨδὴ ε'
«Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτὸς ὀρθρίζοντες, δοξολογοῦμέν σε, Φιλάνθρωπε».
Ῥημάτων ὁ φθόγγος, ὁ θεῖος τῶν σῶν, καὶ δογμάτων, ἡ χάρις ἡ ἔνθεος, ὡς τάχος ἀστραπῆς, πᾶσαν ἐπέδραμε τὴν γῆν, Τριάδα ἐν Μονάδι, Μονάδα ἐν Τριάδι, προσκυνεῖν Θεολόγε, θεολογῶν καὶ ἐκδιδάσκων ἡμᾶς.
Ἠράσθης τῆς ὄντως, σοφίας Θεοῦ, καὶ τῶν λόγων τὸ κάλλος ἠγάπησας, καὶ πάντων προτετίμηκας, τερπνῶν τῶν ἐπὶ γῆς· διὸ σε τῷ στεφάνῳ, Παμμάκαρ τῶν χαρίτων, εὐπρεπῶς ἐκόσμησε, καὶ θεολόγον ἀπειργάσατο.
Γνωστῶς σὺ τὸν Ὄντα, ὡς πάλαι Μωσῆς, καθορᾶν θεορρῆμον ἐπόθησας, καὶ τούτου τὰ ὀπίσθια, τῇ πέτρᾳ σκεπασθείς, ἰδεῖν κατηξιώθης, καὶ πέλαγος τῆς θείας, ἐμυήθης οὐσίας, ἀκαταλήπτως φανερούμενον.
Θεοτοκίον
Ὁ πάλαι τὴν Εὔαν, μητέρα τὴν σήν, διαπλάσας ἐκ σοῦ σεισωμάτωται, ἐκείνης τὸ κατάκριμα, καὶ τὴν Παρακοήν, προδήλως θεραπεύων, καὶ λύων ὡς οἰκτίρμον, καὶ Δεσπότης τῶν ὅλων, Θεογεννῆτορ Μητροπάρθενε.
Ἕτερος Κανὼν
Ὁ Εἱρμὸς
«Ἄνθρακα πυρὸς τῶν Ἡσαΐου, Σεραφὶμ θίγει χειλέων ποτέ, τῇ λαβίδι ἀφελόμενον καὶ περιθέν, ὁ δέ, καθηράμενος, Δικαιοσύνην μάθετε, πᾶσαν ἐκήρυττε».
Ὁλῳ τῷ πυρὶ τῆς θεοπτίας, Παμμακάριστε Γρηγόριε, προσερπύσας καθαρότητι νοῦ καὶ ψυχῆς, ἀπλήστως αὐτοχερσί, τὸ τριλαμπὲς ἐξήντλησας φῶς ἰσοθέατον.
Ταῖς μαρμαρυγαῖς περιπαρείς, τοῦ Τρισηλίου ἀμαρύγματος, ἐκ τῆς αἴγλης πυρωθεὶς δέ, καὶ θείαις βολαῖς τὸν νοῦν ἐλλαμπόμενος, ἀντανακλώσας ἀκτῖνας, πᾶσιν ἐξέλαμψας.
Θεοτοκίον
Φῶς τὸ ἐκ φωτὸς τὸν τοῦ Πατρός, μονογενῆ Λόγον τὸν ἄναρχον, δεξαμένη Μητροπάρθενε, πύλη φωτός, σαφῶς ἐχρημάτισας, δικαιοσύνης Ἥλιον, πᾶσιν ἀστράψασα.
ᾨδὴ ς'
Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς, ὁ Θεὸς με ἀνάγαγε.
Θανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν, Παρθένε, δυσώπησον, τὸν Κύριόν σου καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι.
Προστάτιν σε τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καὶ δέομαι διαπαντός, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.
Δόξα...
Ὡς τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα· Ὧ Δέσποινα, καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον.
Καὶ νῦν...
Ἐν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ' ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.
Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε, ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν, ὡς ἄρρηκτον τεῖχος καὶ προστασίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.
ᾨδὴ ς'
«Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο, τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον».
Ῥείθροις τῶν σοφῶν, δογμάτων σου Πάνσοφε, Ἀρείου τὸν νοῦν τὸν θολερώτατον κατεξήρανας, ἐν γαλήνῃ φυλάττων τὴν ποίμνην σου, ἀπερίκλυστον, καθάπερ λογικήν κιβωτόν· ἥπερ εὐσεβείας σπέρματα, ἐναπέθου τὸ κάλλος τῶν λόγων σου.
Ἵνα τῆς σεπτῆς, Τριάδος τὴν ἔλλαμψιν, πλουτήσῃς τὸν νοῦν, Πάτερ ἐστίλβωσας ἀκηλίδωτον, ὡς καινὸν καὶ νεόσμηκτον ἔσοπτρον, δι’ ἀσκήσεως ἀρίστης ἐργασάμενος· ἔνθεν καὶ θεοειδέστατος, ἀνεδείχθης ταῖς θείαις ἐμφάσεσιν.
Ὅλος συγκραθείς, τῇ αἴγλῃ τοῦ Πνεύματος, ἐγένου φωστήρ, Πάτερ ὁλόφωτος, τῇ λαμπρότητι, τῶν σῶν λόγων φωτίζων τὰ πέρατα, καὶ τῇ τῆς θεολογίας καθαρότητι, τέρπων τὴν τερπνὴν ὁμήγυριν, τῶν πιστῶν Θεολόγε Γρηγόριε.
Νέος Σαμουήλ, θεόσδοτος πέφηνας, δοθεὶς τῷ Θεῷ καὶ πρὸ συλλήψεως, Παμμακάριστε, σωφροσύνῃ ἁγνείᾳ κοσμούμενος, καὶ τῇ τῆς ἱερωσύνης παναγίᾳ στολῇ, Πάτερ, καθωραϊζόμενος, μεσιτεύων τῷ Πλάστῃ καὶ πλάσματι.
Θεοτοκίον
Τόμος καθαρὸς τὸν Λόγον δεχόμενος, γραφόμενον νῦν, τὸν ἀπερίγραπτον, τῇ Θεότητι, ἐγνωρίσθης Προφήταις καὶ πρότερον, Μητροπάρθενε Μαρία Θεονύμφευτε· σὺ γάρ, τὸν ἀπεριόριστον, ἐν γαστρί σου ἀφράστως ἐχώρησας.
Ἕτερος Κανὼν
Ὁ Εἱρμὸς
«Ὁ διαπόντιον, ὑπομείνας συμφοράν, φυγῇ κλύδωνος, κλήρου φορᾷ, καὶ λαγόσι συσχεθείς, ἁλίου θηρός, οὐ διεφθάρη, ἀλλ᾿ ἐβόα Ἰωνᾶς· Πρὸς σὲ ἡ ζωή μου ἀναβήτω Χριστέ».
Ὁ ὑποβρύχιος, ταῖς φρεσὶν οὐ γεγονώς, κευθμῶνας, θείου ἐρευνήσας βυθοῦ, ἐκ δὲ τούτων, μαργαρίτην ἀρυσάμενος, σὺ τῷ Δεσπότῃ, καὶ σιγὴν ὥς περ λόγον, Γρηγόριε τέθεικας πανάριστε.
Ὁ δι᾿ ἐντεύξεως, καθαρᾶς ἀγριουμένην κατευνάσας, ἅλα καὶ τῶν ξένων ἀποπτύσας λόγων ἅλμην, σὺ τῷ Δεσπότῃ ὡς οὐράνιος σταγών, λαὸν πιστὸν ἥρμοσας Γρηγόριε.
Θεοτοκίον
Ἀπερινόητον, ἀνθρωπίνοις λογισμοῖς, τὸ μυστήριον Μήτηρ Θεοῦ, τῆς ἀρρήτου καὶ φρικτῆς λοχείας τῆς σῆς· σὺ γὰρ Παρθένε τὸν τῶν ὅλων Ποιητήν, τεκοῦσα Παρθένος διετέλεσας.
Κοντάκιον Ἦχος γ'
Ἡ Παρθένος σήμερον
Θεολόγῳ γλώττῃ σου, τὰς συμπλοκὰς τῶν ῥητόρων, διαλύσας ἔνδοξε, ὀρθοδοξίας χιτῶνα, ἄνωθεν ἐξυφανθέντα τὴν Ἐκκλησίαν, ἐστόλισας· ὃν καὶ φοροῦσα, σὺν ἡμῖν κράζει, τοῖς σοῖς τέκνοις· Χαίροις Πάτερ, θεολογίας ὁ νοῦς ὁ ἀκρότατος.
Ὁ Οἶκος
Ἐκ τῆς θεολογικῆς, καὶ ὑψηλῆς σοφίας σου ἔμπλησόν μου τὸν νοῦν, τὸν πτωχὸν καὶ ταλαίπωρον, ὅπως ἀνυμνήσω τὸν βίον σου Πάτερ· οὐ γὰρ ἰσχύσω λόγον προσάξαι σοι, εἰμὴ σὺ παράσχῃς μοι λόγον καὶ γνῶσιν, ἰσχὺν καὶ σύνεσιν· ὅπως ἐκ τῶν σῶν τὰ σὰ προσφέρω σοι, καὶ ἐκ τοῦ πλούτου τῶν ἀρετῶν σου, ἐκεῖθεν ἔχω ἀφορμάς, καὶ στεφανώσω τὴν σεπτὴν καὶ ἁγίαν κορυφήν σου, σὺν τοῖς πιστοῖς ἀνακράζων· Χαίροις Πάτερ, θεολογιας ὁ νοῦς ὁ ἀκρότατος.
Συναξάριον
Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Θεολόγου.
Στίχοι
Θεοῦ γινώσκειν ὀρθοδόξως οὐσίαν,
Χριστιανοῖς λεγάτον ἐκ Γρηγορίου.
Εἰκάδι Γρηγόριος Θεορήμων ἔκθανε πέμπτῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Πουπλίου.
Στίχοι
Ζωὴν ἔνυλον Πούπλιος καταστρέφει
Καὶ τὴν ἄϋλον καὶ νοητὴν λαμβάνει.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μάρη.
Στίχοι
Πάσης ἀποστὰς ἀγάπης κόσμου Μάρης
Εἰ θεῖον ὕψος ἧκε θείας ἀγάπης.
Τῇ αὐτῇ ἡμέρᾳ ἡ ἁγία Μεδούλη, σὺν τῇ συνοδίᾳ αὐτῆς, πυρὶ τελειοῦται.
Στίχοι
Σεπτὴ Μεδούλη, τοῦ Θεοῦ Λόγου δούλη,
Δούλοις Θεοῦ σύναθλος εἰς πῦρ ὡράθη.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Δημητρίου τοῦ σκευοφύλακος.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἀπολλὼς ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Χριστὸν βιώσας μέχρι καὶ τέλους βίον,
Θραύει πονηροῦ πᾶν Ἀπολλὼς τὸ θράσος.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'
Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες ἐν Βαβυλῶνι ποτέ, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.
Τὴν ἡμῶν σωτηρίαν, ὡς ἠθέλησας Σῶτερ, οἰκονομήσασθαι, ἐν μήτρᾳ τῆς Παρθένου, κατῴ κησας τῷ κόσμῳ, ἣν προστάτιν ἀνέδειξας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ.
Θελητὴν τοῦ ἐλέους, ὃν ἐγέννησας, Μῆτερ ἁγνὴ δυσώπησον, ῥυσθῆναι τῶν πταισμάτων, ψυχῆς τε μολυσμάτων, τοὺς ἐν πίστει κραυγάζοντας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.
Δόξα...
Θησαυρὸν σωτηρίας, καὶ πηγὴν ἀφθαρσίας, τὴν σὲ κυήσασαν, καὶ πύργον ἀσφαλείας, καὶ θύραν μετανοίας, τοῖς κραυγάζουσιν ἔδειξας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.
Καὶ νῦν...
Σωμάτων μαλακίας, καὶ ψυχῶν ἀρρωστίας, Θεογεννήτρια, τῶν πόθῳ προσιόντων, τῇ σκέπῃ σου τῇ θείᾳ, θεραπεύειν ἀξίωσον, ἡ τὸν Σωτῆρα Χριστόν, ἡμῖν ἀποτεκοῦσα.
ᾨδὴ ζ'
«Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθήσαν, ἀλλ᾿ ἐν μέσῳ τῆς φλογός, ἑστῶτες ἔψαλλον· Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ».
Ὅλος ἐπιθυμίᾳ γλυκασμός τε, προφανῶς ὁ λόγος σου, ὅλος Γρηγόριε μεστός, εὐφροσύνης καὶ φαιδρότητος, θυμηδίας ἐμπιπλῶν, τοὺς πίστει ψάλλοντας· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.
Νοῒ πεφωτισμένῳ τὴν πηγήν, τῶν φωτισμάτων ἔφθασας· καὶ ταῖς ἐκεῖθεν ἀστραπαῖς, πυρπολούμενος κατέφλεξας, Εὐνομίου γλωσσαλγίας τῇ Τριάδι βοῶν· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.
Ἀνοίξας καταρράκτας τῆς ἀβύσσου, τῶν σοφῶν δογμάτων σου, ἀναστομώσας τε πηγὰς τῆς σοφίας σου, κατέκλυσας τοὺς τῆς πλάνης ἀρχηγούς, καταστραπτόμενος τῷ ἑνιαίῳ φωτὶ καὶ τρισηλίῳ.
Θεοτοκίον
Ὄμβρος ὡς ἐπὶ πόκον καταβάς, ἐν σῇ γαστρὶ σεσάρκωται, ὁ τῆς εἰρήνης ποταμός, ἡ πηγὴ τῆς ἀγαθότητος, ὁ σταγόνας ὑετοῦ ἐξαριθμούμενος, ὁ τῶν Πατέρων Θεός Εὐλογημένος.
Ἕτερος Κανὼν
Ὁ Εἱρμὸς
«Ὑπῆλθον ὡς νυμφῶνα, τῆς καμίνου τὴν φλόγα τὴν ἄστεκτον, οἱ δι᾿ εὐσέβειαν ποτέ, Παῖδες Ἅγιοι δειχθέντες σαφῶς, καὶ συμφώνως ἀνυμνοῦντες, ὕμνον ἔμελπον· Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ».
Ἀδίκων Ἡγεμόνων, πρὸ βημάτων ἑστηκὼς Γρηγόριε, τοὺς αἱρετίζοντας πυρός, χαλεπώτερον φυσῶντας φορᾷ, εὐσεβείᾳ κατεπίμπρας τῇ Τριάδι βοῶν· Ὁ τῶν Πατέρων Θεός εὐλογητὸς εἶ.
Τριάδος ἐπιπνοίᾳ, τὴν δογμάτων εὐσεβῶν Γρηγόριε, ἀνεπιθόλωτον πηγήν, ἐκ χειλέων ἀναβλύσας τῇ γῇ, ἀνθοφόρον τὴν τραχεῖαν ἄρδων ἔδειξας· Ὁ τῶν Πατέρων Θεός εὐλογητὸς εἶ.
Θεοτοκίον
Νεκροῦται ὁ Προπάτωρ, ὡς ἀκαίρως τοῦ φυτοῦ γευσάμενος, σὺ δὲ τὴν ἄληκτον ζωήν, ὦ Παρθένε ἐκβλαστήσασα, τὸν Παράδεισον οἰκεῖν τοῦτον ἀνέστησας, Θεογεννῆτορ Ἁγνὴ εὐλογημένη.
ᾨδὴ η'
Τὸν Βασιλέα τῶν οὐρανῶν, ὃν ὑμνοῦσι στρατιαὶ τῶν Ἀγγέλων, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Τοὺς βοηθείας τῆς παρὰ σοῦ δεομένους, μὴ παρίδῃς Παρθένε, ὑμνοῦντας, καὶ ὑπερυψοῦντάς σε, Κόρη, εἰς αἰῶνας.
Τῶν ἰαμάτων τὸ δαψιλές, ἐπιχέεις τοῖς πιστῶς ὑμνοῦσί σε Παρθένε, καὶ ὑπερυψοῦσι τὸν ἄφραστόν σου τόκον.
Δόξα...
Τὰς ἀσθενείας μου τῆς ψυχῆς ἰατρεύεις, καὶ σαρκὸς τὰς ὀδύνας, Παρθένε, ἵνα σε δοξάζω τὴν Κεχαριτωμένην.
Καὶ νύν...
Τῶν πειρασμῶν σὺ τὰς προσβολὰς ἐκδιώκεις, καὶ παθῶν τὰς ἐφόδους Παρθένε· ὅθεν σε ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ η'
«Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον, οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας».
Ἶσον τῷ Πατρὶ τὸν Λόγον καὶ τὸ Πνεῦμα, ἀγαθότητι καὶ βασιλείᾳ, εὐσεβῶς ἐδίδαξας, οὐσιώδη καὶ φυσικήν, τὴν ταυτότητα γινώσκων καὶ τὴν ἕνωσιν· διὸ ἀνεβόας ἀγαλλόμενος· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Δόξης τῆς ἀγγελικῆς κατηξιώθης· ὡς γὰρ Ἄγγελος ἔλαμψας κόσμῳ, τῇ Τριάδι Πάνσοφε, καθαγνίσας ἐπιμελῶς, τὴν ψυχήν τε καὶ τὸ σῶμα καὶ διάνοιαν· ᾗ νῦν ἀναμέλπεις εὐφραινόμενος· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Ἵλεων ταῖς προσευχαῖς σου τὸν Δεσπότην, ἐργασάμενος αἴτησαι Πάτερ, τῶν πταισμάτων ἄφεσιν, τοῖς ἐν πίστει τὴν ἱεράν, καὶ πανέορτόν σου μνήμην ἑορτάζουσιν· ἐν ᾗ γεγηθότες ἀναμέλπομεν. Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Μύστης τῆς τρισυποστάτου Μοναρχίας, καὶ Θεότητος τῆς ἐν Τριάδι, ἀρετῶν ἀσκήσεσι, χρηματίσας Τριαδικός, Θεολόγος ἀνεδείχθης Παμμακάριστε, καὶ νῦν ἀναμέλπεις ἀγαλλόμενος· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Ὁ ταὶς ἀρχαγγελικαῖς ὑμνολογίαις, δοξαζόμενος πλούσιος Λόγος, δι᾿ ἡμᾶς ἐπτώχευσε, σὲ Μητέρα τὴν καλλονήν, Ἰακώβ, εὐλογημένην ἐκλεξάμενος· διὸ ἀνυμνοῦντες ἀναμέλπομεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Ἕτερος Κανὼν
Ὁ Εἱρμὸς
«Οἱ μὴ τῇ τροφῇ χρανθέντες Παῖδες, βασιλικῆς τραπέζης, εἰς πῦρ χαίροντες ἔβησαν ποτέ· καὶ ἐν φλογὶ δροσίζομενοι, προθύμως ἔψαλλον. Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον».
Τῆς Βαβυλωνίας Πάτερ φλογός, ὑπεραρθεὶς καὶ μᾶλλον, αὐτῇ τῇ εὐσεβείᾳ, πυρσωθεὶς Τριαδικός, μυστιπόλος ἐκφανθείς, καὶ κήρυξ βοᾷς· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.
Τῆς πειραστικῆς ποικίλως Πάτερ, καὶ σιδηρᾶς καμίνου, τὸ πῦρ κατασβεννύων εὐμαρῶς, τῶν πειρασμων ὑπεκδύς, πρὸς οὐρανὸν ἀνέπτης βοῶν· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.
Θεοτοκίον
Ἡ χρυσοφαὴς λυχνία τὴν σήν, συμβολικῶς ἐδήλου, θείαν γέννησιν, Ἄχραντε σεμνή· σὺ γὰρ τὸ Φῶς τὸ ἀπρόσιτον, τῷ κόσμῳ ἔλαμψας, ᾧ βοῶμεν· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.
ᾨδὴ θ'
Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι, Παρθένε ἁγνή, σὺν Ἀσωμάτων χορείαις, σὲ μεγαλύνοντες.
Ῥοήν μου τῶν δακρύων, μὴ ἀποποιήσῃς, ἡ τὸν παντὸς ἐκ προσώπου πᾶν δάκρυον, ἀφῃρηκότα Παρθένε, Χριστὸν κυήσασα.
Χαρᾶς μου τὴν καρδίαν, πλήρωσον, Παρθένε, ἡ τῆς χαρᾶς δεξαμένη τὸ πλήρωμα, τῆς ἁμαρτίας τὴν λύπην, ἐξαφανίσασα.
Λιμὴν καὶ προστασία, τῶν σοὶ προσφευγόντων, γενοῦ Παρθένε, καὶ τεῖχος ἀκράδαντον, καταφυγή τε καὶ σκέπη, καὶ ἀγαλλίαμα.
Δόξα...
Φωτός σου ταῖς ἀκτῖσι, λάμπρυνον, Παρθένε, τὸ ζοφερὸν τῆς ἀγνοίας διώκουσα, τοὺς εὐσεβῶς Θεοτόκον, σὲ καταγγέλλοντας.
Καὶ νῦν...
Κακώσεως ἐν τόπῳ, τῷ τῆς ἀσθενείας, ταπεινωθέντα, Παρθένε, θεράπευσον, ἐξ ἀρρωστίας εἰς ῥῶσιν, μετασκευάζουσα.
ᾨδὴ θ'
«Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος, ἔδειξεν ἄφλεκτος, καὶ νῦν καθ᾿ ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν».
Νέμει σοι ζωὴν ἀκήρατον, ἡ ἀρχικὴ Τριάς, ἣν ἐθεολόγησας, δεξαμένη σου, τὰ δι᾿ αὐτὴν ἀγωνίσματα, καὶ τὰ δόγματα, καὶ τὰ παλαίσματα· ᾗ νῦν Πάτερ παρέστης, ὑπὲρ τοῦ κόσμου πρέσβυς ἄριστος.
Αἴγλῃ τριφεγγοῦς λαμπρότητος, τῆς ἐκ μιᾶς προερχομένης θεότητος, ἐλλαμπόμενος, ἱερομύστα Γρηγόριε, τοὺς ὑμνοῦντάς σε πίστει περίσῳζε, καὶ τῇ τῶν σῶν δογμάτων, θεολογίᾳ φωταγώγησον.
Δρόμον τὸν καλὸν τετέλεκας, τῆς ἀρχικῆς Τριάδος ὑπεραγωνισάμενος, καὶ θεώσεως, ὡς θεολόγος τετύχηκας, καὶ τοῦ θείου σου πόθου πληρώσεως, μετείληφας ἀξίως, Ἐκκλησιῶν ἡ σεμνοπρέπεια.
Θεοτοκίον
Ὢ τοῦ φοβεροῦ σου θαύματος! σὺ γὰρ Παρθένε Θεοτόκε μυστήριον, τὸ πρὸ γενεῶν, καὶ πρὸ αἰώνων ἀπὸκρυφον, ἐν Θεῷ τῷ τὰ σύμπαντα κτίσαντι, τεκοῦσα Θεὸν Λόγον, ἀνερμηνεύτως ἐφανέρωσας.
Ἕτερος Κανὼν
Ὁ Εἱρμὸς
«Ὁ τὸν ἄνω βυθὸν τῆς θείας ἀκαταληψίας, εὐσεβῶς ἀνανηξάμενος, καὶ τὸν νοῦν ὡς ἐκ πέτρας ἀπεριλήπτου, τῆς θεαρχικῆς ἀπαιωρήσας Τριάδος, παμμακάριστε Πάτερ, σὲ μεγαλύνομεν».
Ὁ τὸ εὐτελὲς ἔνδυμα, τοῦ νομικοῦ περιρρήξας γράμματος, καὶ τὸ ἐν αὐτῷ θεῖον κάλλος, καὶ μυστικὸν τῶν θείων τοῦ Πνεύματος, ἡμῖν ἀναπτύξας Γραφῶν, παμμακάριστε Πάτερ, σὲ μεγαλύνομεν.
Ὁ ταῖς ἄνω χορείαις, συναρίθμιος ὑπάρχων, Ὅσιε Πάτερ (καὶ γὰρ σὺν αὐταῖς, εἰς αἰῶνα συναγελάζῃ ) · ὑπὲρ τῆς σῆς Ποίμνης, τὰς ἐντεύξεις ποιοῦ πρὸς Θεόν. Παμμακάριστε Πάτερ, σὲ μεγαλύνομεν.
Ὁ τὰ θεῖα μαθών, ἐκ θείας καὶ ὑπὲρ νοῦν ἐπιπνοίας, Ὅσιε Πάτερ, καὶ πρὸς τὴν αὐτῶν, μυστικῶς ἀποτελεσθεὶς ἀδίδακτον ἕνωσιν, ἀσχέτῳ σου ἔρωτι, παμμακάριστε Πάτερ, σὲ μεγαλύνομεν.
Θεοτοκίον
Σὺ χωρίον Ἁγνή, τῆς θείας ἀπεριληψίας, ὑπὲρ φύσιν ἐχρημάτισας, ὡς Θεῷ τὴν σάρκα δανεισαμένη, τῷ σοῦ τὴν παρθενικήν, μὴ διαρρήξαντι μήτραν, ἐν τῷ τίκτειν ἀσπόρως, σὲ μεγαλύνομεν.
Καταβασίες
Ἦχος γ’.
Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσέ ποτε· ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι· ᾌσωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται.
Ὠδὴ γ’.
Τὸ στερέωμα, τῶν ἐπὶ Σοὶ πεποιθότων, στερέωσον Κύριε, τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω, τῷ τιμίῳ Σου αἵματι.
Ὠδὴ δ’.
Ἐκάλυψεν οὐρανούς, ἡ ἀρετή Σου Χριστέ· τῆς κιβωτοῦ γὰρ προελθών, τοῦ ἁγιάσματός Σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης Σου, ὤφθης ὡς βρέφος, ἀγκαλοφορούμενος· καὶ ἐπληρώθη τὰ πάντα τῆς Σῆς αἰνέσεως.
Ὠδὴ ε’.
Ὡς εἶδεν Ἡσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπηρμένῳ Θεόν, ὑπ’ ἀγγέλων δόξης δορυφορούμενον, Ὢ τάλας ἐβόα ἐγώ! πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.
Ὠδὴ ς’.
Ἐβόησέ Σοι, ἰδὼν ὁ πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη· Ἐκ Θεοῦ, Χριστέ, Σὺ Θεός μου.
Ὠδὴ ζ’.
Σὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ ἀκηράτῳ ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελῳδοῦντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.
Ὠδὴ η’.
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείᾳ προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον· Εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις τιμώντες μεγαλύνωμεν.
Ήχος γ’
Μεγαλύνει η ψυχή μου τόν Κύριον, καί ηγαλλίασε τό πνεύμά μου επί τώ Θεώ τώ σωτήρί μου.
· Τήν Τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.
Ότι επέβλεψεν επί τήν ταπείνωσιν τής δούλης αυτού, ιδού γάρ από τού νύν μακαριούσί με πάσαι γενεαί,
· Τήν Τιμιωτέραν τών Χερουβείμ...
Ότι εποίησέ μοι μεγαλεία ο Δυνατός, καί άγιον τό όνομα αυτού, καί τό έλεος αυτού εις γενεάν, καί γενεάν τοίς φοβουμένοις αυτόν.
· Τήν Τιμιωτέραν τών Χερουβείμ...
Εποίησε κράτος εν βραχίονι αυτού, διεσκόρπισεν υπερηφάνους διανοία καρδίας αυτών.
· Τήν Τιμιωτέραν τών Χερουβείμ...
Καθείλε δυνάστας από θρόνων, καί ύψωσε ταπεινούς, πεινώντας ενέπλησεν αγαθών, καί πλουτούντας εξαπέστειλε κενούς.
· Τήν Τιμιωτέραν τών Χερουβείμ...
Αντελάβετο Ισραήλ παιδός αυτού, μνησθήναι ελέους, καθώς ελάλησε πρός τούς πατέρας ημών, τώ Αβραάμ, καί τώ σπέρματι αυτού έως αιώνος.
ΚΑΤΑΒΑΣΙΑ
Θεοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν, σκέπε φρούρει φύλαττε, τοὺς ἐλπίζοντας εἰς Σέ.
Ἐν νόμου σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί· πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ μεγαλύνομεν.
Ἐξαποστειλάριον
Τοῖς Μαθηταῖς
Μονάδα τρισυπόστατον, καὶ Τριάδα τελείαν, ἐν μιᾷ τῇ θεότητι, πάνσοφε Θεολόγε, ἐδίδαξας προσκυνεῖσθαι, φῶς εἰπὼν τὸν Πατέρα, καὶ τὸν Υἱὸν φῶς αὖθις τε, φῶς τὸ Ἅγιον Πνεῦμα· ἀλλὰ ἓν φῶς, ἀμερὲς ἀσύγχυτον· εἷς Θεὸς γάρ, τρανῶν τὸ ὁμοούσιον, ὦ Γρηγόριε μάκαρ.
Ἕτερον ὅμοιον
Ὑψηγορίᾳ χρώμενος, σῶν δογμάτων πανσόφως, τρανῶς ἐθεολόγησας, τὸ ἀπόρρητον βάθος, τῶν τοῦ Χριστοῦ μυστηρίων, ἄθλους τε τῶν Ἁγίων, καὶ βίους ἐρρητόρευσας, ὦ Γρηγόριε μάκαρ· καὶ νῦν Θεός, ἐν μεθέξει πέλων τῇ πρὸς τὸ θεῖον, σώζοις κἀμέ καὶ δέχοιο, σαῖς σκηναῖς Θεολόγε.
Θεοτοκίον ὅμοιον
Μετὰ τῆς Θεομήτορος, καὶ Παρθένου Μαρίας, καὶ Βασιλείου πάνσοφε, παρεστως τοῦ Μεγάλου, τῇ ἀπροσίτῳ Τριάδι, τὴν εἰρήνην τῷ κόσμῳ, τῷ Βασιλεῖ τὰ τρόπαια, καὶ ἡμῖν σωτηρίαν, πρέσβευε, νῦν τοῖς ἀνευφημοῦσί σε Θεολόγε, Ἀρχιερεῦ Γρηγόριε, Ῥῆτορ τῆς Ἐκκλησίας.
Αἶνοι Ἦχος δ'
ΨΑΛΜΟΣ ΡΜΗ' (148)
--Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὺτὸν ἐν τοῖς ὑψἰστοις· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
--Αἰνεῖτε αὐτὸν πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
1. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Ἦχος δ'
Ὁ ἐξ ὑψίστου κληθεὶς
Διατεμὼν τὸν τοῦ γράμματος σὺ γνόφον, εἰσέδυς τῷ πνεύματι πρὸς φῶς ὑπέρτερον· καὶ τὴν ἐκεῖθεν δεξάμενος, φωτοχυσίαν, θεολογίας πάντας ἐπλούτισας, Γρηγόριε πάνσοφε, τῆς Ἐκκλησίας φωστήρ· ταῖς ἀστραπαῖς δὲ τῶν λόγων σου, σκοτώδη νέφη, τὰ τῶν αἱρέσεων ἀπεμείωσας· ὅθεν αὐλίζῃ ἔνθα ἦχος, ἑορταζόντων Ἀγγέλοις συνόμιλος, ἱκετεύων ἀπαύστως τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
2. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Ὁ Θεολόγος ὁ δεύτερος καὶ μύστης, τῆς θείας ἐλλάμψεως, ὁ τῆς Τριάδος φαιδρός, ὑπογραφεὺς ὁ τὴν ἄρρητον, καὶ θείαν φύσιν, ὑπερφυῶς διδάσκων Γρηγόριε· καὶ νῦν τηλαυγέστερον, ἐπαπολαύων Θεοῦ, τῶν σὲ τιμώντων μνημόνευε, καὶ ὑπερμάχει, τῆς Ἐκκλησίας, ἣν συνεκρότησας· σοῦ γὰρ ὁ φθόγγος ἐπὶ πάντα, τῆς οἰκουμένης διῆλθε τὰ πέρατα, ἐκδιδάσκων δοξάζειν, τὴν Τριάδα ὁμοούσιον.
3. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Γεωπονήσας τῇ γλώσσῃ Θεηγόρε, καρδίας ταῖς αὔλαξι σπόρον τὸν ἔνθεον, θεολογίας ἐπλούτισας, τῆς ἀνωτάτω, τῆς Ἐκκλησίας ἄπαν τὸ πλήρωμα· ἐντεῦθεν ζιζάνια πυρὶ τοῦ Πνεύματος, τὰ τῶν αἱρέσεων ἔφλεξας, φιλοσοφίας, τῆς θεϊκῆς τρεφόμενος ἔρωτι, Πάτερ Πατέρων, καὶ Ποιμὴν Ποιμένων καὶ δόξα Πιστῶν, Ἱερέων φωστήρ, οἰκουμένης τὸ κλέος, παμμακάριστε Γρηγόριε.
4. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Τῷ τῆς σοφίας κρατῆρι προσπελάσας, τὸ τίμιον στόμα σου, Πάτερ Γρηγόριε, θεολογίας ἐξήντλησας, τὸ θεῖον νᾶμα, καὶ τοῖς πιστοῖς ἀφθόνως μετέδωκας· αἱρέσεων ἔφραξας, ῥοῦν τὸν ψυχόλεθρον, τὸν βλασφημίας ἀνάμεστον, ὡς κυβερνήτην· εὗρε καὶ γὰρ σε Πνεῦμα τὸ Ἅγιον, ἀποσοβοῦντα καὶ ἐλαύνοντα, ὡς ἀνέμων πνοάς, δυσσεβῶν τὰς ὁρμάς, ἐν Μονάδι οὐσίας, τὴν Τριάδα καταγγέλλοντα.
Δόξα... Ἦχος α' Ἀνατολίου
Τὴν λύραν τοῦ Πνεύματος, τὸ τῶν αἱρέσεων θέριστρον, καὶ ὀρθοδόξων ἥδυσμα, τὸν δεύτερον Ἐπιστήθιον, τὸν τοῦ Λόγου αὐτόπτην, τοῖς δόγμασι γενόμενον, τὸν σοφόν Ἀρχιποίμενα, τῆς Ἐκκλησίας τὰ θρέμματα, θεολογικοῖς ὕμνοις προσείπωμεν. Σὺ εἶ ὁ Ποιμὴν ὁ καλός, ὁ δοὺς σεαυτὸν Γρηγόριε, ὡς ὁ Διδάσκαλος Χριστός, ὑπὲρ ἡμῶν, καὶ σὺν Παύλῳ χορεύεις, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον
Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἀγνῶν λαγόνων σου, σωθῆναι ἡμᾶς Παναγία Παρθένε.
ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ
Δόξα σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ, καί επί γής ειρήνη, εν ανθρώποις ευδοκία.
Υμνούμέν σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν μεγάλην σου δόξαν.
Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, καί Άγιον Πνεύμα,
Κύριε ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο αίρων τήν αμαρτίαν τού κόσμου, ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.
Πρόσδεξαι τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον ημάς.
Ότι σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.
Καθ' εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου εις τόν αιώνα, καί εις τόν αιώνα τού αιώνος.
Καταξίωσον, Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους φυλαχθήναι ημάς.
Ευλογητός εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον τό όνομά σου εις τούς αιώνας. Αμήν.
Γένοιτο, Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σέ.
Ευλογητός εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').
Κύριε, καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι ήμαρτόν σοι.
Κύριε, πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου.
Ότι παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.
Παράτεινον τό έλεός σου τοίς γινώσκουσί σε.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ γ').
Δόξα... Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.
Ἀπολυτίκιον Ἦχος α'
Ὁ ποιμενικὸς αὐλὸς τῆς θεολογίας σου, τὰς τῶν ῥητόρων ἐνίκησε σάλπιγγας· ὡς γὰρ τὰ βάθη τοῦ Πνεύματος ἐκζητήσαντι, καὶ τὰ κάλλη τοῦ φθέγματος προσετέθη σοι· Ἀλλὰ πρέσβευε Χριστῷ τῷ Θεῷ, Πάτερ Γρηγόριε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Είς την λειτουργίαν
ΑΝ Τ Ι Φ Ω Ν Α
Ήχος β΄
Στίχ. α'. Ευλόγει η ψυχή μου, τόν Κύριον, καί πάντα τά εντός μου τό όνομα τό άγιον αυτού.
Ταίς πρεσβείαις τής Θεοτόκου, Σώτερ σώσον ημάς.
Στίχ. β'. Ευλόγει, η ψυχή μου, τόν Κύριον, καί μή επιλανθάνου πάσας τάς ανταποδόσεις αυτού.
Ταίς πρεσβείαις τής Θεοτόκου...
Στίχ. γ'. Κύριος εν τώ ουρανώ ητοίμασε τόν θρόνον αυτού, καί η Βασιλεία αυτού πάντων δεσπόζει.
Ταίς πρεσβείαις τής Θεοτόκου...
Δόξα... Καί νύν...
Ταίς πρεσβείαις τής Θεοτόκου...
Β΄. Ήχος β'
Στίχ. α'. Αίνει, η ψυχή μου, τόν Κύριον, αινέσω Κύριον εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.
Σώσον ημάς, Υιέ Θεού, ο εν Αγίοις θαυμαστός, ψάλλοντάς σοι. Αλληλούια.
Στίχ. β'. Μακάριος, ού ο Θεός Ιακώβ βοηθός αυτού, η ελπίς αυτού επί Κύριον τόν Θεόν αυτού.
Σώσον ημάς, Υιέ Θεού, ο εν Αγίοις θαυμαστός...
Στίχ. γ'. Βασιλεύσει Κύριος εις τόν αιώνα, ο Θεός σου, Σιών, εις γενεάν καί γενεάν.
Σώσον, ημάς, Υιέ Θεού, ο εν Αγίοις θαυμαστός...
Δόξα... Καί νύν...
Ο Μονογενής Υιός και Λόγος του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν σωτηρίαν σαρκοθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας, σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της Αγίας Τριάδος, συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.
Ἀπολυτίκιον Ἦχος α'
Ὁ ποιμενικὸς αὐλὸς τῆς θεολογίας σου, τὰς τῶν ῥητόρων ἐνίκησε σάλπιγγας· ὡς γὰρ τὰ βάθη τοῦ Πνεύματος ἐκζητήσαντι, καὶ τὰ κάλλη τοῦ φθέγματος προσετέθη σοι· Ἀλλὰ πρέσβευε Χριστῷ τῷ Θεῷ, Πάτερ Γρηγόριε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εισοδικόν
Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ. Σώσον ημάς, Υιέ Θεού, ο εν αγίοις θαυμαστός, ψάλλοντάς σοι Αλληλούϊα
Ἀπολυτίκιον Ἦχος α'
Ὁ ποιμενικὸς αὐλὸς τῆς θεολογίας σου, τὰς τῶν ῥητόρων ἐνίκησε σάλπιγγας· ὡς γὰρ τὰ βάθη τοῦ Πνεύματος ἐκζητήσαντι, καὶ τὰ κάλλη τοῦ φθέγματος προσετέθη σοι· Ἀλλὰ πρέσβευε Χριστῷ τῷ Θεῷ, Πάτερ Γρηγόριε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Του ναού…
Κοντάκιον Ήχος α'
Ο μήτραν παρθενικήν αγιάσας τώ τόκω σου, καί χείρας τού Συμεών ευλογήσας ως έπρεπε, προφθάσας καί νύν έσωσας ημάς Χριστέ ο Θεός. Αλλ' ειρήνευσον εν πολέμοις τό πολίτευμα, καί κραταίωσον Βασιλείς ούς ηγάπησας, ο μόνος φιλάνθρωπος.
Τό Τρισάγιον...
ΑΠΟΣΤΟΛΟΣ
Προκείμενον.Ήχος α’. ( Ψαλμός μη’ ).
Το στόμα μου λαλήσει σοφίαν και η μελέτη της καρδίας μου σύνεσιν.
Στίχ. Ακούσατε ταύτα πάντα τα έθνη
Προς Εβραίους Επιστολής Παύλου το Ανάγνωσμα.
Αδελφοί, τοιοῦτος γὰρ ἡμῖν ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος, ὃς οὐκ ἔχει καθ' ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας. Ό νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν, ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον.
Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις, τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος.
Ευαγγέλιον
«᾿Εγώ εἰμι ἡ θύρα» (᾿Ιω. ι΄ 9-16).
Είς το Εξαιρέτως... Άξιον Εστί
Κοινωνικὸν
Εἰς μνημόσυνον αἰώνιον ἔσονται Δίκαιοι. Ἀλληλούια.
Βιβλιογραφία:
1. analogion.gr/glt/
2. ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΙΣ
ΤΩΝ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ
ΕΤΟΥΣ 2012
ΑΠΟΣΤΟΛΟΥ Ε. ΠΑΠΑΧΡΗΣΤΟΥ
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου