Παρασκευή 17 Φεβρουαρίου 2012

† Ακολουθία είς μνήμην πάντων τῶν ἀπ᾿ αἰῶνος κεκοιμημένων ὀρθοδόξων χριστιανῶν


18-2-2012

«Μνήμη πάντων τῶν ἀπ᾿ αἰῶνος κε­κοι­­μη­μένων ὀρθοδόξων χριστιανῶν». Λέοντος πάπα ῾Ρώ­μης (†461), ᾿Αγαπητοῦ ἐπι­σκόπου Σινάου τοῦ ὁμολογητοῦ (δ΄ αἰ.). (Τυπικὸν Τριῳδίου §§7-9· τὰ σχετικὰ τοῦ β΄ ἤχου μαρ­τυρικά, καθίσματα κ.λπ. ζήτει ἐν τέλει τοῦ Τριῳδίου.)


 
Εἰς τὸν ἑσπερινόν

 «Εὐλογητὸς ὁ Θεός»,

 Ἀμήν. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

        Ευλόγει η ψυχή μου, τόν Κύριον· Κύριε ο Θεός μου εμεγαλύνθης σφοδρα.
Εξομολόγησιν καί μαγαλοπρέπειαν ενεδύσω, αναβαλλόμενος φώς ως ιμάτιον.
Εκτείνων τον ουρανόν ωσεί δέρριν, ο στεγάζων εν ύδασιν τά υπερώα αυτού.
Ο τιθείς νέφη τήν επίβασιν αυτού, ο περιπατών επί πτερύγων ανέμων.
Ο ποιών τούς Αγγέλους αυτού πνεύματα, καί τούς λειτουργούς αυτού πυρός φλόγα.
Ο θεμελιών τήν γήν επί τήν ασφάλειαν αυτής, ου κλιθήσεται εις τόν αιώνα τού αιώνος.
Άβυσσος ως ιμάτιον το περιβόλαιον αυτού, επί τών ορέων στήσονται ύδατα.
Από επιτιμήσεώς σου φεύξονται, από φωνής βροντής σου δειλιάσουσιν.
Αναβαίνουσιν όρη, καί καταβαίνουσι πεδία εις τόπον, όν εθεμελίωσας αυτά.
Όριον έθου, ό ου παρελεύσονται, ουδέ επιστρέψουσι καλύψαι την γήν.
Ο εξαποστέλλων πηγάς εν φάραγξιν, ανάμεσον τών ορέων διελεύσονται ύδατα.
ποτιούσι πάντα τά θηρία τού αγρού, προσδέξονται όναγροι εις δίψαν αυτών.
Επ' αυτά τά πετεινά τού ουρανού κατασκηνώσει· εκ μέσου τών πετρών δώσουσι φωνήν.
Ποτίζων όρη εκ τών υπερώων αυτού· από καρπού τών έργων σου χορτασθήσεται η γή.
Ο εξανατέλλων χόρτον τοίς κτήνεσι, καί χλόην τή δουλεία τών ανθρώπων.
Τού εξαγαγείν άρτον εκ τής γής· καί οίνος ευφραίνει καρδίαν ανθρώπου.
Τού ιλαρύναι πρόσωπον εν ελαίω· κα ί άρτος καρδίαν ανθρώπου στηρίζει.
Χορτασθήσεται τα ξύλα τού πεδίου, αι κέδροι τού Λιβάνου, άς εφύτευσας.
Εκεί στρουθία εννοσσεύσουσι, τού ερωδιού η κατοικία ηγείται αυτών.
Όρη τά υψηλά ταίς ελάφοις, πέτρα καταφυγή τοίς λαγωοίς.
Εποίησε σελήνην εις καιρούς· ο ήλιος έγνω τήν δύσιν αυτού.
Έθου σκότος, καί εγένετο νύξ· εν αυτή διελεύσονται πάντα τά θηρία τού δρυμού.
Σκύμνοι ωρυόμενοι τού αρπάσαι, καί ζητήσαι παρά τώ Θεώ βρώσιν αυτοίς.
Ανέτειλεν ο ήλιος, καί συνήχθησαν, καί εις τάς μάνδρας αυτών κοιτασθήσονται.
Εξελεύσεται άνθρωπος επί τό έργον αυτού, καί επί τήν εργασίαν αυτού έως εσπέρας.
Ως εμεγαλύνθη τά έργα σου, Κύριε· πάντα εν σοφία εποίησας· επληρώθη η γή τής κτίσεώς σου.
Αύτη η θάλασσα η μεγάλη καί ευρύχωρος· εκεί ερπετά ών ουκ έστιν αριθμός, ζώα μικρά μετά μεγάλων.
Εκεί πλοία διαπορεύονται· δράκων ούτος, όν έπλασας εμπαίζειν αυτή.
Πάντα πρός σέ προσδοκώσι, δούναι τήν τροφήν αυτών  εις εύκαιρον· δόντος σου αυτοίς συλλέξουσιν.
Ανοίξαντός σου τήν χείρα, τά σύμπαντα πλησθήσονται χρηστότητος· αποστρέψαντος δέ σου τό πρόσωπον, ταραχθήσονται.
Αντανελείς τό πνεύμα αυτών, καί εκλείψουσι, και εις τόν χούν αυτών επιστρέψουσιν.
Εξαποστελείς τό πνεύμα σου, καί κτισθήσονται, καί ανακαινιείς τό πρόσωπον τής γής.
Ήτω η δόξα Κυρίου εις τούς αιώνας· ευφρανθήσεται Κύριος επί τοίς έργοις αυτού.
Ο επιβλέπων επί τήν γήν, καί ποιών αυτήν τρέμειν· ο απτόμενος τών ορέων, και καπνίζονται.
Άσω τώ Κυρίω εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.
Ηδυνθείη αυτώ η διαλογή μου, εγώ δέ ευφρανθήσομαι επί τώ Κυρίω.
Εκλείποιεν αμαρτωλοί από τής γής, καί άνομοι, ώστε μη υπάρχειν αυτούς. Ευλόγει, η ψυχή μου, τον Κύριον.

Καί πάλιν
Ο ήλιος έγνω τήν δύσιν αυτού· έθου σκότος, καί εγένετο νύξ.
Ως εμεγαλύνθη τά έργα σου, Κύριε· πάντα εν σοφία εποίησας.

Δόξα... Καί νύν ...
Αλληλούϊα, Αλληλούϊα, Αλληλούϊα. Δόξα σοι ο Θεός (εκ γ').
Η ελπίς ημών, Κύριε, δόξα σοι.

καὶ τὰ εἰρηνικά.

Ἦχος   β’

Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.
Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.
Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.
Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.
Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.
Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.
Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.

Ψαλμὸς ρμα’ (141)
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.
Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.
Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
Ἐκέκραξα πρὸς σέ, Κύριε εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.
Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.
Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.
Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.
Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.
Ψαλμὸς 129
Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.
Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

Στιχηρὰ Μαρτυρικὰ
Ἦχος β'
Οἱ τὴν ἐπίγειον ἀπόλαυσιν μὴ ποθήσαντες, Ἀθλοφόροι, οὐρανίων ἀγαθῶν ἠξιώθησαν, καὶ Ἀγγέλων συμπολῖται γεγόνασι, Κύριε πρεσβείαις αὐτῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.  

Τῶν ἁγίων Μαρτύρων πρεσβευόντων ὑπὲρ ἡμῶν, καὶ τὸν Χριστὸν ὑμνούντων, πᾶσα πλάνη πέπαυται, καὶ τῶν ἀνθρώπων τὸ γένος, πίστει διασῴζεται.

Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Χοροὶ Μαρτύρων ἀντέστησαν, τοῖς τυράννοις λέγοντες· Ἡμεῖς στρατευόμεθα τῷ Βασιλεῖ τῶν δυνάμεων, εἰ καὶ πυρὶ καὶ βασάνοις ἀναλώσετε ἡμᾶς, οὐκ ἀρνούμεθα τῆς Τριάδος τὴν δύναμιν.

Στίχ.Ότι παρά τώ Κυρίω τό έλεος καί πολλή παρ' αυτώ λύτρωσις' καί αυτός λυτρώσεται τόν Ισραηλ εκ πασών τών ανομιών αυτού.
  
 Στιχηρὰ 
Ἦχος πλ. δ'
Ὁ ἐν Ἐδὲμ Παράδεισος
Τῶν ἀπ' αἰῶνος σήμερον νεκρῶν, ἁπάντων κατ' ὄνομα, μετὰ πίστεως ζησάντων εὐσεβῶς, μνήμην τελοῦντες οἱ πιστοί, τὸν Σωτῆρα καὶ Κύριον, ἀνυμνήσωμεν, αἰτοῦντες ἐκτενῶς, τούτους ἐν ὥρᾳ τῆς κρίσεως, ἀπολογίαν ἀγαθήν, δοῦναι αὐτῷ τῷ Θεῷ ἡμῶν, τῷ πᾶσαν κρίνοντι τὴν γῆν, τῆς δεξιᾶς αὐτοῦ παραστάσεως τυχόντας ἐν χαρᾷ, ἐν μερίδι Δικαίων, καὶ ἐν Ἁγίων κλήρῳ φωτεινῷ, καὶ ἀξίους γενέσθαι, τῆς οὐρανίου βασιλείας αὐτοῦ.
                   
Στίχ.αινείτε τόν κύριον πάντα τά έθνη επαινέσατε αυτόν πάντες οι λαοί.

 Ὁ τῷ οἰκείῳ αἵματι Σωτήρ, βροτοὺς ἐκπριάμενος, καὶ θανάτῳ σου, θανάτου τοῦ πικροῦ, ἐκλυτρωσάμενος ἡμᾶς, καὶ ζωὴν τὴν αἰώνιον, παρασχὼν τῇ ἀναστάσει σου ἡμῖν, πάντας ἀνάπαυσον Κύριε, τοὺς κοιμηθέντας εὐσεβῶς, ἢ ἐν ἐρήμοις, ἢ πόλεσιν, ἢ ἐν θαλάσσῃ, ἢ ἐν γῇ, ἢ ἐν παντὶ τόπῳ, βασιλεῖς τε, ἱερεῖς, ἀρχιερεῖς, μοναστὰς καὶ μιγάδας, ἐν ἡλικίᾳ πάσῃ παγγενεῖ, καὶ ἀξίωσον αὐτούς, τῆς οὐρανίου βασιλείας σου.



Στίχ.Ότι εκραταιώθη τό έλεος αυτού εφ' ημάς, καί η αλήθεια τού κυρίου μένει εις τόν αιώνα
 Τῇ ἐκ νεκρῶν ἐγέρσει σου Χριστέ, οὐκέτι θάνατος, κυριεύει τῶν θανόντων εὐσεβῶς· διὸ αἰτοῦμεν ἐκτενῶς, τοὺς σοὺς δούλους ἀνάπαυσον, ἐν αὐλαῖς σου, καὶ ἐν κόλποις Ἀβραάμ, τοὺς ἐξ, Ἀδὰμ μέχρι σήμερον, λατρεύσαντάς σοι καθαρῶς, πατέρας καὶ ἀδελφοὺς ἡμῶν, φίλους ὁμοῦ καὶ συγγενεῖς, ἅπαντα ἄνθρωπον, τὰ τοῦ βίου λειτουργήσαντα πιστῶς, καὶ πρὸς σὲ μεταστάντα, πολυειδῶς, καὶ πολυτρόπως Θεός, καὶ ἀξίωσον τούτους, τῆς οὐρανίου βασιλείας σου.
Δόξα... Ἦχος πλ. δ'

Θρηνῶ καὶ ὀδύρομαι, ὅταν ἐννοήσω τὸν θάνατον, καὶ ἴδω ἐν τοῖς τάφοις κειμένην τὴν κατ' εἰκόνα Θεοῦ, πλασθεῖσαν ἡμῖν ὡραιότητα, ἄμορφον, ἄδοξον, μὴ ἔχουσαν εἶδος. Ὢ τοῦ θαύματος! τί τὸ περὶ ἡμᾶς, τοῦτο γέγονε μυστήριον; Πῶς παρεδόθημεν τῇ φθορᾷ; πῶς συνεζεύχθημεν τῷ θανάτῳ; Ὄντως Θεοῦ προστάξει, ὡς γέγραπται, τοῦ παρέχοντος τοῖς μεταστᾶσι τὴν ἀνάπαυσιν.

Καὶ νῦν Θεοτοκίον Ἦχος β'
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω Παρθένος ἔτεκες, καὶ Παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.
ΑΝΕΥ ΕΙΣΟΔΟΥ

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

ἀντὶ τοῦ προ­κειμένου τῆς ἡμέρας

Ἦχος πλ. δ'
Ἀλληλούϊα γ'

Στίχ. Μακάριοι οὓς ἐξελέξω, καὶ προσελάβου, Κύριε.

Ἀλληλούϊα γ'

Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.

Ἀλληλούϊα γ'

Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισον μὲ τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων. Ἀμήν.

Ἀπόστιχα
Ἦχος  β'
 Μαρτυρικὰ
Ὑπὲρ Χριστοῦ παθόντες μέχρι θανάτου, ὦ ἀθλοφόροι Μάρτυρες, ψυχὰς μὲν ἔχετε εἰς οὐρανοὺς ἐν χειρὶ Θεοῦ, καὶ κατὰ Κόσμον ὅλον δορυφορεῖται ὑμῶν τὰ λείψανα, Ἱερεῖς καὶ βασιλεῖς προσκυνοῦσι, καὶ λαοὶ πάντες ἐπαγαλλόμενοι, συνήθως βοῶμεν· Ὕπνος τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τῶν Ὁσίων αὐτοῦ.
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ, εὐλογητὸς ὁ Θεός.
 Τὸν Σταυρὸν τοῦ Χριστοῦ λαβόντες οἱ ἅγιοι Μάρτυρες, ὅπλον ἀκαταγώνιστον, πᾶσαν τοῦ Διαβόλου τὴν ἰσχὺν κατήργησαν, καὶ λαβόντες στέφος οὐράνιον, τεῖχος ἡμῖν γεγόνασιν, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύοντες.

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος, πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.
 Τῶν Ἁγίων σου τὰ πλήθη, δυσωποῦσί σε Χριστέ· Ἐλέησον ἡμᾶς, ὡς φιλάνθρωπος.
Στίχ. ᾿Εκέκραξαν οἱ δίκαιοι, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν

Πᾶσα πόλις καὶ χώρα, τιμᾷ ὑμῶν τὰ λείψανα, ὦ ἀθλοφόροι Μάρτυρες· ὑμεῖς γὰρ νομίμως ἀθλήσαντες, στέφανον οὐράνιον ἐλάβετε· διὰ τοῦτο Ἱερέων ἐστὲ τὸ καύχημα, Βασιλέων τὸ νῖκος, Ἐκκλησιῶν ἡ εὐπρέπεια.

Δόξα... Ἦχος πλ. β'
Ἀρχή μοι καὶ ὑπόστασις, τὸ πλαστουργόν σου γέγονε πρόσταγμα· βουληθεὶς γὰρ ἐξ ἀοράτου τε καὶ ὁρατῆς με ζῷον συμπῆξαι φύσεως, γῆθέν μου τὸ σῶμα διέπλασας, δέδωκας δέ μοι ψυχήν, τῇ θείᾳ σου καὶ ζωοποιῷ ἐμπνεύσει· διὸ Σωτὴρ τοὺς δούλους σου, ἐν χώρᾳ ζώντων, ἐν σκηναῖς Δικαίων ἀνάπαυσον.
Καὶ νῦν... Θεοτοκίον
Πρεσβείαις τῆς Τεκούσης σε, Χριστὲ καὶ τῶν Μαρτύρων σου, Ἀποστόλων, Προφητῶν, Ἱεραρχῶν, Ὁσίων, καὶ Δικαίων, καὶ πάντων τῶν Ἁγίων, τοὺς κοιμηθέντας δούλους σου ἀνάπαυσον.

Μετὰ τὸ «Νῦν ἀπολύεις» οἱ χοροὶ ψάλ­λουν...


Κανών εις Κοιμηθέντας, ού η Ακροστιχίς.
Έκτον προσαυδώ τοίς απελθούσι μέλος.
Ποίημα Θεοφάνους.

Α΄ ωδή.Ο Ειρμός
Ως εν ηπείρω πεζεύσας ο Ισραήλ, εν αβύσσω, ίχνεσι, τόν διώκτην Φαραώ, καθορών ποντούμενον, Θεώ επινίκιον ωδήν, εβόα άσωμεν.

Στίχ. Πρεσβείαις τών Μαρτύρων σου ανάπαυσον, Κύριε, τάς ψυχάς τών δούλων σου.

Εν ουρανίοις θαλάμοις διηνεκώς, οι γενναίοι Μάρτυρες, δυσωπούσί σε Χριστέ. Ούς εκ γής μετέστησας πιστούς, αιωνίων αγαθών, τυχείν αξίωσον.

Στίχ. Αί ψυχαί αυτών εν αγαθοίς αυλισθήσονται.

Κατακοσμήσας τά πάντα ζώον μικτόν, μέσον με τόν άνθρωπον, ταπει νότητος ομού, καί μεγέθους έπλασας, διό, τάς τών δούλων σου ψυχάς, Σώτερ ανάπαυσον.

Δόξα…

Τού παραδείσου πολίτην καί γεωργόν, κατ' αρχάς με έταξας, παραβάντα δέ τήν σήν, εντολήν εξώρισας, διό, τάς τών δούλων σου ψυχάς, Σώτερ ανάπαυσον.
Θεοτοκίον
Καί νυν

Ο εκ πλευράς διαπλάσας Εύαν το πρίν, τήν ημών προμήτορα, εξ αχράντου σου γαστρός, σάρκα περιβάλλεται δι' ής, τού θανάτου τήν Ισχύν, Αγνή διέλυσε.

                               Γ΄ ωδή.Ο Ειρμός
Ουκ έστιν Άγιος ως σύ, Κύριε ο Θεός μου, ο υψώσας τό κέρας τών πιστών σου αγαθέ, καί στερεώσας αυτούς, εν τή πέτρα τής ομολογίας σου.

Στίχ. Πρεσβείαις τών Μαρτύρων σου ανάπαυσον, Κύριε, τάς ψυχάς τών δούλων σου.

Νομίμως ήθλησαν οι σοί, Μάρτυρες ζωοδότα, καί στεφάνω τής νίκης, κοσμηθέντες παρά σού, τοίς μεταστάσι πιστοίς, αιωνίαν λύτρωσιν αιτούσί σε.

Στίχ. Αί ψυχαί αυτών εν αγαθοίς αυλισθήσονται.

Παιδεύσας πρότερον πολλοίς, τέρασι καί σημείοις, εμέ τόν πλανηθέντα, επ' εσχάτων σεαυτόν, κενώσας ως συμπαθής, καί ζητήσας εύρες καί διέσωσας.

Δόξα…
Ρεόντων άστατον φοράν, τούς πρός σέ διαβάντας, εν σκηναίς αιωνίοις, κατοικείν χαρμονικώς, αξίωσον Αγαθέ, δικαιώσας πίστει τε καί χάριτι.
Θεοτοκίον
Καί νυν
Ουκ έστιν άμεμπτος ως σύ, πάναγνε Θεομήτορ, μόνη γάρ εξ αιώνος, τόν Θεόν τόν αληθή, συνέλαβες εν γαστρί, τού θανάτου λύσαντα τήν δύναμιν.


Δ΄ ωδή.Ο Ειρμός
Χριστός μου δύναμις, Θεός καί Κύριος, η σεπτή Εκκλησία θεοπρεπώς, μέλπει ανακράζουσα, εκ διανοίας καθαράς, εν Κυρίω εορτάζουσα.

Στίχ. Πρεσβείαις τών Μαρτύρων σου ανάπαυσον, Κύριε, τάς ψυχάς τών δούλων σου.

Σοφίας μείζονος, δεικνύων γνώρισμα, καί τής περί τά δώρα πολυτελούς, Δέσποτα χρηστότητος, τάς τών Μαρτύρων χορείας, τοίς Αγγέλοις συνηρίθμησας.

Στίχ. Αί ψυχαί αυτών εν αγαθοίς αυλισθήσονται.

Αφράστου δόξης σου, τυχείν αξίωσον, τούς πρός σέ μεταστάντας, ένθα Χριστέ, τών ευφραινομένων εστίν, η κατοικία καί φωνή, καθαράς αγαλλιάσεως.

Δόξα…
Υμνούντας πρόσδεξαι, τό θείον κράτος σου, ούς εκ γής προσελάβου, τέκνα φωτός, τούτους εργαζόμενος, τής αμαρτίας τήν αχλύν, εκκαθαίρων πολυέλεε.
Θεοτοκίον
Καί νυν
Δοχείον άχραντον, Ναόν πανάμωμον, Κιβωτόν παναγίαν, παρθενικόν, τόπον αγιάσματος, σέ καλλονήν τού Ιακώβ, ο Δεσπότης εξελέξατο.

Ε΄ ωδή Ο Ειρμός
Τώ θείω φέγγει σου Αγαθέ, τάς τών ορθριζόντων σοι ψυχάς, πόθω καταύγασον δέομαι, σέ ειδέναι Λόγε Θεού, τόν όντως Θεόν, εκ ζόφου τών πταισμάτων ανακαλούμενον.

Στίχ. Πρεσβείαις τών Μαρτύρων σου ανάπαυσον, Κύριε, τάς ψυχάς τών δούλων σου.

Ως ολοκάρπωσις ιερά, καί ως απαρχή τής ανθρωπίνης οι Μάρτυρες φύσεως, τώ δεδοξασμένω προσενεχθέντες Θεώ, ημίν τήν σωτηρίαν αεί βραβεύουσι.

Στίχ. Αί ψυχαί αυτών εν αγαθοίς αυλισθήσονται.

Τής ουρανίου διαγωγής, τής διανομής τών χαρισμάτων αξίωσον Δέσποτα, τούς προκοιμηθέντας πιστούς ικέτας σου, παρέχων τών πταισμάτων τήν απολύτρωσιν.

Δόξα…

Ο μόνος φύσει ζωοποιός, τό τής αγαθότητος όντως, ανεξιχνίαστον πέλαγος, τούς τελειωθέντας, τής Βασιλείας τής σής, αξίωσον Οικτίρμον μόνε αθάνατε.
Θεοτοκίον
Καί νυν 
Ισχύς καί ύμνησις ο εκ σού, Δέσποινα τού κόσμου γεννηθείς, καί σωτηρία εγένετο τοίς απολλυμένοις, εκ τών τού Άδου πυλών, ρυόμενος τούς πίστει σε μακαρίζοντας.

Στ΄ ωδή Ο Ειρμός
Τού βίου τήν θάλασσαν, υψουμένην καθορών, τών πειρασμών τώ κλύδωνι, τώ ευδίω λιμένι σου προσδραμών, βοώ σοι. Ανάγαγε, εκ φθοράς τήν ζωήν μου πολυέλεε.

Στίχ. Πρεσβείαις τών Μαρτύρων σου ανάπαυσον, Κύριε, τάς ψυχάς τών δούλων σου.

Σταυρώ προσηλούμενος, τών Μαρτύρων τούς χορούς, πρός εαυτόν συνήγαγες, μιμουμένους το πάθος σου Αγαθέ, διό σου δεόμεθα, τούς πρός σέ μεταστάντας διανάπαυσον.

Στίχ. Αί ψυχαί αυτών εν αγαθοίς αυλισθήσονται.

Αφράστω τή δόξη σου, όταν έλθης φοβερός, κρίναι τόν κόσμον άπαντα, εν νεφέλαις ευδόκησον Λυτρωτά, φαιδρώς υπαντήσαί σοι, ούς εκ γής προσελάβου, πιστούς δούλους σου.

Δόξα…

Πηγή ζωής πέφυκας, εν ανδρεία θεϊκή, πεπεδημένους Δέσποτα, ο εξάγων τούς δούλους σου τούς πρός σέ, πιστώς εκδημήσαντας, εν τρυφή Παραδείσου κατασκήνωσον.
Θεοτοκίον
Καί νυν

Εις γήν απεστράφημεν, παραβάντες τού Θεού, τήν εντολήν τήν ένθεον, διά σού, δέ Παρθένε πρός ουρανόν, εκ γής ανυψώθημεν, τήν φθοράν τού θανάτου εκτινάξαντες.


Ζ΄ ωδή Ο Ειρμός
Δροσοβόλον μέν τήν κάμινον ειργάσατο, Άγγελος τοίς οσίοις Παισί, τούς Χαλδαίους δέ καταφλέγον, πρόσταγμα Θεού, τόν τύραννον έπεισε βοάν. Ευλογητός εί ο Θεός, ο τών Πατέρων ημών.

Στίχ. Πρεσβείαις τών Μαρτύρων σου ανάπαυσον, Κύριε, τάς ψυχάς τών δούλων σου.

Λυτρωθέντες τώ σώ αίματι οι Μάρτυρες, τής πρώτης παραβάσεως, ραντισθέντες δέ τώ ιδίω αίματι, τήν σήν σαφώς εικονίζουσι σφαγήν. Ευλογητός εί ο Θεός, ο τών Πατέρων ημών.

Στίχ. Αί ψυχαί αυτών εν αγαθοίς αυλισθήσονται.

Θρασυνόμενον τόν θάνατον ενέκρωσας, Λόγε ζωαρχικώτατε, τούς εν πίστει δέ κοιμηθέντας, πρόσδεξαι τανύν, υμνούντας καί ψάλλοντας Χριστέ. Ευλογητός εί ο Θεός, ο τών Πατέρων ημών.

Δόξα…
Ο ψυχώσας με τόν άνθρωπον φυσήματι, θείω θεαρχικώτατε, τούς μεταστάντας βασιλείας Δέσποτα τής σής, αξίωσον ψάλλειν σοι Σωτήρ. Ευλογητός εί ο Θεός, ο τών Πατέρων ημών.
Θεοτοκίον
Καί νυν 
Υπερτέρα πάσης κτίσεως Πανάμωμε, γέγονας συλλαβούσα Θεόν, τόν συντρίψαντα τού θανάτου πύλας, καί μοχλούς συνθλάσαντα, όθεν σε Αγνή, υμνολογούμεν οι πιστοί ως Θεομήτορα.


Η΄ ωδή Ο Ειρμός
Εκ φλογός τοίς Οσίοις δρόσον επήγασας, καί Δικαίου θυσίαν ύδατι έφλεξας, άπαντα γάρ δράς Χριστέ, μόνω τώ βούλεσθαι, σέ υπερυψούμεν, εις πάντας τούς αιώνας.

Στίχ. Πρεσβείαις τών Μαρτύρων σου ανάπαυσον, Κύριε, τάς ψυχάς τών δούλων σου.

Σταθερώς τούς αγώνας επιδειξάμενοι, τώ τής νίκης στεφάνω κατεκοσμήθητε, Μάρτυρες Χριστού, αθλοφόροι κραυγάζοντες. Σέ υπερυψούμεν, εις πάντας τούς αιώνας.

Στίχ. Αί ψυχαί αυτών εν αγαθοίς αυλισθήσονται.

Ιερώς τούς τόν βίον απολιπόντας πιστούς, καί πρός σέ τόν Δεσπότην μεταχωρήσαντας, δέξαι προσηνώς αναπαύων ως εύσπλαγχνος, σέ υπερυψούντας, εις πάντας τούς αιώνας.

Δόξα…
Νύν εν γή τών πραέων πάντας αυλίζεσθαι, τούς προκεκοιμημένους Σώτερ ευδόκησον, πίστει τή εις σέ, δικαιώσας καί χάριτι, σέ υπερυψούντας, εις πάντας τούς αιώνας.
Θεοτοκίον
Καί νυν 
Μακαρίζομεν πάντες σέ Παμμακάριστε, τήν τόν Λόγον τόν όντως όντα μακάριον, σάρκα δι' ημάς, γεγονότα γεννήσασαν, όν υπερυψούμεν, εις πάντας τούς αιώνας.


Θ΄ ωδή Ο Ειρμός
Θεόν ανθρώποις ιδείν αδύνατον, όν ου, τολμά Αγγέλων ατενίσαι τά τάγματα, διά σού δέ Πάναγνε, ωράθη βροτοίς, Λόγος σεσαρκωμένος, όν μεγαλύνοντες, σύν ταίς ουρανίαις Στρατιαίς, σέ μακαρίζομεν.

Στίχ. Πρεσβείαις τών Μαρτύρων σου ανάπαυσον, Κύριε, τάς ψυχάς τών δούλων σου.

Ελπίς Μαρτύρων χορούς ενεύρωσε, καί πρός τήν σήν αγάπην διαπύρως επτέρωσε, τών μελλόντων τούτοις προτυπώσασα, τήν μή σαλευομένην όντως ανάπαυσιν, ής τούς μεταστάντας Αγαθέ πιστούς αξίωσον.

Στίχ. Αί ψυχαί αυτών εν αγαθοίς αυλισθήσονται.

Λαμπράς καί θείας τυχείν ελλάμψεως, τής σής Χριστέ τούς πίστει μεταστάντας ευδόκησον, τήν εν κόλποις Αβραάμ ανάπαυσιν, μόνος ως ελεήμων, τούτοις δωρούμενος, καί τής αιωνίου αξιών μακαριότητος.

Δόξα…

Ο ών τή φύσει χρηστός καί εύσπλαγχνος, καί θελητής ελέους, ευσπλαγχνίας η άβυσσος, ούς εκ τόπου τούτου τής κακώσεως, καί σκιάς τού θανάτου Σώτερ μετέστησας ένθα καταλάμπει σου τό φώς, τούτους κατάταξον.
Θεοτοκίον
Καί νυν

Σκηνήν αγίαν Αγνή γινώσκομεν, καί Κιβωτόν καί Πλάκα σέ τού νόμου τής χάριτος, διά σού γάρ άφεσις δεδώρηται τοίς δεδικαιωμένοις, διά τού αίματος τού σωματωθέντος, εκ τής σής γαστρός Πανάμωμε.

Καί πάλιν ὁ εἰρμός Θεόν ἀνθρώποις αργῶς

Εἶτα τὸ Τρισάγιον κ.τ.λ.

Ἀπολυτίκιον
Ἦχος πλ. δ'
Ὁ βάθει σοφίας φιλανθρώπως πάντα οἰκονομῶν, καὶ τὸ συμφέρον πᾶσιν ἀπονέμων μόνε Δημιουργέ, ἀνάπαυσον Κύριε τὰς ψυχὰς τῶν δούλων σου· ἐν σοὶ γὰρ τὴν ἐλπίδα ἀνέθεντο, τῷ ποιητῇ καὶ πλάστῃ καὶ Θεῷ ἡμῶν.

Δόξα...

Ἐν σοὶ γὰρ τὴν ἐλπίδα ἀνέθεντο, τῷ ποιητῇ καὶ πλάστῃ καὶ Θεῷ ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον
Σὲ καὶ τεῖχος, καὶ λιμένα ἔχομεν, καὶ πρέσβιν εὐπρόσδεκτον, πρὸς ὃν ἔτεκες Θεόν, Θεοτόκε ἀνύμφευτε, τῶν πιστῶν ἡ σωτηρία.

Ἡ ἐκτενὴς «᾿Ελέησον ἡμᾶς, ὁ Θεός».

ΝΕΚΡΩΣΙΜΟΝ ΜΝΗΜΟΣΥΝΟΝ.

 Μετὰ τὴν ἐκφώνησιν «Ὅτι ἐλεήμων» ψάλλονται τὰ τροπάρια «Μετὰ πνευμάτων δι­καίων» κ.λπ., καὶ μετὰ ὁ ἱερεὺς ἱστάμενος πρὸ τῆς εἰκόνος τοῦ δεσπότου Χριστοῦ, κάτωθι τῆς ὁποίας εὑρίσκονται τὰ ὑπὲρ τῶν ἀποιχομένων κόλλυβα, ἐκφωνεῖ τὸ μνημόσυνον τῶν κεκοιμημένων ὡς ἑξῆς:
«᾿Ελέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον»· ὁ χορὸς «Κύριε, ἐλέησον» γ΄.
«῎Ετι δεόμεθα ὑπὲρ αἰωνίου μνήμης καὶ μακαρίας ἀνα­παύσεως πάντων τῶν ἐπ᾿ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, βασιλέων, πατριαρχῶν, ἀρ­χιε­ρέων, ἱερέων, ἱερομονάχων, ἱεροδια­κό­νων, μοναχῶν, πατέρων, προπατόρων, πάππων, προπάππων, γονέων, συζύγων, τέκνων, ἀδελφῶν καὶ συγγενῶν ἡμῶν, ἐκ τῶν ἀπ᾿ ἀρχῆς καὶ μέχρι τῶν ἐσχάτων, καὶ ὑπὲρ τοῦ συγ­χω­ρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον»· ὁ χορὸς «Κύριε, ἐλέησον» γ΄ χῦμα.
«Ὅπως Κύριος ὁ Θεὸς τάξῃ τὰς ψυχὰς αὐτῶν ἔνθα οἱ δίκαιοι ἀναπαύονται»· ὁ χορὸς «Κύριε, ἐλέησον» γ΄ χῦμα.
«Τὰ ἐλέη τοῦ Θεοῦ, τὴν βασιλείαν τῶν οὐρανῶν καὶ ἄφε­σιν τῶν αὑτῶν ἁμαρτιῶν παρὰ Χριστῷ τῷ ἀθανάτῳ βασιλεῖ καὶ Θεῷ ἡμῶν αἰτησώμεθα»· ὁ χορὸς «Παράσχου, Κύριε».
Ὁ ἱερεὺς «Τοῦ Κυρίου δεηθῶμεν», ὁ χορὸς «Κύριε, ἐλέη­σον» ἅπαξ.

῾Ο ἱερεὺς τὴν εὐχήν·
«῾Ο Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκός, ὁ τὸν διά­βο­λον καταπατήσας τὸν δὲ θάνατον καταργήσας καὶ ζω­ὴν τῷ κόσμῳ σου δωρησάμενος, αὐτός, Κύριε, ἀνάπαυσον καὶ τὰς ψυχὰς τῶν κεκοιμημένων δούλων σου, βασιλέων, πατριαρ­χῶν, ἀρ­χι­ερέων, ἱερέων, ἱερομονάχων, μοναχῶν καὶ πάντων τῶν ἀπὸ πε­ρά­των ἕως περάτων τῆς οἰκουμένης κεκοιμημένων εὐσεβῶς ὀρ­θο­δόξων χρι­στιανῶν, πατέρων, προπατόρων, πάπ­πων, προπάππων, γο­νέων, συζύγων, τέκνων, ἀδελφῶν καὶ συγγενῶν ἡμῶν ἐν τόπῳ χλο­ερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στε­ναγμός· πᾶν ἁμάρτημα τὸ παρ᾿ αὐτῶν πραχθέν, ἐν λόγῳ ἢ ἔργῳ ἢ διανοίᾳ, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς συγχώρησον, ὅτι οὐκ ἔστιν ἄν­θρωπος ὃς ζήσεται καὶ οὐχ ἁμαρτήσει· σὺ γὰρ μόνος ἐκτὸς ἁμαρ­τίας· ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα καὶ ὁ λόγος σου ἀλήθεια· ὅτι σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωὴ καὶ ἡ ἀνάπαυσις πάν­των τῶν κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, Χρι­στὲ ὁ Θε­ὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀν­άρ­χῳ σου Πα­τρί...»
Ο χορὸς «Αἰωνία ἡ μνήμη αὐτῶν» ἐκ τρίτου.
Εἶτα ὁ ἱερεὺς «Σοφία»· «῾Ο ὢν εὐλογητὸς» κ.λπ. καὶ ἐκ­φωνεῖ τὴν συνήθη εὐχὴν τῆς ἀπολύσεως.



ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

  Ιερεύς      Ευλογητός ο Θεός ημών, πάντοτε, νύν, καί αεί, καί εις τούς αιώνας τών αιώνων.
Αναγνώστης Αμήν.
Ιερεύς     Δόξα σοί ο Θεός, δόξα σοί.
Βασιλεύ Ουράνιε, Παράκλητε, το Πνεύμα της Αληθείας, ο Πανταχού Παρών και τα Πάντα Πληρών, ο Θησαυρός των Αγαθών και Ζωής Χορτηγός, ελθέ και σκήνωσον εν ημίν και καθάρισον ημάς από πάσης κηλίδος και σώσον, Αγαθέ τας ψυχάς ημών.

Αναγνώστης    Αμήν. Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ γ')

Δόξα... Καί νύν...
·              Παναγία Τριάς, ελέησον ημάς.
·              Κύριε, ιλάσθητι ταίς αμαρτίαις ημών,
·              Δέσποτα, συγχώρησον τάς ανομίας ημίν.
·              Άγιε, επίσκεψαι καί ίασαι τάς ασθενείας ημών,
·              ένεκεν τού ονόματός σου.  
Κύριε, ελέησον, Κύριε, ελέησον, Κύριε, ελέησον.

Δόξα... Καί νύν...

Πάτερ ημών ο εν τοίς ουρανοίς, αγιασθήτω τό όνομά σου, ελθέτω η βασιλεία σου, γενηθήτω τό θέλημά σου, ώς εν ουρανώ, καί επί τής γής. Τόν άρτον ημών τόν επιούσιον δός ημίν σήμερον, καί άφες ημίν τά οφειλήματα ημών, ώς καί ημείς άφίεμεν τοίς οφειλέταις ημών, καί μή εισενέγκης ημάς εις πειρασμόν, αλλά ρύσαι ημάς από τού πονηρού.
Ιερεύς Ότι σού εστιν η βασιλεία...
Τροπάρια

Σώσον, Κύριε, τόν λαόν σου, καί ευλόγησον τήν κληρονομίαν σου, νίκας τοίς βασιλεύσι, κατά βαρβάρων δωρούμενος, καί τό σόν φυλάττων, διά τού Σταυρού σου πολίτευμα.

Δόξα...

Ο υψωθείς εν τώ Σταυρώ εκουσίως, τή επωνύμω σου καινή πολιτεία, τούς οικτιρμούς σου δώρησαι, Χριστέ ο Θεός, εύφρανον εν τή δυνάμει σου, τούς πιστούς βασιλείς ημών, νίκας χορηγών αυτοίς, κατά τών πολεμίων, τήν συμμαχίαν έχοιεν τήν σήν, όπλον ειρήνης, αήττητον τρόπαιον.

Καί νύν... Θεοτοκίον

Προστασία φοβερά καί ακαταίσχυντε, μή παρίδης, αγαθή, τάς ικεσίας ημών, πανύμνητε Θεοτόκε, στήριξον ορθοδόξων πολιτείαν, σώζε ούς εκέλευσας βασιλεύειν, καί χορήγει αυτοίς ουρανόθεν τήν νίκην, διότι έτεκες τόν Θεόν, μόνη ευλογημένη.

q            Ελέησον ημάς ο Θεός κατά το μέγα ελεός σου, δεόμεθά σου, επάκουσον και ελέησον. Χορός Κύριε, ελέησον (γ').
q            Έτι δεόμεθα υπέρ τών ευσεβών καί ορθοδόξων Χριστιανών.
q            Έτι δεόμεθα υπέρ τού Αρχιεπισκόπου ημών,, και πάσης της εν Χριστώ ημών αδελφότητος.
q            Ότι ελεήμων και φιλάνθρωπος Θεός υπάρχεις, και σοι την δόξαν αναπέμπομεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.

Αναγνώστης   Αμήν. Εν ονόματι Κυρίου, ευλόγησον, Πάτερ.

Ιερεύς     Δόξα τή αγία καί ομοουσίω, καί ζωοποιώ καί αδιαιρέτω Τριάδι, πάντοτε, νύν, καί αεί, καί εις τούς αιώνας τών αιώνων.

Αναγνώστης  Αμήν. Δόξα εν υψίστοις Θεώ, καί επί γής ειρήνη, εν ανθρώποις ευδοκία (εκ γ').
Κύριε, τά χείλη μου ανοίξεις, καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου (δίς).

Ψαλμός 3
·              Κύριε τί επληθύνθησαν οι θλίβοντές με πολλοί επανίστανται επ' εμέ
·              Πολλοί λέγουσιν τή ψυχή μου ουκ έστιν σωτηρία αυτώ εν τώ Θεώ αυτού διάψαλμα
·              Σύ δέ κύριε αντιλήμπτωρ μου εί δόξα μου καί υψών την κεφαλήν μου
·              Φωνή μου πρός κύριον εκέκραξα καί επήκουσέν μου εξ όρους αγίου αυτού διάψαλμα
·              Εγώ εκοιμήθην καί ύπνωσα εξηγέρθην ότι κύριος αντιλήμψεταί μου
·              Ου φοβηθήσομαι από μυριάδων λαού τών κύκλω συνεπιτιθεμένων μοι
·              Ανάστα κύριε σώσόν με ο Θεός μου ότι σύ επαταξας πάντας τούς εχθραίνοντάς μοι ματαίως οδόντας αμαρτωλών συνέτριψας
·              Τού Κυρίου η σωτηρία καί επί τόν λαόν σου η ευλογία σου
Καί πάλιν
·              Εγώ εκοιμήθην καί ύπνωσα εξηγέρθην ότι κύριος αντιλήμψεταί μου

Ψαλμός 37
·              Κύριε μή τώ θυμώ σου ελέγξης με μηδέ τή οργή σου παιδεύσης με
·              ότι τά βέλη σου ενεπάγησάν μοι καί επεστήρισας επ' εμέ τήν χείρά σου
·              ουκ έστιν ίασις εν τή σαρκί μου από προσώπου τής οργής σου ουκ έστιν ειρήνη
·              τοίς οστέοις μου από προσώπου τών αμαρτιών μου
·              ότι αι ανομίαι μου υπερήραν τήν κεφαλήν μου ωσεί φορτίον βαρύ εβαρύνθησαν επ' εμέ
·              προσώζεσαν καί εσάπησαν οι μώλωπές μου από προσώπου τής αφροσύνης μου
·              εταλαιπώρησα καί κατεκάμφθην έως τέλους όλην τήν ημέραν σκυθρωπάζων επορευόμην
·              ότι αι ψύαι μου επλήσθησαν εμπαιγμών καί ουκ έστιν ίασις εν τή σαρκί μου
·              εκακώθην καί εταπεινώθην έως σφόδρα ωρυόμην από στεναγμού τής καρδίας μου
·              κύριε εναντίον σου πάσα η επιθυμία μου καί ο στεναγμός μου από σού ουκ εκρύβη
·              η καρδία μου εταράχθη εγκατέλιπέν με η ισχύς μου καί τό φώς τών οφθαλμών μου καί αυτό ουκ έστιν μετ' εμού
·              οι φίλοι μου καί οι πλησίον μου εξ εναντίας μου ήγγισαν καί έστησαν καί οι έγγιστά μου από μακρόθεν έστησαν
·              καί εξεβιάσαντο οι ζητούντες τήν ψυχήν μου καί οι ζητούντες τά κακά μοι
·              ελάλησαν ματαιότητας καί δολιότητας όλην τήν ημέραν εμελέτησαν
·              εγώ δέ ωσεί κωφός ουκ ήκουον καί ωσεί άλαλος ουκ ανοίγων τό στόμα αυτού
·              καί εγενόμην ωσεί άνθρωπος ουκ ακούων καί ουκ έχων εν τώ στόματι αυτού ελεγμούς
·              ότι επί σοί κύριε ήλπισα σύ εισακούση κύριε ο Θεός μου
·              ότι είπα μήποτε επιχαρώσίν μοι οι εχθροί μου καί εν τώ σαλευθήναι πόδας μου επ' εμέ εμεγαλορρημόνησαν
·              ότι εγώ εις μάστιγας έτοιμος καί η αλγηδών μου ενώπιόν μου διά παντός
·              ότι τήν ανομίαν μου εγώ αναγγελώ καί μεριμνήσω υπέρ τής αμαρτίας μου
·              οι δέ εχθροί μου ζώσιν καί κεκραταίωνται υπέρ εμέ καί επληθύνθησαν οι μισούντές με αδίκως
·              οι ανταποδιδόντες κακά αντί αγαθών ενδιέβαλλόν με επεί κατεδίωκον δικαιοσύνην καί απέρριψάν με τόν αγαπητόν ωσεί νεκρόν εβδελυγμένον
·              μή εγκαταλίπης με κύριε ο Θεός μου μή αποστής απ' εμού
·              πρόσχες εις τήν βοήθειάν μου κύριε τής σωτηρίας μου
Καί πάλιν
·              μή εγκαταλίπης με κύριε ο Θεός μου μή αποστής απ' εμού
·              πρόσχες εις τήν βοήθειάν μου κύριε τής σωτηρίας μου

Ψαλμός 62
·              Ο Θεός ο Θεός μου πρός σέ ορθρίζω εδίψησέν σοι η ψυχή μου ποσαπλώς σοι η σάρξ μου εν γή ερήμω καί αβάτω καί ανύδρω
·              ούτως εν τώ αγίω ώφθην σοι τού ιδείν τήν δύναμίν σου καί τήν δόξαν σου
·              ότι κρείσσον τό έλεός σου υπέρ ζωάς τά χείλη μου επαινέσουσίν σε
·              ούτως ευλογήσω σε εν τή ζωή μου εν τώ ονόματί σου αρώ τάς χείράς μου
·              ωσεί στέατος καί πιότητος εμπλησθείη η ψυχή μου καί χείλη αγαλλιάσεως αινέσει τό στόμα μου
·              ει εμνημόνευόν σου επί τής στρωμνής μου εν τοίς όρθροις εμελέτων εις σέ
·              ότι εγενήθης βοηθός μου καί εν τή σκέπη τών πτερύγων σου αγαλλιάσομαι
·              εκολλήθη η ψυχή μου οπίσω σου εμού αντελάβετο η δεξιά σου
·              αυτοί δέ εις μάτην εζήτησαν τήν ψυχήν μου εισελεύσονται εις τά κατώτατα τής γής παραδοθήσονται εις χείρας ρομφαίας μερίδες αλωπέκων έσονται
·              ο δέ βασιλεύς ευφρανθήσεται επί τώ Θεώ επαινεσθήσεται πάς ο ομνύων εν αυτώ ότι ενεφράγη στόμα λαλούντων άδικα
Καί πάλιν
·              εν τοίς όρθροις εμελέτων εις σέ
·              ότι εγενήθης βοηθός μου καί εν τή σκέπη τών πτερύγων σου αγαλλιάσομαι
·              εκολλήθη η ψυχή μου οπίσω σου εμού αντελάβετο η δεξιά σου

Δόξα... Καί νύν...
Αλληλούϊα, Αλληλούϊα, Αλληλούϊα, Δόξα σοι ο Θεός
Κύριε, ελέησον. Κύριε, ελέησον. Κύριε, ελέησον.
Δόξα... Καί νύν...

Ψαλμός 87
·              Κύριε ο Θεός τής σωτηρίας μου ημέρας εκέκραξα καί εν νυκτί εναντίον σου
·              εισελθάτω ενώπιόν σου η προσευχή μου κλίνον τό ούς σου εις τήν δέησίν μου κύριε
·              ότι επλήσθη κακών η ψυχή μου καί η ζωή μου τώ άδη ήγγισεν
·              προσελογίσθην μετά τών καταβαινόντων εις λάκκον εγενήθην ως άνθρωπος αβοήθητος εν νεκροίς ελεύθερος
·              ωσεί τραυματίαι ερριμμένοι καθεύδοντες εν τάφω ών ουκ εμνήσθης έτι καί αυτοί εκ τής χειρός σου απώσθησαν
·              έθεντό με εν λάκκω κατωτάτω εν σκοτεινοίς καί εν σκιά θανάτου
·              επ' εμέ επεστηρίχθη ο θυμός σου καί πάντας τούς μετεωρισμούς σου επ' εμέ επήγαγες διάψαλμα
·              εμάκρυνας τούς γνωστούς μου απ' εμού έθεντό με βδέλυγμα εαυτοίς παρεδόθην καί ουκ εξεπορευόμην
·              οι οφθαλμοί μου ησθένησαν από πτωχείας εκέκραξα πρός σέ κύριε όλην τήν ημέραν διεπέτασα πρός σέ τάς χείράς μου
·              μή τοίς νεκροίς ποιήσεις θαυμάσια ή Ιατροί αναστήσουσιν καί εξομολογήσονταί σοι
·              μή διηγήσεταί τις εν τάφω τό έλεός σου καί τήν αλήθειάν σου εν τή απωλεία
·              μή γνωσθήσεται εν τώ σκότει τά θαυμάσιά σου καί η δικαιοσύνη σου εν γή επιλελησμένη
·              καγώ πρός σέ κύριε εκέκραξα καί τό πρωί η προσευχή μου προφθάσει σε
·              ίνα τί κύριε απωθείς τήν ψυχήν μου αποστρέφεις τό πρόσωπόν σου απ' εμού
·              πτωχός ειμι εγώ καί εν κόποις εκ νεότητός μου υψωθείς δέ εταπεινώθην καί εξηπορήθην
·              επ' εμέ διήλθον αι οργαί σου καί οι φοβερισμοί σου εξετάραξάν με
·              εκύκλωσάν με ως ύδωρ όλην τήν ημέραν περ ιέσχον με άμα
·              εμάκρυνας απ' εμού φίλον καί πλησίον καί τούς γνωστούς μου από ταλαιπωρίας
Καί πάλιν
·              Κύριε ο Θεός τής σωτηρίας μου ημέρας εκέκραξα καί εν νυκτί εναντίον σου
·              εισελθάτω ενώπιόν σου η προσευχή μου κλίνον τό ούς σου εις τήν δέησίν μου

Ψαλμός 102
·              Ευλόγει η ψυχή μου τόν κύριον καί μή επιλανθάνου πάσας τάς ανταποδόσεις αυτού
·              τόν ευιλατεύοντα πάσαις ταίς ανομίαις σου τόν ιώμενον πάσας τάς νόσους σου
·              τόν λυτρούμενον εκ φθοράς τήν ζωήν σου τόν στεφανούντά σε εν ελέει καί οικτιρμοίς
·              τόν εμπι πλώντα εν αγαθοίς τήν επιθυμίαν σου ανακαινισθήσεται ως αετού η νεότης σου
·              ποιών ελεημοσύνας ο κύριος καί κρίμα πάσι τοίς αδικουμένοις
·              εγνώρ ισεν τάς οδούς αυτού τώ Μωυσή τοίς υιοίς Ισραηλ τά θελήματα αυτού
·              οικτίρμων καί ελεήμων ο κύριος μακρόθυμος καί πολυέλεος
·              ουκ εις τέλος οργισθήσεται ουδέ εις τόν αιώνα μηνιεί
·              ου κατά τάς αμαρτίας ημών εποίησεν ημίν ουδέ κατά τάς ανομίας ημών ανταπέδωκεν ημίν
·              ότι κατά τό ύψος τού ουρανού από τής γής εκραταίωσεν κύριος τό έλεος αυτού επί τούς φοβουμένους αυτόν
·              καθ' όσον απέχουσιν ανατολαί από δυσμών εμάκρυνεν αφ' ημών τάς ανομίας ημών
·              καθώς οικτίρει πατήρ υιούς οικτίρησεν κύριος τούς φοβουμένους αυτόν
·              ότι αυτός έγνω τό πλάσμα ημών μνήσθητι ότι χούς εσμεν
·              άνθρωπος ωσεί χόρτος αι ημέραι αυτού ωσεί άνθος τού αγρού ούτως εξανθήσει
·              ότι πνεύμα διήλθεν εν αυτώ καί ουχ υπάρξει καί ουκ επι γνώσεται έτι τόν τόπον αυτού
·              τό δέ έλεος τού κυρίου από τού αιώνος καί έως τού αιώνος επί τούς φοβουμένους αυτόν καί η δικαιοσύνη αυτού επί υιούς υιών
·              τοίς φυλάσσουσιν τήν διαθήκην αυτού καί μεμνημένοις τών εντολών αυτού τού ποιήσαι αυτάς
·              κύριος εν τώ ουρανώ ητοίμασεν τόν θρόνον αυτού καί η βασιλεία αυτού πάντων δεσπόζει
·              ευλογείτε τόν κύριον πάντες οι άγγελοι αυτού δυνατοί ισχύι ποιούντες τόν λόγον αυτού τού ακούσαι τής φωνής τών λόγων αυτού
·              ευλογείτε τόν κύριον πάσαι αι δυνάμεις αυτού λειτουργοί αυτού ποιούντες τό θέλημα αυτού
·              ευλογείτε τόν κύριον πάντα τά έργα αυτού εν παντί τόπω τής δεσποτείας αυτού ευλόγει η ψυχή μου τόν κύριον
Καί πάλιν
·              εν παντί τόπω τής δεσποτείας αυτού ευλόγει η ψυχή μου τόν κύριον

Ψαλμός 142
·              Κύριε εισάκουσον τής προσευχής μου ενώτισαι τήν δέησίν μου εν τή αληθεία σου επάκουσόν μου εν τή δικαιοσύνη σου
·              καί μή εισέλθης εις κρίσιν μετά τού δούλου σου ότι ου δικαιωθήσεται ενώπιόν σου πάς ζών
·              ότι κατεδίωξεν ο εχθρός τήν ψυχήν μου εταπείνωσεν εις γήν τήν ζωήν μου εκάθισέν με εν σκοτεινοίς ως νεκρούς αιώνος
·              καί ηκηδίασεν επ' εμέ τό πνεύμά μου εν εμοί εταράχθη η καρδία μου
·              εμνήσθην ημερών αρχαίων καί εμελέτησα εν πάσι τοίς έργοις σου εν ποιήμασιν τών χειρών σου εμελέτων
·              διεπέτασα τάς χείράς μου πρός σέ η ψυχή μου ως γή άνυδρός σοι διάψαλμα
·              ταχύ εισάκουσόν μου κύριε εξέλιπεν τό πνεύμά μου μή αποστρέψης τό πρόσωπόν σου απ' εμού καί ομοιωθήσομαι τοίς καταβαίνουσιν εις λάκκον
·              ακουστόν ποίησόν μοι τό πρωί τό έλεός σου ότι επί σοί ήλπισα γνώρισόν μοι κύριε οδόν εν η πορεύσομαι ότι πρός σέ ήρα τήν ψυχήν μου
·              εξελού με εκ τών εχθρών μου κύριε ότι πρός σέ κατέφυγον
·              δίδαξόν με τού ποιείν τό θέλημά σου ότι σύ εί ο Θεός μου τό πνεύμά σου τό αγαθόν οδηγήσει με εν γή ευθεία
·              ένεκα τού ονόματός σου κύριε ζήσεις με εν τή δικαιοσύνη σου εξάξεις εκ θλίψεως τήν ψυχήν μου
·              καί εν τώ ελέει σου εξολεθρεύσεις τούς εχθρούς μου καί απολείς πάντας τούς θλίβοντας τήν ψυχήν μου ότι δούλός σού ειμι εγώ
Καί πάλιν
·              επάκουσόν μου εν τή δικαιοσύνη σου καί μή εΙσέλθης εις κρίσιν μετά τού δούλου σου (2)
·              τό πνεύμά σου τό αγαθόν οδηγήσει με εν γή ευθεία

Δόξα... Καί νύν...
Αλληλούϊα, Αλληλούϊα, Αλληλούϊα. Δόξα σοι ο Θεός (εκ γ').
Η ελπίς ημών, Κύριε, δόξα σοι.

q            Εν ειρήνη του Κυρίου δεηθώμεν…
q            Ότι πρέπει σοι, πάσα δόξα, τιμή και προσκύνησις, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.
q      Χορός  Αμήν.
                   
 Αντὶ τοῦ «Θεὸς Κύριος»  
          
Ἤχον πλ. δ'

Ἀλληλούϊα γ' (Δις)

Στίχ. Μακάριοι οὓς ἐξελέξω, καὶ προσελάβου, Κύριε.

Ἀλληλούϊα γ'

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Ἀλληλούϊα γ'

Ἀπολυτίκιον
Ἦχος πλ. δ'

Ὁ βάθει σοφίας φιλανθρώπως πάντα οἰκονομῶν, καὶ τὸ συμφέρον πᾶσιν ἀπονέμων μόνε Δημιουργέ, ἀνάπαυσον Κύριε τὰς ψυχὰς τῶν δούλων σου· ἐν σοὶ γὰρ τὴν ἐλπίδα ἀνέθεντο, τῷ ποιητῇ καὶ πλάστῃ καὶ Θεῷ ἡμῶν.

Δόξα...

Ἐν σοὶ γὰρ τὴν ἐλπίδα ἀνέθεντο, τῷ ποιητῇ καὶ πλάστῃ καὶ Θεῷ ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον

Σὲ καὶ τεῖχος, καὶ λιμένα ἔχομεν, καὶ πρέσβιν εὐπρόσδεκτον, πρὸς ὃν ἔτεκες Θεόν, Θεοτόκε ἀνύμφευτε, τῶν πιστῶν ἡ σωτηρία.

μικρὰ συναπτὴ μετ᾿ ἐκ­φω­νήσεως «Ὅτι σὸν τὸ κράτος».
Καθίσματα Μαρτυρικὰ
Ἦχος β'
Ὁ φαιδρύνας τοὺς Ἁγίους σου ὑπὲρ χρυσόν, καὶ δοξάσας τοὺς Ὁσίους σου ὡς ἀγαθός, ὑπ' αὐτῶν δυσωπούμενος Χριστὲ ὁ Θεός, τὴν ζωὴν ἡμῶν εἰρήνευσον ὡς φιλάνθρωπος, καὶ τὴν εὐχὴν κατεύθυνον ὡς θυμίαμα, ὁ μόνος ἐν Ἁγίοις ἀναπαυόμενος.
Ἀθλοφόροι Κυρίου, μακαρία ἡ γῆ, ἡ πιανθεῖσα τοῖς αἵμασιν ὑμῶν, καὶ ἅγιαι αἱ σκηναί, αἱ δεξάμεναι τὰ σώματα ὑμῶν· ἐν σταδίῳ γὰρ τὸν ἐχθρὸν ἐθριαμβεύσατε, καὶ Χριστὸν μετὰ παρρησίας ἐκηρύξατε· αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.
Ἀπόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παρρησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.
Δόξα... Νεκρώσιμον
Ἡ μνήμη τῶν κεκοιμημένων Κύριε, εἰς μνείαν τῶν προσδοκωμένων ἄγει με, καὶ καθορῶν μου τὴν καταδίκην, προσφέρω τὴν ἐκ βασάνων φωνήν· Ἐλεῆμον ἐλέησόν με.
Καὶ νῦν ... Θεοτοκίον
Μήτηρ ἁγία ἡ τοῦ ἀχράντου Φωτός, Ἀγγελικοῖς σε ὕμνοις τιμῶντες, εὐσεβῶς μεγαλύνομεν.

ΕΥΛΟΓΗΤΑΡΙΑ
Ἦχος πλ. α'

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἁγίων ὁ χορός, εὗρε πηγὴν τῆς ζωῆς καὶ θύραν Παραδείσου, εὕρω κἀγώ, τὴν ὁδὸν διὰ τῆς μετανοίας, τὸ ἀπολωλὸς πρόβατον ἐγώ εἰμι· ἀνακάλεσαί με, Σωτήρ, καὶ σῶσόν με.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Ὁ πάλαι μέν, ἐκ μὴ ὄντων πλάσας με, καὶ εἰκόνι σου θείᾳ τιμήσας, παραβάσει ἐντολῆς δὲ πάλιν με ἐπιστρέψας εἰς γῆν ἐξ ἧς ἐλήφθην, εἰς τὸ καθ' ὁμοίωσιν ἐπανάγαγε, τὸ ἀρχαῖον κάλλος ἀναμορφώσασθαι.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Εἰκών εἰμι, τῆς ἀρρήτου δόξης σου, εἰ καὶ στίγματα φέρω πταισμάτων, οἰκτείρησον τὸ σὸν πλάσμα, Δέσποτα, καὶ καθάρισον σῇ εὐσπλαγχνίᾳ, καὶ τὴν ποθεινὴν πατρίδα παράσχου μοι, Παραδείσου πάλιν ποιῶν πολίτην με.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Ἀνάπαυσον, ὁ Θεὸς τους δοῦλους σου, καὶ κατάταξον αὐτούς ἐν Παραδείσῳ, ὅπου χοροὶ τῶν Ἁγίων, Κύριε, καὶ οἱ δίκαιοι ἐκλάμψουσιν ὡς φωστῆρες, τους κεκοιμημένους δοῦλους σου ἀνάπαυσον, παρορῶν αὐτών  πάντα τὰ ἐγκλήματα.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Τριαδικὸν
Τὸ τριλαμπὲς τῆς μιᾶς Θεότητος, εὐσεβῶς ὑμνήσωμεν βοῶντες· Ἅγιος εἶ, ὁ Πατὴρ ὁ ἄναρχος, ὁ συνάναρχος Υἱὸς καὶ θεῖον Πνεῦμα· φώτισον ἡμᾶς πίστει σοι λατρεύοντας, καὶ τοῦ αἰωνίου πυρὸς ἐξάρπασον.

Καὶ νῦν...
Χαῖρε σεμνή, ἡ Θεὸν σαρκὶ τεκοῦσα, εἰς πάντων σωτηρίαν, δι' ἧς γένος τῶν ἀνθρώπων εὕρατο τὴν σωτηρίαν, διὰ σοῦ εὕροιμεν Παράδεισον, Θεοτόκε, ἁγνὴ εὐλογημένη.

Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (3)

Εἶτα ὁ ἱερεὺς ἐξέρχεται εἰς τὰ βη­μόθυρα, ἵσταται πρὸ τῆς εἰκόνος τοῦ δεσπότου Χρι­στοῦ, κάτωθι τῆς ὁποίας εὑρίσκονται τὰ προτεθέντα κόλ­λυ­βα, καὶ ἐκφωνεῖ τὸ μνημό­συνον τῶν κεκοιμημένων, ὡς ἐση­μει­ώθη εἰς τὸν ἑσπερινόν. Κατόπιν οἱ χο­ροὶ ψάλλουν τὸ ἐν τῷ Τριῳδίῳ κάθισμα

Κάθισμα
Ἦχος πλ. α'
Δόξα...

Ἀνάπαυσον Σωτὴρ ἡμῶν, μετὰ Δικαίων τοὺς δούλους σου, καὶ τούτους κατασκήνωσον ἐν ταῖς αὐλαῖς σου, καθὼς γέγραπται, παρορῶν ὡς ἀγαθός, τὰ πλημμελήματα αὐτῶν, τὰ ἑκούσια, καὶ τὰ ἀκούσια
καὶ πάντα τὰ ἐν ἀγνοίᾳ καὶ γνώσει φιλάνθρωπε.
Καὶ νῦν...
Θεοτοκίον

Ὁ ἐκ Παρθένου ἀνατείλας τῷ κόσμῳ, Χριστὲ ὁ Θεός, υἱοὺς φωτὸς δι' αὐτῆς ἀναδείξας, ἐλέησον ἡμᾶς.


Ν' Ψαλμός (χύμα)

·                 Ελέησόν με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον τό ανόμημά μου
·                 επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
·                 ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
·                 σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε
·                 ιδού γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
·                 ιδού γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
·                 ραντιείς με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
·                 ακουτιείς με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
·                 απόστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
·                 καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
·                 μή απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ' εμού
·                 απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
·                 διδάξω ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
·                 ρύσαί με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου
·                 κύριε τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου
·                 ότι ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις
·                 θυσία τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει
·                 αγάθυνον κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
·                 τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους

Τοῦ ἀναξίου Θεοδώρου
ᾨδὴ α' Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς

«ᾎσμα ἀναπέμψωμεν λαοί, τῷ θαυμαστῷ Θεῷ τῷ ἡμῶν, ἀπαλλάξαντι τὸν Ἰσραὴλ ἐκ δουλείας, ᾠδὴν ἐπινίκιον ᾄδοντες καὶ βοῶντες· ᾌσωμέν σοι, τῷ μόνῳ Δεσπότῃ».

«Μακά­ριοι οὓς ἐξελέξω καὶ προσε­λάβου, Κύριε»
Πάντες δυσωπήσωμεν Χριστόν, τελοῦντες μνήμην σήμερον, τῶν ἀπ' αἰῶνος νεκρῶν, ἵνα τοῦ αἰωνίου πυρὸς αὐτοὺς ῥύσηται, πίστει κεκοιμημένους, καὶ ἐλπίδι ζωῆς αἰωνίου.

«Καὶ τὸ μνημό­συνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν»
Βάθει τῶν κριμάτων σου Χριστέ, πανσόφως σὺ προώρισας, ἑκάστου τέλος ζωῆς, τὸν ὅρον καὶ τὸν τρόπον· διὸ οὓς ἐκάλυψε τάφος, ἐν πάσῃ χώρᾳ, ἐν τῇ κρίσει, σῶσον Πανοικτίρμον.

 «Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται»
Ὅρους τῆς ζωῆς ἡμῶν ὁ δούς, διὸ τοὺς ἀφυπνώσαντας ἐκ τῆς τοῦ βίου νυκτός, ἡμέρας ἀνεσπέρου, υἱοὺς δεῖξον, Κύριε, Ἱερεῖς ὀρθοδόξους, Βασιλεῖς τε, καὶ πάντα λαόν σου.

Οὕς περ κατεκάλυψεν ὑγρά, καὶ πόλεμος ἐθέρισε, σεισμὸς δὲ οὓς συνέσχε, καὶ ἔκτειναν φονῶντες, καὶ πῦρ οὓς ἐτέφρωσε, τῶν πιστῶν Ἐλεῆμον, ἐν μερίδι, τάξον τῶν Δικαίων.

Πάντα παρορῶν τὰ τῆς σαρκός, ὀφλήματα Σωτὴρ ἡμῶν ἐν πάσῃ ἡλικίᾳ, παντὸς γένους ἀνθρώπων, πρὸ τοῦ κριτηρίου σου, στῆσον ἀκατακρίτους, σοὶ τῷ Κτίστῃ, ἀπολογουμένους.
Δόξα...
Τρία μιᾶς φύσεως ὑμνῶ, πρόσωπα αὐθυπόστατα, ἀγέννητον Πατέρα, Υἱὸν τὸν γεννηθέντα, καὶ Πνεῦμα τὸ ἅγιον, ἄναρχον βασιλείαν, ἐξουσίαν, Θεότητα μίαν.
Καὶ νῦν... Θεοτοκίον
Ὄντως σὺ ἐφάνης οὐρανός, ἐπὶ τῆς γῆς μειζότερος, τοῦ ἀνωτάτου πόλου, ἀνύμφευτε, τῷ Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν, Ἥλιος ἐν κόσμῳ, ὁ δεσπόζων, τῆς δικαιοσύνης.

ᾨδὴ γ' Ὁ Εἱρμὸς
«Ὁ στερεώσας ἐν τῇ χειρί σου, Λόγε Θεοῦ τοὺς οὐρανοὺς ἐν τῷ φωτισμῷ, τῆς σῆς ἀληθοῦς ἐπιγνώσεως, στερέωσον καὶ ἡμῶν, τῶν ἐπὶ σοὶ πεποιθότων τὰς καρδίας».

Τοὺς διανύσαντας τὸν τοῦ βίου, δρόμον ἐν δόξῃ εὐσεβεῖ, τῆς δικαιοσύνης ἀναδύσασθαι στέφανον, ἀξίωσον ὁ Θεός, τῶν αἰωνίων ἀγαθῶν ἀπολαῦσαι.

Τοὺς αἰφνιδίως ἀναρπασθέντας, καταφλεχθέντας ἀστραπαῖς, καὶ ἐναποψύξαντας ἐκ κρύους, καὶ πάσης πληγῆς, ἀνάπαυσον ὁ Θεός, ὅτε τὰ πάντα ἐν πυρὶ δοκιμάσῃς.

Τὴν ἀειτάραχον τοὺς τοῦ βίου, θάλασσαν πλεύσαντας Χριστέ, ἐν τῷ τῆς ἀφθάρτου σου, ζωῆς καταξίωσον, λιμένι καταδραμεῖν, τοὺς ὀρθοδόξῳ ζωῇ κυβερνηθέντας.

Οὓς πᾶσα φύσις τῶν ἐναλίων, καὶ πετεινῶν τοῦ οὐρανοῦ, ἔλαβε κατάβρωμα Χριστέ, τοῖς σοῖς κρίμασιν, ἀνάστησον ὁ Θεός, ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ μετὰ δόξης.
Δόξα...
Νοητικῶς τὴν θείαν Μονάδα, ὡς τρία Πρόσωπα ἁπλῶς, ἅμα τῷ τεμεῖν ἐπισυνάπτω τὰ ἄτομα· ὡς τάχος γὰρ ἀστραπῆς τρισσολαμποῦσα, ὁρᾶται εἰς Ἑνάδα.
Καὶ νῦν... Θεοτοκίον
Ἀκατανόητόν σου τὸ θαῦμα· πλὴν γὰρ ἀνδρὸς κυοφορεῖς, καὶ τὴν παρθενίαν σου Ἁγνὴ φρουρεῖς τίκτουσα· διὸ Ἀγγέλων πληθύς, καὶ βροτῶν γένος, ὑμνεῖ σε εἰς αἰῶνας.
ᾨδὴ γ' Ὁ Εἱρμὸς
«Ὁ στερεώσας ἐν τῇ χειρί σου, Λόγε Θεοῦ τοὺς οὐρανοὺς ἐν τῷ φωτισμῷ, τῆς σῆς ἀληθοῦς ἐπιγνώσεως, στερέωσον καὶ ἡμῶν, τῶν ἐπὶ σοὶ πεποιθότων τὰς καρδίας».


Κάθισμα Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον
Ὁ δι' ἡμᾶς ὑπομείνας Σταυρὸν καὶ θάνατον, καὶ νεκρώσας τὸν ᾍδην, καὶ συνεγείρας νεκρούς, τοὺς μεταστάντας ἐξ ἡμῶν, Σῶτερ ἀνάπαυσον, ὡς φιλάνθρωπος Θεός, καὶ τῇ φρικτῇ καὶ φοβερᾷ, ἐλεύσει σου Ζωοδότα, ὡς ἔχων πλῆθος ἐλέους, τῆς βασιλείας σου ἀξίωσον.
Θεοτοκίον
Τὴν ταχεῖάν σου σκέπην, καὶ τὴν βοήθειαν, καὶ τὸ ἔλεος δεῖξον, ἐπὶ τοὺς δούλους σου, καὶ τὰ κύματα ἁγνὴ καταπράϋνον, τῶν ματαίων λογισμῶν, καὶ τὴν πεσοῦσάν μου ψυχήν, ἀνάστησον Θεοτόκε· οἶδα γὰρ, οἶδα Παρθένε, ὅτι ἰσχύεις ὅσα καὶ βούλεσαι.

ᾨδὴ δ' Ὁ Εἱρμὸς
«Ἐξ ὄρους κατασκίου, Λόγε ὁ Προφήτης, τῆς μόνης Θεοτόκου, μέλλοντος σαρκοῦσθαι, θεοπτικῶς κατενόει, καὶ τῷ φόβω, ἐδοξολόγει σου τὴν δύναμιν». (Δίς)

Πατέρων προπατόρων, πάππων καὶ προπάππων, ἐκ τῶν ἀπ' ἀρχῆς, καὶ μέχρι τῶν ἐσχάτων, ἐν εὐνομίᾳ θανέντων, καὶ εὐπιστίᾳ, πάντων μνημόνευσον Σωτὴρ ἡμῶν.

Ἐν ὄρει, ἐν ὁδῷ, ἐν τάφοις, ἐν ἐρήμοις, τὸν βίον καταλῦσαι, φθάσαντας ἐν πίστει, μοναδικούς τε, μιγάδας, νέους, πρεσβύτας, μετὰ ἁγίων Χριστὲ σκήνωσον.

Ἐκ λύπης καὶ χαρᾶς, ἐλθούσης παρ' ἐλπίδα, τοὺς πίστει παρευθύς, ἀλλάξαντας τὸν βίον, εὐημερίᾳ παθόντας, ἢ δυσπραγίᾳ, πάντας ἀνάπαυσον Σωτὴρ ἡμῶν.

Οὓς ἀνεῖλε ψύξ, καὶ ἵππος συναρπάσας, χάλαζα, χιών, καὶ ὄμβρος πλεονάσας, οὓς δὲ ἀπέπνιξε πλίνθος, ἢ χοῦς συνέσχε, Χριστὲ Σωτὴρ ἡμῶν ἀνάπαυσον.
Δόξα...
Ξένον ὅτι Ἓν καὶ Τρία ἡ Θεότης, ὅλη καθ' ἑνός, προσώπου ἀμερίστως· Πατὴρ γὰρ Υἱός, καὶ ἅγιον Πνεῦμά ἐστι, τὰ προσκυνούμενα, ὡς εἷς δὲ Θεός.
Καὶ νῦν... Θεοτοκίον
Ἴθυνον ἡμᾶς, εὐχαῖς σου κυβερνῶσα, κλυδωνιζομένους, σάλῳ ἁμαρτίας, εἰς σωτηρίους λιμένας Κυριοτόκε, ἐκλυτρουμένη ἐκ παντοίων δεινῶν.

ᾨδὴ ε' Ὁ Εἱρμὸς
«Ὀρθρίζει τὸ πνεῦμά μου, πρὸς σὲ ὁ Θεός, διότι φῶς τὰ προστάγματα, τῆς παρουσίας σου· ἐν αὐτοῖς οὖν καταύγασον, τὸν νοῦν ἡμῶν Δέσποτα, καὶ ὁδήγησον, ἐν τρίβῳ ζωῆς».

Ἑκάστου μνημόσυνα, τῶν θανόντων εὐσεβῶς, ἐκ τοῦ αἰῶνος Κύριε, ποιούμενοι σήμερον, ἐκτενῶς σοι βοῶμεν. Πάντας ἀνάπαυσον, μετὰ τῶν ἁγίων σου.

Ἐκ πάσης οὓς ἔλαβες, γενεᾶς καὶ γενεᾶς, ἐν βασιλεῦσιν, ἐν ἄρχουσιν, ἢ ἐν μονάζουσιν, ὀρθοδόξως Οἰκτίρμον, τῆς αἰωνίου λύτρωσαι κολάσεως.

Ἁπάντων ὧν ἔπλασας, τὰ συμφέροντα εἰδώς, οὓς παρεχώρησας Κύριε, ἀθρόοις συμπτώμασι, παρ' ἐλπίδα τεθνάναι, ῥῦσαι κολάσεως πάσης ὁ Θεὸς ἡμῶν.

Πυρὸς ἀεὶ φλέγοντος, καὶ ἐκ σκότους ἀφεγγοῦς, βρυγμοῦ ὀδόντων, καὶ σκώληκος, ἀλήκτως κολάζοντος, καὶ πάσης τιμωρίας, ῥῦσαι Σωτὴρ ἡμῶν, πάντας τοὺς θανέντας πιστῶς.
Δόξα...
Ὁμόθρονε, ἄναρχε, τρισυπόστατε μονάς, ἡ διαιρέσει τὴν ἕνωσιν, καὶ ἔμπαλιν ἔχουσα, τοῖς προσώποις τὴν φύσιν, εἰς ἓν ἡμᾶς σύναψον, θέλημα τῶν σῶν ἐντολῶν.
Καὶ νῦν... Θεοτοκίον
Ὑπὲρ τὰ πυρίμορφα, Σεραφὶμ ὤφθης, Ἁγνὴ τιμιωτέρα κυήσασα, τὸν τούτοις ἀπρόσιτον, Ἰησοῦν τὸν Σωτῆρα, σαρκώσει θεώσαντα, τῶν γηγενῶν τὸ φύραμα.

ᾨδὴ ς' Ὁ Εἱρμὸς
«Συνεχόμενον δέξαι με φιλάνθρωπε, ἐκ πταισμάτων πολλῶν, προσπίπτοντα τοῖς οἰκτιρμοῖς σου, ὡς τὸν Προφήτην Κύριε, καὶ σῶσόν με».

Τοῦ θανάτου ὁ λύσας, τὰς ὀδύνας παθῶν, ἀρχηγὲ τῆς ζωῆς, ὁ Θεὸς ἡμῶν, τοὺς ἐξ αἰῶνος κεκοιμημένους, δούλους σου ἀνάπαυσον.

Τοῖς ἀρρήτοις κρίμασιν, οὓς ἔκτειναν, φαρμακοποσίαι, δηλητήρια, ὀστώδεις πνίξεις, μετὰ Ἁγίων, Κύριε ἀνάπαυσον.

Ὅταν κρίνῃς τὰ σύμπαντα, ἑστῶτα γυμνά, τετραχηλισμένα πρὸ προσώπου σου, τότε Οἰκτίρμον, φεῖσαι τῶν λατρευσάντων σοι πιστῶς ὁ Θεός.

Τῇ ἐσχάτη οὖν σάλπιγγι, σαλπίζοντος, τοῦ σοῦ Ἀρχαγγέλου, εἰς ἀνάστασιν ζωῆς ἁπάντων, τότε Χριστὲ τοὺς δούλους σου ἀνάπαυσον.

Ἐξ αἰῶνος οὓς ἔλαβες, πιστοὺς ὁ Θεός, γένος ἄπαν, βροτῶν καταξίωσον, εἰς τοὺς αἰῶνας, μετὰ τῶν θεραπόντων σου δοξάζειν σε.
Δόξα...
Θεαρχία τρισάγιε, ὁμόθρονε, ὁ Πατὴρ ὁ Υἱός, σὺν τῷ πνεύματι, σὺ εἶ Θεός μου, ὁ παντοκρατορίᾳ σου συνέχων τὸ πᾶν.
Καὶ νῦν... Θεοτοκίον
Ἐκ τῆς ῥίζης ἀνέτειλε, σοῦ ἄνθος ζωῆς Ἰεσσαὶ προπάτορ, ἀνασκίρτησον, ὁ σῴζων κόσμον ἐκ τῆς ἁγνῆς Νεάνιδος, Χριστὸς ὁ Θεός.

ᾨδὴ ς' Ὁ Εἱρμὸς
«Συνεχόμενον δέξαι με φιλάνθρωπε, ἐκ πταισμάτων πολλῶν, προσπίπτοντα τοῖς οἰκτιρμοῖς σου, ὡς τὸν Προφήτην Κύριε, καὶ σῶσόν με».


Κοντάκιον
Ἦχος πλ. δ'

Μετὰ τῶν Ἁγίων ἀνάπαυσον Χριστέ, τὰς ψυχὰς τῶν δούλων σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.

Ὁ Οἶκος

Αὐτὸς μόνος ὑπάρχεις ἀθάνατος, ὁ ποιήσας καὶ πλάσας τὸν ἄνθρωπον· οἱ βροτοὶ οὖν ἐκ γῆς διεπλάσθημεν, καὶ εἰς γῆν τὴν αὐτὴν πορευσόμεθα, καθὼς ἐκέλευσας ὁ πλάσας με, καὶ εἰπών μοι· Ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, ὅπου πάντες βροτοὶ πορευσόμεθα, ἐπιτάφιον θρῆνον ποιοῦντες ᾠδὴν τό, Ἀλληλούϊα.
Συναξάριον
Τῇ ΙΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Λέοντος Πάπα Ῥώμης.
Στίχοι
·       Ψυχὴν ὁ θεῖος ἐξερεύγεται Λέων,
·       Καὶ δαιμόνων φάλαγξιν ἐμβάλλει φόβον.
·       Ὀγδοάτῃ δεκάτῃ τε Λέων ἠρεύξατο θυμόν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν  Ἁγίων Μαρτύρων Λέοντος καὶ Παρηγορίου, ἀθλησάντων ἐν Πατάροις τῆς Λυκίας.
Στίχοι
·       Παρηγόριος σάρκα δοὺς εἰς αἰκίας,
·       Ἔχει παρηγόρημα τὰ στέφη μέγα.
·       Ἕλκων ἄνωθεν ἰσχὺν ἐκ Θεοῦ Λέων,
·       Ἕξεις βιαίως ὡς λέων ἐκαρτέρει.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Ἀγαπητοῦ Ἐπισκόπου Σινάου, τοῦ ὁμολογητοῦ καὶ θαυματουργοῦ.
Στίχοι
·       Ὂν ἠγάπησας, Ἀγαπητέ, Δεσπότην,
·       Οὗτος καλεῖ σε πρὸς τόπους, οὓς ἠγάπας.
Τῇ αὐτῇ ἡμέρᾳ, μνείαν πάντων τῶν ἀπ' αἰῶνος κοιμηθέντων εὐσεβῶς, ἐπ' ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου, οἱ θειότατοι Πατέρες ἐθέσπισαν.
Στίχοι
Ἀμνημόνησον πταισμάτων νεκροῖς, Λόγε,
Τὰ χρηστὰ νεκρὰ σπλάγχνα σου μὴ δεικνύων.
Τὰς τῶν προαναπαυσαμένων ψυχὰς κατάταξον, Δέσποτα Χριστέ, ἐν ταῖς τῶν Δικαίων σου σκηναῖς, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος ἀθάνατος, Ἀμήν.


ᾨδὴ ζ' Ὁ Εἱρμὸς
«Ὁ ἐν ἀρχῇ, τὴν γῆν θεμελιώσας, καὶ οὐρανοὺς τῷ λόγῳ, στερεώσας, εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν».

Τῶν εὐσεβῶς, ἐξ αἰῶνος θανέντων, μνημόσυνα ἐκτελοῦντες βοῶμεν· Εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Τῶν εὐσεβῶς, ἐξαπίνης θανέντων, καὶ ἐκβολῆς παντοδαπῆς ῥιφείσης, σιδήρου, ξύλου, παντοίου λίθου, ἀνάπαυσον ὁ Θεός, κεκοιμημένους πιστούς.

Ἐν τῇ φρικτῇ, ἐλεύσει σου Οἰκτίρμον, ἐκ δεξιῶν τῶν προβάτων σου στῆσον, τοὺς ὀρθοδόξως σοι ἐν βίῳ λειτουργήσαντας Χριστέ, καὶ μεταστάντας πρὸς σέ.

Ἐν τῷ χορῷ, Χριστὲ τῶν ἐκλεκτῶν σου, κατάταξον τοὺς σοὺς δούλους βοᾷν σοι· Εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Ὁ ἀπὸ γῆς, τὸν χοῦν δημιουργήσας, τὸ τῆς σαρκός, καὶ Πνεύματι ζωώσας, Σωτὴρ οἰκτίρμων, οὓς προσελάβου ἀνάπαυσον ὁ Θεός, ἐν τῇ ἀγήρῳ ζωῇ.
Δόξα...
Οἷα τρισίν, ἡλίοις ἡ Θεότης, μιᾷ φωτὸς συγκράσει ἀνυμνείσθω, Πατὴρ Υἱός τε, καὶ θεῖον Πνεῦμα, ἐν τῇ φύσει, ἀλλὰ τρία ὑποστάσεσι.
Καὶ νῦν... Θεοτοκίον
Δαυϊτικόν, μελῳδοῦμέν σοι ᾆσμα, ὄρος Θεοῦ, σὲ καλοῦντες Παρθένε, ἐν ᾧ οἰκήσας σαρκὶ ὁ Λόγος, ἐθεούργησεν ἡμᾶς, πνευματικῶς ἐν αὐτῷ.

ᾨδὴ η' Ὁ Εἱρμὸς
«Τὸν ἐν ὄρει, ἁγίῳ δοξασθέντα, καὶ ἐν βάτῳ, πυρὶ τὸ τῆς Ἀειπαρθένου, τῷ Μωϋσῇ μυστήριον γνωρίσαντα, Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας».

Ὁ ἐκτρίψας, πρῴην σκιὰν θανάτου, ἀνατείλας, ὡς Ἥλιος ἐκ τάφου, υἱοὺς τῆς ἀναστάσεώς σου ποίησον, Κύριε τῆς δόξης, πάντας τοὺς θανέντας, ἐν πίστει εἰς αἰῶνας.

Τῶν ἀδήλων, καὶ κρυφίων ὁ γνώστης, ὅταν μέλλῃς, ἐκκαλύπτειν τοῦ σκότους, τὰ ἔργα, καὶ βουλὰς τῶν καρδιῶν ἡμῶν, τότε μὴ συνάρῃς, λόγον μετὰ πάντων, τῶν πίστει κοιμηθέντων.

Ὅταν μέλλῃς, καθίσαι ἐπὶ θρόνου, καὶ κελεύσῃς, εἰς κρίσιν παραστῆναι, τοὺς ἐξ ἐσχάτων γῆς διὰ τῆς σάλπιγγος, συναθροιζομένους, τότε φεῖσαι πάντων, Χριστὲ ὡς ἐλεήμων.

Τοὺς θανέντας, ἄφνω ἐκ συμπτωμάτων, ἐκ βοῆς τε σφοδρᾶς καὶ τάχους δρόμου, ῥαπίσματος, πυγμῆς τε καὶ λακτίσεως, Κύριε τῆς δόξης, πίστει κοιμηθέντας, ἄνες εἰς τοὺς αἰῶνας.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ Ἅγιον Πνεῦμα.

Ὡς Μονάδα, τῇ οὐσίᾳ ὑμνῶ σε, ὡς Τριάδα, τοῖς προσώποις σε, σέβω, Πάτερ Υἱὲ καὶ Πνεῦμα τὸ πανάγιον, ἄναρχον τὸ κράτος, τῆς σῆς βασιλείας, δοξάζω εἰς αἰῶνας.
Καὶ νῦν... Θεοτοκίον
Ῥείθρου ζῶντος, πηγὴ ἐσφραγισμένη, ἀνεδείχθης, Θεοτόκε Παρθένε· ἀνάνδρως, γὰρ τὸν Κύριον γεννήσασα, τῆς ἀθανασίας, τοὺς πιστοὺς ποτίζεις, τὸ νᾶμα εἰς αἰῶνας.

Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν.

«Τὸν ἐν ὄρει, ἁγίῳ δοξασθέντα, καὶ ἐν βάτῳ, πυρὶ τὸ τῆς Ἀειπαρθένου, τῷ Μωϋσῇ μυστήριον γνωρίσαντα, Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας».

Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις τιμώντες μεγαλύνωμεν.

Ήχος β'

Μεγαλύνει η ψυχή μου τόν Κύριον, καί ηγαλλίασε τό πνεύμά μου επί τώ Θεώ τώ σωτήρί μου.
·        ·      Τήν Τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.
Ότι επέβλεψεν επί τήν ταπείνωσιν τής δούλης αυτού, ιδού γάρ από τού νύν μακαριούσί με πάσαι γενεαί,
·        ·      Τήν Τιμιωτέραν τών Χερουβείμ...
Ότι εποίησέ μοι μεγαλεία ο Δυνατός, καί άγιον τό όνομα αυτού, καί τό έλεος αυτού εις γενεάν, καί γενεάν τοίς φοβουμένοις αυτόν.
·        ·      Τήν Τιμιωτέραν τών Χερουβείμ...
Εποίησε κράτος εν βραχίονι αυτού, διεσκόρπισεν υπερηφάνους διανοία καρδίας αυτών.
·        ·      Τήν Τιμιωτέραν τών Χερουβείμ...
Καθείλε δυνάστας από θρόνων, καί ύψωσε ταπεινούς, πεινώντας ενέπλησεν αγαθών, καί πλουτούντας εξαπέστειλε κενούς.
·        ·      Τήν Τιμιωτέραν τών Χερουβείμ...
Αντελάβετο Ισραήλ παιδός αυτού, μνησθήναι ελέους, καθώς ελάλησε πρός τούς πατέρας ημών, τώ Αβραάμ, καί τώ σπέρματι αυτού έως αιώνος.

ΚΑΤΑΒΑΣΙΑ

«Τὸν προδηλωθέντα ἐν ὄρει τῷ Νομοθέτῃ, ἐν πυρὶ καὶ βάτῳ, τόκον τὸν τῆς Ἀειπαρθένου, εἰς ἡμῶν τῶν πιστῶν σωτηρίαν, ὕμνοις ἀσιγήτοις μεγαλύνομεν».
«῎Αξιον ἐστίν».                                            

Ἐξαποστειλάριον
Ὁ οὐρανὸν τοῖς ἄστροις

Ὁ καὶ νεκρῶν καὶ ζώντων, ἐξουσιάζων ὡς Θεός, ἀνάπαυσον τοὺς σοὺς δούλους, ἐν ταῖς σκηναῖς τῶν ἐκλεκτῶν· εἰ γὰρ καὶ ἥμαρτον Σῶτερ, ἀλλ' οὐκ ἀπέστησαν ἐκ σοῦ.

Ἕτερον
Γυναῖκες ἀκουτίσθητε

Ἀνάπαυσον τοὺς δούλους σου, ἐν χώρᾳ ζώντων Κύριε, ἔνθα ἀπέδρα ὀδύνη, λύπη ὁμοῦ καὶ στεναγμός, ἵλαθι ὡς φιλάνθρωπος, ἅπερ ἐν βίῳ ἥμαρτον· μόνος γὰρ ἀναμάρτητος, ὑπάρχεις καὶ ἐλεήμων, νεκρῶν καὶ ζώντων Δεσπότης.

Θεοτοκίον Ὅμοιον

Μαρία θεονύμφευτε, Χριστὸν ἀπαύστως πρέσβευε, ὑπερ ἡμῶν τῶν σῶν δούλων, σὺν θεηγόροις Προφήταις, καὶ τῶν Μαρτύρων δήμοις τε, Ἱεραρχῶν Ὁσίων τε, καὶ πάντων τε τῶν Δικαίων, συγκληρονόμους γενέσθαι, τῆς οὐρανῶν βασιλείας.

Εις τούς Αίνους
Στιχηρά Προσόμοια


Ήχος πλ. δ'
Ο εν Εδέμ Παράδεισος
Δεύτε πρό τέλους πάντες Αδελφοί, τόν χούν ημών βλέποντες, καί τής φύσεως ημών τό ασθενές, καί τήν ευτέλειαν ημών, καί τό τέλος οψώμεθα, καί τά όργανα τού σκεύους τής σαρκός, καί ότι κόνις ο άνθρωπος, βρώμα σκωλήκων καί φθορά, ότι ξηρά τά οστά ημών, όλως μή έχοντα πνοήν, τούς τάφους κατίδωμεν, πού η δόξα; πού τό κάλλος τής μορφής; πού η εύλαλος γλώσσα;πού η οφρύς; ή πού ο οφθαλμός; πάντα κόνις καί σκιά, διό φείσαι Σωτήρ πάντων ημών.


Τί απατάται άνθρωπος αυχών, τί μάτην ταράττεται, ο πηλός, καί μετ' ολίγον ο αυτός; τί ου λογίζεται ο χούς, ότι κόνις τό φύραμα, καί σαπρίας καί φθοράς αποβολή; Ει ούν πηλός εσμέν άνθρωποι, τί προστετήκαμεν τή γή; καί ει Χριστού εσμέν σύμφυτοι, τί ου προστρέχομεν αυτώ, καί όλην αφέμενοι τήν επίκηρον καί ρέουσαν ζωήν, τή ζωή τή αφθάρτω, ακολουθούντες; ήτις εστίν ο Χριστός, ο φωτισμός τών ψυχών ημών.


Ο τή χειρί σου πλάσας τόν Αδάμ, καί στήσας μεθόριον, αφθαρσίας, καί θνητότητος Σωτήρ, καί τής εν χάριτι ζωής, τής φθοράς απαλλάξας τε, πρός τήν πρώτην μεταθέμενος ζωήν, αυτός τούς δούλους σου Δέσποτα, ούς προσελάβου εξ ημών, μετά Δικαίων ανάπαυσον, καί εν χορώ τών εκλεκτών, καί τούτων τά ονόματα, μεταγράψας εν βίβλω τής ζωής, εν φωνή Αρχαγγέλου, εξαναστήσας σάλπιγγος ηχοί, καταξίωσον αυτούς, τής ουρανίου βασιλείας σου.

Χριστός ανέστη λύσας τών δεσμών, Αδάμ τόν πρωτόπλαστον, καί τού Άδου καταλύσας τήν ισχύν, θαρσείτε πάντες οι νεκροί, ενεκρώθη ο θάνατος, εσκυλεύθη καί ο Άδης σύν αυτώ, καί ο Χριστός εβασίλευσεν, ο σταυρωθείς καί αναστάς, αυτός ημίν εχαρίσατο, τήν αφθαρσίαν τής σαρκός, αυτός ανιστά ημάς, καί δωρείται τήν ανάστασιν ημίν, καί τής δόξης εκείνης, μετ' ευφροσύνης πάντας αξιοί, τούς εν πίστει ακλινεί, πεπιστευκότας θερμώς επ' αυτώ.

Δόξα... Νεκρώσιμον  Ήχος β'

Ως άνθος μαραίνεται, καί ως όναρ παρέρχεται, καί διαλύεται πάς άνθρωπος, πάλιν δέ ηχούσης τής σάλπιγγος, νεκροί ως εν συσσεισμώ πάντες αναστήσονται, πρός τήν σήν υπάντησιν Χριστέ ο Θεός, Τότε Δέσποτα, ούς μετέστησας εξ ημών, έν ταίς τών Αγίων σου κατάταξον σκηναίς, τά πνεύματα Δέσποτα τών σών δούλων αεί.

Καί νύν... Θεοτοκίον

Χαίρε Μαρία Θεοτόκε, ο ναός ο ακατάλυτος, μάλλον δέ ο άγιος, καθώς βοά ο Προφήτης, Άγιος ο ναός σου, θαυμαστός εν δικαιοσύνη

Σοί δόξα πρέπει, Κύριε, ο Θεός ημών, καί σοί τήν δόξαν αναπέμπομεν, τώ Πατρί, καί τώ Υιώ, καί τώ Αγίω Πνεύματι, νύν, καί αεί, καί εις τούς αιώνας τών αιώνων. Αμήν.

Ο Αναγνώστης χύμα το

Δόξα εν υψίστοις Θεώ καί επί γής ειρήνη εν ανθρώποις ευδοκία. Υμνούμεν σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν μεγάλην σου δόξαν. Κύριε Βασιλεύ, επουράνιε Θεέ, πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, καί Άγιον Πνεύμα. Κύριε ο Θεός, ο αμνός τού θεού, ο Υιός τού Πατρός, ο αίρων τήν αμαρτίαν τού κόσμου, ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου. Πρόσδεξαι τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον ημάς. Ότι σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν. Καθ' εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου εις τόν αιώνα καί εις τόν αιώνα τού αιώνος. Κύριε, καταφυγή εγενήθης ημίν εν γενεά καί γενεά. Εγώ είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι ήμαρτόν σοι. Κύριε, πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου. Ότι παρά σοί πηγή ζωής. εν τώ φωτί σου οψόμεθα φώς. Παράτεινον τό έλεός σου τοίς γινώσκουσί σε.
Καταξίωσον, Κύριε, εν τή ημέρα ταύτη αναμαρτήτους φυλαχθήναι ημάς. Ευλογητός εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον τό όνομά σου εις τούς αιώνας. Αμήν. Γένοιτο, Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σέ. Ευλογητός εί, Κύριε, δίδαξόν με τά δικαιώματά σου. Ευλογητός εί, Δέσποτα, συνέτισόν με τά δικαιώματά σου. Ευλογητός εί, Άγιε, φώτισόν με τοίς δικαιώμασί σου. Κύριε, τό έλεός σου εις τόν αιώνα, τά έργα τών χειρών σου μή παρίδης. Σοί πρέπει αίνος, σοί πρέπει ύμνος, σοί δόξα πρέπει, τώ Πατρί καί τώ Υιώ, καί τώ Αγίω Πνεύματι, νύν, καί αεί, καί εις τούς αιώνας τών αιώνων. Αμήν.

 Ἀπόστιχα τῶν Αἴνων Νεκρώσιμα
Ὅλην ἀποθέμενοι

Στίχ. α'. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

Ἔχων ἀκατάληπτον, τὴν εἰς ἡμᾶς εὐσπλαγχνίαν, καὶ πηγὴν ἀκένωτον θεϊκῆς χρηστότητος πολυέλεε, τοὺς πρὸς σὲ Δέσποτα, μεταβεβηκότας, ἐν γῇ ζώντων κατασκήνωσον, εἰς τὰ σκηνώματα, τὰ ἀγαπητὰ καὶ ποθούμενα, κατάσχεσιν δωρούμενος, τὴν διηνεκῶς διαμένουσαν· σὺ γὰρ ὑπὲρ πάντων, ἐξέχεας τὸ αἷμά σου Χριστέ, καὶ ζωηφόρῳ τιμήματι, κόσμον ἐξηγόρασας.

Στίχ. β'. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Νέκρωσιν ὑπέμεινας, ζωοποιὸν ἑκουσίως, καὶ ζωὴν ἐπήγασας, καὶ τρυφὴν ἀΐδιον πιστοῖς δέδωκας, ἐν ᾗ κατάταξον, τοὺς κεκοιμημένους, ἐπ' ἐλπίδι ἀναστάσεως, τὰ τούτων πταίσματα, πάντα συγχωρῶν ἀγαθότητι, ὡς μόνος ἀναμάρτητος, μόνος ἀγαθὸς καὶ φιλάνθρωπος, ἵνα διὰ πάντων, ὑμνῆταί σου τὸ ὄνομα Χριστέ, καὶ σεσωσμένοι δοξάζωμεν, τὴν οἰκονομίαν σου.

Στίχ. γ'. Καὶ τὸ μνημόσυνον αὐτῶν, εἰς τὸν αἰῶνα δοξάσαντα.

Ζώντων κυριεύοντα, θεαρχικῇ ἐξουσίᾳ, καὶ νεκρῶν δεσπόζοντα, σὲ Χριστὲ γινώσκοντες ἱκετεύομεν. Τοὺς πιστοὺς δούλους σου, τοὺς πρὸς σὲ τὸν μόνον, εὐεργέτην ἐκδημήσαντας, αὐτοὺς ἀνάπαυσον, σὺν τοῖς ἐκλεκτοῖς σου φιλάνθρωπε, ἐν τόποις ἀναψύξεως, ἐν ταῖς τῶν Ἁγίων λαμπρότησι, θελητὴς ἐλέους· ὑπάρχεις γὰρ καὶ σώζεις ὡς Θεός, οὓς κατ' εἰκόνα σου ἔπλασας, μόνε πολυέλεε.
Δόξα... Νεκρώσιμον
Τοῦ Δαμασκηνοῦ Ἦχος πλ. β'
Ἄλγος τῷ Ἀδὰμ ἐχρημάτισεν, ἡ τοῦ ξύλου ἀπόγευσις, πάλαι ἐν Ἐδέμ, ὅτε ὄφις ἰὸν ἐξηρεύξατο· δι' αὐτοῦ γὰρ εἰσῆλθεν ὁ θάνατος, παγγενῆ κατεσθίων τὸν ἄνθρωπον· ἀλλ' ἐλθὼν ὁ Δεσπότης, καθεῖλε τὸν δράκοντα, καὶ ἀνάπαυσιν ἡμῖν ἐδωρήσατο. Πρὸς αὐτὸν οὖν βοήσωμεν· Φεῖσαι Σωτήρ, καὶ οὓς προσελάβου, μετὰ τῶν ἐκλεκτῶν σου ἀνάπαυσον.
Καὶ νῦν... Θεοτοκίον
Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ὁ ἐν σοφίᾳ τὰ πάντα δημιουργῶν, καὶ πληρῶν, Προφήτας ἐξαπέστειλας Χριστέ, προφητεῦσαί σου τὴν παρουσίαν, καὶ Ἀποστόλους, κηρῦξαί σου τὰ μεγαλεῖα· καὶ οἱ μὲν προεφήτευσαν τὴν ἔλευσίν σου, οἱ δὲ τῷ Βαπτίσματι ἐφώτισαν τὰ ἔθνη, Μάρτυρες δὲ παθόντες, ἔτυχον ὧν περ ἐπόθουν·καὶ πρεσβεύει σοι ὁ χορὸς τῶν ἀμφοτέρων, σὺν τῇ Τεκούσῃ σε. Ἀνάπαυσον ὁ Θεός, ψυχὰς ἃς προσελάβου, καὶ ἡμᾶς καταξίωσον τῆς βασιλείας σου, ὁ Σταυρὸν ὑπομείνας, δι' ἐμὲ τόν κατάκριτον, ὁ λυτρωτής μου, καὶ Θεός.

«᾿Αγαθὸν τὸ ἐξομο­λογεῖσθαι», τρισάγιον κ.τ.λ..
Ἀπολυτίκιον
Ἦχος πλ. δ'
Ὁ βάθει σοφίας φιλανθρώπως πάντα οἰκονομῶν, καὶ τὸ συμφέρον πᾶσιν ἀπονέμων μόνε Δημιουργέ, ἀνάπαυσον Κύριε τὰς ψυχὰς τῶν δούλων σου· ἐν σοὶ γὰρ τὴν ἐλπίδα ἀνέθεντο, τῷ ποιητῇ καὶ πλάστῃ καὶ Θεῷ ἡμῶν.
Δόξα...
Ἐν σοὶ γὰρ τὴν ἐλπίδα ἀνέθεντο, τῷ ποιητῇ καὶ πλάστῃ καὶ Θεῷ ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον
Σὲ καὶ τεῖχος, καὶ λιμένα ἔχομεν, καὶ πρέσβιν εὐπρόσδεκτον, πρὸς ὃν ἔτεκες Θεόν, Θεοτόκε ἀνύμφευτε, τῶν πιστῶν ἡ σωτηρία.

Είς την λειτουργίαν

ΑΝ Τ Ι Φ Ω Ν Α

Ηχος πλ. δ'

Στίχ. α'. Αγαθόν τό εξομολογείσθαι τώ Κυρίω, καί ψάλλειν τώ ονόματί σου, Ύψιστε.
Ταίς πρεσβείαις τής Θεοτόκου, Σώτερ, σώσον ημάς.

Στίχ. β'. Τού αναγγέλλειν τώ πρωί τό έλεός σου, καί τήν αλήθειάν σου κατά νύκτα.
Ταίς πρεσβείαις τής Θεοτόκου...

Στίχ. γ'. Ότι ευθύς Κύριος ο Θεός ημών, καί ουκ έστιν αδικία εν αυτώ.
Ταίς πρεσβείαις τής Θεοτόκου...

Δόξα... Καί νύν...
Ταίς πρεσβείαις τής Θεοτόκου...


Β΄. Ήχος β'


Στίχ. α'. Δεύτε αγαλλιασώμεθα τώ Κυρίω, αλαλάξωμεν τώ Θεώ τώ Σωτήρι ημών.
Σώσον ημάς, Υιέ Θεού, ο εν Αγίοις θαυμαστός, ψάλλοντάς σοι. Αλληλούια.

Στίχ. β'. Προφθάσωμεν τό πρόσωπον αυτού εν εξομολογήσει, καί εν ψαλμοίς αλαλάξωμεν αυτώ, ότι Θεός μέγας, Κύριος καί Βασιλεύς μέγας επί πάσαν τήν γήν.
Σώσον ημάς, Υιέ Θεού, ο εν Αγίοις θαυμαστός...

Στίχ. γ'. Ότι εν τή χειρί αυτού τά πέρατα τής γής, καί τά ύψη τών ορέων αυτού εισιν, ότι αυτού εστιν η θάλασσα, καί αυτός εποίησεν αυτήν, καί τήν ξηράν αι χείρες αυτού έπλασαν.
Σώσον ημάς, Υιέ Θεού, ο εν Αγίοις θαυμαστός...

Δόξα... Καί νύν...


Ο Μονογενής Υιός και Λόγος του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν σωτηρίαν σαρκοθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας, σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της Αγίας Τριάδος, συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.

Ἀπολυτίκιον
Ἦχος πλ. δ'

Ὁ βάθει σοφίας φιλανθρώπως πάντα οἰκονομῶν, καὶ τὸ συμφέρον πᾶσιν ἀπονέμων μόνε Δημιουργέ, ἀνάπαυσον Κύριε τὰς ψυχὰς τῶν δούλων σου· ἐν σοὶ γὰρ τὴν ἐλπίδα ἀνέθεντο, τῷ ποιητῇ καὶ πλάστῃ καὶ Θεῷ ἡμῶν.

Εισοδικόν

Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ. Σώσον ημάς, Υιέ Θεού, ο εν Αγίοις θαυμαστός , ψάλλοντάς σοι Αλληλούϊα.

Ἀπολυτίκιον
Ἦχος πλ. δ'

Ὁ βάθει σοφίας φιλανθρώπως πάντα οἰκονομῶν, καὶ τὸ συμφέρον πᾶσιν ἀπονέμων μόνε Δημιουργέ, ἀνάπαυσον Κύριε τὰς ψυχὰς τῶν δούλων σου· ἐν σοὶ γὰρ τὴν ἐλπίδα ἀνέθεντο, τῷ ποιητῇ καὶ πλάστῃ καὶ Θεῷ ἡμῶν.

καὶ τοῦ ναοῦ…
Κοντάκιον
Ἦχος πλ. δ'

Μετὰ τῶν Ἁγίων ἀνάπαυσον Χριστέ, τὰς ψυχὰς τῶν δούλων σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.


Προκείμενον Ἦχος πλ. β'

Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Στίχ. Πρὸς σὲ Κύριε κεκράξομαι, ὁ Θεός μου.

Πρὸς Θεσσαλονικεὶς Α' Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα

Ἀδελφοί, οὐ θέλω ὑμᾶς ἀγνοεῖν περὶ τῶν κεκοιμημένων, ἵνα μὴ λυπῆσθε, καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Εἰ γὰρ πιστεύομεν ὅτι Ἰησοῦς ἀπέθανε καὶ ἀνέστη, οὕτω καὶ ὁ Θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ. Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι, εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας, ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ Ἀρχαγγέλου, καὶ ἐν σάλπιγγι Θεοῦ, καταβήσεται ἀπ' οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον, ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι, ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις, εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα.

Ἀλληλούϊα Ἦχος πλ. β'

Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου.
Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν
(Λκ. κα΄ 8-9, 25-27, 35-36).

Εἶπεν ὁ Κύριος· Βλέπετε μὴ πλανηθῆτε...

Είς το Εξαιρέτως... Άξιον Εστί

Κοινωνικὸν

Μακάριοι οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε, καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν, Ἀλληλούϊα.

«Εἴδομεν τὸ φῶς».

ΝΕΚΡΩΣΙΜΟΝ ΜΝΗΜΟΣΥΝΟΝ.

Μετὰ τὴν ὀπισθάμ­βωνον εὐχὴν ψάλλονται τὰ νεκρώσιμα τροπάρια «Μετὰ πνευμάτων δικαίων» κ.λπ., καὶ ἐκφωνεῖται παρὰ τοῦ ἱερέως τὸ μνη­μό­συνον τῶν κεκοι­μημένων, ὡς ἐσημειώθη ἐν τῷ ἑσπερινῷ· μετὰ τὴν εὐχὴν «῾Ο Θεὸς τῶν πνευ­μάτων», τὸ «Αἰωνία ἡ μνήμη αὐτῶν» τρίς.

ΑΠΟΛΥΣΙΣ. Μετὰ ταῦτα οἱ χοροὶ τὸ «Εἴη τὸ ὄνομα Κυρίου» (γ΄), ὁ ἱερεὺς «Τοῦ Κυρίου δεηθῶμεν», «Εὐλογία Κυρίου καὶ ἔλεος», καὶ ἡ συνήθης ἀπόλυσις.
Βιβλιογραφία:

1.       analogion.gr/glt/
2.       ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΙΣ
ΤΩΝ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ
ΕΤΟΥΣ 2012
ΑΠΟΣΤΟΛΟΥ Ε. ΠΑΠΑΧΡΗΣΤΟΥ














Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου