5-2-2012
† ΚΥΡΙΑΚΗ (ΙϚ΄ ΛΟΥΚΑ) ΤΟΥ ΤΕΛΩΝΟΥ ΚΑΙ ΦΑΡΙΣΑΙΟΥ. ᾿Αγάθης μάρτυρος (†251)· Πολυεύκτου πατριάρχου Κωνσταντινουπόλεως (†570), Θεοδοσίου ὁσίου τοῦ ἐν Σκοπέλῳ, ᾿Αντωνίου νεομάρτυρος τοῦ ᾿Αθηναίου (†1774). ῏Ηχος α΄, ἑωθινὸν α΄ (τυπικὸν Τριῳδίου §§1-3 καὶ ῾Υπαπαντῆς §§14-15).
«Τῇ Κυριακῇ μετὰ τὴν ἑορτὴν τῆς ῾Υπαπαντῆς, ἀποφάσει τῆς Ἱ. Συνόδου τῆς ᾿Εκκλησίας τῆς ῾Ελλάδος, ὡρίσθη ὅπως εορτάζηται ἡ μνήμη τῶν ἁγίων μητέρων τῶν τριῶν ῾Ιεραρχῶν, ᾿Εμμελείας, Νόννας καὶ ᾿Ανθούσης».
῎Αρχεται τὸ Τριῴδιον
Εἰς τὸν ἑσπερινόν
Ἦχος α’
Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.
Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.
Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.
Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.
Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.
Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.
Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.
Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.
Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.
Ψαλμὸς ρμα’ (141)
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.
Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.
Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
Ἐκέκραξα πρὸς σέ, Κύριε εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.
Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.
Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.
Στίχ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.
Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου. Ἦχος α’.
Τὰς ἑσπερινὰς ἡμῶν εὐχάς, πρόσδεξαι Ἅγιε Κύριε, καὶ παράσχου ἡμῖν, ἄφεσιν ἁμαρτιῶν, ὅτι μόνος εἶ ὁ δείξας, ἐν κόσμῳ τὴν ἀνάστασιν.
Στίχ. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.
Κυκλώσατε λαοὶ Σιών, καὶ περιλάβετε αὐτήν, καὶ δότε δόξαν ἐν αὐτῇ, τῷ ἀναστάντι ἐκ νεκρῶν· ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, ὁ λυτρωσάμενος ἡμᾶς, ἐκ τῶν ἀνομιῶν ἡμῶν.
Ψαλμὸς 129
Στίχ.Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.
Δεῦτε λαοὶ ὑμνήσωμεν, καὶ προσκυνήσωμεν Χριστόν, δοξάζοντες αὐτοῦ τὴν ἐκ νεκρῶν ἀνάστασιν· ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, ὁ ἐκ τῆς πλάνης τοῦ ἐχθροῦ, τὸν κόσμον λυτρωσάμενος.
Στίχ.Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Εὐφράνθητε οὐρανοί, σαλπίσατε τὰ θεμέλια τῆς γῆς, βοήσατε τὰ ὄρη εὐφροσύνην· ἰδοὺ γὰρ ὁ Ἐμμανουὴλ τὰς ἁμαρτίας ἡμῶν, τῷ Σταυρῷ προσήλωσε, καὶ ζωὴν ὁ διδούς, θάνατον ἐνέκρωσε, τὸν Ἀδὰμ ἀναστήσας, ὡς φιλάνθρωπος.
Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Ἦχος α'
Μὴ προσευξώμεθα φαρισαϊκῶς, ἀδελφοί· ὁ γὰρ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ταπεινωθῶμεν ἐναντίον τοῦ Θεοῦ, τελωνικῶς διὰ νηστείας κράζοντες· Ἱλάσθητι ἡμῖν ὁ Θεός, τοῖς ἁμαρτωλοῖς.
Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Ἦχος α'
Μὴ προσευξώμεθα φαρισαϊκῶς, ἀδελφοί· ὁ γὰρ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ταπεινωθῶμεν ἐναντίον τοῦ Θεοῦ, τελωνικῶς διὰ νηστείας κράζοντες· Ἱλάσθητι ἡμῖν ὁ Θεός, τοῖς ἁμαρτωλοῖς.
Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Φαρισαῖος κενοδοξίᾳ νικώμενος, καὶ Τελώνης τῇ μετανοίᾳ κλινόμενος, προσῆλθόν σοι τῷ μόνῳ Δεσπότῃ, ἀλλ' ὁ μὲν καυχησάμενος, ἐστερήθη τῶν ἀγαθῶν, ὁ δὲ μὴ φθεγξάμενος, ἠξιώθη τῶν δωρεῶν. Ἐν τούτοις τοῖς στεναγμοῖς, στήριξόν με Χριστὲ ὁ Θεὸς ὡς φιλάνθρωπος.
Στίχ.Ότι παρά τώ Κυρίω τό έλεος καί πολλή παρ' αυτώ λύτρωσις' καί αυτός λυτρώσεται τόν Ισραηλ εκ πασών τών ανομιών αυτού.
τῆς Ἑορτῆς
Ἦχος δ' Ἔδωκας σημείωσιν
Νόμον τὸν ἐν γράμματι, ἀποπληρῶν ὁ φιλάνθρωπος, τῶ ναῷ νῦν προσάγεται, καὶ τοῦτον εἰσδέχεται, Συμεὼν ὁ Πρέσβυς, γηραιαῖς ἀγκάλαις. Νῦν ἀπολύεις με βοῶν, πρὸς τὴν ἐκεῖθεν μακαριότητα· κατεῖδον γὰρ σε σήμερον, σάρκα θνητὴν περικείμενον, τῆς ζωῆς κυριεύοντα, καὶ θανάτου δεσπόζοντα.
Στίχ.αινείτε τόν κύριον πάντα τά έθνη επαινέσατε αυτόν πάντες οι λαοί.
Φῶς εἰς ἀποκάλυψιν, ἐθνῶν ἐπέφανας Κύριε, ἐπὶ κούφης καθήμενος, νεφέλης ὁ ἥλιος, τῆς δικαιοσύνης, νόμου τὸ σκιῶδες, ἀποπληρῶν καὶ τὴν ἀρχήν, καθυποφαίνων τῆς νέας Χάριτος· διὸ σε θεασάμενος, ὁ Συμεὼν ἀνεκραύγαζεν· Ἐκ φθορᾶς με ἀπόλυσον, ὅτι εἶδόν σε Δέσποτα.
Στίχ.Ότι εκραταιώθη τό έλεος αυτού εφ' ημάς, καί η αλήθεια τού κυρίου μένει εις τόν αιώνα
Κόλπων τοῦ Γεννήτορος, μὴ χωρισθεὶς τῇ Θεότητι, σαρκωθεὶς ὡς εὐδόκησας ἀγκάλαις κρατούμενος, τῆς Ἀειπαρθένου, χερσὶν ἐπεδόθης, τοῦ θεοδόχου Συμεών, ὁ τῇ χειρί σου κρατῶν τὰ σύμπαντα· διό, Νῦν ἀπολύεις με, περιχαρῶς ἀνεκραύγαζεν, ἀγαθὲ καὶ φιλάνθρωπε, ὅτι εἶδόν σε σήμερον.
Δόξα... Ἦχος πλ. δ'
Παντοκράτορ Κύριε, οἶδα, πόσα δύνανται τὰ δάκρυα· Ἐζεκίαν γὰρ ἐκ τῶν πυλῶν τοῦ θανάτου ἀνήγαγον, τὴν ἁμαρτωλὸν ἐκ τῶν χρονίων πταισμάτων ἐρρύσαντο, τόν δὲ Τελώνην, ὑπὲρ τὸν Φαρισαῖον ἐδικαίωσαν, καὶ δέομαι, σὺν αὐτοῖς ἀριθμήσας, ἐλέησόν με.
Καὶ νῦν Θεοτοκίον Ἦχος α'
Τὴν παγκόσμιον δόξαν, τὴν ἐξ ἀνθρώπων σπαρεῖσαν, καὶ τὸν Δεσπότην τεκοῦσαν, τὴν ἐπουράνιον πύλην, ὑμνήσωμεν Μαρίαν τὴν Παρθένον, τῶν Ἀσωμάτων τὸ ᾆσμα, καὶ τῶν πιστῶν τὸ ἐγκαλλώπισμα· αὕτη γὰρ ἀνεδείχθη οὐρανός, καὶ ναὸς τῆς Θεότητος· αὕτη τὸ μεσότοιχον τῆς ἔχθρας καθελοῦσα, εἰρήνην ἀντεισῆξε, καὶ τὸ Βασίλειον ἠνέῳξε. Ταύτην οὖν κατέχοντες, τῆς πίστεως τὴν ἄγκυραν, ὑπέρμαχον ἔχομεν, τὸν ἐξ αὐτῆς τεχθέντα Κύριον. Θαρσείτω τοίνυν, θαρσείτω λαὸς τοῦ Θεοῦ· καὶ γάρ αὐτὸς πολεμήσει τοὺς ἐχθρούς, ὡς παντοδύναμος.
Εἴσοδος
Σοφία Ὀρθοί
Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.
Προκείμενον τῆς ἡμέρας
Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.
Στίχ. Ἐνεδύσατο ὁ Κύριος δύναμιν, καὶ περιεζώσατο.
Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
Ἀπόστιχα
Τὸ Ἀναστάσιμον. Ἦχος α’.
Τῷ πάθει σου, Χριστέ, παθῶν ἠλευθερώθημεν, καὶ τῇ ἀναστάσει σου ἐκ φθορᾶς ἐλυτρώθημεν· Κύριε δόξα σοι.
Στίχ. Ό Κύριος εβασίλευσεν, ευπρέπειαν ενεδύσατο, ενεδύσατο Κύριος δύναμιν καί περιεζώσατο.
Τὰ κατ’ Ἀλφάβητον.
Ἀγαλλιάσθω ἡ κτίσις, οὐρανοὶ εὐφραινέσθωσαν, χεῖρας κροτείτω τὰ ἔθνη μετ’ εὐφροσύνης· Χριστὸς γὰρ ὁ Σωτὴρ ἡμῶν, τῷ Σταυρῷ προσήλωσε τὰς ἁμαρτίας ἡμῶν, καὶ τὸν θάνατον νεκρώσας, ζωὴν ἡμῖν ἐδωρήσατο, πεπτωκότα τὸν Ἀδὰμ παγγενῆ ἀναστήσας, ὡς φιλάνθρωπος.
Στίχ. Καί γάρ εστερέωσεν τήν οικουμένην, ήτις ου σαλευθήσεται.
Βασιλεὺς ὑπάρχων οὐρανοῦ καὶ γῆς, Ἀκατάληπτε, ἑκὼν ἐσταύρωσαι διὰ φιλανθρωπίαν· Ὃν ὁ ᾅδης συναντήσας κάτωθεν ἐπικράνθη, καὶ δικαίων ψυχαὶ δεξάμεναι, ἠγαλλιάσαντο· Ἀδὰμ δὲ ἰδών σε τὸν Κτίστην ἐν τοῖς καταχθονίοις ἀνέστη. Ὢ τοῦ θαύματος! πῶς θανάτου ἐγεύσατο ἡ τῶν ἁπάντων ζωὴ; ἀλλ’ ἢ ὡς ἠβουλήθη, κόσμον φωτίσαι, κραυγάζοντα καὶ λέγοντα· Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.
Στίχ. Τώ οίκω σου πρέπει αγίασμα, Κύριε εις μακρότητα ημερών.
Γυναῖκες μυροφόροι μύρα φέρουσαι, μετὰ σπουδῆς καὶ ὀδυρμοῦ τὸν τάφον σου κατέλαβον, καὶ μὴ εὑροῦσαι τὸ ἄχραντον Σῶμά σου, παρὰ δὲ τοῦ Ἀγγέλου μαθοῦσαι τὸ καινόν, καὶ παράδοξον θαῦμα, τοῖς Ἀποστόλοις ἔλεγον· Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα... Ἦχος πλ. α'
Βεβαρημένων τῶν ὀφθαλμῶν μου ἐκ τῶν ἀνομιῶν μου, οὐ δύναμαι ἀτενίσαι, καὶ ἰδεῖν τὸν αἰθέρα τοῦ οὐρανοῦ, ἀλλὰ δέξαι με ὡς τὸν Τελώνην, μετανοοῦντα Σωτήρ, καὶ ἐλέησόν με.
Καὶ νῦν Ἦχος πλ. α'
Ἐρευνᾶτε τὰς Γραφάς, καθως εἶπεν ἐν Εὐαγγελίοις Χριστὸς ὁ Θεὸς ἡμῶν· ἐν αὐταῖς γὰρ εὑρίσκομεν αὐτόν, τικτόμενον καὶ σπαργανούμενον, τιθηνούμενον καὶ γαλακτοτροφούμενον, περιτομὴν δεχόμενον, καὶ ὑπὸ Συμεὼν βασταχθέντα, οὐ δοκήσει οὐδὲ φαντασίᾳ, ἀλλ' ἀληθείᾳ τῷ κόσμῳ φανέντα, πρὸς ὃν βοήσωμεν· ὁ πρὸ αἰώνων Θεός, δόξα σοι.
Ἀπολυτίκιον. Ἦχος α’.
Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῷ κόσμῳ τὴν ζωήν. Διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν ἐβόων σοι Ζωοδότα· Δόξα τῇ ἀναστάσει σου Χριστέ, δόξα τῇ Βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε Φιλάνθρωπε.
Δόξα... Καὶ νῦν Ἀπολυτίκιον Ἦχος α'
Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενος ἡμῖν καὶ τὴν Ἀνάστασιν.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ἦχος α'
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, α'. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, β'. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς,
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, γ'. Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, καί επέφανεν ημίν...
Ἀπολυτίκιον. Ἦχος α’.
Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῷ κόσμῳ τὴν ζωήν. Διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν ἐβόων σοι Ζωοδότα· Δόξα τῇ ἀναστάσει σου Χριστέ, δόξα τῇ Βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε Φιλάνθρωπε.
Δόξα...
Ἀπολυτίκιον. Ἦχος α’.
Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῷ κόσμῳ τὴν ζωήν. Διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν ἐβόων σοι Ζωοδότα· Δόξα τῇ ἀναστάσει σου Χριστέ, δόξα τῇ Βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε Φιλάνθρωπε.
Καὶ νῦν Ἀπολυτίκιον Ἦχος α'
Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενος ἡμῖν καὶ τὴν Ἀνάστασιν.
Μετὰ τὴν α’ Στιχολογίαν,
Καθίσματα Ἀναστάσιμα. Ἦχος α’.
Τὸν τάφον σου Σωτήρ, στρατιῶται τηροῦντες, νεκροὶ τῇ ἀστραπῇ, τοῦ ὀφθέντος Ἀγγέλου, ἐγένοντο κηρύττοντος, γυναιξὶ τὴν ἀνάστασιν. Σὲ δοξάζομεν, τὸν τῆς φθορᾶς καθαιρέτην· σοὶ προσπίπτομεν, τῷ ἀναστάντι ἐκ τάφου, καὶ μόνῳ Θεῷ ἡμῶν.
Δόξα.
Σταυρῷ προσηλωθείς, ἑκουσίως Οἰκτίρμον, ἐν μνήματι τεθείς, ὡς θνητὸς Ζωοδότα, τὸ κράτος συνέτριψας, Δυνατὲ τῷ θανάτῳ σου. Σὲ γὰρ ἔφριξαν, οἱ πυλωροὶ οἱ τοῦ ᾅδου· σὺ συνήγειρας, τοὺς ἀπ’ αἰῶνος θανόντας, ὡς μόνος φιλάνθρωπος.
Καὶ νῦν Κάθισμα Ἦχος α'
Αὐτόμελον
Χορὸς Ἀγγελικός, ἐκπληττέσθω τὸ θαῦμα, βροτοὶ δὲ ταῖς φωναῖς, ἀνακράξωμεν ὕμνον, ὁρῶντες τὴν ἄφατον, τοῦ Θεοῦ συγκατάβασιν· ὃν γὰρ τρέμουσι, τῶν οὐρανῶν αἱ Δυνάμεις, γηραλέαι νῦν, ἐναγκαλίζονται χεῖρες, τὸν μόνον φιλάνθρωπον.
Μετὰ τὴν β’ Στιχολογίαν, ἕτερα.
Τοῦ λίθου σφραγισθέντος.
Γυναῖκες πρὸς τὸ μνῆμα παρεγένοντο ὄρθριαι, καὶ ἀγγελικὴν ὀπτασίαν θεασάμεναι ἔτρεμον· ὁ τάφος ἐξήστραπτε ζωήν, τὸ θαῦμα κατέπληττεν αὐτάς· διὰ τοῦτο ἀπελθοῦσαι, τοῖς μαθηταῖς ἐκήρυττον τὴν ἔγερσιν. Τὸν ᾅδην ἐσκύλευσε Χριστός, ὡς μόνος κραταιὸς καὶ δυνατός, καὶ φθαρέντας συνήγειρε πάντας, τὸν τῆς κατακρίσεως φόβον, λύσας δυνάμει Σταυροῦ.
Δόξα.
Ἐν τῷ Σταυρῷ προσηλωθεὶς ἡ ζωὴ τῶν ἁπάντων, καὶ ἐν νεκροῖς λογισθεὶς ὁ ἀθάνατος Κύριος, ἀνέστης τριήμερος Σωτήρ, καὶ ἢγειρας Ἀδὰμ ἐκ τῆς φθορᾶς· διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν ἐβόων σοι Ζωοδότα· Δόξα τοῖς σοῖς παθήμασι Χριστέ· δόξα τῇ ἀναστάσει σου· δόξα τῇ συγκαταβάσει σου, μόνε Φιλάνθρωπε.
Καὶ νῦν
Κάθισμα Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ
Ὁ ὢν σὺν τῷ Πατρί, ἐπὶ θρόνου ἁγίου, ἐλθὼν ἐπὶ τῆς γῆς, ἐκ Παρθένου ἐτέχθη, καὶ βρέφος ἐγένετο, χρόνοις ὢν ἀπερίγραπτος, ὃν δεξάμενος, ὁ Συμεὼν ἐν ἀγκάλαις, χαίρων ἔλεγε· Νῦν ἀπολύεις Οἰκτίρμον, εὐφράνας τὸν δοῦλόν σου.
ΕΥΛΟΓΗΤΑΡΙΑ
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις. Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ, ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.
Δόξα... Τριαδικὸν
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.
Καὶ νῦν ... Θεοτοκίον
Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (ἐκ γ')
ἡ Ὑπακοή.
Ἡ τοῦ λῃστοῦ μετάνοια, τὸν Παράδεισον ἐσύλησεν, ὁ δὲ θρῆνος τῶν Μυροφόρων τὴν χαρὰν ἐμήνυσεν· ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Οἱ Ἀναβαθμοί. Ἀντίφωνον Α’.
Ἐν τῷ θλίβεσθαί με, εἰσάκουσόν μου τῶν ὀδυνῶν, Κύριε σοὶ κράζω.
Τοῖς ἐρημικοῖς, ἄπαυστος ὁ θεῖος πόθος ἐγγίνεται, κόσμου οὖσι τοῦ ματαίου ἐκτός.
Δόξα. Καὶ νῦν.
Ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα, ὥσπερ Πατρί, πρέπει ἅμα καὶ Υἱῷ· διὰ τοῦτο ᾂσωμεν τῇ Τριαδικῇ Μονοκρατορίᾳ.
Ἀντίφωνον Β’.
Εἰς τὰ ὄρη τῶν σῶν, ὕψωσάς με νόμων, ἀρεταῖς ἐκλάμπρυνον, ὁ Θεός, ἵνα ὑμνῶ σε.
Δεξιᾷ σου χειρὶ λαβὼν σὺ Λόγε, φύλαξόν με, φρούρησον, μὴ πῦρ με φλέξῃ τῆς ἁμαρτίας.
Δόξα. Καὶ νῦν.
Ἁγίῳ Πνεύματι, πᾶσα ἡ κτίσις καινουργεῖται, παλινδρομοῦσα εἰς τὸ πρῶτον· ἰσοσθενὲς γάρ ἐστι Πατρὶ καὶ Λόγῳ.
Ἀντίφωνον Γ’.
Ἐπὶ τοῖς εἰρηκόσι μοι· Ὁδεύσωμεν εἰς τὰς αὐλὰς τοῦ Κυρίου· εὐφράνθη μου τὸ πνεῦμα, συγχαίρει ἡ καρδία.
Ἐπὶ οἶκον Δαυΐδ, φόβος μέγας· ἐκεῖ γὰρ θρόνων ἐκτεθέντων, κριθήσονται, ἅπασαι αἱ φυλαὶ τῆς γῆς καὶ γλῶσσαι.
Δόξα. Καὶ νῦν.
Ἁγίῳ Πνεύματι, τιμὴν προσκύνησιν, δόξαν καὶ κράτος, ὡς Πατρί τε ἄξιον, καὶ τῷ Υἱῷ δεῖ προσφέρειν· Μονὰς γάρ ἐστιν ἡ Τριὰς τῇ φύσει, ἀλλ’ οὐ προσώποις.
Προκείμενον.
Νῦν ἀναστήσομαι λέγει Κύριος, θήσομαι ἐν σωτηρίῳ, παρρησιάσομαι ἐν αὐτῷ.
Στίχ. Τὰ λόγια Κυρίου λόγια ἁγνά, ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ, κεκαθαρισμένον ἑπταπλασίως.
Ή Τάξις τού Εωθινού Ευαγγελίου
Ιερεύς Τού Κυρίου δεηθώμεν.
Χορός Κύριε, ελέησον.
Ιερεύς Ότι Άγιος εί ο Θεός ημών, και εν αγίοις επαναπαύη, και σοι την δόξαν αναπέμπωμεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.
Χορός Αμήν.
Πάσα πνοή αινεσάτω τόν Κύριον (εκ γ').
Ιερεύς Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.
Χορός Κύριε, ελέησον (γ').
Ιερεύς Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.
Ιερεύς Ειρήνη πάσι.
Χορός Καί τώ Πνεύματί σου.
Ιερεύς Εκ τού κατά ... αγίου Ευαγγελίου...
Ιερεύς Πρόσχωμεν.
Χορός Δόξα σοι, Κύριε, δόξα σοι.
Ευαγγελιον Εωθινόν α’
Ανάστασιν Χριστού θεασάμενοι…
Ν' Ψαλμός
· Ελέησόν με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον τό ανόμημά μου
· επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
· ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
· σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε
· ιδού γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
· ιδού γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
· ραντιείς με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
· ακουτιείς με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
· απόστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
· καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
· μή απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ' εμού
· απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
· διδάξω ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
· ρύσαί με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου
· κύριε τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου
· ότι ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις
· θυσία τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει
· αγάθυνον κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
· τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους
Δόξα... Ἦχος πλ. δ'
Τῆς μετανοίας ἄνοιξόν μοι πύλας Ζωοδότα· ὀρθρίζει γὰρ τὸ πνεῦμά μου, πρὸς ναὸν τὸν ἅγιόν σου, ναὸν φέρον τοῦ σώματος, ὅλον ἐσπιλωμένον· ἀλλ' ὡς οἰκτίρμων κάθαρον, εὐσπλάγχνῳ σου ἐλέει.
Καὶ νῦν... Θεοτοκίον
Ἦχος ὁ αὐτὸς
Τῆς σωτηρίας εὔθυνόν μοι τρίβους, Θεοτόκε· αἰσχραῖς γὰρ κατερρύπωσα, τὴν ψυχὴν ἁμαρτίαις, ὡς ῥαθύμως τὸν βίον μου, ὅλον ἐκδαπανήσας, ταῖς σαῖς πρεσβείαις ῥῦσαί με, πάσης ἀκαθαρσίας.
Εἶτα, Στίχ. Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἦχος πλ. β'
Τὰ πλήθη τῶν πεπραγμένων μοι δεινῶν, ἐννοῶν ὁ τάλας, τρέμω τὴν φοβερὰν ἡμέραν τῆς κρίσεως· ἀλλὰ θαρρῶν εἰς τὸ ἔλεος τῆς εὐσπλαγχνίας σου, ὡς ὁ Δαυῒδ βοῶ σοι· Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα σου ἔλεος.
Κανὼν Ἀναστάσιμος
Κανὼν Ἀναστάσιμος.
Ἦχος α’. ᾨδὴ α’. Ὁ Εἱρμός.
Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχύϊ δεδόξασται· αὕτη γὰρ Ἀθάνατε, ὡς πανσθενὴς ὑπεναντίους ἔθραυσε, τοῖς Ἰσραηλίταις, ὁδὸν βυθοῦ καινουργήσασα.
Τροπάρια.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Ὁ χερσὶν ἀχράντοις ἐκ χοός, θεουργικῶς κατ’ ἀρχὰς διαπλάσας με, χεῖρας διεπέτασας ἐν τῷ Σταυρῷ, ἐκ γῆς ἀνακαλούμενος, τὸ φθαρέν μου σῶμα, ὃ ἐκ Παρθένου προσείληφας.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Νέκρωσιν ὑπέστη δι’ ἐμέ, καὶ τὴν ψυχὴν τῷ θανάτῳ προδίδωσιν, ὁ ἐμπνεύσει θείᾳ ψυχήν μοι ἐνθείς· καὶ λύσας αἰωνίων δεσμῶν, καὶ συναναστήσας, τῇ ἀφθαρσίᾳ ἐδόξασε.
Θεοτοκίον.
Στίχ. Ὑπεραγία Θεοτόκε σῷσον ἡμᾶς.
Χαῖρε ἡ τῆς χάριτος Πηγή· χαῖρε ἡ κλῖμαξ καὶ πύλη οὐράνιος· χαῖρε ἡ λυχνία καὶ στάμνος χρυσῆ, καὶ ὄρος ἀλατόμητον, ἡ τὸν Ζωοδότην, Χριστὸν τῷ κόσμῳ κυήσασα.
ᾨδὴ α' Ἦχος γ' είς 4
Ὁ Εἱρμὸς
«Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσέ ποτε· ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι. ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται».
Ῥανάτωσαν ὕδωρ νεφέλαι· Ἥλιος ἐν νεφέλῃ γὰρ κούφη, ἐποχούμενος ἐπέστη, ἀκηράτοις ὠλέναις, Χριστὸς ἐν τῷ ναῷ ὡς βρέφος· διὸ πιστοὶ βοήσωμεν. ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.
Ἰσχύσατε χεῖρες Συμεών, τῷ γήρᾳ ἀνειμέναι, καὶ κνῆμαι παρειμέναι δὲ Πρεσβύτου, αὐθυβόλως κινεῖσθε Χριστοῦ πρὸς ὑπαντήν. Χορείαν σὺν Ἀσωμάτοις στήσαντες, ᾄσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.
Συνέσει ταθέντες οὐρανοὶ εὐφράνθητε, ἀγάλλου δὲ ἡ γῆ· ὑπερθέων γὰρ ἐκ κόλπων, ὁ τεχνίτης φοιτήσας, Χριστὸς ὑπὸ Μητρὸς Παρθένου, Θεῷ Πατρὶ προσάγεται, νήπιος ὁ πρὸ πάντων· ἐνδόξως γὰρ δεδόξασται.
Κανὼν Τριῳδίου
ᾨδὴ α' Ἦχος πλ. β'
Ὡς ἐν ἠπείρῳ πεζεύσας
Παραβολαῖς ἐμβιβάζων πάντας Χριστός, πρὸς βίου διόρθωσιν, τὸν Τελώνην ἀνυψοῖ, ἐκ τῆς ταπεινώσεως δεικνύς, Φαρισαῖον τῇ ἐπάρσει ταπεινούμενον.
Ἐκ ταπεινώσεως γέρας ὑψοποιόν, ἐκ δὲ τῆς ἐπάρσεως, πτῶμα βλέπων χαλεπόν, τοῦ Τελώνου ζήλου τὰ καλά, καὶ τὴν φαρισαϊκήν, κακίαν μίσησον.
Ἐξ ἀπονοίας κενοῦται πᾶν ἀγαθόν, ἐκ δὲ ταπεινώσεως, καθαιρεῖται πᾶν κακόν, ἥν περ ἀσπασώμεθα πιστοί, βδελυττόμενοι σαφῶς, τρόπον κενόδοξον.
Τὸ ταπεινόφρονας εἶναι τοὺς ἑαυτοῦ Μαθητὰς βουλόμενος, ὁ τῶν πάντων Βασιλεύς, παραινῶν ἐδίδασκε ζηλοῦν, τὸν Τελώνου στεναγμόν, καὶ τὴν ταπείνωσιν.
Ὡς Τελώνης στενάζω, καὶ ὀδυρμοῖς ἀσιγήτοις Κύριε, νῦν προσέρχομαι τῇ σῇ εὐσπλαγχνίᾳ, οἴκτειρον κᾀμέ, ταπεινώσει τὴν ζωήν, νῦν διεξάγοντα.
Θεοτοκίον
Γνώμην, βουλήν, προσδοκίαν, σῶμα, ψυχήν, καὶ τὸ πνεῦμα Δέσποινα, ἀνατίθημι πρὸς σέ, δυσχερῶν ἐχθρῶν καὶ πειρασμῶν, καὶ μελλούσης ἀπειλῆς, ῥῦσαι καὶ σῶσόν με.
ᾨδὴ γ’. Ὁ Εἱρμός.
Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾶν σοι· Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀχράντου σου δόξης Φιλάνθρωπε.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Θεός μου ὑπάρχων Ἀγαθέ, πεσόντα κατῳκτείρησας, καὶ καταβῆναι πρός με ηὐδόκησας, ἀνύψωσάς με διὰ σταυρώσεως, τοῦ βοᾶν σοι· Ἅγιος, ὁ τῆς δόξης Κύριος, ὁ ἀνείκαστος ἐν ἀγαθότητι.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Ζωὴ ἐνυπόστατος Χριστέ, ὑπάρχων καὶ φθαρέντα με, ὡς συμπαθὴς Θεὸς ἐνδυσάμενος, εἰς χοῦν θανάτου καταβὰς Δέσποτα, τὸ θνητὸν διέρρηξας, καὶ νεκροὺς τριήμερος, ἀναστὰς ἀφθαρσίαν ἠμφίεσας.
Θεοτοκίον.
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Θεὸν συλλαβοῦσα ἐν γαστρί, Παρθένε διὰ Πνεύματος, τοῦ παναγίου ἔμεινας ἄφλεκτος· ἐπεί σε βάτος τῷ νομοθέτῃ Μωσῇ, φλεγομένη ἄκαυστα, σαφῶς προεμήνυσε, τήν τὸ πῦρ δεξαμένην τὸ ἄστεκτον.
ᾨδὴ γ' Ὁ Εἱρμὸς
«Τὸ στερέωμα, τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω, τῷ τιμίῳ σου αἵματι».
Ὁ πρωτότοκος ἐκ Πατρὸς πρὸ αἰώνων, πρωτότοκος νήπιος, Κόρης ἀφθόρου, τῷ Ἀδὰμ χεῖρας προτείνων ἐπέφανε.
Νηπιόφρονα, τὸν γεγονότα ἀπάτῃ, πρωτόπλαστον ἔμπαλιν ἐπανορθώσων, Θεὸς Λόγος, νηπιάσας ἐπέφανε.
Γῆς ἀπόγονον, παλινδρομήσασαν ταύτῃ, Θεότητος σύμμορφον φύσιν ὁ Πλάστης, ὡς ἀτρέπτως νηπιάσας ἀνέδειξε.
ᾨδὴ γ'
Οὐκ ἔστιν ἅγιος ὡς σὺ
Ἀπὸ κοπρίας καὶ παθῶν, ταπεινὸς ἀνυψοῦται, ἀρετῶν ἀπὸ ὕψους, καταπίπτει δὲ δεινῶς, ὑψηλοκάρδιος πᾶς, οὗ τὸν τρόπον, τῆς κακίας φύγωμεν.
Κενοδοξία ἐκκενοῖ πλοῦτον δικαιοσύνης, τῶν παθῶν δὲ σκορπίζει, ἡ ταπείνωσις πληθύν, ἣν μιμουμένους ἡμᾶς, τῆς μερίδος, δεῖξον τοῦ Τελώνου Σωτήρ.
Ὡς ὁ Τελώνης καὶ ἡμεῖς, τύπτοντες εἰς τὸ στῆθος, κατανύξει βοῶμεν· Ἱλάσθητι ὁ Θεός, ἡμῖν τοῖς ἁμαρτωλοῖς, ὅπως τούτου λάβωμεν τὴν ἄφεσιν.
Πρὸς ζῆλον ἔλθωμεν πιστοί, κατορθοῦντες τὸ πρᾷον, ταπεινώσει συζῶντες, ἐκ καρδίας στεναγμῷ, κλαυθμῷ τε καὶ προσευχῇ, ὅπως σχῶμεν ἐκ Θεοῦ συγχώρησιν.
Ἀποβαλλώμεθα πιστοί, τὸν ὑπέρογκον κόμπον, ἀπόνοιαν δεινήν τε, καὶ τύφον τὸν βδελυκτόν, καὶ τὴν κακίστην Θεῷ Φαρισαίου, ἀπρεπῆ ὠμότητα.
Θεοτοκίον
Ἐν σοὶ τῇ μόνῃ προσφυγῇ, πεποιθὼς μὴ ἐκπέσω, τῆς καλῆς προσδοκίας, ἀλλὰ τύχοιμι τῆς σῆς, ἐπικουρίας Ἁγνή, πάσης βλάβης δυσχερῶν ῥυόμενος.
Κοντάκιον Ἦχος α'
Ὅταν ἔλθῃς ὁ Θεὸς
Ἐξανέστης ὡς Θεός, ἐκ τοῦ τάφου ἐν δόξῃ, καὶ κόσμον συνανέστησας, καὶ ἡ φύσις τῶν βροτῶν ὡς Θεόν σε ἀνύμνησε, καὶ θάνατος ἠφάνισται, καὶ ὁ Ἀδὰμ χορεύει, Δέσποτα, καὶ ἡ Εὔα νῦν ἐκ τῶν δεσμῶν λυτρουμένη, χαίρει κράζουσα· Σὺ εἶ ὁ πᾶσι παρέχων, Χριστὲ τὴν ἀνάστασιν.
Ὁ Οἶκος
Τὸν ἀναστάντα τριήμερον ἀνυμνήσωμεν, ὡς Θεὸν παντοδύναμον, καὶ πύλας τοῦ ᾅδου συντρίψαντα, καὶ τοὺς ἀπ’ αἰῶνος ἐκ τάφου ἐγείραντα, Μυροφόροις ὀφθέντα καθὼς ηὐδόκησε, πρώταις ταύταις τό, Χαίρετε, φήσας· καὶ Ἀποστόλοις χαρὰν μηνύων, ὡς μόνος ζωοδότης. Ὅθεν πίστει αἱ γυναῖκες, Μαθηταῖς σύμβολα νίκης εὐαγγελίζονται, καὶ ᾅδης στενάζει, καὶ θάνατος ὀδύρεται, καὶ κόσμος ἀγάλλεται, καὶ πάντες συγχαίρουσι· Σὺ γὰρ παρέσχες πᾶσι, Χριστὲ τὴν ἀνάστασιν.
Κάθισμα Ἦχος δ'
Ταχὺ προκατάλαβε
Ταπείνωσις ὕψωσε, κατῃσχυμμένον κακοῖς, Τελώνην στυγνάσαντα, καὶ τό, Ἱλάσθητι, τῷ Κτίστῃ βοήσαντα· ἔπαρσις δὲ καθεῖλεν, ἀπὸ δικαιοσύνης, δείλαιον Φαρισαῖον, μεγαλορρημονοῦντα· ζηλώσωμεν διὸ τὰ καλά, κακῶν ἀπεχόμενοι.
Δόξα... Ὅμοιον
Ταπείνωσις ὕψωσε, πάλαι Τελώνην κλαυθμῷ βοήσαντα· Ἱλάσθητι, καὶ ἐδικαίωσεν. Αὐτὸν μιμησώμεθα, ἅπαντες οἱ εἰς βάθος, τῶν κακῶν ἐμπεσόντες, κράξωμεν τῷ Σωτῆρι, ἀπὸ βάθους καρδίας. Ἡμάρτομεν, ἱλάσθητι, μόνε φιλάνθρωπε.
Καὶ νῦν ... Τῆς Ἑορτῆς
Τὴν ὡραιότητα
Ἐκ τῆς Παρθένου σε, σωματωθέντα Χριστέ, νῦν ὑπεδέξατο, ὁ Ἱερὸς Συμεών· Νῦν ἀπολύεις ἐκβοῶν, τὸν δοῦλόν σου ὦ Δέσποτα· Ἄννα δὲ ἡ ἄμεμπτος, ἡ προφῆτις καὶ ἔνδοξος, τὴν ἀνθομολόγησιν, καὶ τὸν ὕμνον προσήγαγε· Ἡμεῖς δὲ Ζωοδότα βοῶμέν σοι· Δόξα τῷ οὕτως εὐδοκήσαντι.
ᾨδὴ δ’. Ὁ Εἱρμός.
Ὄρος σε τῇ χάριτι, τῇ θείᾳ κατάσκιον, προβλεπτικοῖς ὁ Ἀββακούμ, κατανοήσας ὀφθαλμοῖς, ἐκ σοῦ ἐξελεύσεσθαι, τοῦ Ἰσραὴλ προανεφώνει τὸν ἅγιον, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Τίς οὗτος, Σωτήρ, ὁ ἐξ Ἐδὼμ ἀφικόμενος, στεφηφορῶν ἐξ ἀκανθῶν, πεφοινιγμένος τὴν στολήν, ἐν ξύλῳ κρεμάμενος; Τοῦ Ἰσραὴλ ὑπάρχει οὗτος ὁ Ἅγιος, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Ἴδετε λαὸς τῶν ἀπειθῶν, καὶ αἰσχύνθητε· ὃν ὡς κακοῦργον γὰρ ὑμεῖς, ἀναρτηθῆναι ἐν Σταυρῷ, Πιλάτῳ ᾐτήσασθε φρενοβλαβῶς, θανάτου λύσας τὴν δύναμιν, θεοπρεπῶς ἐξανέστη τοῦ μνήματος.
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Ξύλον σε Παρθένε τῆς ζωῆς ἐπιστάμεθα· οὐ γὰρ τῆς βρώσεως καρπός, θανατηφόρος τοῖς βροτοῖς, ἐκ σοῦ ἀνεβλάστησεν, ἀλλὰ ζωῆς τῆς ἀϊδίου ἀπόλαυσις, εἰς σωτηρίαν ἡμῶν τῶν ὑμνούντων σε.
ᾨδὴ δ' Ὁ Εἱρμὸς
«Ἐκάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ· τῆς κιβωτοῦ γὰρ προελθών,τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης σου, ὤφθης ὡς βρέφος, ἀγκαλοφορούμενος, καὶ ἐπληρώθη τὰ πάντα τῆς σῆς αἰνέσεως».
Γηθόμενος Συμεών, τῶν ἀπορρήτων μύστα, ἡ Θεοτόκος ἐβόα, ὃν ὑφ' ἁγίου πάλαι κεχρημάτισαι Πνεύματος, νηπιάσαντα Λόγον, Χριστὸν ἐναγκαλίζου, κράζων αὐτῷ· Ἐπλήσθη τὰ πάντα τῆς σῆς αἰνέσεως.
Ἣν ἤλπισας Συμεὼν ἡλικιώτην βρεφῶν, χαίρων ὑπόδεξαι Χριστόν, τοῦ lσραὴλ τοῦ θείου τὴν παράκλησιν, τὸν νόμου Ποιητὴν καὶ Δεσπότην, πληροῦντα νόμου τάξιν, κράζων αὐτῷ· Ἐπλήσθη τὰ πάντα τῆς σῆς αἰνέσεως.
Θεώμενος Συμεὼν Λόγον τὸν ἄναρχον, μετὰ σαρκός, ὡς ἐν θρόνῳ Χερουβικῷ, Παρθένῳ ἐποχούμενον, τὸν αἴτιον τοῦ εἶναι τὰ πάντα, ὡς βρέφος, ἐκπλαγεὶς ἐβόα αὐτῷ· Ἐπλήσθη τὰ πάντα τῆς σῆς αἰνέσεως.
ᾨδὴ δ'
Χριστός μου δύναμις
Ἀρίστην ἔδειξεν, ὁδὸν ὑψώσεως τὴν ταπείνωσιν Λόγος, ταπεινωθείς, μέχρι καὶ μορφῆς δουλικῆς, ἣν ἐκμιμούμενος ἅπας, ἀνυψοῦται ταπεινούμενος.
Ὑψώθη δίκαιος, καὶ καταπέπτωκε, Φαρισαῖος, ἐν πλήθει δὲ τῶν κακῶν, βρίθων τεταπείνωται, ἀλλ' ἀνυψώθη Τελώνης, παρ' ἐλπίδα δικαιούμενος.
Πενίας πρόξενος, ἐκ πλούτου τῶν ἀρετῶν, ἡ ἀπόνοια ὤφθη, καὶ πορισμός, αὖθις ἡ ταπείνωσις, δικαιοσύνης ἐξ ἄκρας ἀπορίας ἣν κτησώμεθα.
Προέφης Δέσποτα, τοῖς μεγαλόφροσιν, ἀντιτάσσεσθαι πάντως, καὶ ταπεινοῖς, χάριν σὴν παρέχων Σωτήρ, ταπεινωθεῖσι νῦν ἡμῖν, τὴν σὴν χάριν ἐξαπόστειλον.
Πρὸς θείαν ὕψωσιν, ἀεὶ ἀνάγων ἡμᾶς, ὁ Σωτὴρ καὶ Δεσπότης ὑψοποιόν, ἔδειξε ταπείνωσιν· τοὺς πόδας γὰρ τῶν Μαθητῶν αὐτοχείρως ἐναπένιψεν.
Θεοτοκίον
Ὡς φῶς ἀπρόσιτον, Παρθένε τέξασα, τῆς ψυχῆς μου τὸ σκότος φωτιστικῇ, αἴγλῃ διασκέδασον, καὶ σωτηρίας πρὸς τρίβους, τὴν ζωήν μου χειραγώγησον.
ᾨδὴ ε’ Ὁ Εἱρμός.
Ὁ φωτίσας τῇ ἐλλάμψει, τῆς σῆς παρουσίας Χριστέ, καὶ φαιδρύνας τῷ Σταυρῷ σου, τοῦ κόσμου τὰ πέρατα, τὰς καρδίας φώτισον, φωτὶ τῆς σῆς θεογνωσίας, τῶν ὀρθοδόξως ὑμνούντων σε.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου Κύριε.
Τὸν ποιμένα τῶν προβάτων, τὸν μέγαν καὶ Κύριον, Ἰουδαῖοι διὰ ξύλου σταυροῦ ἐθανάτωσαν· ἀλλ’ αὐτὸς ὡς πρόβατα νεκρούς, ἐν ᾅδῃ τεθαμμένους, κράτους θανάτου ἐρρύσατο.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου Κύριε.
Τῷ Σταυρῷ σου τὴν εἰρήνην, εὐαγγελισάμενος, καὶ κηρύξας αἰχμαλώτοις Σωτήρ μου τὴν ἄφεσιν, τὸν κρατοῦντα ᾔσχυνας, Χριστέ, γυμνὸν ἠπορημένον, δείξας τῇ θείᾳ ἐγέρσει σου.
Θεοτοκίον.
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Τὰς αἰτήσεις τῶν πιστῶς αἰτουμένων, Πανύμνητε, μὴ παρίδῃς, ἀλλὰ δέχου, καὶ ταύτας προσάγαγε, τῷ Υἱῷ σου Ἄχραντε Θεῷ, τῷ μόνῳ εὐεργέτῃ· σὲ γὰρ προστάτιν κεκτήμεθα.
ᾨδὴ ε' Ὁ Εἱρμὸς
«Ὡς εἶδεν Ἡσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπηρμένῳ Θεόν, ὑπ' Ἀγγέλων δόξης δορυφορούμενον, ὦ τάλας! ἐβόα, ἐγώ· πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα».
Συνεὶς ὁ θεῖος Πρέσβυς, τὴν προφανεῖσαν, πάλαι τῷ Προφήτῃ δόξαν, χερσὶ Λόγον βλέπων Μητρὸς κρατούμενον, ᾧ χαίροις, ἐβόα Σεμνή· ὡς γὰρ θρόνος περιέχεις τόν Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.
Προκύψας ὁ Πρεσβύτης, καὶ τῶν ἰχνῶν ἐνθέως ἐφαψάμενος, τῆς ἀπειρογάμου καὶ Θεομήτορος, πῦρ, ἔφη, βαστάζεις Ἁγνή, βρέφος φρίττω ἀγκαλίσασθαι Θεόν, φωτός ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.
Ῥύπτεται Ἡσαΐας, τοῦ Σεραφὶμ τὸν ἄνθρακα δεξάμενος, ὁ Πρέσβυς ἐβόα τῇ Θεομήτορι· σὺ ὥσπερ λαβίδι χερσὶ λαμπρύνεις με, ἐπιδοῦσα ὃν φέρεις, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.
ᾨδὴ ε'
Τῷ θείῳ φέγγει σου ἀγαθὲ
Τοῦ Φαρισαίου τὰς ἀρετάς, σπεύσωμεν μιμεῖσθαι καὶ ζηλοῦν, τὴν τοῦ Τελώνου ταπείνωσιν τὸ ἐν ἑκατέροις μισοῦντες ἄτοπον, ἀπόνοιαν καὶ λύμην τῶν παραπτώσεων.
Δικαιοσύνης δρόμος κενὸς ἤλεγκται συζεύξας ἐν αὐτῷ, ὁ Φαρισαῖος τὴν οἴησιν, αὖθις δὲ Τελώνης, ὑψοποιῷ ἀρετῇ, κτησάμενος συνέμπορον τὴν ταπείνωσιν.
Ἁρματηλάτης ἐν ἀρεταῖς, ᾤετο δραμεῖν Φαρισαῖος, ἀλλὰ πεζὸς παρακλύδιον, ἅρμα διαθέων, καλῶς προέλαβε, συζεύξας ὁ Τελώνης οἴκτῳ ταπείνωσιν.
Τὴν τοῦ Τελώνου παραβολήν, πάντες ἀναπτύξαντες τῷ νῷ, δεῦτε ζηλώσωμεν δάκρυσι, πνεῦμα συντετριμμένον Θεῷ προσάγοντες τὴν τῶν ἁμαρτημάτων ζητοῦντες ἄφεσιν.
Τὸν ὑψαυχῆ τε καὶ μοχθηρόν, ἀλαζονικόν τε καὶ θρασύν, πόρρῳ ἀπώσωμεν ἔμφρονα, Φαρισαίου τρόπον, δεινὸν μεγάλαυχον, ὅπως μὴ γυμνωθῶμεν, τῆς θείας χάριτος.
Θεοτοκίον
Ῥάβδον δυνάμεως, Ἀγαθή, πᾶσιν ἐξαπόστειλον ἡμῖν, τοῖς ἐπὶ σοὶ καταφεύγουσι, κατακυριεύειν ἐν μέσῳ πάντων ἐχθρῶν, παρέχουσα, καὶ ἐκ πάσης βλάβης ἐξαίρουσα.
ᾨδὴ ς' Ὁ Εἱρμὸς
«Ἐκύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος· οὐκ ἔστιν ὁ ῥυόμενος· ἑλογίσθημεν ὡς πρόβατα σφαγῆς. Σῶσον τὸν λαόν σου ὁ Θεὸς ἡμῶν· σὺ γὰρ ἰσχὺς τῶν ἀσθενούντων, καὶ ἐπανόρθωσις.».
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Τῷ πταίσματι τοῦ πρωτοπλάστου Κύριε, δεινῶς ἐτραυματίσθημεν· τῷ δὲ μώλωπι ἰάθημεν τῷ σῷ, ᾧ ὑπὲρ ἡμῶν ἐτραυματίσθης Χριστέ· σὺ γὰρ ἰσχὺς τῶν ἀσθενούντων, καὶ ἐπανόρθωσις.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου Κύριε.
Ἀνήγαγες ἡμᾶς ἐξ ᾅδου Κύριε, τὸ κῆτος χειρωσάμενος, τὸ παμφάγον Παντοδύναμε, τῷ σῷ κράτει καθελὼν αὐτοῦ τὴν δύναμιν· σὺ γὰρ ζωὴ καὶ φῶς ὑπάρχεις, καὶ ἡ ἀνάστασις.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Εὐφραίνονται ἐν σοί, Παρθένε ἄχραντε, τοῦ γένους οἱ προπάτορες, τὴν Ἐδὲμ ἀπολαβόντες διὰ σοῦ, ἣν ἐκ παραβάσεως ἀπώλεσαν· σὺ γὰρ ἁγνή, καὶ πρὸ τοῦ τόκου, καὶ μετὰ γέννησιν.
ᾨδὴ ς' ὈΕιρμὸς
«Ἐβόησέ σοι, ἰδὼν ὁ Πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη· Ἐκ Θεοῦ Χριστὲ σὺ Θεός μου».
Σιὼν σὺ λίθος, ἐναπετέθης, τοῖς ἀπειθοῦσι προσκόμματος, καὶ σκανδάλου πέτρα, ἀρραγὴς πιστῶν σωτηρία.
Βεβαίως φέρων, τὸν χαρακτῆρα, τοῦ πρὸ αἰώνων σε φύσαντος, τὴν βροτῶν δι' οἶκτον, νῦν ἀσθένειαν περιέθου.
Υἱὸν Ὑψίστου, Υἱὸν Παρθένου, Θεὸν παιδίον γενόμενον, προσκυνήσαντά σε, νῦν ἀπόλυσον ἐν εἰρήνῃ.
ᾨδὴ στ'
Τοῦ βίου τὴν θάλασσαν
Τοῦ βίου τὸ στάδιον, ὁ Τελώνης ἐν ταὐτῷ, καὶ Φαρισαῖος ἔδραμον· ἀλλ' ὁ μὲν ἀπονοίᾳ κατενεχθείς, αἰσχρῶς ἐναυάγησεν, ὁ δὲ τῇ ταπεινώσει διεσῴζετο.
Τοῦ βίου τὸ δίκαιον, διαμείβοντες ἡμεῖς, δρόμον ἐκμιμησώμεθα, τοῦ Τελώνου μὲν φρόνημα ζηλωτόν, φύγωμεν δὲ φύσημα βδελυκτὸν Φαρισαίου καὶ ζησώμεθα.
Τοὺς τρόπους ζηλώσωμεν, τοῦ Σωτῆρος Ἰησοῦ καὶ τὴν αὐτοῦ ταπείνωσιν, οἱ ποθοῦντες τὴν ἄληκτον τῆς χαρᾶς, τυχεῖν κατασκήνωσιν, ἐν τῇ χώρᾳ τῶν ζώντων αὐλιζόμενοι.
Ὑπέδειξας Δέσποτα, τοῖς οἰκείοις Μαθηταῖς ὑψοποιὸν ταπείνωσιν, τῷ λεντίῳ ζωννύμενος τὴν ὀσφύν, τοὺς πόδας ἀπέπλυνας, καὶ τὸν τρόπον μιμεῖσθαι παρεσκεύασας.
Τὸν βίον διείλοντο, Φαρισαῖος ἀρεταῖς, καὶ ὁ Τελώνης πταίσμασιν· ἀλλ' ὁ μὲν τὴν ἐξ ὄγκου φρενοβλαβῆ, ὑπέστη ταπείνωσιν, ὁ δὲ ἀνυψοῦται ταπεινόφρων φανείς.
Θεοτοκίον
Γυμνὸν τῇ ἁπλότητι, τῇ ἀτέχνῳ τε ζωῇ, πλασθέντα παραβάσεως διπλόῃ περιέβαλέ με ἐχθρός, σαρκός τε παχύτητι, νῦν δὲ σῇ μεσιτείᾳ, Κόρη, σώζομαι.
Κοντάκιον Ἦχος δ'
Ἐπεφάνης σήμερον
Φαρισαίου φύγωμεν ὑψηγορίαν, καὶ Τελώνου μάθωμεν, τὸ ταπεινὸν ἐν στεναγμοῖς, πρὸς τὸν Σωτῆρα κραυγάζοντες· Ἵλαθι μόνε ἡμῖν εὐδιάλλακτε.
Ὁ Οἶκος
Ἑαυτοὺς ἀδελφοὶ ἅπαντες ταπεινώσωμεν, στεναγμοῖς καὶ ὀδυρμοῖς τύψωμεν τὴν συνείδησιν, ἵνα ἐν τῇ κρίσει τότε τῇ αἰωνίᾳ, ἐκεῖ ὀφθῶμεν πιστοὶ ἀνεύθυνοι, τυχόντες ἀφέσεως· ἐκεῖ γάρ ἐστιν ὄντως ἡ ἄνεσις, ἣν ἰδεῖν ἡμᾶς νῦν ἱκετεύσωμεν, ἐκεῖ ὀδύνη ἀπέδρα λύπη καὶ οἱ ἐκ βάθους στεναγμοί, ἐν τῇ Ἐδὲμ τῇ θαυμαστῇ, ἧς ὁ Χριστός δημιουργός, Θεὸς ὑπάρχων Πατρὶ συνάναρχος.
Συναξάριον
Τῇ Ε τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγάθης.
Στίχοι
Χαίρει, σκότει δοθεῖσα φρουρᾶς Ἀγάθη,
Μισοῦσα καὶ φῶς, εἰ πλάνων ὄψεις βλέπει.
Πέμπτῃ ἐν φυλακῇ Ἀγάθη θάνεν εἶδος ἀρίστη.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Θεοδοσίου τοῦ ἐν τῷ Σκοπέλῳ.
Στίχοι
Στενὴν ὁδεύσας Θεοδόσιος τρίβον,
Τὴν εὐρύχωρον τῆς Ἐδὲμ πατεῖ τρίβον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Πολυεύκτου, Πατριάρχου Κωνσταντινουπόλεως.
Τῇ αὐτῇ ἡμέρα τῆς τοῦ Τελώνου καὶ τοῦ Φαρισαίου ἐκ τοῦ Ἱεροῦ Εὐαγγελίου τοῦ Εὐαγγελιστοῦ Λουκᾶ ιη' 10 - 14 παραβολῆς μνείαν ποιούμεθα.
Στίχοι
Φαρισαΐζων, Ἱεροῦ μακρὰν γίνου,
Χριστὸς γὰρ ἔνδον, ᾧ ταπεινὸς δεκτέον.
Ἕτεροι εἰς τὸ τριῴδιον
Ὁ δημιουργὸς τῶν ἄνω καὶ τῶν κάτω,
Τρισάγιον μὲν ὕμνον ἐκ τῶν Ἀγγέλων,
Τριῴδιον δὲ καὶ παρ' ἀνθρώπων δέχου.
Ταῖς τῶν Ἁγίων πάντων, μεγαλουργῶν σου πρεσβείαις, Χριστέ, ὁ Θεὸς ἡμῶν ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ' Ὁ Εἱρμὸς
«Σὲ νοητήν, Θεοτόκε κάμινον, κατανοοῦμεν οἱ πιστοί· ὡς γὰρ παῖδας ἔσωσε τρεῖς, ὁ ὑπερυψούμενος, ὅλον με τὸν ἄνθρωπον, ἐν τῇ γαστρί σου ἀνέπλασεν, ὁ αἰνετός τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος.».
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Ἔφριξε γῆ, ἀπεστράφη ἥλιος, καὶ συνεσκότασε τὸ φῶς, διερράγη τὸ τοῦ Ναοῦ θεῖον καταπέτασμα, πέτραι δὲ ἐσχίσθησαν· διὰ Σταυροῦ γὰρ ᾖρται ὁ δίκαιος, ὁ αἰνετός τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Σὺ γεγονώς, ὡσεὶ ἀβοήθητος, καὶ τραυματίας ἐν νεκροῖς, ἑκουσίως τὸ καθ’ ἡμᾶς, ὁ ὑπερυψούμενος, πάντας ἠλευθέρωσας, καὶ κραταιᾷ χειρὶ συνανέστησας, ὁ αἰνετός τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Χαῖρε πηγή, ἀειζώου νάματος· Χαῖρε Παράδεισε τρυφῆς· Χαῖρε τεῖχος τὸ τῶν πιστῶν· Χαῖρε Ἀπειρόγαμε· Χαῖρε ἡ παγκόσμιος χαρά, δι’ ἧς ἡμῖν ἐξανέτειλεν, ὁ αἰνετός τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
ᾨδὴ ζ' Ὁ Εἱρμὸς
«Σὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ, ἀκηράτῳ, ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελῳδοῦντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».
Ἀδὰμ ἐμφανίσων ἄπειμι, εἰς ᾍδου διατρίβοντι, καὶ τῇ Εὔᾳ προσκομίσων εὐαγγέλια, Συμεὼν ἀνεβόα, σὺν Προφήταις χορεύων· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Γένος χοϊκὸν ῥυσόμενος Θεός, ἕως τοῦ ᾍδου ἥξει, αἰχμαλώτοις δὲ παρέξει πᾶσιν ἄφεσιν, καὶ ἀνάβλεψιν πονηροῖς, ὡς ἀλάλοις βοῆσαι· Εὐλογητός, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Καὶ σοῦ τὴν καρδίαν ἄφθορε, ῥομφαία διελεύσεται, Συμεὼν τῇ Θεοτόκῳ προηγόρευσεν, ἐν Σταυρῷ καθορώσης, τὸν Υἱὸν ᾧ βοῶμεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
ᾨδὴ ζ'
Δροσοβόλον μὲν τὴν κάμινον
Δικαιώσεως τοῖς ἔργοις ἐπαιρόμενος, βρόχοις κενοδοξίας δεινῶς, περιεπάρη Φαρισαῖος ἄμετρα αὐχῶν, Τελώνης δὲ κούφῳ τῷ πτερῷ, τῆς ταπεινώσεως ἀρθείς, Θεῷ προσήγγισε.
Ταπεινώσεως ὡς κλίμακι χρησάμενος, τρόπῳ Τελώνης πρὸς οὐρανῶν, ὕψος ἐπήρθη, τῆς ἀλαζονείας δὲ ἀρθείς, κουφότητι δείλαιος σαθρᾷ, ὁ Φαρισαῖος καταντᾷ, πρός ᾍδου πέταυρον.
Τοὺς δικαίους ἐνεδρεύων μὲν ὁ δόλιος, τρόποις κενοδοξίας συλᾷ, ἁμαρτωλοὺς δέ, βρόχοις ἀπογνώσεως δεσμεῖ. Ἀλλ' οὖν ἑκατέρων τῶν κακῶν, οἱ τοῦ Τελώνου ζηλωταί, ῥυσθῆναι σπεύσωμεν.
Ἐν προσευχῇ ἡμῶν Θεῷ προσπέσωμεν, δάκρυσι καὶ θερμοῖς στεναγμοῖς, ἐκμιμούμενοι, τοῦ Τελώνου τὴν ὑψοποιὸν ταπείνωσιν, μέλποντες πιστοὶ· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Εἰσηγούμενος τοῖς Μαθηταῖς προέλεγες, Δέσποτα, μὴ φρονεῖν ὑψηλά, συναπάγεσθαι ταπεινοῖς διδάσκων δὲ Σωτήρ· διό σοι κραυγάζομεν πιστοί· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Ἰακώβ σε καλλονὴν καὶ θείαν κλίμακα, κάτωθεν, ἣν ἑώρακε πρίν, ἐκτεταμένην, πρὸς ὕψος γινώσκομεν, Σεμνή, κατάγουσαν ἄνωθεν Θεὸν σεσαρκωμένον, καὶ βροτούς, αὖθις ἀνάγουσαν.
ᾨδὴ η' Ὁ Εἱρμὸς
«Ἐν καμίνῳ παῖδες Ἰσραήλ, ὡς ἐν χωνευτηρίῳ, τῷ κάλλει τῆς εὐσεβείας, καθαρώτερον χρυσοῦ, ἀπέστιλβον λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Ὁ βουλήσει ἅπαντα ποιῶν, ὁ καὶ μετασκευάζων, ἐκτρέπων σκιὰν θανάτου, εἰς αἰώνιον ζωήν, τῷ πάθει σου Λόγε Θεοῦ, σὲ ἀπαύστως πάντα τὰ ἔργα, ὡς Κύριον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Σὺ καθεῖλες σύντριμμα Χριστέ, καὶ τὴν ταλαιπωρίαν, ἐν πύλαις καὶ ὀχυρώμασι τοῦ ᾅδου, ἀναστὰς ἐκ τάφου τριήμερος. Σὲ ἀπαύστως πάντα τὰ ἔργα, ὡς Κύριον ὑμνοῦσι, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Τὴν ἀσπόρως καὶ ὑπερφυῶς, ἐξ ἀστραπῆς τῆς θείας, τεκοῦσαν τὸν μαργαρίτην, τὸν πολύτιμον Χριστόν, ὑμνήσωμεν λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ η' Ὁ Εἱρμὸς
«Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
Λαὸς Ἰσραὴλ τὴν σὴν δόξαν, τὸν Ἐμμανουὴλ ὁρῶν παιδίον ἐκ Παρθένου, πρὸ προσώπου τῆς θείας κιβωτοῦ νῦν χόρευε· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἰδού, Συμεὼν ἀνεβόα, τὸ ἀντιλεγόμενον σημεῖον οὗτος ἔσται, Θεὸς ὢν καὶ παιδίον, τούτῳ πίστει μέλψωμεν· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ζωὴ πεφυκὼς οὗτος ἔσται, πτῶσις ἀπειθοῦσι, νηπιάσας Θεὸς Λόγος, ὡς ἀνάστασις πᾶσι, τοῖς πίστει μέλπουσιν· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ η'
Ἐκ φλογὸς τοῖς Ὁσίοις
Ταπεινόφρονι γνώμῃ, ἵλεων Κύριον, ὁ Τελώνης στενάξας, εὗρε καὶ σέσωσται, τρόπῳ δὲ δεινῷ γλώσσης μεγαλορρήμονος, τῆς δικαιοσύνης ἐκπίπτει Φαρισαῖος.
Φαρισαίου τὸν τύφον, τῆς προαιρέσεως, καὶ τὴν προσηγορίαν, τῆς καθαρότητος, φύγωμεν πιστοί, ζηλοῦντες τοῦ Τελώνου καλῶς, τὴν ἠλεημένην, ταπείνωσιν καὶ γνώμην.
Τὰς φωνὰς τοῦ Τελώνου, πιστοὶ φθεγξώμεθα, Ἱερῶ ἐν ἁγίῳ· Ὁ Θεὸς ἵλαθι, ἵνα σὺν αὐτῷ, τύχωμεν συγχωρήσεως, λύμης μεγαλαύχου ῥυσθέντες Φαρισαίου.
Στεναγμὸν τοῦ Τελώνου πάντες ζηλώσωμεν, καὶ Θεῷ ὁμιλοῦντες θερμοῖς τοῖς δάκρυσι, κράξωμεν αὐτῷ· Φιλάνθρωπε ἡμάρτομεν, εὔσπλαγχνε οἰκτίρμον. Ἱλάσθητι καὶ σῶσον.
Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα.
Στεναγμῷ τοῦ Τελώνου, Θεὸς ἐπένευσε, δικαιώσας τε τοῦτον, πᾶσιν ὑπέδειξε, κάμπτεσθαι ἀεί, στεναγμοῖς τε καὶ δάκρυσι, τῶν πλημμελημάτων, αἰτούμενοι τὴν λύσιν.
Καὶ νῦν... Θεοτοκίον
Οὐκ ἐπίσταμαι πλήν σου, ἄλλην ἀντίληψιν, Σὲ προβάλλομαι πρέσβιν, Ἁγνὴ πανάμωμε, σὲ πρὸς τὸν ἐκ σοῦ, Τεχθέντα μεσίτριαν, πάντων τῶν λυπούντων, ἐλεύθερόν με δεῖξον.
ᾨδὴ θ' Ὁ Εἱρμὸς
«Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος ἔδειξεν ἄφλεκτος· καὶ νῦν καθ’ ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνομεν.».
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Ὢ πῶς ὁ λαὸς ὁ ἄνομος, ὁ ἀπειθὴς καὶ πονηρὰ βουλευσάμενος, τὸν ἀλάστορα καὶ ἀσεβῆ ἐδικαίωσε, τὸν δὲ δίκαιον ξύλῳ κατέκρινε, τὸν Κύριον τῆς δόξης! Ὃν ἐπαξίως μεγαλύνομεν.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Σῶτερ, ὁ ἀμνὸς ὁ ἄμωμος, ὁ τὴν τοῦ κόσμου ἁμαρτίαν ἀράμενος, σὲ δοξάζομεν τὸν ἀναστάντα τριήμερον, σὺν Πατρὶ καὶ τῷ θείῳ σου Πνεύματι, καὶ Κύριον τῆς δόξης, θεολογοῦντες μεγαλύνομεν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Σῶσον τὸν λαόν σου Κύριε, ὅν περ ἐκτήσω τῷ τιμίῳ σου αἵματι, κατ’ ἐχθρῶν ἰσχὺν τῷ βασιλεῖ χαριζόμενος, καὶ ταῖς σαῖς Ἐκκλησίαις Φιλάνθρωπε, βραβεύων τὴν εἰρήνην, τῆς Θεοτόκου ταῖς ἐντεύξεσιν.
ᾨδὴ θ'
Ἀκατάληπτόν ἐστι, τὸ τελούμενον ἐν σοί, καὶ Ἀγγέλοις καὶ βροτοῖς, Μητροπάρθενε ἁγνή.
Ὁ Εἱρμὸς
«Ἐν νόμῳ, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν».
Ἀγκαλίζεται χερσίν, ὁ Πρεσβύτης Συμεών, τὸν τοῦ νόμου Ποιητήν, καὶ Δεσπότην τοῦ παντός.
Ὁ Εἱρμὸς
«Ἐν νόμῳ, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν».
Βουληθεὶς ὁ Πλαστουργός, ἵνα σώσῃ τὸν Ἀδάμ, μήτραν ᾤκησε τὴν σήν, τῆς Παρθένου καὶ ἁγνῆς.
Τοῖς πρὶν νεογνῶν τρυγόνων ζεῦγος, δυάς τε ἦν νεοσσῶν, ἀνθ' ὧν ὁ θεῖος Πρέσβυς, καὶ σώφρων Ἄννα προφῆτις, τῷ ἐκ Παρθένου τεχθέντι, καὶ οἵῳ γόνῳ Πατρός, ἐν τῷ ναῷ προσιόντι, λειτουργοῦντες ἐμεγάλυνον.
Γένος ἄπαν τῶν βροτῶν, μακαρίζει σε Ἁγνή, καὶ δοξάζει σε πιστῶς, ὡς Μητέρα τοῦ Θεοῦ.
Τοῖς πρὶν νεογνῶν τρυγόνων ζεῦγος, δυάς τε ἦν νεοσσῶν, ἀνθ' ὧν ὁ θεῖος Πρέσβυς, καὶ σώφρων Ἄννα προφῆτις, τῷ ἐκ Παρθένου τεχθέντι, καὶ οἵῳ γόνῳ Πατρός, ἐν τῷ ναῷ προσιόντι, λειτουργοῦντες ἐμεγάλυνον.
Δεῦτε, ἴδετε Χριστόν, τὸν Δεσπότην τοῦ παντός, ὃν βαστάζει Συμεών, σήμερον ἐν τῷ ναῷ.
Τοῖς πρὶν νεογνῶν τρυγόνων ζεῦγος, δυάς τε ἦν νεοσσῶν, ἀνθ' ὧν ὁ θεῖος Πρέσβυς, καὶ σώφρων Ἄννα προφῆτις, τῷ ἐκ Παρθένου τεχθέντι, καὶ οἵῳ γόνῳ Πατρός, ἐν τῷ ναῷ προσιόντι, λειτουργοῦντες ἐμεγάλυνον.
Ἐπιβλέπεις πρὸς τὴν γῆν, καὶ ποιεῖς τρέμειν αὐτήν, καὶ πῶς γέρων κεκμηκώς, σὲ κατέχει ἐν χερσὶ;
Τοῖς πρὶν νεογνῶν τρυγόνων ζεῦγος, δυάς τε ἦν νεοσσῶν, ἀνθ' ὧν ὁ θεῖος Πρέσβυς, καὶ σώφρων Ἄννα προφῆτις, τῷ ἐκ Παρθένου τεχθέντι, καὶ οἵῳ γόνῳ Πατρός, ἐν τῷ ναῷ προσιόντι, λειτουργοῦντες ἐμεγάλυνον.
Ζήσας ἔτη Συμεών, ἕως εἶδε τὸν Χριστόν, καὶ ἐβόα πρὸς αὐτόν· Νῦν ἀπόλυσιν ζητῶ.
Ἀπέδωκάς μοι ἐβόα Συμεών, τοῦ Σωτηρίου σου Χριστὲ ἀγαλλίασιν, ἀπόλαβέ σου τὸν λάτριν, τὸν τῇ σκιᾷ κεκμηκότα, νέον τῆς χάριτος, ἱεροκήρυκα μύστην, ἐν αἰνέσει μεγαλύνοντα.
Ἡ λαβὶς ἡ μυστική, ἡ τὸν ἄνθρακα Χριστόν, συλλαβοῦσα ἐν γαστρί, σὺ ὑπάρχεις Μαριάμ.
Ἀπέδωκάς μοι ἐβόα Συμεών, τοῦ Σωτηρίου σου Χριστὲ ἀγαλλίασιν, ἀπόλαβέ σου τὸν λάτριν, τὸν τῇ σκιᾷ κεκμηκότα, νέον τῆς χάριτος, ἱεροκήρυκα μύστην, ἐν αἰνέσει μεγαλύνοντα.
Θέλων ἐνηνθρώπησας, ὁ προάναρχος Θεός, καὶ ναῷ προσφέρεσαι, τεσσαρακονθήμερος.
Ἀπέδωκάς μοι ἐβόα Συμεών, τοῦ Σωτηρίου σου Χριστὲ ἀγαλλίασιν, ἀπόλαβέ σου τὸν λάτριν, τὸν τῇ σκιᾷ κεκμηκότα, νέον τῆς χάριτος, ἱεροκήρυκα μύστην, ἐν αἰνέσει μεγαλύνοντα.
Κατελθόντ' ἐξ οὐρανοῦ, τὸν Δεσπότην τοῦ παντός, ὑπεδέξατο αὐτόν, Συμεὼν ὁ Ἱερεύς.
Ἀπέδωκάς μοι ἐβόα Συμεών, τοῦ Σωτηρίου σου Χριστὲ ἀγαλλίασιν, ἀπόλαβέ σου τὸν λάτριν, τὸν τῇ σκιᾷ κεκμηκότα, νέον τῆς χάριτος, ἱεροκήρυκα μύστην, ἐν αἰνέσει μεγαλύνοντα.
Λάμπρυνόν μου τὴν ψυχήν, καὶ τὸ φῶς τὸ αἰσθητόν, ὅπως ἴδω καθαρῶς, καὶ κηρύξω σε Θεόν.
Μητροπάρθενε ἁγνή, τὶ προσφέρεις τῷ ναῷ, νέον βρέφος ἀποδούς, ἐν ἀγκάλαις Συμεών;
Ἱεροπρεπῶς ἀνθωμολογεῖτο, Ἄννα ὑποφητεύουσα, ἡ σώφρων καὶ Ὁσία, καὶ πρέσβυρα τῷ Δεσπότῃ, ἐν τῷ ναῷ διαρρήδην, τὴν Θεοτόκον δὲ ἀνακηρύττουσα, πᾶσι τοῖς παροῦσιν ἐμεγάλυνεν.
Νῦν ἀπόλυσιν ζητῶ, ἀπὸ σοῦ τοῦ Πλαστουργοῦ, ὅτι εἶδὸν σε Χριστέ, τὸ σωτήριόν μου φῶς.
Ὃν οἱ ἄνω λειτουργοί, τρόμῳ λιτανεύουσι, κάτω νῦν ὁ Συμεών, ἀγκαλίζεται χερσί.
Ἱεροπρεπῶς ἀνθωμολογεῖτο, Ἄννα ὑποφητεύουσα, ἡ σώφρων καὶ Ὁσία, καὶ Πρέσβυρα τῷ Δεσπότῃ, ἐν τῷ ναῷ διαρρήδην· τὴν Θεοτόκον δὲ ἀνακηρύττουσα, πᾶσι τοῖς παροῦσιν ἐμεγάλυνεν.
Δόξα...
Ἡ τῇ φύσει μὲν Μονάς, τοῖς προσώποις δὲ Τριάς, φύλαττε τοὺς δούλους σου, τοὺς πιστεύοντας εἰς σέ.
Ἱεροπρεπῶς ἀνθωμολογεῖτο, Ἄννα ὑποφητεύουσα, ἡ σώφρων καὶ Ὁσία, καὶ Πρέσβυρα τῷ Δεσπότῃ, ἐν τῷ ναῷ διαρρήδην, τὴν Θεοτόκον δὲ ἀνακηρύττουσα, πᾶσι τοῖς παροῦσιν ἐμεγάλυνεν.
Καὶ νῦν...
Θεοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν, σκέπε φρούρει φύλαττε, τοὺς ἐλπίζοντας εἰς σέ.
Ἱεροπρεπῶς ἀνθωμολογεῖτο, Ἄννα ὑποφητεύουσα, ἡ σώφρων καὶ Ὁσία, καὶ Πρέσβυρα τῷ Δεσπότῃ, ἐν τῷ ναῷ διαρρήδην, τὴν Θεοτόκον δὲ ἀνακηρύττουσα, πᾶσι τοῖς παροῦσιν ἐμεγάλυνεν.
Ὁ Εἱρμὸς
«Ἐν νόμῳ, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν».
ᾨδὴ θ'
Θεὸν ἀνθρώποις ἰδεῖν
Ὁδὸν ὑψώσεως τὴν ταπείνωσιν, παρὰ Χριστοῦ λαβόντες, σωτηρίας ὑπόδειγμα, τοῦ Τελώνου τὸν τρόπον ζηλώσωμεν, τύφον ὑπεροψίας, πόρρω βαλλόμενοι, γνώμῃ ταπεινόφρονι Θεὸν ἐξιλεούμενοι.
Ψυχῆς ἀπόνοιαν ἀπωσώμεθα, γνώμην εὐθῆ ἐν ταπεινοφροσύνῃ κτησώμεθα, ἑαυτοὺς δικαιοῦν μὴ σπουδάζωμεν, τὸν τῆς κενοδοξίας, τύφον μισήσωμεν, καὶ σὺν τῷ Τελώνῃ, τὸν Θεὸν ἱλεωσώμεθα.
Λιτὰς τῷ Κτίστῃ οἴκτου προσφέρωμεν, τελωνικάς, τὰς φαρισαϊκὰς ἐκτρεπόμενοι, ἀχαρίστους εὐχάς, μεγαλαύχους φωνάς, αἱ κατὰ τοῦ πλησίον, κρίσιν ἐπάγουσιν, ἵνα Θεὸν ἵλεων, καὶ φῶς ἐπισπασώμεθα.
Πολλῷ πταισμάτων ἑσμῷ βαρούμενος, ὑπερβολῇ κακίας τὸν Τελώνην παρήλασα, καὶ τοῦ Φαρισαίου τὸν μεγάλαυχον, τύφον προσεπισπῶμαι, πάντοθεν ἔρημος, πάντων καθιστάμενος καλῶν. Κύριε φεῖσαί μου.
Τῆς σῆς ἀξίωσον μακαριότητος, τοὺς διὰ σὲ τῷ πνεύματι πτωχοὺς ἐνυπάρξαντας· εἰσηγήσει γὰρ τῆς σῆς προστάξεως, πνεῦμα συντετριμμένον, σοὶ προσκομίζομεν. Σῶτερ προσδεξάμενος σῷζε, τοὺς σοὶ λατρεύοντας,
Θεῷ Τελώνης ποτὲ εὐξάμενος, τῷ ἱερῷ πιστῶς προσανιῶν, δεδικαίωται· στεναγμοῖς γὰρ προσελθὼν καὶ δάκρυσι, συντριμμῷ τε καρδίας, πάντα ἀπέθετο, τῶν ἁμαρτημάτων τὸν φόρτον ἐξιλεώσεσι.
Θεοτοκίον
Ὑμνεῖν, δοξάζειν καὶ μακαρίζειν σε, δίδου ἡμῖν ἀξίως τοῖς τιμῶσί σε, Πάναγνε, καὶ τὸν τόκον τὸν σὸν μεγαλύνουσι, μόνη εὐλογημένη· σὺ γὰρ τὸ καύχημα, τῶν Χριστιανῶν καὶ πρὸς Θεόν, πρέσβις εὐπρόσδεκτος.
Ἦχος γ’.
Ὠδὴ α’.
Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσέ ποτε· ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι· ᾌσωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται.
Ὠδὴ γ’.
Τὸ στερέωμα, τῶν ἐπὶ Σοὶ πεποιθότων, στερέωσον Κύριε, τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω, τῷ τιμίῳ Σου αἵματι.
Ὠδὴ δ’.
Ἐκάλυψεν οὐρανούς, ἡ ἀρετή Σου Χριστέ· τῆς κιβωτοῦ γὰρ προελθών, τοῦ ἁγιάσματός Σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης Σου, ὤφθης ὡς βρέφος, ἀγκαλοφορούμενος· καὶ ἐπληρώθη τὰ πάντα τῆς Σῆς αἰνέσεως.
Ὠδὴ ε’.
Ὡς εἶδεν Ἡσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπηρμένῳ Θεόν, ὑπ’ ἀγγέλων δόξης δορυφορούμενον, Ὢ τάλας ἐβόα ἐγώ! πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.
Ὠδὴ ς’.
Ἐβόησέ Σοι, ἰδὼν ὁ πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη· Ἐκ Θεοῦ, Χριστέ, Σὺ Θεός μου.
Ὠδὴ ζ’.
Σὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ ἀκηράτῳ ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελῳδοῦντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.
Ὠδὴ η’.
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείᾳ προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον· Εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις τιμώντες μεγαλύνωμεν.
Μεγαλύνει η ψυχή μου τόν Κύριον, καί ηγαλλίασε τό πνεύμά μου επί τώ Θεώ τώ σωτήρι μου.
· Τήν Τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.
Ότι επέβλεψεν επί τήν ταπείνωσιν τής δούλης αυτού, ιδού γάρ από τού νύν μακαριούσί με πάσαι γενεαί,
· Τήν Τιμιωτέραν τών Χερουβείμ...
Ότι εποίησέ μοι μεγαλεία ο Δυνατός, καί άγιον τό όνομα αυτού, καί τό έλεος αυτού εις γενεάν, καί γενεάν τοίς φοβουμένοις αυτόν.
· Τήν Τιμιωτέραν τών Χερουβείμ...
Εποίησε κράτος εν βραχίονι αυτού, διεσκόρπισεν υπερηφάνους διανοία καρδίας αυτών.
· Τήν Τιμιωτέραν τών Χερουβείμ...
Καθείλε δυνάστας από θρόνων, καί ύψωσε ταπεινούς, πεινώντας ενέπλησεν αγαθών, καί πλουτούντας εξαπέστειλε κενούς.
· Τήν Τιμιωτέραν τών Χερουβείμ...
Αντελάβετο Ισραήλ παιδός αυτού, μνησθήναι ελέους, καθώς ελάλησε πρός τούς πατέρας ημών, τώ Αβραάμ, καί τώ σπέρματι αυτού έως αιώνος.
· Τήν Τιμιωτέραν τών Χερουβείμ...
Καταβασία
Θεοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν, σκέπε φρούρει φύλαττε, τοὺς ἐλπίζοντας εἰς Σέ.
Ἐν νόμου σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί· πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ μεγαλύνομεν.
Άγιος Κύριος ο Θεός ημών,
Άγιος Κύριος ο Θεός ημών.
Υψούτε Κύριον τόν Θεόν ημών, καί προσκυνείτε τώ υποποδίω τών ποδών αυτού.
Ότι Άγιός εστιν
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Α'
Τοῖς Μαθηταῖς συνέλθωμεν, ἐν ὄρει Γαλιλαίας, πίστει Χριστὸν θεάσασθαι, λέγοντα ἐξουσίαν, λαβεῖν τῶν ἄνω καὶ κάτω, μάθωμεν πῶς διδάσκει, βαπτίζειν εἰς τὸ ὄνομα τοῦ Πατρός, ἔθνη πάντα, καὶ τοῦ Υἱοῦ, καὶ ἁγίου Πνεύματος, καὶ συνεῖναι, τοῖς Μύσταις ὡς ὑπέσχετο, ἕως τῆς συντελείας.
τοῦ Τριῳδίου.
Τοῖς Μαθηταῖς συνέλθωμεν
Ὑψηγορίαν φύγωμεν, Φαρισαίου κακίστην, ταπείνωσιν δὲ μάθωμεν, τοῦ Τελώνου ἀρίστην, ἵν' ὑψωθῶμεν βοῶντες, τῷ Θεῷ σὺν ἐκείνῳ· Ἱλάσθητι τοῖς δούλοις σου, ὁ τεχθεὶς ἐκ Παρθένου, Χριστὲ Σωτήρ, ἑκουσίως, καὶ Σταυρὸν ὑπομείνας, συνήγειρας τὸν κόσμον σου θεϊκῇ δυναστείᾳ.
Τῆς Ἑορτῆς,
Γυναῖκες ἀκουτίσθητε
Πληρῶν σου τὴν ἀπόρρητον, οἰκονομίαν Κύριε, ἐν τῷ ναῷ προσηνέχθης, ὑπὸ Μητρὸς ἀπειράνδρου, ἰδὼν δὲ σε ἐκραύγαζεν, ὁ Πρέσβυς· Νῦν ἀπόλυσον, τὸν δοῦλόν σου ὦ Δέσποτα· Σωτὴρ γὰρ ἦλθες τοῦ κόσμου, τὸ πατρικὸν φῶς Χριστέ μου.
Αἶνοι
Ἦχος α’
ΨΑΛΜΟΣ ΡΜΗ' (148)
--Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὺτὸν ἐν τοῖς ὑψἰστοις· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
--Αἰνεῖτε αὐτὸν πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
1. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Ἦχος α'
Ὑμνοῦμέν σου Χριστέ, τὸ σωτήριον πάθος, καὶ δοξάζομέν σου τὴν ἀνάστασιν.
ΨΑΛΜΟΣ ΡΝ' (l50)
2. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Ὁ Σταυρὸν ὑπομείνας, καὶ τὸν θάνατον καταργήσας, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, εἰρήνευσον ἡμῶν τὴν ζωὴν Κύριε, ὡς μόνος παντοδύναμος.
3. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Ὁ τὸν ᾅδην σκυλεύσας, καὶ τὸν ἄνθρωπον ἀναστήσας, τῇ ἀναστάσει σου Χριστέ, ἀξίωσον ἡμᾶς ἐν καθαρᾷ καρδίᾳ, ὑμνεῖν καὶ δοξάζειν σε.
4. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Τὴν θεοπρεπῆ σου συγκατάβασιν δοξάζοντες, ὑμνοῦμέν σε Χριστέ· ἐτέχθης ἐκ Παρθένου, καὶ ἀχώριστος ὑπῆρχες τῷ Πατρί· ἔπαθες ὡς ἄνθρωπος, καὶ ἑκουσίως ὑπέμεινας Σταυρόν· ἀνέστης ἐκ τοῦ τάφου, ὡς ἐκ παστάδος προελθών, ἵνα σώσῃς τὸν κόσμον· Κύριε δόξα σοι.
5. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Ὅτε προσηλώθης τῷ ξύλῳ τοῦ Σταυροῦ, τότε ἐνεκρώθη τὸ κράτος του ἐχθροῦ· ἡ κτίσις ἐσαλεύθη τῷ φόβῳ σου, καὶ ὁ ᾅδης ἐσκυλεύθη τῷ κράτει σου· τοὺς νεκρούς ἐκ τῶν τάφων ἀνέστησας, καὶ τῷ λῃστῇ τὸν Παράδεισον ἤνοιξας· Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.
6. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ἦχος α'
Μὴ προσευξώμεθα φαρισαϊκῶς, ἀδελφοί· ὁ γὰρ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ταπεινωθῶμεν ἐναντίον τοῦ Θεοῦ, τελωνικῶς διὰ νηστείας κράζοντες· Ἱλάσθητι ἡμῖν ὁ Θεός, τοῖς ἁμαρτωλοῖς.
Στίχ. Ἀνάστηθι Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.
Ἦχος γ'
Τοῦ Τελώνου καὶ τοῦ Φαρισαίου τὸ διάφορον, ἐπιγνοῦσα, ψυχὴ μου· τοῦ μέν, μίσησον τὴν ὑπερήφανον φωνήν, τοῦ δέ, ζήλωσον τὴν εὐκατάνυκτον εὐχήν, καὶ βόησον, ὁ Θεὸς ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ ἐλέησόν με.
Στίχ. Ἐξομολογήσομαί σοι, Κύριε ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.
Ἦχος ὁ αὐτὸς
Τοῦ Φαρισαίου τὴν μεχάλαυχον φωνήν, πιστοὶ μισήσαντες, τοῦ δὲ Τελώνου τὴν εὐκατάνυκτον εὐχὴν ζηλώσαντες, μὴ τὰ ὑψηλὰ φρονῶμεν, ἀλλ' ἑαυτοὺς ταπεινοῦντες, ἐν κατανύξει κράξωμεν· ὁ Θεὸς ἱλάσθητι, ταῖς ἁμαρτίαις ἡμῶν.
Δόξα... Ἦχος πλ. δ'
Ταῖς ἐξ ἔργων καυχήσεσι, Φαρισαῖον δικαιοῦντα ἑαυτὸν κατέκρινας Κύριε, καὶ Τελώνην μετριοπαθήσαντα, καὶ στεναγμοῖς ἱλασμὸν αἰτούμενον, ἐδικαίωσας· οὐ γὰρ προσίεσαι, τοὺς μεγαλόφρονας λογισμούς, καὶ τὰς συντετριμμένας καρδίας, οὐκ ἐξουθενεῖς· διὸ καὶ ἡμεῖς σοὶ προσπίπτομεν, ἐν ταπεινώσει τῷ παθόντι δι' ἡμᾶς· Παράσχου τὴν ἄφεσιν καὶ τὸ μέγα ἔλεος.
Καὶ νῦν ... Θεοτοκίον
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.
ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ
Δόξα σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ, καί επί γής ειρήνη, εν ανθρώποις ευδοκία.
Υμνούμέν σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν μεγάλην σου δόξαν.
Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, καί Άγιον Πνεύμα,
Κύριε ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο αίρων τήν αμαρτίαν τού κόσμου, ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.
Πρόσδεξαι τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον ημάς.
Ότι σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.
Καθ' εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου εις τόν αιώνα, καί εις τόν αιώνα τού αιώνος.
Καταξίωσον, Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους φυλαχθήναι ημάς.
Ευλογητός εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον τό όνομά σου εις τούς αιώνας. Αμήν.
Γένοιτο, Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σέ.
Ευλογητός εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').
Κύριε, καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι ήμαρτόν σοι.
Κύριε, πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου.
Ότι παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.
Παράτεινον τό έλεός σου τοίς γινώσκουσί σε.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ γ').
Δόξα... Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.
Σήμερον σωτηρία τώ κόσμω γέγονεν. Άσωμεν τώ αναστάντι εκ τάφου καί αρχηγώ τής ζωής ημών, καθελών γάρ τώ θανάτω τόν θάνατον, τό νίκος έδωκεν ημίν, καί τό μέγα έλεος.
Είς την λειτουργίαν
ΑΝ Τ Ι Φ Ω Ν Α
Ἀντίφωνον Α'
Στίχ. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Στίχ. Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Στίχ. Ἐξεχύθη χάρις ἐν χείλεσί σου.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Στίχ. Διὰ τοῦτο εὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Δόξα... Καὶ νῦν...
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Ἀντίφωνον Β'
Στίχ. Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου δυνατέ.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι Αλληλούϊα
Στίχ. Καὶ ἔντειναι καὶ κατευοδοῦ καὶ βασίλευε.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ...
Στίχ. Τὰ βέλη σου ἠκονημένα δυνατέ, λαοὶ ὑποκάτω σου πεσοῦνται.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ.
Στίχ. Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ...
Δόξα... Καί νύν...
Ο Μονογενής Υιός και Λόγος του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν σωτηρίαν σαρκοθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας, σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της Αγίας Τριάδος, συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.
Ἀντίφωνον Γ'
Στίχ. Ἄκουσον θύγατερ καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου.
Ἦχος α'
Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενος ἡμῖν καὶ τὴν Ἀνάστασιν.
Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Χαῖρε κεχαριτωμένη...
Στίχ. Μνησθήσομαι τοῦ ὀνόματός σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Χαῖρε κεχαριτωμένη...
Εισοδικόν
Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ. Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι Αλληλούϊα
Ἀπολυτίκιον. Ἦχος α’.
Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῷ κόσμῳ τὴν ζωήν. Διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν ἐβόων σοι Ζωοδότα· Δόξα τῇ ἀναστάσει σου Χριστέ, δόξα τῇ Βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε Φιλάνθρωπε.
Ἦχος α'
Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενος ἡμῖν καὶ τὴν Ἀνάστασιν.
καὶ τοῦ ναοῦ…
Κοντάκιον Ἦχος α'
Ὁ μήτραν παρθενικὴν ἁγιάσας τῷ τόκῳ σου, καὶ χεῖρας τοῦ Συμεὼν εὐλογήσας ὡς ἔπρεπε, προφθάσας καὶ νῦν ἔσωσας ἡμᾶς Χριστὲ ὁ Θεός. Ἀλλ' εἰρήνευσον ἐν πολέμοις τὸ πολίτευμα, καὶ κραταίωσον Βασιλεῖς οὓς ἠγάπησας, ὁ μόνος φιλάνθρωπος.
Τό Τρισάγιον...
ΑΠΟΣΤΟΛΟΣ
Εὔξασθε καὶ ἀπόδοτε Κυρίῳ τῷ Θεῷ ἡμῶν.
Στίχ. Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεός,
Πρὸς Τιμόθεον β' Ἐπιστολῆς Παύλου,
Τέκνον Τιμόθεε, παρηκολούθηκάς μου τῇ διδασκαλίᾳ τῇ ἀγωγῇ, τῇ προθέσει, τῇ πίστει, τῇ μακροθυμίᾳ, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ, τοῖς διωγμοῖς, τοῖς παθήμασιν, οἷα μοι ἐγένετο ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν λύστροις, οἵους διωγμοὺς ὑπήνεγκα! καὶ ἐκ πάντων με ἐρρύσατο ὁ Κύριος. Καὶ πάντες δὲ οἱ θέλοντες εὐσεβῶς ζῇν ἐν Χριστῷ Ἰησοῦ, διωχθήσονται. Πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες, καὶ πλανώμενοι. Σὺ δέ, μένε, ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης, εἰδὼς παρὰ τίνος ἔμαθες· καὶ ὅτι ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα οἶδας, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν, διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ, τῷ Κυρίῳ ἡμῶν.
Ἀλληλούϊα Ἦχος πλ. δ'
Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ,
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν. ιη' 10-14
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην. Ἀνθρωποι δύο ἀνέβησαν εἰς τὸ Ἱερόν...
Είς το Εξαιρέτως... Άξιον Εστί
Κοινωνικὸν
Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· Αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Ἀλληλούϊα.
«Εἴδομεν τὸ φῶς».
Βιβλιογραφία:
1. analogion.gr/glt/
2. ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΙΣ
ΤΩΝ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ
ΕΤΟΥΣ 2011
ΑΠΟΣΤΟΛΟΥ Ε. ΠΑΠΑΧΡΗΣΤΟΥ
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου