Παρασκευή 4 Μαΐου 2012

† ΚΥΡΙΑΚΗ Δ΄ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ. «Μνεία τῆς τοῦ παραλύτου θεραπείας»




6-5-2012

 ΚΥΡΙΑΚΗ Δ΄ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ. «Μνεία τῆς τοῦ πα­ρα­­λύ­του θεραπείας». ᾿Ιὼβ τοῦ δικαίου καὶ πολυάθλου (1700-1500 π.Χ.). Σερα­φεὶμ ὁσίου τοῦ ἐν τῷ ὄρει Δομβοῦς (†1602). ῏Ηχος γ΄, ἑωθινὸν ε΄ (τυπικὸν Πεντηκοσταρίου §§20-22).       


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ                            

Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Στίχ, α'. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού. 

Θεός Κύριος, καί επέφανεν ημίν... 


Στίχ, β'. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς, 

Θεός Κύριος, καί επέφανεν ημίν...

Στίχ, γ'. Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών. 

Θεός Κύριος, καί επέφανεν ημίν...

Ἀπολυτίκιον Ἦχος γ'

Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾍδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Δόξα... το αυτό

Καὶ νῦν ... Θεοτοκίον

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Καθσματαχος γ'

Χριστς κ νεκρν γγερται, ἡ ἀπαρχτν κεκοιμημνων. Ὁ Πρωττοκος τς κτσεως, καΔημιουργς πντων τν γεγοντων, τν καταφθαρεσαν φσιν τογνους μν, ἐν αυτῷ ἀνεκανισεν. Οκ τι θνατε κυριεεις· γρ τν λων Δεσπτης, τκρτος σου κατλυσε.

Δξα...

Σαρκτοθαντου γευσμενος Κριε, τπικρν τοθαντου ξτεμες τῇ Ἐγρσει σου, κατν νθρωπον κατ' ατοῦ ἐνισχσας, τς ρχαας κατρας τν τταν νακαλομενος, ὁ ὑπερασπιστς τς ζως μν, Κριε δξα σοι.

Κανν... Θεοτοκον

Τν ραιτητα τς παρθενας σου, κατὸ ὑπρλαμπρον ττς γνεας σου, ὁ Γαβριλ καταπλαγες βα σοι Θεοτκε· Ποῖόν σοι γκμιον, προσαγγω πξιον, τδὲ ὀνομσω σε; ἀπορκαὶ ἐξσταμαι· διὸ ὡς προσετγην βοσοι· Χαρε Κεχαριτωμνη.

Τν ραιτητα τς παρθενας σου

Τὸ ἀναλλοωτον ττς Θετητος, κατὸ ἑκοσιον πθος σου Κριε, ες αυτν καταπλαγες, ὁ ᾍδης πωδρετο. Τρμω τν τοσματος, μφθαρεσαν πστασιν, βλπω τν ἀόρατον, μυστικς πολεμοντμε· δικαος κατχω κραυγζουσι· Δξα Χρισττῇ Ἀναστσει σου.

Δξα...

Τὸ ἀκατληπτον ττς Σταυρσεως, καὶ ἀνερμνευτον ττς γρσεως, θεολογομεν οπιστοί, ἀπρρητον Μυστριον· σμερον γρ θνατος, καὶ ὁ ᾍδης σκλευται, γνος δὲ ἀνθρπινον φθαρσαν νδδυται· δικαεχαρστως κραυγζομεν· Δξα Χρισττῇ Ἀναστσει σου.

Κανν... Θεοτοκον

Τν κατληπτον καὶ ἀπεργραπτον, τν μοοσιον ΠατρκαΠνεματι, ἐν τγαστρσου μυστικς, ἐχρησας Θεομτορ, μαν καὶ ἀσγχυτον, τς Τριδος νργειαν, ἔγνωμεν τΤκσου, ἐν τκσμῳ, δοξζεσθαι· δικαεχαρστως βομν σοι· Χαρε Κεχαριτωμνη.

ΕΥΛΟΓΗΤΑΡΙΑ  Ἦχος πλ. α'

         Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.
         Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς  δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις. Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
         Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
         Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ, ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.

Δόξα... Τριαδικὸν

Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς  Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.

Καὶ νῦν ... Θεοτοκίον

Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ  Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (ἐκ γ')

Ἡ Ὑπακοὴ Ἦχος γ'

κπλττων τῇ ὁρσει, δροσζων τος ῥήμασιν, ὁ ἀστρπτων γγελος, τας μυροφροις λεγε· Τν ζντα τζητετε ν μνματι; ἡγρθη κενσας τμνματα τς φθορς λλοιωτν, γντε τν ναλλοωτον, επατε τΘε· ς φοβερτὰ ἔργα σου! ὅτι τγνος σωσας τν νθρπων.

Οἱ Ἀναβαθμο
ντφωνον Α'

Τν αχμαλωσαν Σιν, σὺ ἐξελου κ Βαβυλνος κμὲ ἐκ τν παθν, πρς ζων λκυσον Λγε.

ν τΝτοσπεροντες δκρυσιν νθοις, θεριοσι στχυας, ἐν χαρᾷ ἀειζωας.

Δξα... Κανν...

γίῳ Πνεματι, πσα γαθοδωρα, ὡς ΠατρκαΥἱῷ συναστρπτει, ἐν τπντα ζκακινεται.

ντφωνον Β'

 Ἐὰν μΚριος οκοδομσοκον τν ρετν, μτην κοπιμεν, τν δψυχν σκποντος, οδες μν πορθεται τν πλιν.

Τοκαρποτς γαστρς, τΠνεματι υοποιητς σοι τΧριστῷ, ὡς Πατροἱ Ἅγιοι πντοτε εσί.

Δξα... Κανν...

γίῳ Πνεματι, ἐνθεωρεται πσα γιτης σοφα· οσιοπσαν γρ κτσιν· ατλατρεσωμεν· Θες γρ, ὡς Πατρτε καΛγῳ.

ντφωνον Γ'

Οφοβομενοι τν Κριον, μακριοι τρβους βαδιονται, τν ντολν φγονται· ζωηρν γρ παγκαρπαν.

Κκλτς τραπζης σου εφρνθητι, καθορν σου Ποιμενρχα, τὰ ἔκγονα φροντα, κλδους γαθοεργας.

Δξα... Κανν...

γίῳ Πνεματι, ὁ πς πλοτος τς δξης, ἐξ οχρις καζωπστκτσει· σν Πατργρ, ἀνυμνεται κατΛγῳ.

Προκεμενον

Επατε ν τος θνεσιν, ὅτι Κριος βασλευσε· καγρ κατρθωσε τν οκουμνην, ἥτις οσαλευθσεται.
Στχ. σατε τΚυρίῳ ᾆσμα καινν.


Ή Τάξις τού Εωθινού Ευαγγελίου

Ιερεύς Τού Κυρίου δεηθώμεν.
Χορός Κύριε, ελέησον.
Ιερεύς Ότι Άγιος εί ο Θεός ημών, και εν αγίοις επαναπαύη, και σοι την δόξαν αναπέμπωμεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.
Χορός Αμήν.
Πάσα πνοή αινεσάτω τόν Κύριον (εκ γ').
Ιερεύς Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.
Χορός Κύριε, ελέησον (γ').
Ιερεύς Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.
Ιερεύς Ειρήνη πάσι.
Χορός Καί τώ Πνεύματί σου.
Ιερεύς Εκ τού κατά ...  αγίου Ευαγγελίου...
Ιερεύς Πρόσχωμεν.
Χορός Δόξα σοι, Κύριε, δόξα σοι.

Ευαγγελιον Εωθινόν ε’
Ανάστασιν Χριστού θεασάμενοι…

Ν' Ψαλμός

·                    Ελέησόν με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον τό ανόμημά μου
·                    επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
·                    ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
·                    σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε
·                    ιδού γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
·                    ιδού γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
·                    ραντιείς με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
·                    ακουτιείς με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
·                    απόστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
·                    καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
·                    μή απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ' εμού
·                    απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
·                    διδάξω ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
·                    ρύσαί με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου
·                    κύριε τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου
·                    ότι ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις
·                    θυσία τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει
·                    αγάθυνον κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
·                    τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους

Δόξα... Ήχος β'

Ταίς τών Αποστόλων, πρεσβείαις Ελεήμον, εξάλειψον τα πλήθη, τών εμών εγκλημάτων.

Καί νύν...

Ταίς τής Θεοτόκου, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Στίχ. Ελέησόν με, ο Θεός, κατά τό μέγα έλεός σου, καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου.

Πεντηκοστάριον  Ήχος ο αυτός

Αναστάς ο Ιησούς από τού τάφου, καθώς προείπεν, έδωκεν ημίν, τήν αιώνιον ζωήν καί μέγα έλεος.

Κανὼν τοῦ Πάσχα Ἦχος α'

ᾨδὴ α' Ὁ Εἱρμὸς

Ἀναστάσεως ἡμέρα, λαμπρυνθῶμεν λαοί, Πάσχα Κυρίου Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.

Καθαρθῶμεν τὰς αἰσθήσεις, καὶ ὀψόμεθα τῷ ἀπροσίτῳ φωτὶ τῆς Ἀναστάσεως, Χριστὸν ἐξαστράπτοντα, καί, Χαίρετε, φάσκοντα, τρανῶς ἀκουσόμεθα, ἐπινίκιον ᾄδοντες.

Οὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν, γῆ δὲ ἀγαλλιάσθω, ἑορταζέτω δὲ κόσμος, ὁρατός τε ἅπας καὶ ἀόρατος· Χριστὸς γὰρ ἐγήγερται, εὐφροσύνη αἰώνιος.

Κανὼν τῆς Θεοτόκου
Ἦχος α' 
ᾨδὴ α' Εἱρμὸς ὁ αὐτὸς

Θανατώσεως τὸν ὅρον ἀνεμόχλευσας, τὴν αἰωνίαν ζωήν, κυοφορήσασα Χριστόν, τὸν ἐκ τάφου ἀναλάμψαντα σήμερον, Παρθένε πανάμωμε, καὶ τὸν κόσμον φωτίσαντα.

Ἀναστάντα κατιδοῦσα σὸν Υἱὸν καὶ Θεόν, χαίροις σὺν Ἀποστόλοις, θεοχαρίτωτε ἁγνή, καὶ τὸ Χαῖρε πρωτουργῶς, ὡς πάντων χαρᾶς, αἰτία εἰσδέδεξαι, Θεομῆτορ πανάμωμε.


ᾨδὴ γ' Ὁ Εἱρμὸς

«Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν στερεούμεθα».

Νῦν πάντα πεπλήρωται φωτός, οὐρανός τε καὶ γῆ καὶ τὰ καταχθόνια· ἑορταζέτω γοῦν πᾶσα κτίσις τὴν Ἔγερσιν Χριστοῦ, ἐν ᾗ ἐστερέωται.

Χθὲς συνεθαπτόμην σοι Χριστέ, συνεγείρομαι σήμερον ἀναστάντι σοι, συνεσταυρούμην σοι χθές, αὐτός με συνδόξασον Σωτήρ, ἐν τῇ βασιλείᾳ σου.

 Τῆς Θεοτόκου 
Ὁ αὐτὸς

Ἐπὶ τὴν ἀκήρατον ζωήν, ἐπανέρχομαι σήμερον ἀγαθότητι, τοῦ γεννηθέντος ἐκ σοῦ, καὶ πᾶσι τοῖς πέρασιν Ἁγνή, τὸ φέγγος ἀστράψαντος.

Θεὸν ὃν ἐκύησας σαρκί, ἐκ νεκρῶν καθὼς εἶπεν ἐξεγειρόμενον, θεασαμένη Ἁγνή, χόρευε, καὶ τοῦτον, ὡς Θεόν, ἄχραντε μεγάλυνε.


Κάθισμα Ἦχος γ'
Τὴν ὡραιότητα τῆς παρθενίας σου

Ῥῆμα Παράλυτον, μόνον συνέσφιγξεν, ὡς ὁ παγκόσμιος, λόγος ἐφθέγξατο, τοῦ δι' ἡμᾶς ἐπὶ τῆς γῆς ὀφθέντος δι' εὐσπλαγχνίαν· ὅθεν καὶ τὸν κράββατον, ἐπιφέρων διήρχετο, κἂν οἱ Γραμματεῖς ὁρᾶν, τὸ πραχθὲν οὐχ ὑπέφερον, κακίας κατεχόμενοι φθόνῳ, τῷ ψυχὰς παραλύοντι.

Θεοτοκίον
Αὐτόμελον

Τὴν ὡραιότητα, τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον, τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγείς, ἐβόα σοι, Θεοτόκε· Ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον, τί δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην, βοῶ σοι· Χαῖρε ἡ κεχαριτωμένη.

ᾨδὴ δ' Ὁ Εἱρμὸς

«Ἐπὶ τῆς θείας φυλακῆς, ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος».

Ἄρσεν μὲν ὡς διανοῖξαν, τὴν παρθενεύουσαν νηδύν, πέφηνε Χριστός· ὡς βροτὸς δέ, ἀμνὸς προσηγόρευται· ἄμωμος δέ, ὡς ἄγευστος κηλῖδος, τὸ ἡμέτερον Πάσχα, καὶ ὡς Θεὸς ἀληθής, τέλειος λέλεκται.

Ὡς ἐνιαύσιος ἀμνός, ὁ εὐλογούμενος ἡμῖν, στέφανος Χριστὸς ἑκουσίως, ὑπὲρ πάντων τέθυται, Πάσχα τὸ καθαρτήριον, καὶ αὖθις ἐκ τοῦ τάφου ὡραῖος, δικαιοσύνης ἡμῖν ἔλαμψεν ἥλιος.

Ὁ θεοπάτωρ μὲν Δαυΐδ, πρὸ τῆς σκιώδους κιβωτοῦ, ἥλατο σκιρτῶν· ὁ λαὸς δὲ τοῦ Θεοῦ ὁ ἅγιος, τὴν τῶν συμβόλων ἔκβασιν, ὁρῶντες, εὐφρανθῶμεν ἐνθέως, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος.

Τῆς Θεοτόκου 
Ὁ αὐτὸς

Ὁ διαπλάσας τὸν Ἀδάμ, τὸν σὸν προπάτορα Ἁγνή, πλάττεται ἐκ σοῦ, καὶ θανάτῳ, τῷ οἰκείῳ ἔλυσε, τὸν δι' ἐκείνου θάνατον σήμερον, καὶ κατηύγασε πάντας, ταῖς θεϊκαῖς ἀστραπαῖς τῆς Ἀναστάσεως.

Ὃν ἀπεκύησας Χριστόν, ὡραιοτάτως ἐκ νεκρῶν, λάμψαντα Ἁγνὴ καθορῶσα, ἡ καλὴ καὶ ἄμωμος, ἐν γυναιξὶν ὡραία τε, σήμερον εἰς πάντων σωτηρίαν, σὺν Ἀποστόλοις αὐτὸν χαίρουσα, δόξαζε.

ᾨδὴ ε' Ὁ Εἱρμὸς

«Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσωμεν τῷ Δεσπότῃ· καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα».

Τὴν ἄμετρόν σου εὐσπλαγχνίαν, οἱ ταῖς τοῦ ᾍδου σειραῖς, συνεχόμενοι, δεδορκότες, πρὸς τὸ φῶς ἠπείγοντο Χριστέ, ἀγαλλομένῳ ποδί, Πάσχα κροτοῦντες αἰώνιον.

Προσέλθωμεν λαμπαδηφόροι, τῷ προϊόντι Χριστῷ ἐκ τοῦ μνήματος, ὡς νυμφίῳ, καὶ συνεορτάσωμεν, ταῖς φιλεόρτοις τάξεσι, Πάσχα Θεοῦ τὸ σωτήριον.

Τῆς Θεοτόκου 
Ὁ αὐτὸς

Φωτίζεται θείαις ἀκτῖσι, καὶ ζωηφόροις ταῖς τῆς Ἀναστάσεως τοῦ Υἱοῦ σου, Θεομῆτορ ἄχραντε, καὶ χαρμονῆς ἐμπίπλαται, τῶν εὐσεβῶν ἡ ὁμήγυρις.

Οὐκ ἤνοιξας πύλας Παρθένου, ἐν τῷ σαρκοῦσθαι· μνήματος οὐκ ἔλυσας τὰς σφραγῖδας, Βασιλεῦ τῆς κτίσεως· ὅθεν ἐξαναστάντα σε, θεασαμένη ἠγάλλετο.

ᾨδὴ ε'
Ὁ φωτίσας τῇ ἐλλάμψει

Ἐστάλαξας γλυκασμόν, εὐσεβείας τῷ λόγῳ σου, θεῖον ὄρος πανταχόθεν ἀκτῖσι λαμπόμενον, ἐκφανθεὶς τῇ χάριτι, σαφῶς τοῦ νοητοῦ Ἡλίου, Μᾶρκε παμμάκαρ θεόληπτε.

Ἐκ τοῦ οἴκου τοῦ Κυρίου πηγὴ ἐξελήλυθας, καὶ ποτίζεις τὰς χερσώδεις καρδίας τοῖς ῥεύμασι, δαψιλῶς τοῦ Πνεύματος, καρπὸν ἀντὶ τῆς ἀκαρπίας, φέρειν διδάσκων, Ἀπόστολε.

Σὺ τοῦ Πέτρου τοῦ μεγάλου, υἱὸς ἐχρημάτισας, καὶ ταῖς τούτου διδαχαῖς, φωτιζόμενος πάντοτε, τὰς ψυχὰς ἐλάμπρυνας, τῶν σοὶ θερμῶς προσομιλούντων, Μᾶρκε Κυρίου Ἀπόστολε.

Θεοτοκίον

Ὡς ἄνθρωπος ἐκ Παρθένου, τεχθεὶς Αἰγυπτίοις Χριστέ, ἐπεφάνης ἐκ Πατρός, ὁ ἐκλάμψας πρὸ κτίσεως, οἷς τὸν Μᾶρκον ἔχρισας, σοφῶς αὐτοὺς μυσταγωγοῦντα, θεογνωσίας μυστήρια.


ᾨδὴ ς' Ὁ Εἱρμὸς

«Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος, ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου».

Φυλάξας τὰ σήμαντρα σῷα Χριστέ, ἐξηγέρθης τοῦ τάφου, ὁ τὰς κλεῖς τῆς Παρθένου μὴ λυμηνάμενος, ἐν τῷ τόκῳ σου, καὶ ἀνέῳξας ἡμῖν, Παραδείσου τὰς πύλας.

Σῶτέρ μου τὸ ζῶν τε καὶ ἄθυτον, ἱερεῖον ὡς Θεός, σεαυτὸν ἑκουσίως, προσαγαγὼν τῷ Πατρί, συνανέστησας, παγγενῆ τὸν Ἀδάμ, ἀναστὰς ἐκ τοῦ τάφου.

Τῆς Θεοτόκου 
Ὁ αὐτὸς

Ἀνῆκται τὸ πάλαι κρατούμενον, τῷ θανάτῳ καὶ φθορᾷ, διὰ τοῦ σαρκωθέντος, ἐκ σῆς ἀχράντου γαστρὸς πρὸς τὴν ἄφθαρτον, καὶ ἀΐδιον ζωήν, Θεοτόκε Παρθένε.

Κατῆλθεν ἐν τοῖς κατωτάτοις τῆς γῆς ὁ λαγόσι σου Ἁγνή, κατελθὼν καὶ οἰκήσας, καὶ σαρκωθεὶς ὑπὲρ νοῦν καὶ συνήγειρεν, ἑαυτῷ τὸν Ἀδάμ, ἀναστὰς ἐκ τοῦ τάφου.

Κοντάκιον Ἦχος γ'
Ἡ Παρθένος σήμερον 

Τὴν ψυχήν μου Κύριε, ἐν ἁμαρτίαις παντοίαις, καὶ ἀτόποις πράξεσι, δεινῶς παραλελυμένην, ἔγειρον τῇ θεϊκῇ σου ἐπιστασίᾳ, ὥσπερ καὶ τὸν Παράλυτον, ἤγειρας πάλαι, ἵνα κράζω σεσωσμένος· Οἰκτίρμον δόξα, Χριστέ, τῷ κράτει σου.

Ὁ Οἶκος

Ὁ χειρί σου δρακὶ περικρατῶν τὰ πέρατα, Ἰησοῦ ὁ Θεός, ὁ τῷ Πατρὶ συνάναρχος, καὶ Πνεύματι ἁγίῳ συνδεσπόζων ἁπάντων, σαρκὶ ἐφάνης, νόσους ἰώμενος, καὶ πάθη ἀπήλασας, τυφλοὺς ἐφώτισας, καὶ τὸν Παράλυτον λόγῳ θεϊκῷ σὺ ἐξανέστησας, περιπατεῖν ἀθρόως προστάξας, καὶ τὴν βαστάσασαν αὐτὸν κλίνην ἐπὶ τῶν ὤμων ἆραι· ὅθεν πάντες σὺν τούτῳ ἀνυμνοῦμεν καὶ ἐκβοῶμεν· Οἰκτίρμον δόξα, Χριστὲ τῷ κράτει σου.


Συναξάριον Μηναίου 

Τῇ ΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου καὶ δικαίου καὶ πολυάθλου Προφήτου Ἰώβ. 

Στίχοι

Εἰ καὶ θανών, ἄληστος ἀνδρείας πέτρα,
Καὶ πῶς Ἰὼβ κρύψει σε τῇ λήθης πέτρᾳ;
Ἕκτῃ Ἰὼβ πολύτλαν θανάτου τέλος ἀμφεκάλυψε. 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Σεραφείμ, ἐν τῷ ὄρει τοῦ Δομποῦ ἀσκήσαντος.

Στίχοι

Λιπὼν Σεραφεὶμ τὸν κάτω καὶ τοῖς ἄνω,
Φλογοφόροις σύνεστι Σεραφεὶμ χῶρον.
Ἤλατ' ἄημα ἔνθεν Σεραφεὶμ οὐρανίων ἐς πόλον.

Τῇ αὐτῇ ἡμέρᾳ οἱ ὅσιοι Μάμας, Παχώμιος καὶ Ἰαρίων ἐν εἰρήνῃ τελειοῦνται. 

 Ὁ ἅγιος μάρτυς Δημητρίων τοξευόμενος τελειοῦται.
 Οἱ ἅγιοι μάρτυρες Δάναξ, Μέσιρος καὶ Θερινὸς ξίφει τελειοῦνται.
 Ὁ ἅγιος μάρτυς Δονᾶτος τοξευόμενος τελειοῦται.
 Ὁ ἅγιος μάρτυς Βάρβαρος ξίφει τελειοῦται.
Τελεῖται δὲ τῶν εἰρημένων ἁγίων ἡ σύναξις ἐν τῷ Μαρτυρείῳ αὐτῶν τῷ ὄντι ἐν τῷ Δευτέρῳ.

Συναξάριον

Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ τετάρτῃ ἀπὸ τοῦ Πάσχα, τοῦ Παραλύτου μνείαν ποιούμεθα, καὶ ὡς εἰκὸς τὸ τοιοῦτον ἑορτάζομεν θαῦμα.

Στίχοι

Τὸ ῥῆμα Χριστοῦ σφίγμα τῷ παρειμένῳ.
Οὕτως ἴαμα τοῦτο ῥῆμα καὶ μόνον.

Τῷ ἀπείρῳ ἐλέει σου, Χριστὲ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ' Ὁ Εἱρμὸς

«Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος».

Γυναῖκες μετὰ μύρων θεόφρονες, ὀπίσω σου ἔδραμον, ὃν δὲ ὡς θνητόν, μετὰ δακρύων ἐζήτουν, προσεκύνησαν, χαίρουσαι ζῶντα Θεόν, καὶ Πάσχα τὸ μυστικόν, σοῖς Χριστὲ Μαθηταῖς εὐηγγελίσαντο.

Θανάτου ἑορτάζομεν νέκρωσιν, ᾍδου τὴν καθαίρεσιν, ἄλλης βιοτῆς, τῆς αἰωνίου ἀπαρχήν, καὶ σκιρτῶντες ὑμνοῦμεν τὸν αἴτιον, τὸν μόνον εὐλογητὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.

Ὡς ὄντως ἱερὰ καὶ πανέορτος, αὕτη ἡ σωτήριος, νὺξ καὶ φωταυγής, τῆς λαμπροφόρου ἡμέρας τῆς ἐγέρσεως, οὖσα προάγγελος, ἐν ᾗ τὸ ἄχρονον φῶς, ἐκ τάφου σωματικῶς, πᾶσιν ἐπέλαμψεν.

Τῆς Θεοτόκου 
Ὁ αὐτὸς

Νεκρώσας ὁ Υἱός σου τὸν θάνατον, Πανάμωμε σήμερον, πᾶσι τοῖς θνητοῖς, τὴν διαμενουσαν ζωήν, εἰς αἰῶνας αἰώνων δεδώρηται, ὁ μόνος εὐλογητὸς τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Ὁ πάσης βασιλεύων τῆς κτίσεως, γενόμενος ἄνθρωπος, ᾤκησε τὴν σήν, θεοχαρίτωτε νηδύν, καὶ σταυρὸν ὑπομείνας καὶ θάνατον, ἀνέστη θεοπρεπῶς, συνεγείρας ἡμᾶς, ὡς παντοδύναμος.


ᾨδὴ η' Ὁ Εἱρμὸς

«Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας».

Δεῦτε τοῦ καινοῦ τῆς ἀμπέλου γεννήματος, τῆς θείας εὐφροσύνης, ἐν τῇ εὐσήμῳ ἡμέρᾳ τῆς Ἐγέρσεως, βασιλείας τε Χριστοῦ κοινωνήσωμεν, ὑμνοῦντες αὐτόν, ὡς Θεόν εἰς τοὺς αἰῶνας.

Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου Σιών, καὶ ἴδε· ἰδοὺ γὰρ ἥκασί σοι, θεοφεγγεῖς ὡς φωστῆρες, ἐκ δυσμῶν, βορρᾶ, καὶ καὶ θαλάσσης, καὶ ἑῴας τὰ τέκνα σου, ἐν σοὶ εὐλογοῦντα, Χριστὸν εἰς τοὺς αἰῶνας.

Πάτερ παντοκράτορ, καὶ Λόγε, καὶ Πνεῦμα, τρισὶν ἑνιζομένη, ἐν ὑποστάσεσι φύσις, ὑπερούσιε, καὶ ὑπέρθεε εἰς σὲ βεβαπτίσμεθα, καὶ σὲ εὐλογοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Τῆς Θεοτόκου 
Ὁ αὐτὸς

Ἦλθε διὰ σοῦ εἰς τὸν κόσμον ὁ κτίστης, Παρθένε Θεοτόκε, καὶ τὴν γαστέρα τοῦ ᾍδου διαρρήξας θνητοῖς, τὴν Ἀνάστασιν ἡμῖν ἐδωρήσατο· διὸ εὐλογοῦμεν αὐτόν εἰς τοὺς αἰῶνας.

Ὅλον καθελὼν τοῦ θανάτου τὸ κράτος, ὁ Υἱός σου Παρθένε, ἐν τῇ αὐτοῦ Ἀναστάσει, ὡς Θεὸς κραταιός, συνανύψωσεν ἡμᾶς, καὶ ἐθέωσε· διὸ ἀνυμνοῦμεν αὐτὸν εἰς τοὺς αἰῶνας.



Καταβασίες

Ἦχος α'
Ὠδὴ α'

Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.

Ὠδὴ γ'

Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.

Ὠδὴ δ'

Ἐπὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος.

Ὠδὴ ε'

Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μυρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.

Ὠδὴ ς'

Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.

Ὠδή ζ'

Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Ὠδὴ η'

Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.

Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.

 Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις τιμώντες μεγαλύνωμεν.
      
Μεγάλυνον, ψυχή μου, τὸν ἐθελουσίως παθόντα καὶ ταφέντα καὶ ἐξαναστάντα τριήμερον ἐκ τάφου.

«Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου, ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου».

Μεγάλυνον, ψυχή μου, τὸν ἐξαναστάντα τριήμερον ἐκ τάφου Χριστὸν τὸν ζωοδότην.

«Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου, ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου».

Χριστὸς τὸ καινὸν Πάσχα, τὸ ζωόθυτον θῦμα, ἀμνὸς Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν κόσμου.

Ὢ θείας! ὢ φίλης! ὢ γλυκυτάτης σου φωνῆς! μεθ' ἡμῶν ἀψευδῶς γάρ, ἐπηγγείλω, ἔσεσθαι, μέχρι τερμάτων αἰῶνος Χριστέ, ἣν οἱ πιστοί, ἄγκυραν ἐλπίδος, κατέχοντες ἀγαλλόμεθα.

Σήμερον πᾶσα κτίσις ἀγάλλεται καὶ χαίρει, ὅτι Χριστὸς ἀνέστη καὶ ᾅδης ἐσκυλεύθη.

Ὦ Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ, ὦ σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις, δίδου ἡμῖν ἐκτυπώτερον, σοῦ μετασχεῖν, ἐν τῇ ἀνεσπέρῳ, ἡμέρᾳ τῆς βασιλείας σου.

Δόξα. Μεγάλυνον, ψυχή μου, τῆς τρισυποστάτου καὶ ἀδιαιρέτου θεότητος τὸ κράτος.

Συμφώνως Παρθένε, σὲ μακαρίζομεν πιστοί, Χαῖρε πύλη Κυρίου, χαῖρε πόλις ἔμψυχε, χαῖρε, δι' ἧς ἡμῖν ἔλαμψε, σήμερον φῶς τοῦ ἐκ σοῦ τεχθέντος, τῆς ἐκ νεκρῶν ἀναστάσεως.

Καὶ νῦν. Χαῖρε, παρθένε, χαῖρε, χαῖρε, εὐλογημένη, χαῖρε, δεδοξασμένη, σὸς γὰρ υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.

Εὐφραίνου, ἀγάλλου, ἡ θεία πύλη τοῦ φωτός· ὁ γὰρ δύνας ἐν τάφῳ, Ἰησοῦς ἀνέτειλε, λάμψας ἡλίου φαιδρότερον, καὶ τοὺς πιστοὺς πάντας καταυγάσας, θεοχαρίτωτε Δέσποινα.

 «῾Ο ἄγγελος ἐβόα τῇ κεχαριτωμένῃ, ἁγνὴ παρθένε, χαῖρε καὶ πάλιν ἐρῶ, χαῖρε, ὁ σὸς υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.

«Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου, ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου».

Άγιος Κύριος ο Θεός ημών,
Άγιος Κύριος ο Θεός ημών.
Υψούτε Κύριον τόν Θεόν ημών, καί προσκυνείτε τώ υποποδίω τών ποδών     αυτού.
Ότι Άγιός εστιν

Ἐξαποστειλάριον τοῦ Πάσχα
Ἦχος β'

Σαρκὶ ὑπνώσας ὡς θνητός, ὁ Βασιλεὺς καὶ Κύριος, τριήμερος ἐξανέστης, Ἀδὰμ ἐγείρας ἐκ φθορᾶς καὶ καταργήσας θάνατον, Πάσχα τῆς ἀφθαρσίας, τοῦ κόσμου σωτήριον.

τοῦ Παραλύτου
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε

Ἐπέστη ὁ φιλάνθρωπος, καὶ πανοικτίρμων Κύριος, Προβατικῇ κολυμβήθρᾳ, τοῦ θεραπεῦσαι τὰς νόσους, εὗρε δὲ κατακείμενον, ἄνθρωπον πλείστοις ἔτεσι, καὶ πρός αὐτὸν ἐβόησεν· Ἆρον τὸν κράββατον, ἴθι, πρὸς τὰς ὁδοὺς τὰς εὐθείας.

Αἶνοι Ἦχος γ'
ΨΑΛΜΟΣ ΡΜΗ' (148)

--Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὺτὸν ἐν τοῖς ὑψἰστοις· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

--Αἰνεῖτε αὐτὸν πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

1. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

Δεῦτε πάντα τὰ ἔθνη, γνῶτε τοῦ φρικτοῦ μυστηρίου τὴν δύναμιν, Χριστὸς γὰρ ὁ Σωτὴρ ἡμῶν, ὁ ἐν ἀρχῇ Λόγος, ἐσταυρώθη δι' ἡμᾶς, καὶ ἑκὼν ἐτάφη, καὶ ἀνέστη ἐκ νεκρῶν, τοῦ σῶσαι τὰ σύμπαντα. Αὐτὸν προσκυνήσωμεν.

ΨΑΛΜΟΣ ΡΝ' (l50)

2. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

-- Διηγήσαντο πάντα τὰ θαυμάσια, οἱ φύλακές σου Κύριε, ἀλλὰ τὸ συνέδριον τῆς ματαιότητος, πληρῶσαν δώρων τὴν δεξιὰν αὐτῶν, κρύπτειν ἐνόμιζον τὴν ἀνάστασίν σου, ἣν ὁ κόσμος δοξάζει. Ἐλέησον ἡμᾶς.

3. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

-- Χαρᾶς τὰ πάντα πεπλήρωται, τῆς Ἀναστάσεως τὴν πείραν εἰληφότα. Μαρία γὰρ ἡ Μαγδαληνή, ἐπὶ τὸ μνῆμα ἦλθεν, εὗρεν Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τοῖς ἱματίοις ἐξαστράπτοντα καὶ λέγοντα. Τὶ ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν, οὐκ ἔστιν ᾧδε, ἀλλ' ἐγήγερται, καθὼς εἶπε, προάγων ἐν τῇ Γαλιλαία.

4. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Ἦχος α'
Πανεύφημοι Μάρτυρες

Αἰγύπτου φωστὴρ ὁ φαεινός, Μᾶρκος ὁ πανάριστος, κήρυξ τοῦ Λόγου ὁ πάνσοφος, Εὐαγγελίου τε, συγγραφεὺς ὁ θεῖος, εὐφημείσθω ᾄσμασι, καὶ θείοις παρ' ἡμῶν μελῳδήμασι· Χριστῷ πρεσβεύει γάρ, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Εἶτα τὰ Στιχηρὰ τοῦ Πάσχα μετὰ τῶν Στίχων αὐτῶν.
Ἦχος πλ. α'

Στίχ. Ἀναστήτω Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται, Πάσχα καινόν, Ἅγιον, Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστὸς λυτρωτής, Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα τῶν πιστῶν, Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοῖξαν, Πάσχα, πάντας ἁγιάζον πιστούς.

Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.

Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε· Δέχου παρ΄ ἡμῶν χαρᾶς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ, τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον.

Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ. καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; τί θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοῖς αὐτοῦ Μαθηταῖς.

Στίχ. Αὕτη ἡμέρα, ἣν ἐποίησεν Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Πάσχα τὸ τερπνόν, Πάσχα Κυρίου, Πάσχα, Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε, Πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα, Πάσχα λύτρον λύπης· καὶ γὰρ ἐκ τάφου σήμερον ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας Χριστός, τὰ Γύναια χαρᾶς ἔπλησε λέγων· Κηρύξατε Ἀποστόλοις.

Δόξα... Ἦχος πλ. δ

Κύριε, τὸν Παράλυτον οὐχ κολυμβήθρα ἐθεράπευσεν, ἀλλ' σὸς λόγος ἀνεκαίνισε, καὶ οὐδὲ πολυχρόνιος αὐτῷ ἐνεπόδισε νόσος, ὅτι τῆς φωνῆς σου ὀξυτέρα ἐνέργεια ἐδείχθη, καὶ τὸ δυσβάστακτον βάρος ἀπέρριψε, καὶ τὸ φορτίον τῆς κλίνης ἐβάστασεν, εἰς μαρτύριον τοῦ πλήθους τῶν οἰκτιρμῶν σου, δόξα σοι.
Και νυν

Ἀναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα. Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς· Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

Δόξα σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ, καί επί γής ειρήνη, εν ανθρώποις ευδοκία.
Υμνούμέν σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν μεγάλην σου δόξαν.
Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, καί Άγιον Πνεύμα,
Κύριε ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο αίρων τήν αμαρτίαν τού κόσμου, ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.
Πρόσδεξαι τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον ημάς.
Ότι σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.
Καθ' εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου εις τόν αιώνα, καί εις τόν αιώνα τού αιώνος.
Καταξίωσον, Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους φυλαχθήναι ημάς.
Ευλογητός εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον τό όνομά σου εις τούς αιώνας. Αμήν.
Γένοιτο, Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σέ.
Ευλογητός εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').
Κύριε, καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι ήμαρτόν σοι.
Κύριε, πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου.
Ότι παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.
Παράτεινον τό έλεός σου τοίς γινώσκουσί σε.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ γ').
Δόξα... Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.

 Σήμερον σωτηρία τώ κόσμω γέγονεν. Άσωμεν τώ αναστάντι εκ τάφου καί αρχηγώ τής ζωής ημών, καθελών γάρ τώ θανάτω τόν θάνατον, τό νίκος έδωκεν ημίν, καί τό μέγα έλεος.


Είς την λειτουργίαν

Εὐλογημένη», «Χριστὸς ἀνέστη» (τρίς).

ΑΝ Τ Ι Φ Ω Ν Α

Ἀντίφωνον α'
Ἦχος β'

Στίχ. Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Στίχ. Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Στίχ. Εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Στίχ. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τῷ ὀνόματι σου Ὕψιστε.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Δόξα... Καὶ νῦν...

Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Ἀντίφωνον β'
Ἦχος ὁ αὐτὸς

Στίχ. Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι. Ἀλληλούϊα.

Στίχ. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ...

Στίχ. Ἐξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ...

Στίχ. Εὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ...

Δόξα... Καί νύν...

Ο Μονογενής Υιός και Λόγος του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν σωτηρίαν σαρκοθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας, σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της Αγίας Τριάδος, συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.

Αντίφωνον γ'
Ήχος πλ α'

Στίχ. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
 
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώτου πυρός.

Χριστὸς ἀνέστη...

Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

Χριστὸς ἀνέστη...

Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Χριστὸς ἀνέστη...

Εισοδικόν

Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ...

Ἀπολυτίκιον Ἦχος γ'

Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾍδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.


  Του ναού…

Κοντάκιον  Ήχος πλ. δ'

Ει καί εν τάφω κατήλθες αθάνατε, αλλά τού Άδου καθείλες τήν δύναμιν, καί ανέστης ως νικητής, Χριστέ ο Θεός, γυναιξί Μυροφόροις φθεγξάμενος, Χαίρετε, καί τοίς σοίς Αποστόλοις ειρήνην δωρούμενος ο τοίς πεσούσι παρέχων ανάστασιν.

Τό Τρισάγιον...

ΑΠΟΣΤΟΛΟΣ

Ψάλατε τω Θεώ ημών ψάλατε.

Στιχ. Πάντα τα έθνη κροτήσατε χείρας.

Πράξεων των Αποστόλων το Ανάγνωσμα

Ἐν ταῖς ἡμέραις ἐκείναις,  ἐγένετο δὲ Πέτρον διερχόμενον διὰ πάντων κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδαν. εὗρε δὲ ἐκεῖ ἄνθρωπόν τινα Αἰνέαν ὀνόματι, ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ κραβάττῳ, ὃς ἦν παραλελυμένος. καὶ εἶπεν αὐτῷ ὁ Πέτρος· Αἰνέα, ἰᾶταί σε Ἰησοῦς ὁ Χριστός· ἀνάστηθι καὶ στρῶσον σεαυτῷ. καὶ εὐθέως ἀνέστη.  καὶ εἶδον αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδαν καὶ τὸν Σάρωνα, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν Κύριον. Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβιθά, ἣ διερμηνευομένη λέγεται Δορκάς· αὕτη ἦν πλήρης ἀγαθῶν ἔργων καὶ ἐλεημοσυνῶν ὧν ἐποίει. ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲ αὐτὴν ἔθηκαν ἐν ὑπερώῳ. ἐγγὺς δὲ οὔσης Λύδδης τῇ Ἰόππῃ οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ, ἀπέστειλαν δύο ἄνδρας πρὸς αὐτὸν παρακαλοῦντες μὴ ὀκνῆσαι διελθεῖν ἕως αὐτῶν. ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ' αὐτῶν οὖσα ἡ Δορκάς. ἐκβαλὼν δὲ ἔξω πάντας ὁ Πέτρος θεὶς τὰ γόνατα προσηύξατο, καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπε· Ταβιθά, ἀνάστηθι. ἡ δὲ ἤνοιξε τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ ἰδοῦσα τὸν Πέτρον ἀνεκάθισε. δοὺς δὲ αὐτῇ χεῖρα ἀνέστησεν αὐτήν, φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας παρέστησεν αὐτὴν ζῶσαν. γνωστὸν δὲ ἐγένετο καθ' ὅλης τῆς Ἰόππης, καὶ πολλοὶ ἐπίστευσαν ἐπὶ τὸν Κύριον.


Ευαγγέλιον

Κυριακή του Παραλύτου (Ιωάν. 5,1-15)


Είς το Εξαιρέτως...

«῾Ο ἄγγελος ἐβόα τῇ κεχαριτωμένῃ, ἁγνὴ παρθένε, χαῖρε καὶ πάλιν ἐρῶ, χαῖρε, ὁ σὸς υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.

Συμφώνως Παρθένε, σὲ μακαρίζομεν πιστοί, Χαῖρε πύλη Κυρίου, χαῖρε πόλις ἔμψυχε, χαῖρε, δι' ἧς ἡμῖν ἔλαμψε, σήμερον φῶς τοῦ ἐκ σοῦ τεχθέντος, τῆς ἐκ νεκρῶν ἀναστάσεως.

Κοινωνικὸν

Σῶμα Χριστοῦ μεταλάβετε, πηγῆς ἀθανάτου γεύσασθε. Ἀλληλούϊα.

Αντί του Είδομεν το φώς, το  Χριστός Ανέστη άπαξ.


Είη το όνομα Κυρίου




Βιβλιογραφία:

1.       analogion.gr/glt/
2.       ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΙΣ
            ΤΩΝ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ
            ΕΤΟΥΣ 2012
           ΑΠΟΣΤΟΛΟΥ Ε. ΠΑΠΑΧΡΗΣΤΟΥ


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου