† ΚΥΡΙΑΚΗ Ε΄ ΛΟΥΚΑ. Τῶν Ἁγίων Μαρτύρων Ἀκεψιμᾶ, Ἰωσήφ
καί Ἀειθαλᾶ. Ἀνάμνησις τῶν ἐγκαινίων τοῦ ἐν Λύδδῃ Ναοῦ τοῦ Ἁγίου Μεγαλομάρτυρος
Γεωργίου, ἤτοι τῆς καταθέσεως τοῦ τιμίου σώματος αὐτοῦ. Τοῦ Ὁσίου Πατρός ἡμῶν
καί Νέου Ἱερομάρτυρος Γεωργίου τοῦ Νεαπολίτου. ῏Ηχος β΄. ῾Εωθινὸν η΄.
ΕΙΣ ΤΟΝ
ΟΡΘΡΟΝ
Θεός
Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, α'.
Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός Κύριος,
καί επέφανεν ημίν...
Στίχ, β'.
Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς,
Θεός
Κύριος, καί επέφανεν ημίν...
Στίχ, γ'.
Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός
Κύριος, καί επέφανεν ημίν...
Ἀπολυτίκιον Ἦχος β'
Ὅτε
κατῆλθες πρὸς τὸν θάνατον, ἡ
Ζωὴ ἡ ἀθάνατος, τότε τὸν
ᾅδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς
Θεότητος,
ὅτε δὲ καὶ τοὺς
τεθνεῶτας
ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ
Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον·Ζωοδότα Χριστὲ ὁ
Θεὸς ἡμῶν δόξα σοι.
Ἀπολυτίκιον τῶν Μαρτύρων
Ἦχος δ' Ταχὺ προκατάλαβε
Οἱ
Μάρτυρές σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ
σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν
καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση· Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς
ψυχὰς ἡμῶν.
Δόξα... τοῦ Ἁγίου Γεωργίου Ἦχος δ'
Ὡς
τῶν αἰχμαλώτων ἐλευθερωτής, καὶ τῶν πτωχῶν ὑπερασπιστής, ἀσθενούντων ἰατρός,
βασιλέων ὑπέρμαχος, τροπαιοφόρε μεγαλομάρτυς Γεώργιε, πρέσβευε Χριστῷ τῷ Θεῷ,
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον
Τὸ
ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ
γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ
ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς
ψυχὰς ἡμῶν.
Μετὰ τὴν α' Στιχολογίαν
Καθίσματα Ἀναστάσιμα
Ἦχος β'
Ὁ εὐσχήμων Ἰωσήφ,
ἀπὸ τοῦ ξύλου καθελών, τὸ ἄχραντόν σου Σῶμα, σινδόνι καθαρᾷ, εἰλήσας καὶ ἀρώμασιν,
ἐν μνήματι καινῷ, κηδεύσας ἀπέθετο· ἀλλὰ τριήμερος ἀνέστης Κύριε, παρέχων τῷ κόσμῳ τὸ μέγα
ἔλεος.
Δόξα...
Ταῖς
μυροφόροις
Γυναιξί,
παρὰ τὸ μνῆμα ἐπιστάς, ὁ
Ἄγγελος ἐβόα· Τὰ μύρα τοῖς
θνητοῖς ὑπάρχει ἁρμόδια, Χριστὸς δὲ διαφθορᾶς ἐδείχθη
ἀλλότριος,
ἀλλὰ κραυγάσατε· Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ
τὸ μέγα ἔλεος.
Καὶ νῦν ...
Θεοτοκίον
Πάντα
ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε
μυστήρια,
τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ
ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν, αὐτὸν
ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Μετὰ τὴν β' Στιχολογίαν, ἕτερα
Τὸν λίθον τοῦ
μνήματος, σφραγισθῆναι μὴ κωλύσας, τὴν πέτραν τῆς πίστεως, ἀναστὰς παρέσχες πᾶσι,
Κύριε δόξα σοι.
Δόξα...
Τῶν
Μαθητῶν σου ὁ χορός, σὺν
μυροφόροις
Γυναιξίν,
ἀγάλλεται
συμφώνως·
κοινὴν γὰρ ἑορτὴν σὺν
αὐτοῖς ἑορτάζομεν, εἰς δόξαν καὶ
τιμὴν τῆς σῆς Ἀναστάσεως, καὶ
δι'
αὐτῶν,
φιλάνθρωπε
Κύριε,
τῷ
λαῷ σου παράσχου τὸ
μέγα ἔλεος.
Καὶ νῦν ...
Σταυροθεοτοκίον
Ὑπερευλογημένη
ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾅδης ἠχμαλώτισται,
ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται,
καὶ ἠμεις ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν,
ὁ οὕτως εὐδοκήσας δόξα σοι.
ΕΥΛΟΓΗΤΑΡΙΑ Ἦχος πλ.
α'
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις. Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ, ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.
Δόξα...
Τριαδικὸν
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.
Καὶ νῦν
... Θεοτοκίον
Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (ἐκ γ')
Ἡ Ὑπακοὴ Ἦχος β'
Μετὰ τὸ Πάθος πορευθεῖσαι ἐν τῷ μνήματι
πρὸς τὸ μυρίσαι τὸ σῶμά σου αἱ γυναῖκες Χριστὲ ὁ Θεός, εἶδον Ἀγγέλους ἐν τῷ τάφῳ
καὶ ἐξέστησαν· φωνῆς γὰρ ἤκουον ἐξ αὐτῶν, ὅτι ἀνέστη ὁ Κύριος, δωρούμενος τῷ
κόσμῳ τὸ μέγα ἔλεος.
Οἱ Ἀναβαθμοὶ
Ἀντίφωνον Α'
· Ἐν τῷ οὐρανῷ τὰ ὄμματα, ἐκπέμπω μου τῆς καρδίας, πρὸς σὲ
Σωτήρ, σῶσόν με σῇ ἐπιλάμψει.
· Ἐλέησον ἡμᾶς τοὺς πταίοντάς σοι πολλὰ καθ' ἑκάστην ὥραν,
ὦ Χριστέ μου, καὶ δὸς πρὸ τέλους τρόπους, τοῦ μετανοεῖν σοι.
Δόξα... καὶ νῦν
Ἁγίῳ Πνεύματι, τὸ βασιλεύειν πέλει,
τὸ ἁγιάζειν, τὸ κινεῖν τὴν κτίσιν· Θεὸς γάρ ἐστιν, ὁμοούσιος Πατρὶ καὶ Λόγῳ.
Ἀντίφωνον Β'
· Εἰμὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, τίς ἱκανὸς σῶος φυλαχθῆναι, ἐκ
τοῦ ἐχθροῦ ἅμα, καὶ ἀνθρωποκτόνου;
· τοῖς ὁδοῦσιν αὐτῶν, μὴ παραδῷς Σῶτερ τὸν σὸν δοῦλον, λέοντος
τρόπον κατ' ἐμοῦ κινοῦνται· καὶ γὰρ οἱ ἐχθροί μου.
Δόξα... καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, ζωαρχία καὶ γέρας· πάντα
γὰρ τὰ κτιστά, ὡς Θεὸς ὢν δυναμοῖ, συντηρεῖ ἐν Πατρὶ δι' Υἱοῦ δέ.
Ἀντίφωνον Γ'
· Οἱ πεποιθότες ἐπὶ Κύριον, ἐοίκασιν ὄρει τῷ ἁγίῳ, οἳ οὐδαμῶς
σαλεύονται, προσβολαῖς τοῦ Βελίαρ.
· Ἐν ἀνομίαις χεῖρας αὐτῶν μὴ ἐκτεινάτωσαν οἱ θείως ζῶντες· οὐ
γὰρ ἐᾷ Χριστός, τῇ ῥάβδῳ τὸν κλῆρον αὐτοῦ.
Δόξα... καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, προσπηγάζει πᾶσα σοφία,
ἔνθεν χάρις Ἀποστόλοις, καὶ τοῖς ἄθλοις καταστέφονται Μάρτυρες, καὶ Προφῆται ὁρῶσι.
Προκείμενον
Ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν
προστάγματι ᾧ ἐνετείλω, καὶ συναγωγὴ λαῶν κυκλώσει σε.
Στίχ. Κύριε, ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα.
Ή Τάξις τού Εωθινού Ευαγγελίου
Ιερεύς Τού Κυρίου δεηθώμεν.
Χορός Κύριε, ελέησον.
Ιερεύς Ότι Άγιος εί ο Θεός ημών, και εν αγίοις επαναπαύη, και σοι
την δόξαν αναπέμπωμεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί
και εις τους αιώνας των αιώνων.
Χορός Αμήν.
Πάσα πνοή αινεσάτω τόν Κύριον (εκ γ').
Ιερεύς Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου
Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.
Χορός Κύριε, ελέησον (γ').
Ιερεύς Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.
Ιερεύς Ειρήνη πάσι.
Χορός Καί τώ Πνεύματί σου.
Ιερεύς Εκ τού κατά …. αγίου Ευαγγελίου...
Ιερεύς Πρόσχωμεν.
Χορός Δόξα σοι, Κύριε, δόξα σοι.
Ευαγγελιον Εωθινόν η’
Ανάστασιν Χριστού θεασάμενοι…
Ν' Ψαλμός
·
Ελέησόν
με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον
τό ανόμημά μου
·
επί
πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
·
ότι
τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
·
σοί
μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς
λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε
·
ιδού
γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
·
ιδού
γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
·
ραντιείς
με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
·
ακουτιείς
με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
·
απόστρεψον
τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
·
καρδίαν
καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
·
μή
απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ'
εμού
·
απόδος
μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
·
διδάξω
ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
·
ρύσαί
με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν
δικαιοσύνην σου
·
κύριε
τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου
·
ότι
ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις
·
θυσία
τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός
ουκ εξουθενώσει
·
αγάθυνον
κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
·
τότε
ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό
θυσιαστήριόν σου μόσχους
Δόξα... Ήχος β'
Ταίς τών Αποστόλων, πρεσβείαις
Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.
Καί νύν... Ήχος ο αυτός
Ταίς τής Θεοτόκου, πρεσβείαις
Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.
Ελέησόν με ο Θεός κατά τό μέγα έλεός
σου καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου.
Aναστάς ο Ιησούς από τού τάφου…
Κανὼν Ἀναστάσιμος
ᾨδὴ α'
Ἦχος β' Ὁ Εἱρμὸς
«Ἐν βυθῷ
κατέστρωσε
ποτέ,
τὴν Φαραωνίτιδα, πανστρατιάν, ἡ ὑπέροπλος δύναμις, σαρκωθεὶς
ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν, ὁ
δεδοξασμένος
Κύριος· ἐνδόξως γὰρ δεδόξασται».
Στίχ. Δόξα
τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ὁ τοῦ κόσμου ἄρχων ἀγαθέ, ᾧ ἀπεγραψάμεθα,
τῇ ἐντολῇ τῇ σῇ μὴ πειθαρχήσαντες, τῷ Σταυρῷ σου κέκριται· προσβαλὼν γάρ
σοι ὡς θνητῷ, περιπέπτωκε τῷ τῆς ἐξουσίας κράτει σου, καὶ ἀσθενὴς διήλεγκται.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Λυτρωτὴς τοῦ γένους τῶν βροτῶν, καὶ
τῆς ἀκηράτου ζωῆς ἀρχηγός, εἰς τὸν κόσμον ἐλήλυθας· τῇ γὰρ Ἀναστάσει σου, διεσπάραξας
τοῦ θανάτου τὰ σπάργανα, ἣν δοξολογοῦμεν ἅπαντες· ἐνδόξως γὰρ δεδόξασται.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὑπερτέρα πέφηνας Ἁγνή, πάσης ἀοράτου
τε, καὶ ὁρατῆς ἀειπάρθενε κτίσεως· τὸν γὰρ κτίστην τέτοκας, ὡς ηὐδόκησε σαρκωθῆναι
ἐν μήτρᾳ σου, ᾧ σὺν παρρησίᾳ πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ᾨδὴ α' Ἦχος α'
Αἴγλῃ
τρισηλίου ἀστραπῆς, φωτιστικῶς αὐγαζόμενοι Μάρτυρες, ταύτην τὴν πανίερον μνήμην
ὑμῶν, τοὺς εὐσεβῶς γεραίροντας, σκότους ἁμαρτίας, καὶ παθημάτων λυτρώσασθε.
Νόμοις
τοῦ Δεσπότου καὶ Θεοῦ, συμπεφραγμένοι τὸν νοῦν ἱερώτατοι, νόμους τοὺς κελεύοντας
παρανομεῖν, ἀνδρείως ἐξεκλίνατε· ὅθεν ἐναθλοῦντες, νομίμως δόξης ἐτύχετε.
Θύματα
προσήχθητε Χριστῷ, τῇ ἑκουσίῳ σφαγῇ καθαρώτατα, Μάρτυρες πανόλβιοι, ἱερουργοί,
καὶ θύται χρηματίσαντες, τοῦ ἐθελουσίῳ σφαγῇ τὸν κόσμον ζωώσαντος.
Θεοτοκίον
Ἡ
τὸν ἀπερίληπτον Θεόν, περιγραφόμενον σώματι τέξασα, σάρκα χρηματίσαντα, ὑπερβολῇ
Παρθένε ἀγαθότητος, τοῦτον ἐκδυσώπει, κινδύνων σῶσαι τοὺς δούλους σου.
Ὁ Κανων τοῦ Ἁγίου Γεωργίου, οὗ ἡ Ἀκροστιχίς.
ᾨδὴ α'
Ἦχος δ'
Τὸ
δυσχερὲς τοῦ νοός μου, καὶ ἀδρανὲς Ἅγιε, τῷ διαπύρῳ τῆς σεπτῆς, σοῦ προσευχῆς
μεταποίησον, εὐρυσθενῆ ἐργαζόμενος, ὅπως σου τὴν παναγίαν, ἑορτὴν ἐγκωμιάσαιμι.
Ὁ
ἐν ἀμφοῖν ὑψιβάμων, καὶ τῶν πολλῶν ὕπερθεν, ἔργῳ καὶ λόγῳ πεφηνώς, σοῦ οὐκ ἰσχύει
Γεώργιε, ἀνευφημεῖν τὰ τεράστια· πέλεις γὰρ παγκρατιάρχης ἀκραιφνής, καὶ αἰχμητὴς
κραταιός.
Νόμοις
ἐπαίνων οὐδόλως, ἡ σὴ σεπτὴ ἄθλησις, ὑποπεσεῖται Ἀθλητά· ἰλιγγιῶ γὰρ καὶ δέδοικα,
καὶ ἀπορῶ καὶ ἐξίσταμαι, ψαῦσαί σου κἂν γοῦν ποσῶς, Ἀθλοφόρε τοῖς προτερήμασι.
Θεοτοκίον
Σωτῆρα
πάντων τεκοῦσα, τὴν τῆς ζωῆς ἔκπτωσιν, ἐπηνωρθώσω Ἀγαθή· τὴν γὰρ ζωὴν ἀπεκύησας,
πᾶσιν ἡμῖν πρυτανεύουσαν, ἄφεσιν ἁμαρτιῶν ταῖς πρεσβείαις σου.
ᾨδὴ γ'
Ὁ Εἱρμὸς
«Ἐξήνθησεν ἡ
ἔρημος,
ὡσεὶ κρίνον Κύριε, ἡ τῶν ἐθνῶν
στειρεύουσα,
Ἐκκλησία τῇ παρουσίᾳ σου, ἐν
ᾗ ἐστερεώθῃ ἡ καρδία μου».
Στίχ. Δόξα
τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἡ κτίσις ἐν τῷ πάθει σου, ἠλλοιοῦτο
βλέπουσα, ἐν εὐτελεῖ προσχήματι, ὑπ' ἀνόμων, μυκτηριζόμενον, τὸν ἑδράσαντα πάντα
θείῳ νεύματι.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἐκ χοὸς κατ' εἰκόνα με, τῇ χειρί
σου ἔπλασας, καὶ συντριβέντα πάλιν δέ, εἰς χοῦν θανάτου δι' ἁμαρτίαν Χριστέ,
συγκαταβὰς εἰς ᾅδην συνανέστησας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τὰ τάγματα ἐξέστησαν, τῶν Ἀγγέλων Πάναγνε,
καὶ τῶν ἀνθρώπων ἔφριξαν, αἱ καρδίαι ἐπὶ τῷ τόκῳ σου· διὀ σε Θεοτόκε, πίστει
σέβομεν.
Τῶν Μαρτυρων
ᾨδὴ γ'
Τὰ πάθη ἀσκήσεως πυρί, τεφρώσας ἱερώτατε, Ἀκεψιμᾶ πρὸς πείρας ἀθλήσεως, κριὸς καθάπερ ἐπισημότατος, ὑπ' ἀνόμων τέθυσαι, ταῖς ῥοαῖς τοῦ αἵματος, ἁγιάσας πιστῶν τὰ πληρώματα.
Ἀδίκως στρεβλούμενος Σοφέ, καὶ ῥάβδοις συντριβόμενος, καὶ ἀπηνῶς βασάνοις ξεόμενος, οὐκ ἐξηρνήσω τὸ θεῖον ὄνομα, οὐ πυρὶ ἐπέθυσας, Ἰωσὴφ πανάριστε, πυρακτούμενος ζήλῳ τῆς πίστεως.
Τὸν
νῶτον καὶ τὰ στέρνα ἀφειδῶς, τυπτόμενος ὑπέφερες, Ἀειθαλᾶ ἑτέρου ὡς πάσχοντος·
νοῒ γὰρ Μάρτυς, τελείως ἔνδοξε, πρὸς Θεὸν ἠτένιζες, σῴζειν τὸν δυνάμενον, τοὺς
αὐτῷ ὁλοψύχως πιστεύοντας.
Θεοτοκίον
Ἐκ
σοῦ ἀνατέταλκεν ἡμῖν, ὁ Ἥλιος ὁ ἄδυτος, φωτιστικαῖς πανάμωμε λάμψεσι, φωτίζων κόσμον
σκότει κρατούμενον, καὶ προσαπολλύμενον, πλάνῃ τοῦ ἀλάστορος, Παναγία Παρθένε
Θεόνυμφε.
Τοῦ Ἁγίου Γεωργίου
Ὁ στερεῶν βροντὴν
Ἐπιπαφλάζον
πῦρ τὸ τῆς ἀπάτης, οὐ φέρων βλέπειν Ἅγιε, ὡς ὁ πυρίπνους καὶ ζηλωτής, ἀνομοῦντας
διελέγχων· Οὐκ ἔστιν ἄλλος ἔλεγες, Θεὸς ὡς ὁ Κύριος.
Πῦρ
τὸ τοῦ Λόγου ὅπερ ἦλθε Μάκαρ, βαλεῖν εἰς κόσμον ἅπαντα, σοῦ καθαψάμενος τῆς ψυχῆς,
στέγειν ὅλως οὐκ εἴα, ἀλλὰ θερμῶς ἀνέκραζες· Χριστὸς μοι στερέωμα.
Τὰ
τῶν βασάνων εἴδη σου δεικνύων, ὥσπερ φοβεῖν ὁ τύραννος, τὴν ἀκατάπληκτον σου
ψυχήν, ὑπετόπασε θεόφρων· σὺ δὲ στερρῶς ἀνέκραζες, Χριστὸς μοι στερέωμα.
Θεοτοκίον
Ὄρος
σε μέγα βλέπων ὁ Προφήτης, ὑπερκειμένην ἔχον, τὴν κορυφὴν ἁπάντων τῶν βουνῶν, τῶν
ἀγγελικῶν ταγμάτων, ὑπὲρ αἰτίαν ἔλεγε· Παρθένος γεννήσεται.
Κάθισμα Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον
Ἰωσὴφ
ὁ γενναῖος ἀγωνιστής, Ἀκεψιμᾶς ὁ τῆς πλάνης ὀλοθρευτής, Ἀειθαλᾶς ὁ Ἔνδοξος, ἀθλητὴς
καὶ ἀήττητος, οἱ φαιδροὶ ἀστέρες, τῆς πίστεως ᾄσμασιν, ἐπαξίως ὄντως ὑμνείσθωσαν
σήμερον· οὗτοι γὰρ τὴν δόξαν, τῶν Περσῶν ἀμαυροῦντες, ἡλίῳ οὐκ ἔθυσαν, οὐ τὸ πῦρ
ἐσεβάσθησαν. Οἷς ἐν πίστει βοήσωμεν· Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν
δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.
Δόξα... Τοῦ Ἁγίου Γεωργίου
Τοῦ
Σταυροῦ τῷ σημείῳ καθοπλισθείς, ἐν αὐτῷ τῶν τυράννων πᾶσαν ἰσχύν, ἀνδρείως κατέβαλες,
ὡς τῆς πίστεως πρόμαχος, τὴν ἀθεΐαν πᾶσαν, εἰδώλων διήλεγξας, καὶ τοὺς πιστοὺς
θεόφρον, τῇ πίστει ἐστήριξας· ὅθεν ἐπαξίως, τοὺς τῆς νίκης στεφάνους, ἀθλήσας ἀπέλαβες
ἐκ χειρὸς τοῦ Κυρίου σου, Ἀθλοφόρε Γεώργιε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων
ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Καὶ νῦν... Θεοτοκίον
Χαριστήριον
αἶνον χρεωστικῶς, ὡς ἡ χήρα ἐκείνη δύο λεπτά, προσφέρω σοι Δέσποινα, ὑπὲρ πασῶν
τῶν χαρίτων σου· σὺ γὰρ ὤφθης σκέπη, ὁμοῦ καὶ βοήθεια, πειρασμῶν καὶ θλίψεων, ἀεὶ
με ἐξαίρουσα· ὅθεν ὡς ἐκ μέσου φλογιζούσης καμίνου, ῥυσθεὶς τῶν θλιβόντων με, ἐκ
καρδίας κραυγάζω σοι, Θεοτόκε βοήθει μοι· πρεσβεύουσα τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν
πταισμάτων ἄφεσιν δοθῆναί μοι· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.
ᾨδὴ δ'
Ὁ Εἱρμὸς
«Ἐλήλυθας ἐκ
Παρθένου,
οὐ πρέσβυς, οὐκ Ἄγγελος, ἀλλ' αὐτὸς ὁ
Κύριος,
σεσαρκωμένος
καὶ ἔσωσας, ὅλον με τὸν
ἄνθρωπον·
διὸ κραυγάζω σοι· Δόξα τῇ
δυνάμει σου Κύριε».
Στίχ. Δόξα
τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Παρίστασο
ὡς κριτής, ὁ Θεός μου
τῷ
βήματι,
οὐ κραυγάζων Δέσποτα, κρίσιν ἐνάγων τοῖς ἔθνεσιν, ἣν διὰ
τοῦ πάθους σου, τῇ οἰκουμένῃ εἰργάσω, σωτηρίαν
Χριστέ.
Στίχ. Δόξα
τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Τῷ πάθει σου τοῦ ἐχθροῦ, αἱ ῥομφαῖαι
ἐξέλιπον, τῶν ὑπεναντίων δέ, ἐν τῇ εἰς ᾅδου καθόδῳ σου, πόλεις καθῃρέθησαν, καὶ
τοῦ τυράννου τὸ θράσος καταβέβληται.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σὲ λιμένα σωτηρίας, καὶ τεῖχος ἀκράδαντον,
Θεοτόκε Δέσποινα, πάντες πιστοὶ ἐπιστάμεθα· σὺ γὰρ ταῖς πρεσβείαις σου, ἐκ
τῶν κινδύνων λυτροῦσαι τὰς ψυχὰς ἡμῶν.
Τῶν Μαρτύρων
ᾨδὴ δ'
Ῥήμασι Σοφὲ Ἀκεψιμᾶ, θείας γνώσεως, τοὺς ἀγνωσίας σκοτασμῷ, κεκρατημένους δυσμενεῖς, στερρῶς κατεπάλαισας, τὰς ὑπ' αὐτῶν μὴ πτήξας στρέβλας Μακάριε, προσαγομένας τῷ θείῳ σου σώματι.
Πυρὶ σε πυρὸς οἱ λατρευταὶ κατηνάγκαζον, σέβας προσάξαι δολερῶς· ἀλλὰ τὸν νοῦν τῇ τοῦ Θεοῦ, ἀγάπῃ πυρούμενος, πυρσολατρεῖν ἀπεῖπας ὅλως δεχόμενος, ἀναψυχήν Ἰωσὴφ δυναμοῦσάν σε.
Ναμάτων
τῶν θείων πεπλησμένος τοῦ Πνεύματος, Ἀειθαλᾶ τὰ θολερά, τῆς ἀπιστίας καὶ πικρὰ ἐξέφυγες
ὕδατα, καὶ ταῖς ῥοαῖς τῶν ἐκχυθέντων αἱμάτων σου, τοὺς ἀοράτους ἐχθροὺς κατεπόντισας.
Θεοτοκίον
Ἁγίων
Μαρτύρων ἱερὸν ἐγκαλλώπισμα, ὤφθης Παρθένε ἀληθῶς, καὶ τῶν πιστῶν καταφυγή, τεῖχός
τε καὶ στήριγμα, καὶ παντελὴς ἀπολύτρωσις, μεγαλοφώνως· διὸ σε δοξάζομεν.
Τοῦ Ἁγίου Γεωργίου
Εἰσακήκοα ὁ Θεὸς
Νέμοις
πᾶσι τοῖς ὑμνηταῖς, τὴν εὐκλεῆ τε καὶ σεβασμίαν, ἀρωγήν σου καὶ ἀντίληψιν, παμμάκαρ
Γεώργιε, ὡς παρρησίαν ἔχων πρὸς Κύριον.
Ἔχων
ἄμαχον τὴν ἰσχύν, δεδωρημένην σοι ἐξ Ἁγίου, τῶν Ἁγίων ἀκροθίνιον, τὴν βαρβάρων ἔφοδον,
σαῖς προσευχαῖς ταχέως κατάλυσον.
Νὺξ
με πάντοθεν πειρασμῶν, ἐπιπολάζει καὶ ἀνενδότως, συνωθεῖ με πρὸς τὴν χάρυβδιν,
τῶν παθῶν Γεώργιε, ἀλλὰ προφθάσας διάσωσον.
Θεοτοκίον
Μόνη
ἔσχες ἐν τῇ γαστρί, τὸν συνοχέα παντὸς τοῦ κόσμου· μόνη τοῦτον ἀπεκύησας, Θεοτόκε
Πάναγνε, τὸν ἀκαταληψίᾳ νοούμενον.
ᾨδὴ ε'
Ὁ Εἱρμὸς
«Μεσίτης Θεοῦ, καὶ
ἀνθρώπων γέγονας, Χριστὲ ὁ Θεός· διὰ
σοῦ γὰρ Δέσποτα, τὴν πρὸς
τὸν ἀρχίφωτον Πατέρα σου, ἐκ νυκτὸς ἀγνωσίας, προσαγωγὴν
ἐσχήκαμεν».
Στίχ. Δόξα
τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ὡς κέδρος Χριστέ, τῶν ἐχθρῶν τὸ φρύαγμα
συνέτριψας, ἑκουσίως Δέσποτα, ἐν τῇ κυπαρίσσῳ ὡς ηὐδόκησας, καὶ τῇ πεύκῃ καὶ κέδρῳ
σαρκὶ συνανυψούμενος.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἐν λάκκῳ Χριστέ, κατωτάτῳ ἔθεντό
σε, ἄπνουν νεκρόν, ἀλλ' οἰκείῳ μώλωπι, ἐπιλελησμένους τραυματίας Σωτήρ, τοὺς ἐν
τάφοις ὑπνοῦντας, σεαυτῷ συνεξανέστησας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Δυσώπει τὸν σόν, Υἱὸν καὶ Κύριον,
Παρθένε ἁγνή, αἰχμαλώτοις λύτρωσιν, τοῖς ἐξ ἐναντίας περιστάσεως, ἐπὶ σοὶ
πεποιθόσιν, εἰρηνικὴν δωρήσασθαι.
Τῶν Μαρτύρων
ᾨδὴ ε'
Μακάριοι ἀπεφάνθητε, Λόγον μακάριον, κηρύξαντες ἐν σταδίῳ, ἀνδρείως ἀοίδιμοι, τὸν ὑμᾶς συνάψαντα, τῶν μακαρίων ταῖς χορείαις, πανευκλεῶς ἀριστεύσαντας.
Ἀπόρθητοι ἀνεδείχθητε, πύργοι τῆς πίστεως, ἐλεπόλεις τοῦ ἐχθροῦ, παντελῶς ἀφανίσαντες, Ἰωσὴφ θεσπέσιε, Ἀκεψιμᾶ ἱερομύστα, Ἀειθαλᾶ ἱερώτατε.
Ῥηγνύμενα
ταῖς πληγαῖς, τῶν Μαρτύρων τὰ σώματα, διέρρηξαν ἀθεΐας, ἀνίσχυρον δύναμιν, καὶ ἐδήλουν
ἄριστα, τὴν ἀρραγῆ ψυχῆς ἀγάπην, πρὸς τὸν Δεσπότην, καὶ Κύριον.
Θεοτοκίον
Τηρήσας
σε ὡς πρὸ τόκου, παρθένον ἀκήρατον, Πανάμωμε ὁ οἰκήσας, ἀσπόρως ἐν μήτρᾳ σου,
διπλοῦς προελήλυθε, Θεὸς καὶ ἄνθρωπος θεώσας, τὸ προσληφθὲν ἀγαθότητι.
Τοῦ Ἁγίου Γεωργίου
Ἀνάτειλόν μοι Κύριε
Ἀτίθασον
παράταξιν, δαιμόνων τροπωσάμενος, καὶ Σταυροῦ τῷ ὅπλῳ χρησάμενος, ὡς θείῳ ἀκοντίῳ,
τούτῳ ἐξεκέντησας, καὶ εἰς γῆν κατέρραξας, φαλαγγάρχας ζοφερούς.
Ῥώμῃ
τοῦ Παντοκράτορος, ῥωννύμενος Γεώργιε, καὶ τῇ προνοία ποδηγούμενος, τῇ πάντα
κυβερνώσῃ, τὸ σκάφος διέσωσας, τῆς ψυχῆς ἀκύμαντον, πρὸς λιμένα τῆς ζωῆς.
Τὶ
με θωπείαις ἔλεγες, τῷ κακεργάτῃ Ἅγιε, τῆς τοῦ Χριστοῦ μου ἀγαπήσεως, ἐλπίζεις
μεταστῆσαι; λίθον ἕψειν ἔοικας, γράφειν τε εἰς θάλασσαν, καὶ τοξεύειν οὐρανόν.
Θεοτοκίον
Ὑψαύχενας
κατάβαλε, αἱρετικοὺς Πανάμωμε, τοὺς ἀφειδῶς κατεπεμβαίνοντας, λαῷ τῷ ὀρθοδόξῳ· ἔχεις
γὰρ τὸ δύνασθαι, τῇ θελήσει σύνδρομον, οἷα μήτηρ τοῦ Θεοῦ.
ᾨδὴ ς'
Ὁ Εἱρμὸς
«Ἐν ἀβύσσῳ
πταισμάτων
κυκλούμενος,
τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ
φθορᾶς ὁ Θεός με
ἀνάγαγε».
Στίχ. Δόξα
τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ὡς κακοῦργος ὁ δίκαιος κέκριται, καὶ
μετὰ ἀνόμων τῷ ξύλῳ προσήλωται, τοῖς ὑπευθύνοις ἄφεσιν, τῷ οἰκείῳ
δωρούμενος αἵματι.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Δι' ἑνὸς μὲν ἀνθρώπου τοῦ πρώτου Ἀδάμ,
πάλαι εἰς τὸν κόσμον εἰσῆλθεν ὁ θάνατος, καὶ δι' ἑνὸς Ἀνάστασις, τοῦ Υἱοῦ τοῦ
Θεοῦ πεφανέρωται.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἀπειράνδρως Παρθένε ἐκύησας, καὶ
διαιωνίζεις παρθένος ἐμφαίνουσα, τῆς ἀληθοῦς Θεότητος, τοῦ Υἱοῦ καὶ Θεοῦ σου τὰ
σύμβολα.
Τῶν Μαρτύρων
ᾨδὴ ς'
Ὑψούμενα σφοδρῶς βασάνων, κύματα, ὑμῶν οὐ κατεκάλυψε, τὴν ἀνδρείαν καὶ τὸ εὔτονον Σοφοί· θείᾳ κυβερνήσει γὰρ ἐφθάσατε, τὸν γαληνὸν τῆς σωτηρίας ὅρμον γηθόμενοι.
Ῥανίσιν ἱερῶν αἱμάτων Ἅγιοι, φοινίξαντες Μακάριοι, περιβόλαιον τὸ θεῖον ἑαυτῶν, τοῦτο τε ὁσίως ἐνδυσάμενοι, τῷ Βασιλεῖ τῷ ἀθανάτῳ συμβασιλεύετε.
Ὡραῖοι
καλλοναῖς ἄθλων γεγόνατε, νυμφῶνος ἔνδον Ἅγιοι, ἐχωρήσατε θεούμενοι φαιδρῶς, θέσει
καὶ υἱοὶ ἀποδεικνύμενοι, πανευκλεῶς Πατρὸς τῶν φώτων ἀξιοθαύμαστοι.
Θεοτοκίον
Νενέκρωται
ἐχθρὸς τῷ ζωηφόρῳ σου, Παρθένε τόκῳ ἄχραντε, καὶ ἐζώωται Ἀδὰμ παρακοῇ, πάλαι
νεκρωθεὶς καρποῦ γευσάμενος· ὅθεν ὑμνεῖ καὶ μακαρίζει σε Παναμώμητε.
Τοῦ Ἁγίου Γεωργίου
Ζάλη με λογισμῶν
Σῶμά
σου παραδοὺς ταῖς τιμωρίαις, τὴν ψυχὴν ἐτήρησας, ἀπήμαντον θεομάκαρ· τὴν ἄνωθεν
γὰρ ἔσχες ἀρωγήν, φρουρὰν προμηθεστάτην, ἐν τοῖς πολέμοις Γεώργιε.
Ἵλεων
τὸν Δεσπότην, ταῖς εὐχαῖς σου, ἀπεργάζου πάντοτε, τὴν μνήμην σου τοῖς ἐκ πόθου ἐκτελοῦσι,
καὶ ζάλης ὁρατῶν, ἐχθρῶν καὶ ἀοράτων, ἀπήμονας διαφύλαττε.
Νόες
σου κατεπλάγησαν ὁρῶντες, τὴν ἀνδρείαν ἄνωθεν, πῶς ἀγχεμάχοις ὅπλοις κατεπάλαισας,
ἄσαρκον ἐχθρόν, τὸν πάλαι τοὺς γενάρχας, ἐν Παραδείσῳ πτερνίσαντα.
Θεοτοκίον
Ὕφανας
ἱστουργίᾳ τῇ ἀρρήτῳ ἁλουργίδα Πάναγνε, Πατρὸς καὶ Πνεύματος θείου, εὐδοκίᾳ τῷ πάντων
Βασιλεῖ, ἀτρέπτως καὶ ἀφύρτως, σάρκα τὴν σὴν ἀμφιάσασα.
Κοντάκιον Ἦχος β' Τὰ ἄνω ζητῶν
Ἀνέστης Σωτήρ, ἐκ τάφου
Παντοδύναμε καὶ ᾍδης ἰδών, τὸ θαῦμα ἐξεπλήττετο, καὶ νεκροὶ ἀνίσταντο, καὶ ἡ κτίσις
ἰδοῦσα συγχαίρει σοι, καὶ ὁ Ἀδάμ συναγάλλεται, καὶ κόσμος Σωτήρ μου ἀνυμνεῖ σε ἀεί.
Οἶκος
Σὺ εἶ τὸ φῶς τῶν ἐσκοτισμένων, σὺ εἶ
ἡ ἀνάστασις πάντων καὶ ἡ ζωὴ τῶν βροτῶν καὶ πάντας συνανέστησας, τοῦ θανάτου τὸ
κράτος Σωτὴρ σκυλεύσας, καὶ τοῦ ᾍδου τὰς πύλας συντρίψας Λόγε, καὶ οἱ θνητοὶ
κατιδόντες τὸ θαῦμα ἐθαύμαζον, καὶ πᾶσα κτίσις συγχαίρει ἐν τῇ σῇ Ἀναστάσει,
Φιλάνθρωπε. Διὸ καὶ πάντες δοξάζομεν, καὶ ὑμνοῦμεν τὴν σὴν συγκατάβασιν, καὶ κόσμος
Σωτήρ μου ἀνυμνεῖ σε ἀεί.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ Γ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀκεψιμᾶ, Ἰωσήφ, καὶ Ἀειθαλᾶ.
Στίχοι
Ἀκεψιμᾶν κτείνουσιν ἐκ ῥαβδισμάτων.
Ἀκεψιμᾶ δὲ τοὺς φίλους ἐκ λευσμάτων.
Τύψαν Ἀκεψιμᾶν τριτάτῃ, λεῦσαν δὲ συνάθλους.
Τῇ αὐτῇ ἡμέρᾳ ἑορτάζομεν τὰ ἐγκαίνια τοῦ ναοῦ τοῦ ἁγίου Μεγαλομάρτυρος Γεωργίου ἐν Λύδδῃ, ἤτοι τὴν κατάθεσιν τοῦ ἁγίου σώματος αὐτοῦ.
Στίχοι
Ναοῦ τὰ ἐγκαίνια, Μάρτυς καὶ θέσιν,
Τῶν
λειψάνων σου νῦν γεραίρει ἡ κτίσις.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀκεψιμᾶ.
Στίχοι
Τήξας
ἑαυτὸν ἐγκρατείᾳ καὶ πόνοις,
Ἀκεψιμᾶς
μετῆλθε, ἔνθα μὴ πόνοι.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ Θεοδώρου, Ἐπισκόπου Ἀγκύρας, καὶ τῶν
Ἁγίων Μαρτύρων, Δασίου, Σεβήρου, Ἀνδρωνᾶ, Θεοδότου καὶ Θεοδότης, ξίφει τελειωθέντων.
Στίχοι
Σύμμαρτυς
ἔστω καὶ γυνὴ τοῖς ἀνδράσι,
Τετμημένοις
τέσσαρσι συντετμημένη.
Τῇ αὐτῇ ἡμέρᾳ,
ὁ Ὅσιος Πατὴρ ἡμῶν Ἠλίας ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Τῶν
ἀρετῶν εἰς ἅρμα προβὰς Ἠλίας,
Πόλῳ
προσῆλθεν, ὥς περ ἄλλος Ἠλίας.
Τῇ αὐτῇ ἡμέρᾳ,
οἱ Ἅγιοι ἐννέα Μάρτυρες ξίφει τελειοῦνται.
Στίχοι
Ψυχαῖς
ἀτρέπτοις χερσὶ τμηθέντες πλάνων,
Πλάνην
περιτρέπουσιν ἄνδρες ἐννέα.
Τῇ αὐτῇ ἡμέρᾳ,
οἱ Ἅγιοι κη' Μάρτυρες πυρὶ τελειοῦνται.
Στίχοι
Φλέγουσιν
ἄνδρας πέντε δὶς καὶ δὶς δύο,
Οἷς
συμφλέγουσι πέντε δὶς καὶ δὶς δύο.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ Ἁγίου Ἀχεμενίδου τοῦ Ὁμολογητοῦ.
Ταῖς αὐτῶν ἁγίαις
πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
Καταβασίες
Ὠδὴ α’. Ἦχος δ’.
Ανοίξω τό
στόμα μου, καί πληρωθήσεται Πνεύματος, καί λόγον ερεύξομαι, τή Βασιλίδι Μητρί,
καί οφθήσομαι, φαιδρώς πανηγυρίζων, καί άσω γηθόμενος, ταύτης τά θαύματα.
Ωδή γ'
Τούς σούς υμνολόγους Θεοτόκε, ως
ζώσα καί άφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικόν στερέωσον, καί εν τή
θεία δόξη σου, στεφάνων δόξης αξίωσον.
Ωδή δ'
Τήν ανεξιχνίαστον θείαν βουλήν, τής
εκ τής Παρθένου σαρκώσεως, σού τού Υψίστου, ο Προφήτης, Αββακούμ, κατανοών
εκραύγαζε. Δόξα τή δυνάμει σου Κύριε.
Ωδή ε'
Εξέστη τά σύμπαντα, επί τή θεία δόξη
σου, σύ γάρ απειρόγαμε Παρθένε, έσχες εν μήτρα, τόν επί πάντων Θεόν, καί
τέτοκας άχρονον Υιόν, πάσι τοίς υμνούσί σε, σωτηρίαν βραβεύοντα.
Ωδή ς'
Τήν θείαν ταύτην καί πάντιμον,
τελούντες εορτήν οι θεόφρονες, τής Θεομήτορος, δεύτε τάς χείρας κροτήσωμεν, τόν
εξ αυτής τεχθέντα Θεόν δoξάζοντες.
Ωδή ζ'
Ουκ ελάτρευσαν τή κτίσει οι
θεόφρονες, παρά τόν Κτίσαντα, αλλά πυρός απειλήν; ανδρείως πατήσαντες,
χαίροντες έψαλλον. Υπερύμνητε, ο τών Πατέρων Κύριος, καί Θεός ευλογητός εί.
Ωδή η' Αινούμεν…
Παίδας ευαγείς εν τή καμίνω, ο τόκος
τής Θεοτόκου διεσώσατο, τότε μέν τυπούμενος, νύν δέ ενεργούμενος, τήν
οικουμένην άπασαν, αγείρει ψάλλουσαν. Τόν Κύριον υμνείτε τά έργα, καί
υπερυψούτε, εις πάντας τούς αιώνας.
Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις
τιμώντες μεγαλύνωμεν.
Ήχος δ΄
Μεγαλύνει
η ψυχή μου τόν Κύριον, καί ηγαλλίασε τό πνεύμά μου επί τώ Θεώ τώ σωτήρί μου.
·
Τήν
Τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν
αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.
Ότι
επέβλεψεν επί τήν ταπείνωσιν τής δούλης αυτού, ιδού γάρ από τού νύν μακαριούσί
με πάσαι γενεαί,
·
Τήν
Τιμιωτέραν τών Χερουβείμ...
Ότι
εποίησέ μοι μεγαλεία ο Δυνατός, καί άγιον τό όνομα αυτού, καί τό έλεος αυτού
εις γενεάν, καί γενεάν τοίς φοβουμένοις αυτόν.
·
Τήν
Τιμιωτέραν τών Χερουβείμ...
Εποίησε
κράτος εν βραχίονι αυτού, διεσκόρπισεν υπερηφάνους διανοία καρδίας αυτών.
·
Τήν
Τιμιωτέραν τών Χερουβείμ...
Καθείλε
δυνάστας από θρόνων, καί ύψωσε ταπεινούς, πεινώντας ενέπλησεν αγαθών, καί
πλουτούντας εξαπέστειλε κενούς.
·
Τήν
Τιμιωτέραν τών Χερουβείμ...
Αντελάβετο Ισραήλ παιδός
αυτού, μνησθήναι ελέους, καθώς ελάλησε πρός τούς πατέρας ημών, τώ Αβραάμ, καί
τώ σπέρματι αυτού έως αιώνος.
Ωδή θ' Ήχος δ'
Άπας γηγενής, σκιρτάτω τώ πνεύματι λαμπαδουχούμενος,
πανηγυριζέτω δέ, αύλων Nόων φύσις γεραίρουσα, τήν ιερά θαυμάσια τής Θεομήτορος,
καί βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε Αγνή αειπάρθενε.
q Άγιος
Κύριος ο Θεός ημών, γ’
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Η'
Δύο
Ἀγγέλους
βλέψασα,
ἔνδοθεν
τοῦ μνημείου, Μαρία ἐξεπλήττετο, καὶ Χριστὸν ἀγνοοῦσα, ὡς Κηπουρὸν ἐπηρώτα, Κύριε ποῦ τὸ σῶμα, τοῦ Ἰησοῦ μου τέθεικας; κλήσει δὲ τοῦτον γνοῦσα εἶναι αὐτόν , τὸν Σωτῆρα ἤκουσε· Μή μου ἅπτου, πρὸς τὸν Πατέρα ἄπειμι, εἰπὲ τοῖς ἀδελφοῖς μου.
Ἐξαποστειλάριον
Τοῖς Μαθηταῖς συνέλθωμεν
Ἀκεψιμᾶς
ὁ ἔνδοξος, Ἰωσὴφ ὁ γενναῖος, Ἀειθαλᾶς ὁ πάνσοφος, τοῦ Χριστοῦ τῇ ἰσχύϊ, ἐνήθλησαν
καὶ τὴν πλάνην, τῶν Περσῶν καθελόντες, ὑπὲρ ἡμῶν πρεσβεύουσι, τῇ Ἁγία Τριάδι, οὓς
εὐσεβῶς, ὡς ἱερομάρτυρας εὐφημοῦντες, φαιδρῶς πανηγυρίζομεν, τὴν λαμπρὰν τούτων
μνήμην.
Τοῦ Ἁγίου Γεωργίου
Ἐν πνεύματι τῷ Ἱερῷ
Τοῖς
ῥείθροις τῶν αἱμάτων σου, τῆς ἀπάτης τὴν φλόγα, ἀπέσβεσας Μακάριε, καὶ τυράννων
τὰ θράση, εἰς τέλος ἐξηφάνισας, καὶ Χριστὸν ἐδόξασας, Γεώργιε Ἀθλοφόρε· ὅθεν στέφος
ἐδέξω, ἀφθαρσίας καὶ ζωῆς, ἐκ δεξιᾶς τοῦ Ὑψίστου.
Θεοτοκίον
Οὐκ
ἔστιν ὅλως ἐν ἐμοί, σωτηρία Παρθένε, ὅτι κακῶς εἰσπέπτωκα, βάθος ἁμαρτημάτων,
καὶ προσδοκῶ τὴν ἀπειλήν, τῆς φρικτῆς κολάσεως, καὶ τῶν ἐρίφων τῆς μοίρας, οἴκτειρόν
με πρὸ δίκης, ὡς ὑπάρχουσα θερμή, ἀντίληψις Θεοτόκε.
Εἰς τοὺς Αἴνους,
Ἦχος β'
1. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Πᾶσα πνοή, καὶ
πᾶσα κτίσις, σὲ δοξάζει Κύριε, ὅτι διὰ τοῦ Σταυροῦ τὸν θάνατον κατήργησας, ἵνα
δείξῃς τοῖς λαοῖς, τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, ὡς μόνος φιλάνθρωπος.
2. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν
στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Εἰπάτωσαν Ἰουδαῖοι,
πῶς οἱ στρατιῶται ἀπώλεσαν τηροῦντες τὸν Βασιλέα; διατὶ γὰρ ὁ λίθος οὐκ ἐφύλαξε
τὴν πέτραν τῆς ζωῆς; ἢ τὸν ταφέντα δότωσαν, ἢ ἀναστάντα προσκυνείτωσαν, λέγοντες
σὺν ἡμῖν· Δόξα τῷ πλήθει τῶν οἰκτιρμῶν σου. Σωτὴρ ἡμῶν δόξα σοι.
3. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν
κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Χαίρετε λαοί,
καὶ ἀγαλλιᾶσθε, Ἄγγελος ἐκάθισεν εἰς τὸν λίθον τοῦ μνήματος· αὐτὸς ἡμᾶς εὐηγγελίσατο
εἰπών· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, ὁ Σωτὴρ τοῦ κόσμου, καὶ ἐπλήρωσε τὰ σύμπαντα εὐωδίας.
Χαίρετε Λαοί, καὶ ἀγαλλιᾶσθε.
4. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ
καὶ κιθάρᾳ.
Ἄγγελος μὲν τὸ
Χαῖρε, πρὸ τῆς σῆς συλλήψεως Κύριε, τῇ Κεχαριτωμένῃ ἐκόμισεν, Ἄγγελος δὲ τὸν λίθον
τοῦ ἐνδόξου σου μνήματος, ἐν τῇ σῇ Ἀναστάσει ἐκύλισεν. Ὁ μὲν ἀντὶ τῆς λύπης, εὐφροσύνης
σύμβολα μηνύων, ὁ δὲ ἀντὶ θανάτου, Δεσπότην ζωοδότην κηρύττων ἡμῖν. Διὸ βοῶμέν
σοι· Εὐεργέτα τῶν ἁπάντων, Κύριε δόξα σοι.
5. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν
χορδαῖς καὶ ὀργάνῳ,
Ἦχος δ' Ὡς γενναῖον
Τοῦ
Χριστοῦ τὸ γεώργιον, τὸν γενναῖον ἐν Μάρτυσι, τὸν σοφὸν Γεώργιον εὐφημήσωμεν, τῆς
ἀληθείας τὸν κήρυκα, κλῆμα τὸ ἀείζωον, τῆς ἀμπέλου τῆς ζωῆς, τὸν καρπόν ἐξανθήσαντα,
καὶ πηγάσαντα, εὐσεβείας τὸ γλεῦκος καὶ τοὺς πίστει, ἐκτελοῦντας ἐτησίως, τούτου
τὴν μνήμην εὐφραίνοντα.
6. Αἰνεῖτε
αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε
αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω
τὸν Κύριον.
Ἦχος δ' Ὡς γενναῖον
Τοῦ
Χριστοῦ τὸ γεώργιον, τὸν γενναῖον ἐν Μάρτυσι, τὸν σοφὸν Γεώργιον εὐφημήσωμεν, τῆς
ἀληθείας τὸν κήρυκα, κλῆμα τὸ ἀείζωον, τῆς ἀμπέλου τῆς ζωῆς, τὸν καρπόν ἐξανθήσαντα,
καὶ πηγάσαντα, εὐσεβείας τὸ γλεῦκος καὶ τοὺς πίστει, ἐκτελοῦντας ἐτησίως, τούτου
τὴν μνήμην εὐφραίνοντα.
7. «Θαυμαστός ὁ Θεός ἐν τοῖς
ἁγίοις αὐτοῦ, ὁ Θεός Ἰσραήλ»
Ὡς ἀστέρα πολύφωτον, ὥσπερ ἥλιον λάμποντα, ἐν τῷ στερεώματι σὲ γινώσκομεν, ὡς μαργαρίτην πολύτιμον, ὡς λίθον αὐγάζοντα, ὡς ἡμέρας σε υἱόν, ὡς γενναῖον ἐν Μάρτυσιν, ὡς ὑπέρμαχον, τῶν πιστῶν ἐν κινδύνοις εὐφημοῦμεν, ἐκτελοῦντές σου τὴν μνήμην, τροπαιοφόρε Γεώργιε.
8. «Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος, πάντα τά θελήματα αὐτοῦ ἐν αὐτοῖς».
Ἐν θαλάσσῃ με πλέοντα, ἐν ὁδῷ με βαδίζοντᾳ, ἐν νυκτὶ καθεύδοντα περιφρούρησον, ἐπαγρυπνοῦντα διάσωσον, παμμάκαρ Γεώργιε, καὶ ἀξίωσον ποιεῖν, τοῦ Κυρίου τὸ θέλημα, ὅπως εὕροιμι, ἐν ἡμέρᾳ τῆς δίκης τῶν ἐν βίῳ, πεπραγμένων μοι τὴν λύσιν, ὁ προσδραμὼν ἐν τῇ σκέπῃ σου.
Δόξα... ΕΩΘΙΝΟΝ Η' Ἦχος πλ. δ'
Τὰ τῆς Μαρίας δάκρυα οὐ μάτην χεῖνται θερμῶς· ἰδοὺ γὰρ κατηξίωται, καὶ διδασκόντων Ἀγγέλων, καὶ τῆς ὄψεως τῆς σῆς ὦ Ἰησοῦ· ἀλλ' ἔτι πρόσγεια φρονεῖ, οἷα γυνὴ ἀσθενής· διὸ καὶ ἀποπέμπεται μὴ προσψαῦσαί σοι Χριστέ. Ἀλλ' ὅμως κήρυξ πέμπεται τοῖς σοῖς Μαθηταῖς, οἷς εὐαγγέλια ἔφησε, τὴν πρὸς τὸν πατρῷον κλῆρον ἄνοδον ἀπαγγέλλουσα. Μεθ' ἧς ἀξίωσον καὶ ἡμᾶς, τῆς ἐμφανείας σου, Δέσποτα Κύριε.
Καὶ
νῦν... Θεοτοκίον
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ
σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται,
ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες
βοῶμεν· Εὐλογητὸς
Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.
ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ
Δόξα σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ,
καί επί γής ειρήνη, εν ανθρώποις ευδοκία.
Υμνούμέν σε, ευλογούμέν σε, προσκυνούμέν σε,
δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν μεγάλην σου δόξαν.
Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ,
Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, καί Άγιον Πνεύμα,
Κύριε ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο
αίρων τήν αμαρτίαν τού κόσμου, ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.
Πρόσδεξαι τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού
Πατρός, καί ελέησον ημάς.
Ότι σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς
Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.
Καθ' εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά
σου εις τόν αιώνα, καί εις τόν αιώνα τού αιώνος.
Καταξίωσον, Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους
φυλαχθήναι ημάς.
Ευλογητός εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί
αινετόν καί δεδοξασμένον τό όνομά σου εις τούς αιώνας. Αμήν.
Γένοιτο, Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ
ηλπίσαμεν επί σέ.
Ευλογητός εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').
Κύριε, καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι
ήμαρτόν σοι.
Κύριε, πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό
θέλημά σου, ότι σύ εί ο Θεός μου.
Ότι παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.
Παράτεινον τό έλεός σου τοίς γινώσκουσί σε.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον
ημάς (εκ γ').
Δόξα... Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον
ημάς.
Σήμερον σωτηρία τώ κόσμω γέγονεν. Άσωμεν τώ
αναστάντι εκ τάφου καί αρχηγώ τής ζωής ημών, καθελών γάρ τώ θανάτω τόν θάνατον,
τό νίκος έδωκεν ημίν, καί τό μέγα έλεος.
Είς την λειτουργίαν
Τα αντίφωνα
Α΄.Ήχος β΄
Στίχ. α'. Ευλόγει η ψυχή μου, τόν Κύριον, καί πάντα τά εντός μου τό
όνομα τό άγιον αυτού.
Ταίς πρεσβείαις τής Θεοτόκου, Σώτερ σώσον ημάς.
Στίχ. β'. Ευλόγει, η ψυχή μου, τόν Κύριον, καί μή επιλανθάνου πάσας
τάς ανταποδόσεις αυτού.
Ταίς πρεσβείαις τής Θεοτόκου...
Στίχ. γ'. Κύριος εν τώ ουρανώ ητοίμασε τόν θρόνον αυτού, καί η
Βασιλεία αυτού πάντων δεσπόζει.
Ταίς πρεσβείαις τής Θεοτόκου...
Δόξα... Καί νύν...
Ταίς πρεσβείαις τής Θεοτόκου...
Β΄. Ήχος β'
Στίχ. α'. Αίνει, η ψυχή μου, τόν Κύριον, αινέσω Κύριον εν τή ζωή μου,
ψαλώ τώ Θεώ μου έως υπάρχω.
Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι. Αλληλούια.
Στίχ. β'. Μακάριος, ού ο Θεός Ιακώβ βοηθός αυτού, η ελπίς αυτού επί
Κύριον τόν Θεόν αυτού.
Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...
Στίχ. γ'. Βασιλεύσει Κύριος εις τόν αιώνα, ο Θεός σου, Σιών, εις
γενεάν καί γενεάν.
Σώσον, ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...
Δόξα... Καί νύν...
Ο Μονογενής Υιός και
Λόγος του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν σωτηρίαν
σαρκοθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας,
σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της Αγίας Τριάδος,
συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.
Ἀπολυτίκιον Ἦχος β'
Ὅτε
κατῆλθες πρὸς τὸν θάνατον, ἡ
Ζωὴ ἡ ἀθάνατος, τότε τὸν
ᾅδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς
Θεότητος,
ὅτε δὲ καὶ τοὺς
τεθνεῶτας
ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ
Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον·Ζωοδότα Χριστὲ ὁ
Θεὸς ἡμῶν δόξα σοι.
Εισοδικόν
Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ. Σώσον ημάς, Υιέ Θεού, ο
αναστάς εκ νεκρών,
ψάλλοντάς σοι Αλληλούϊα
Ἀπολυτίκιον Ἦχος β'
Ὅτε
κατῆλθες πρὸς τὸν θάνατον, ἡ
Ζωὴ ἡ ἀθάνατος, τότε τὸν
ᾅδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς
Θεότητος,
ὅτε δὲ καὶ τοὺς
τεθνεῶτας
ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ
Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον·Ζωοδότα Χριστὲ ὁ
Θεὸς ἡμῶν δόξα σοι.
Ἀπολυτίκιον
τῶν Μαρτύρων
Ἦχος δ' Ταχὺ προκατάλαβε
Οἱ
Μάρτυρές σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ
σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν
καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση· Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς
ψυχὰς ἡμῶν.
Καὶ τοῦ Ἁγίου Γεωργίου Ἦχος
δ'
Ὡς
τῶν αἰχμαλώτων ἐλευθερωτής, καὶ τῶν πτωχῶν ὑπερασπιστής, ἀσθενούντων ἰατρός,
βασιλέων ὑπέρμαχος, τροπαιοφόρε μεγαλομάρτυς Γεώργιε, πρέσβευε Χριστῷ τῷ Θεῷ,
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Είτα του ναού
Κοντάκιον
Προστασία
των Χριστιανών ακαταίσχυντε,
μεσιτεία προς τον Ποιητήν αμετάθετε,
μη παρίδης αμαρτωλών δεήσεων φωνάς.
αλλά πρόφθασον ως αγαθή, εις την βοήθειαν ημών,
των πιστώς κραυγαζόντων σοι.
τάχυνον εις πρεσβείαν, και σπεύσον εις ικεσίαν,
η προστατεύουσα αεί, Θεοτόκε των τιμώντων σε.
μεσιτεία προς τον Ποιητήν αμετάθετε,
μη παρίδης αμαρτωλών δεήσεων φωνάς.
αλλά πρόφθασον ως αγαθή, εις την βοήθειαν ημών,
των πιστώς κραυγαζόντων σοι.
τάχυνον εις πρεσβείαν, και σπεύσον εις ικεσίαν,
η προστατεύουσα αεί, Θεοτόκε των τιμώντων σε.
Τρισάγιον
Ἀπόστολος: Κυριακῆς ιθ΄ ἑβδομάδος Ἐπιστολῶν· «Ὁ
Θεός καί πατήρ τοῦ Κυρίου ἡμῶν...» (Β΄ Κορ. ια΄ 31-33, ιβ΄ 1-9).
Εὐαγγέλιον: Κυριακῆς ε΄ ἑβδομάδος Λουκᾶ· «Ἄνθρωπός
τις ἦν πλούσιος...» (Λουκ. ις΄ 19-31).
Εἰς τό Ἐξαιρέτως: «Ἄξιόν ἐστιν...».
Κοινωνικόν: «Αἰνεῖτε...».
«Εἴδομεν τό φῶς...»
Ἀπόλυσις: Ἡ τοῦ Ἑσπερινοῦ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου