
Ἀπολυτίκιον (Κατέβασμα)
Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Παράμονον μέλψωμεν σὺν Φιλουμένῳ πιστοί, ὡς θείους θεράποντας καὶ ἀθλητὰς εὐκλεεῖς Χριστοῦ τοῦ Θεοῦ ἡμῶν· τοῦτον γὰρ φερωνύμως ὡς φιλήσαντας ἄγαν, ᾔσχυναν δι' ἀγώνων παρανόμων τὸ κράτος αἰτοῦντες πταισμάτων λύσιν πᾶσι καὶ ἔλεος.
Κάθισμα
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὁ Μάρτυς Παράμονος, καρτερικῶς ἐναθλῶν, τοῖς ῥείθροις τοῦ αἵματος, πολυθεΐας πυράν, ἐνθέως κατέσβεσεν· ὅθεν τῶν ἰαμάτων, εἰληφὼς θείαν χάριν, δαίμονας ἀπελαύνει, καὶ νοσήματα παύει αὐτοῦ Χριστὲ πρεσβείαις, σῶσον τὰς ψυχὰς ἡμῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου