† ΚΥΡΙΑΚΗ
ΤΟΥ ΑΝΤΙΠΑΣΧΑ (Β΄
ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ, ΤΟΥ ΘΩΜΑ). «Τὰ ἐγκαίνια τῆς (καθ᾿ ἑβδομάδα ἀνακυκλουμένης)
ἑορτῆς τῆς τοῦ Χριστοῦ ἀναστάσεως καὶ ἡ τοῦ ἀποστόλου Θωμᾶ σωτήριος
ὁμολογία». Θεοδώρου ὁσίου τοῦ Συκεώτου (†613)· Ναθαναὴλ ἀποστόλου (α΄ αἰ.).
῾Εωθινὸν α΄.
ΕΙΣ ΤΟΝ
ΟΡΘΡΟΝ
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι
Κυρίου.
Στίχ, α'.
Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, β'.
Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς,
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, γ'.
Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, καί επέφανεν ημίν...
Απολυτίκιον Ήχος βαρύς
Εσφραγισμένου τού μνήματος η ζωή εκ
τάφου ανέτειλας Χριστέ ο Θεός, καί τών θυρών κεκλεισμένων, τοίς Μαθηταίς
επέστης η πάντων ανάστασις, πνεύμα ευθές δι' αυτών εγκαινίζων ημίν, κατά τό
μέγα σου έλεος. (τρις).
Μετά τήν α' Στιχολογίαν
Κάθισμα Hχος α'
Τού λίθου σφραγισθέντος
Τώ φόβω τών Εβραίων, κεκρυμμένων τών
Μαθητών, καί εν τή Σιών συνηγμένων, εισήλθες πρός αυτούς Αγαθέ, καί έστης
κεκλεισμένων τών θυρών, εν μέσω αυτών χαροποιός καί υπέδειξας αυτοίς τάς
χείρας, καί τής αχράντου σου πλευράς τούς μώλωπας, λέγων τώ απιστούντι Μαθητή,
Φέρε τήν χείρά σου καί ερεύνα, ότι αυτός εγώ είμι, ο διά σέ παθητός. (Δίς)
Μετά τήν β' Στιχολογίαν
Κάθισμα Τόν τάφον σου
Σωτήρ
Επέστης η ζωή, τών θυρών
κεκλεισμένων, Χριστέ τοίς Μαθηταίς, καί πλευράν υπεδείκνυς, καί χείράς σου καί
πόδας σου, τήν εκ τάφου σου Έγερσιν, προπιστούμενος, αλλ' Ο Θωμάς ουχ ευρέθη,
όθεν έλεγεν, Ην μή θεάσωμαι τούτον, ου πείθομαι τοίς λόγοις υμών. (Δίς)
Κάθισμα όμοιον
Ιδών μου τήν πλευράν καί τάς τρήσεις
τών ήλων, Θωμά, τί απιστείς, τή εμή Αναστάσει; ο Κύριος έλεγεν αναστάς εκ τού
μνήματος, οπτανόμενος, τοίς Αποστόλοις αρρήτως, ο δέ Δίδυμος, πεισθείς εβόα τώ
κτίστη, Θεός μου εί καί Κύριος. (Δίς)
Είτα τό α', Αντίφωνον τών Αναβαθμών τού δ' Ήχου.
Εκ νεότητός μου, πολλά πολεμεί με
πάθη, αλλ' αυτός αντιλαβού, καί σώσον Σωτήρ μου. (Δίς)
Οι μισούντες Σιών, αισχύνθητε από
τού Κυρίου, ώς χόρτος γάρ, πυρί έσεσθε απεξηραμμένοι. (Δίς)
Δόξα...
Αγίω Πνεύματι, πάσα ψυχή ζωούται,
καί καθάρσει, υψούται λαμπρύνεται, τή Τριαδική μονάδι, ιεροκρυφίως.
Καί νύν...
Αγίω Πνεύματι, αναβλύζει τά τής
χάριτος ρείθρα, αρδεύοντα, άπασαν τήν Κτίσιν, πρός ζωογονίαν.
Προκείμενον Ήχος δ'
Επαίνει Ιερουσαλήμ τόν Κύριον, αίνει
τον Θεόν σου Σιών.
Στίχ. Ότι ενίσχυσε τούς μοχλούς τών πυλών
σου.
Ή Τάξις τού Εωθινού
Ευαγγελίου
Ιερεύς Τού Κυρίου δεηθώμεν.
Χορός Κύριε, ελέησον.
Ιερεύς Ότι Άγιος εί ο Θεός ημών, και εν αγίοις επαναπαύη, και σοι
την δόξαν αναπέμπωμεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί
και εις τους αιώνας των αιώνων.
Χορός Αμήν.
Πάσα πνοή αινεσάτω τόν Κύριον (εκ γ').
Ιερεύς Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου
Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.
Χορός Κύριε, ελέησον (γ').
Ιερεύς Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.
Ιερεύς Ειρήνη πάσι.
Χορός Καί τώ Πνεύματί σου.
Ιερεύς Εκ τού κατά ...
αγίου Ευαγγελίου...
Ιερεύς Πρόσχωμεν.
Χορός Δόξα σοι, Κύριε, δόξα σοι.
Ευαγγελιον Εωθινόν α’
Ανάστασιν Χριστού
θεασάμενοι…
Ν' Ψαλμός
·
Ελέησόν
με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον
τό ανόμημά μου
·
επί
πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
·
ότι
τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
·
σοί
μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς
λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε
·
ιδού
γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
·
ιδού
γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
·
ραντιείς
με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
·
ακουτιείς
με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
·
απόστρεψον
τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
·
καρδίαν
καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
·
μή
απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ'
εμού
·
απόδος
μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
·
διδάξω
ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
·
ρύσαί
με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν
δικαιοσύνην σου
·
κύριε
τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου
·
ότι
ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις
·
θυσία
τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός
ουκ εξουθενώσει
·
αγάθυνον
κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
·
τότε
ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό
θυσιαστήριόν σου μόσχους
Δόξα... Ήχος β'
Ταίς τών Αποστόλων, πρεσβείαις
Ελεήμον, εξάλειψον τα πλήθη, τών εμών εγκλημάτων.
Καί νύν...
Ταίς τής Θεοτόκου, πρεσβείαις
Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.
Στίχ. Ελέησόν με, ο Θεός, κατά τό μέγα
έλεός σου, καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου.
Πεντηκοστάριον Ήχος ο αυτός
Αναστάς ο Ιησούς από τού τάφου,
καθώς προείπεν, έδωκεν ημίν, τήν αιώνιον ζωήν καί μέγα έλεος.
Ὁ Κανών.
ᾨδὴ α' Ἦχος α' Ὁ Εἱρμὸς
«ᾌσωμεν πάντες λαοί, τῷ ἐκ πικρᾶς δουλείας, Φαραὼ τὸν Ἰσραὴλ
ἀπαλλάξαντι, καὶ ἐν βυθῷ θαλάσσης, ποδὶ ἀβρόχως ὁδηγήσαντι, ᾠδὴν ἐπινίκιον, ὅτι
δεδόξασται».
Σήμερον ἔαρ ψυχῶν, ὅτι Χριστὸς ἐκ τάφου, ὥσπερ ἥλιος ἐκλάμψας
τριήμερος, τὸν ζοφερὸν χειμῶνα ἀπήλασε τῆς ἁμαρτίας ἡμῶν, αὐτὸν ἀνυμνήσωμεν, ὅτι
δεδόξασται.
Ἡ βασιλὶς τῶν ὡρῶν, τῇ λαμπροφόρῳ ἡμέρᾳ, ἡμερῶν τε βασιλίδι
φανότατα, δορυφοροῦσα τέρπει, τὸν ἔγκριτον τῆς Ἐκκλησίας λαόν, ἀπαύστως ἀνυμνοῦσα,
τὸν ἀναστάντα Χριστόν.
Πύλαι θανάτου Χριστέ, οὐδὲ τοῦ τάφου σφραγῖδες, οὐδὲ κλεῖθρα
τῶν θυρῶν σοι ἀντέστησαν, ἀλλ' ἐξαναστὰς ἐπέστης, τοῖς φίλοις σου εἰρήνην Δέσποτα
δωρούμενος, τὴν πάντα νοῦν ὑπερέχουσαν.
ᾨδὴ γ' Ὁ Εἱρμὸς
«Στερέωσόν με Χριστέ, ἐπὶ τὴν πέτραν τῶν ἐντολῶν σου, καὶ φώτισόν
με φωτὶ τοῦ προσώπου σου· οὐκ ἔστι γὰρ ἅγιος, πλήν σου φιλάνθρωπε».
Καινοὺς ἀντὶ παλαιῶν, ἀντὶ φθαρτῶν δὲ ἀφθάρτους, διὰ Σταυροῦ
σου Χριστέ, τελέσας ἡμᾶς, ἐν καινότητι ζωῆς πολιτεύεσθαι, ἀξίως προσέταξας.
Ἐν τάφῳ περικλεισθείς, τῇ περιγράπτῳ σαρκί σου, ὁ ἀπερίγραπτος,
Χριστὲ ἀνέστης, θυρῶν κεκλεισμένων δὲ ἐπέστης, σοῦ τοῖς Μαθηταῖς, παντοδύναμε.
Τοὺς μώλωπάς σου Χριστέ, οὓς ἑκουσίως ὑπέστης, ὑπὲρ ἡμῶν τοῖς
Μαθηταῖς σου φυλάξας μαρτύριον, τῆς σῆς ἔδειξας, ἐνδόξου Ἀναστάσεως.
Ἡ Ὑπακοὴ Ἦχος πλ. β'
Ὡς ἐν μέσῳ τῶν μαθητῶν σου παρεγένου Σωτήρ, τὴν εἰρήνην
διδοὺς αὐτοῖς, ἐλθὲ καὶ μεθ' ἡμῶν, καὶ σῶσον ἡμᾶς.
Καὶ Ἀνάγνωσις εἰς τὸν Θεολόγον
Ἐγκαίνια τιμᾶσθαι
ᾨδὴ δ' Ὁ Εἱρμὸς
«Μέγα τὸ μυστήριον, τῆς σῆς Χριστὲ οἰκονομίας! τοῦτο γὰρ ἄνωθεν
προβλέπων, θεοπτικῶς ὁ Ἀββακούμ. Ἐξῆλθες ἐβόα σοι, εἰς σωτηρίαν λαοῦ σου φιλάνθρωπε».
Χολῆς μὲν ἐγεύσατο, τὴν πάλαι γεῦσιν ἰώμενος, νυνὶ δὲ σὺν
κηρίῳ μέλιτος, τοῦ φωτισμοῦ μεταδιδοὺς Χριστὸς τῷ Προπάτορι, καὶ τῆς αὐτοῦ
γλυκείας μεθέξεως.
Χαίρεις ἐρευνώμενος· διὸ φιλάνθρωπε πρὸς τοῦτο, προτρέπεις
τὸν Θωμᾶν, προτείνων τῷ διαπιστοῦντι τὴν πλευράν, κόσμῳ πιστούμενος, τὴν σὴν
Χριστὲ τριήμερον Ἔγερσιν.
Πλοῦτον ἀρυσάμενος, ἐκ θησαυροῦ τοῦ ἀσυλήτου, τῆς θείας Εὐεργέτα,
λόγχῃ διανοιγείσης σου πλευρᾶς, σοφίας καὶ γνώσεως, ἀναπιμπλᾷ τὸν κόσμον ὁ Δίδυμος.
Σοῦ ἡ παμμακάριστος, ὑμνεῖται γλῶσσα ὦ Δίδυμε· πρώτη γὰρ εὐσεβῶς
κηρύττει τὸν ζωοδότην Ἰησοῦν, Θεόν τε καὶ Κύριον, ἐκ τῆς ἁφῆς πλησθεῖσα τῆς χάριτος.
ᾨδὴ ε' Ὁ Εἱρμὸς
«Ἐκ νυκτὸς ὀρθρίζοντες ὑμνοῦμέν σε Χριστέ, τὸν τῷ Πατρὶ συνάναρχον,
καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν, τὴν εἰρήνην τῷ κόσμῳ, παράσχου φιλάνθρωπε».
Ἐπιστὰς τοῖς φίλοις ἀθυμοῦσιν ὁ Σωτήρ, τῇ παρουσίᾳ ἅπασαν, ἀπελαύνει
τὴν κατήφειαν, καὶ σκιρτᾶν διεγείρει, τῇ Ἀναστάσει αὐτοῦ.
Ὢ τῆς ἀληθῶς ἐπαινουμένης τοῦ Θωμᾶ, φρικτῆς ἐγχειρήσεως!
τολμηρῶς γὰρ ἐψηλάφησε τὴν πλευράν, τὴν τῷ θείῳ πυρὶ ἀπαστράπτουσαν.
Ἀπιστίαν πίστεως γεννήτριαν ἡμῖν, τὴν τοῦ Θωμᾶ ἀνέδειξας· σὺ
γὰρ πάντα τῇ σοφίᾳ σου, προνοεῖς συμφερόντως, Χριστὲ ὡς φιλάνθρωπος.
ᾨδὴ ς' Ὁ Εἱρμὸς
«Τὸν Προφήτην διέσωσας, ἐκ τοῦ κήτους Φιλάνθρωπε, κἀμὲ τοῦ
βυθοῦ τῶν πταισμάτων, ἀνάγαγε δέομαι».
Τὸν Θωμᾶν οὐ κατέλιπες, βαπτιζόμενον Δέσποτα, βυθῷ ἀπιστίας
παλάμας, προτείνας εἰς ἔρευναν.
Ὁ Σωτὴρ ἡμῶν ἔλεγε· Ψηλαφῶντές με ἴδετε, ὀστέα καὶ σάρκα
φοροῦντα, ἐγὼ οὐκ ἠλλοίωμαι.
Τὴν πλευρὰν ἐψηλάφησε, καὶ πιστεύσας ἐπέγνωκε, Θωμᾶς μὴ παρών
σου τῇ πρώτῃ, εἰσόδῳ Σωτὴρ ἡμῶν.
Κοντάκιον Ἦχος πλ. δ'
Τῇ φιλοπράγμονι δεξιᾷ, τὴν ζωοπάροχόν σου πλευράν, ὁ Θωμᾶς ἐξηρεύνησε
Χριστὲ ὁ Θεός· συγκεκλεισμένων γὰρ τῶν θυρῶν ὡς εἰσῆλθες, σὺν τοῖς λοιποῖς Ἀποστόλοις
ἐβόα σοι· Κύριος ὑπάρχεις καὶ Θεός μου.
Ὁ Οἶκος
Τίς ἐφύλαξε τὴν τοῦ Μαθητοῦ παλάμην τότε ἀχώνευτον, ὅτε τῇ
πυρίνῃ πλευρᾷ προσῆλθε τοῦ Κυρίου; τίς ἔδωκε ταύτῃ τόλμαν, καὶ ἴσχυσε ψηλαφῆσαι
φλόγεον ὀστοῦν, πάντως ἡ ψηλαφηθεῖσα· εἰ μὴ γὰρ ἡ πλευρὰ δύναμιν ἐχορήγησε πηλίνῃ
δεξιᾷ, πῶς εἶχε ψηλαφῆσαι παθήματα, σαλεύσαντα τὰ ἄνω καὶ τὰ κάτω; Αὕτη ἡ χάρις
Θωμᾷ ἐδόθη, ταύτην ψηλαφῆσαι, Χριστῷ δὲ ἐκβοῆσαι· Κύριος ὑπάρχεις καὶ Θεός μου.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΚΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν
Θεοδώρου τοῦ Συκεώτου, Ἐπισκόπου Ἀναστασιουπόλεως.
Στίχοι
Καὶ Θεοδώρῳ, καὶ νεκρῷ Θεοδώρου,
Τὸ θαυματουργεῖν δῶρον ἐκ Θεοῦ μέγα.
Εἰκάδι δευτερίῃ Συκεώτην τύμβος ἔκρυψεν.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Νέαρχος πυρὶ
τελειοῦται.
Στίχοι
Τοῦ πρὸς σέ, Σῶτερ, ἐμπύρου θείου πόθου,
Νέαρχος εἶπεν, οὐδὲ πῦρ με χωρίσει.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ναθαναήλ,
ὃς ἐστι Σίμων ὁ Ζηλωτής, ἤτοι ἡ ἀνάμνησις τῆς πρὸς τὸν Χριστὸν αὐτοῦ γνωρίσεως.
Στίχοι
Τὸν
Ναζαρηνὸν γνοὺς Ναθαναὴλ μέγαν, Τὴν Ναζαρὲτ σίγησον ἄχρηστον λέγειν.
Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ δευτέρᾳ ἀπὸ τοῦ Πάσχα,
τὰ ἐγκαίνια ἑορτάζομεν τῆς Χριστοῦ Ἀναστάσεως, καὶ τὴν τοῦ ἁγίου Ἀποστόλου Θωμᾶ
ψηλάφησιν.
Στίχοι
Εἰ νηδύος κλείς, ἢ τάφου μὴ κωλύει,
Σὴν Σῶτερ ὁρμὴν κλεὶς θυρῶν πῶς κωλύσει;
Ταῖς τοῦ σοῦ Ἀποστόλου Θωμᾶ πρεσβείαις, Χριστὲ
ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ' Ὁ Εἱρμὸς
«Εἰκόνι λατρεύειν, μουσικῆς συμφωνίας, συγκαλουμένης λαούς,
ἐκ τῶν ᾠδῶν Σιὼν ᾄδοντες, πατρικῶς οἱ Παῖδες Δαυΐδ, τυράννου ἔλυσαν, τὸ παλίμφημον
δόγμα, καὶ τὴν φλόγα εἰς δρόσον μετέβαλον, ὕμνον ἀναμέλποντες, ὁ ὑπερυψούμενος
τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ».
Ὡς πρώτη ὑπάρχει, ἡμερῶν καὶ κυρία, ἡ λαμπροφόρος αὕτη, ἐν ᾗ
ἀγάλλεσθαι ἄξιον, τὸν καινὸν καὶ θεῖον λαόν· ἐν τρόμῳ φέρει γάρ, καὶ αἰῶνος τὸν
τύπον, ὡς ὀγδοὰς τελοῦσα τοῦ μέλλοντος, ὁ ὑπερυψούμενος τῶν Πατέρων καὶ ἡμῶν,
Θεὸς εὐλογητὸς εἶ.
Ὁ μόνος τολμήσας, τῇ ἀπίστῳ τε πίστει, εὐεργετήσας ἡμᾶς,
Θωμᾶς ὁ Δίδυμος, λύει μὲν τὴν ζοφώδη ἄγνοιαν τοῖς πᾶσι πέρασι, τῇ πιστῇ ἀπιστίᾳ,
ἑαυτῷ δὲ τόν στέφανον πλέκει σαφῶς, λέγων· Σὺ εἶ Κύριος, ὁ ὑπερυψούμενος τῶν
Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Οὐ μάτην διστάσας, ὁ Θωμᾶς τῇ Ἐγέρσει σου, οὐ κατέθετο, ἀλλ'
ἀναμφίλεκτον ἔσπευδεν, ἀποδεῖξαι ταύτην, Χριστὲ τοῖς πᾶσιν ἔθνεσιν· ὅθεν δι' ἀπιστίας
πιστωσάμενος πάντας, ἐδίδαξε λέγειν· Σὺ εἶ Κύριος, ὁ ὑπερυψούμενος, τῶν Πατέρων
καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἐμφόβως τὴν χεῖρα, ὁ Θωμᾶς τῇ πλευρᾷ σου, τῇ ζωηφόρῳ Χριστέ,
ἐνθεὶς ὑπότρομος ᾔσθετο, ἐνεργείας Σῶτερ διπλῆς τῶν δύο φύσεων, τῶν ἐν σοὶ ἡνωμένων
ἀσυγχύτως, καὶ πίστει ἐκραύγαζε, λέγων· Σὺ εἶ Κύριος, ὁ ὑπερυψούμενος, τῶν Πατέρων
καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η' Ὁ Εἱρμὸς
«Τὸν ἐν φλογὶ πυρός, καιομένης καμίνου διαφυλάξαντα Παῖδας,
καὶ ἐν μορφῇ Ἀγγέλου συγκαταβάντα τούτοις, ὑμνεῖτε Κύριον, καὶ ὑπερυψοῦτε, εἰς
πάντας τοὺς αἰῶνας».
Ἐπιποθήσας σου, τὴν χαρμόσυνον θέαν, τὸ πρὶν ἠπίστει ὁ Θωμᾶς,
ἀξιωθεὶς δὲ ταύτης, Θεὸν καὶ Κύριόν σε ἐκάλει Δέσποτα, ὃν ὑπερυψοῦμεν εἰς πάντας
τοὺς αἰῶνας,
Τὸν ἀνασχόμενον τῆς Θωμᾶ ἀπιστίας, καὶ ὑποδείξαντα πλευράν,
καὶ τῇ αὐτοῦ παλάμῃ ἀκριβολογηθέντα, ὑμνεῖτε Κύριον, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς
τοὺς αἰῶνας.
Σοῦ τὸ περίεργον, θησαυρὸν ἡμῖν ἀνέῳξε Θωμᾶ· θεολογήσας γλώσσῃ
γὰρ θεοφορουμένῃ· Ὑμνεῖτε, ἔλεγες, καὶ ὑπερυψοῦτε Χριστὸν εἰς τοὺς αἰῶνας.
Ὠδὴ α'
Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.
Ὠδὴ γ'
Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον,
ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.
Ὠδὴ δ'
Ἐπὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν
καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι
ἀνέστη Χριστός ὡς παντοδύναμος.
Ὠδὴ ε'
Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μυρου τὸν ὕμνον προσοίσομεν
τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.
Ὠδὴ ς'
Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς
αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης
τοῦ τάφου.
Ὠδή ζ'
Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς
θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς
τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Ὠδὴ η'
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν
τὸν Κύριον.
Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς
καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν
εἰς τοὺς αἰῶνας.
Ο Ιερεύς:
Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις τιμώντες μεγαλύνωμεν.
ᾨδὴ θ' Ὁ Εἱρμὸς .Ἦχος α’
«Σὲ τὴν φαεινὴν λαμπάδα, καὶ Μητέρα Θεοῦ, τὴν ἀρίζηλον δόξαν
καὶ ἀνωτέραν πάντων τῶν ποιημάτων ἐν ὕμνοις μεγαλύνομεν».
Σοῦ τὴν φαεινὴν ἡμέραν, καὶ ὑπέρλαμπρον Χριστὲ τὴν ὁλόφωτον
χάριν, ἐν ᾗ ὡραῖος κάλλει τοῖς Μαθηταῖς σου, ἐπέστης μεγαλύνομεν.
Σὲ τὸν χοϊκῇ παλάμῃ, ψηλαφώμενον πλευράν, καὶ μὴ φλέξαντα
ταύτην, πυρὶ τῷ τῆς ἀΰλου θείας οὐσίας, ἐν ὕμνοις μεγαλύνομεν.
Σὲ τὸν ὡς Θεὸν ἐκ τάφου, ἀναστάντα Χριστόν, οὐ βλεφάροις ἰδόντες,
ἀλλὰ καρδίας πόθῳ πεπιστευκότες, ἐν ὕμνοις μεγαλύνομεν.
Ωδή θ' Ήχος α'
Ο άγγελος
εβόα…
Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ
ἀνέτειλε. Χόρευε νῦν καὶ ἀγάλλου, Σιών, σὺ δέ, ἁγνή, τέρπου, Θεοτόκε, ἐν τῇ ἐγέρσει
τοῦ τόκου σου
Τό, Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν... ἐκ γ'.
Ἐξαποστειλάρια Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις
Ἐμῶν μελῶν χειρί σου, ἐξερευνήσας τὰς πληγάς, μή μοι Θωμᾶ ἀπιστήσῃς,
τραυματισθέντι διὰ σέ, σὺν Μαθηταῖς ὁμοφρόνει, καὶ ζῶντα κήρυττε Θεόν. (Δίς)
Σήμερον ἔαρ μυρίζει, καὶ καινὴ κτίσις χορεύει, σήμερον αἴρονται
κλεῖθρα, θυρῶν καὶ τῆς ἀπιστίας, Θωμᾶ τοῦ φίλου βοῶντος· ὁ Κύριος καὶ Θεός μου.
(Ἅπαξ)
Αἶνοι Ἦχος α' .
Πανεύφημοι Μάρτυρες
Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος
τῆς μεγαλωσύνης αὐτοῦ.
-Μετὰ τὴν ἐκ τάφου σου φρικτήν, Ζωοδότα Ἔγερσιν, ὥσπερ
σφραγῖδας οὐκ ἔλυσας, Χριστὲ τοῦ μνήματος οὕτω κεκλεισμένων, θυρῶν εἰσελήλυθας,
πρὸς τοὺς πανευκλεεῖς Ἄποστόλους σου, χαροποιῶν αὐτούς, καὶ εὐθές σου παρεχόμενος,
τούτοις Πνεῦμα, δι' ἄμετρον ἔλεος.
Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
-Μετὰ τὴν ἐκ τάφου σου φρικτήν, Ζωοδότα Ἔγερσιν, ὥσπερ
σφραγῖδας οὐκ ἔλυσας, Χριστὲ τοῦ μνήματος οὕτω κεκλεισμένων, θυρῶν εἰσελήλυθας,
πρὸς τοὺς πανευκλεεῖς Ἄποστόλους σου, χαροποιῶν αὐτούς, καὶ εὐθές σου παρεχόμενος,
τούτοις Πνεῦμα, δι' ἄμετρον ἔλεος.
Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ
καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,
-Θωμᾶς ὁ καὶ Δίδυμος οὐκ ἦν, ἐνδημῶν ἡνίκα σύ, τοῖς Μαθηταῖς
ὤφθης Κύριε· ὅθεν ἠπίστησε, τῇ σῇ Ἀναστάσει, καὶ τοῖς κατιδοῦσί σε, ἐβόα· Εἰ μὴ
βάλω τὸν δάκτυλον, εἰς τὴν πλευρὰν αὐτοῦ, καὶ τῶν ἥλων τὰ τυλώματα, οὐ πιστεύω,
ὅτι ἐξεγήγερται.
Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις
εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
-Ὡς θέλεις ψηλάφησον Χριστὸς τῷ Θωμᾷ ἐβόησε· βάλε τὴν χεῖρα
καὶ γνῶθί με ὀστέα ἔχοντα, καὶ γεῶδες σῶμα, καὶ μὴ γίνου ἄπιστος, ἐπίσης δὲ τοῖς
ἄλλοις πιστώθητι, ὁ δὲ ἐβόησεν· ὁ Θεός μου καὶ ὁ Κύριος, σὺ ὑπάρχεις, δόξα τῇ Ἐγέρσει
σου.
Δοξα... Καὶ νῦν...
Ἦχος πλ. β'
Μεθ' ἡμέρας ὀκτὼ τῆς Ἐγέρσεώς σου Ἰησοῦ βασιλεῦ, μονογενὲς
Λόγε τοῦ Πατρός, ὤφθης τοῖς Μαθηταῖς σου, κεκλεισμένων τῶν θυρῶν, τὴν εἰρήνην
σου παρεχόμενος, καὶ τῷ ἀπιστοῦντι Μαθητῇ τοὺς τύπους ἔδειξας. Δεῦρο ψηλάφησον
τὰς χεῖρας, καὶ τοὺς πόδας, καὶ τὴν ἀκήρατόν μου πλευράν, ὁ δὲ πεισθεὶς ἐβόα
σοι· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.
ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ
Δόξα
σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ, καί επί γής ειρήνη, εν ανθρώποις
ευδοκία.
Υμνούμέν
σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν
μεγάλην σου δόξαν.
Κύριε
βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ,
καί Άγιον Πνεύμα,
Κύριε
ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο αίρων τήν αμαρτίαν τού κόσμου,
ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.
Πρόσδεξαι
τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον ημάς.
Ότι
σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός.
Αμήν.
Καθ'
εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου εις τόν αιώνα, καί εις τόν
αιώνα τού αιώνος.
Καταξίωσον,
Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους φυλαχθήναι ημάς.
Ευλογητός
εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον τό όνομά σου
εις τούς αιώνας. Αμήν.
Γένοιτο,
Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σέ.
Ευλογητός
εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').
Κύριε,
καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ
είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι ήμαρτόν σοι.
Κύριε,
πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου.
Ότι
παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.
Παράτεινον
τό έλεός σου τοίς γινώσκουσί σε.
Άγιος
ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ
γ').
Δόξα...
Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος
ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.
Ἀπολυτίκιον Ἦχος βαρὺς
Ἐσφραγισμένου τοῦ μνήματος ἡ ζωὴ ἐκ τάφου ἀνέτειλας Χριστὲ ὁ
Θεός, καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης ἡ πάντων ἀνάστασις, πνεῦμα
εὐθὲς δι' αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος.
Είς την
λειτουργίαν
(
᾿Απὸ σήμερον μέχρι τῆς Τρίτης τῆς ἑβδομάδος τοῦ τυφλοῦ εἰς τὴν θ. λειτουργίαν,
μετὰ τὸ «Εὐλογημένη ἡ βασιλεία», ψάλλεται τὸ «Χριστὸς ἀνέστη» τρίς, ἅπαξ ἀπὸ
τοῦ βήματος καὶ ἀνὰ μίαν ὑφ᾿ ἑκάστου τῶν χορῶν, καὶ εἶτα ἐκφωνοῦνται τὰ
εἰρηνικά. )
ΑΝ Τ Ι Φ Ω Ν Α
Ψαλλόμενα ἐν τῇ Λειτουργίᾳ τῆς τοῦ Πάσχα Κυριακῆς,
καὶ καθ' ὅλην τὴν Διακαινήσιμον Ἑβδομάδα.
Ἀντίφωνον α'
Ἦχος β'
Στίχ. Ἀλαλάξατε τῷ
Κυρίῳ πᾶσα ἡ γῆ.
Ταῖς
πρεσβείαις τῆς Θεοτόκου...
Στίχ. Ψάλατε δὴ τῷ ὀνόματι
αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ.
Ταῖς
πρεσβείαις τῆς Θεοτόκου...
Στίχ. Εἴπατε τῷ Θεῷ· Ὡς
φοβερὰ τὰ ἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.
Ταῖς
πρεσβείαις τῆς Θεοτόκου...
Στίχ. Πᾶσα ἡ γῆ
προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τῷ ὀνόματι σου Ὕψιστε.
Ταῖς
πρεσβείαις τῆς Θεοτόκου...
Δόξα... Καὶ νῦν...
Ταῖς
πρεσβείαις τῆς Θεοτόκου...
Ἀντίφωνον β'
Ἦχος ὁ αὐτὸς
Στίχ. Ὁ
Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ' ἡμᾶς,
καὶ ἐλεήσαι ἡμᾶς.
Σῶσον
ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι. Ἀλληλούϊα.
Στίχ. Τοῦ
γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου.
Σῶσον
ἡμᾶς, Υἱὲ Θεοῦ...
Στίχ. Ἐξομολογησάσθωσάν
σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.
Σῶσον
ἡμᾶς, Υἱὲ Θεοῦ...
Στίχ. Εὐλογήσαι
ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.
Σῶσον
ἡμᾶς, Υἱὲ Θεοῦ...
Δόξα... Καί νύν...
Ο Μονογενής Υιός και
Λόγος του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν σωτηρίαν
σαρκοθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας,
σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της Αγίας Τριάδος,
συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.
Αντίφωνον γ'
Ήχος α'
Στίχ. Αναστήτω ο Θεός, καί
διασκορπισθήτωσαν οι εχθροί αυτού, καί φυγέτωσαν από προσώπου αυτού οι μισούντες
αυτόν.
Απολυτίκιον Ήχος πλ. α'
Χριστός ανέστη εκ νεκρών, θανάτω θάνατον πατήσας, καί εν τοίς μνήμασι,
ζωήν χαρισάμενος.
Στίχ. Ως εκλείπει καπνός, εκλιπέτωσαν, ως τήκεται κηρός από προσώτου πυρός.
Χριστός ανέστη...
Στίχ. Ούτως
απολούνται οι αμαρτωλοί από προσώπου τού Θεού, καί οι δίκαιοι ευφρανθήτωσαν.
Χριστός ανέστη...
Στίχ. Αυτή η ημέρα, ήν εποίησεν ο Κύριος, αγαλλιασώμεθα καί ευφρανθώμεν εν
αυτή.
Χριστός ανέστη...
Εισοδικόν
Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ. Σώσον ημάς, Υιέ Θεού, ο
αναστάς εκ νεκρών,
ψάλλοντάς σοι Αλληλούϊα
Ἀπολυτίκιον Ἦχος βαρὺς
Ἐσφραγισμένου τοῦ μνήματος ἡ ζωὴ ἐκ τάφου ἀνέτειλας Χριστὲ ὁ Θεός, καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης ἡ πάντων ἀνάστασις, πνεῦμα εὐθὲς δι' αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος.
Κοντάκιον Ήχος πλ. δ'
Ει καί εν τάφω κατήλθες αθάνατε,
αλλά τού Άδου καθείλες τήν δύναμιν, καί ανέστης ως νικητής, Χριστέ ο Θεός,
γυναιξί Μυροφόροις φθεγξάμενος, Χαίρετε, καί τοίς σοίς Αποστόλοις ειρήνην
δωρούμενος ο τοίς πεσούσι παρέχων ανάστασιν.
Τό Τρισάγιον...
ΑΠΟΣΤΟΛΟΣ
Προκείμενον.Ήχος
γ’.
Μέγας ὁ Κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ.
Στίχ. Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθός.
Πράξεων τῶν Ἀποστόλων το Ανάγνωσμα.
Ἐν ταῖς
ἡμέραις ἐκείναις, διὰ δὲ τῶν χειρῶν τῶν ἀποστόλων ἐγίνετο σημεῖα καὶ τέρατα ἐν
τῷ λαῷ πολλά· καὶ ἦσαν ὁμοθυμαδὸν ἅπαντες ἐν τῇ στοᾷ Σολομῶντος· τῶν δὲ λοιπῶν οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς,
ἀλλ' ἐμεγάλυνεν αὐτοὺς ὁ λαός· μᾶλλον δὲ
προσετίθεντο πιστεύοντες τῷ Κυρίῳ πλήθη ἀνδρῶν τε καὶ γυναικῶν, ὥστε κατὰ τὰς
πλατείας ἐκφέρειν τοὺς ἀσθενεῖς καὶ τιθέναι ἐπὶ κλινῶν καὶ κραβάττων, ἵνα
ἐρχομένου Πέτρου κἂν ἡ σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν. συνήρχετο δὲ καὶ τὸ πλῆθος
τῶν πέριξ πόλεων εἰς Ἱερουσαλὴμ φέροντες ἀσθενεῖς καὶ ὀχλουμένους ὑπὸ πνευμάτων
ἀκαθάρτων, οἵτινες ἐθεραπεύοντο ἅπαντες.
Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς καὶ πάντες οἱ σὺν αὐτῷ, ἡ οὖσα αἵρεσις τῶν
Σαδδουκαίων, ἐπλήσθησαν ζήλου καὶ ἐπέβαλον τὰς χεῖρας αὐτῶν ἐπὶ τοὺς
ἀποστόλους, καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ. ἄγγελος δὲ Κυρίου διὰ τῆς
νυκτὸς ἤνοιξε τὰς θύρας τῆς φυλακῆς, ἐξαγαγών τε αὐτοὺς εἶπε· πορεύεσθε, καὶ
σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ῥήματα τῆς ζωῆς ταύτης.
Αλληλούϊα Ήχος πλ. δ'
Δεύτε αγαλλιασώμεθα τώ Κυρίω.
Στίχ. Οτι Θεός μέγας Κύριος.
Ευαγγέλιον
Κυριακή του Θωμά (Ιωάν. 20,19-31)
Είς το
Εξαιρέτως...
Ὁ Εἱρμὸς
«Σὲ τὴν φαεινὴν λαμπάδα, καὶ Μητέρα Θεοῦ, τὴν ἀρίζηλον δόξαν
καὶ ἀνωτέραν πάντων τῶν ποιημάτων ἐν ὕμνοις μεγαλύνομεν».
Κοινωνικὸν
Ἐπαίνει Ἱερουσαλὴμ τὸν Κύριον, αἴνει τὸν Θεόν σου Σιών. Ἀλληλούϊα.
Αντί του Είδομεν το φώς... Χριστός Ανέστη άπαξ.
Είη το όνομα
Κυρίου
Βιβλιογραφία:
1.
analogion.gr/glt/
2.
ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΙΣ
ΤΩΝ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ
ΕΤΟΥΣ 2012
ΑΠΟΣΤΟΛΟΥ Ε. ΠΑΠΑΧΡΗΣΤΟΥ
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου