Πέμπτη 29 Δεκεμβρίου 2011

Όρθρος - Θ. Λειτουργία 1ης Ιανουαρίου 2012


ΤΥΠΙΚΟ ΚΥΡΙΑΚΩΝ - ΕΟΡΤΩΝ


1-1-2012


†  Η ΚΑΤΑ ΣΑΡΚΑ ΠΕΡΙΤΟΜΗ ΤΟΥ ΚΥ­ΡΙ­ΟΥ Η­ΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ. Βασιλείου ἀρχιεπι­σκό­που Και­σα­ρείας Καππαδοκίας τοῦ μεγάλου (†379) και Εμμελείας της μητρός αυτού. ῏Η­χος δ΄, ἑωθινὸν ζ΄

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

                                   
                                         Ἦχος δ

Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, α'. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, β'. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς,
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, γ'. Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, καί επέφανεν ημίν...

Ἀπολυτίκιον Ἦχος δ'
Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον· Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.
    Δόξα...
Ἀπολυτίκιον τοῦ Ἁγίου Ἦχος α'
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος σου, ὡς δεξαμένην τὸν λόγον σου, δι' οὗ θεοπρεπῶς ἐδογμάτισας, τὴν φύσιν τῶν ὄντων ἐτράνωσας, τὰ τῶν ἀνθρώπων ἤθη κατεκόσμησας, Βασίλειον Ἱεράτευμα, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν ...
Ἕτερον τῆς Ἑορτῆς, αὐτὸς
Μορφὴν ἀναλλοιώτως ἀνθρωπίνην προσέλαβες, Θεὸς ὢν κατ' οὐσίαν, πολυεύσπλαγχνε Κύριε· καὶ Νόμον ἐκπληρῶν, περιτομήν, θελήσει καταδέχῃ σαρκικήν, ὅπως παύσῃς τὰ σκιώδη, καὶ περιέλῃς τὸ κάλυμμα τῶν παθῶν ἡμῶν. Δόξα τῇ ἀγαθότητι τῇ σῇ, δόξᾳ τῇ εὐσπλαγχνίᾳ σου, δόξα τῇ ἀνεκφράστῳ Λόγε συγκαταβάσει σου.
Καθίσματα Ἦχος δ'
Ἀναβλέψασαι τοῦ τάφου τὴν εἴσοδον, καὶ τὴν φλόγα τοῦ Ἀγγέλου μὴ φέρουσαι, αἱ Μυροφόροι σὺν τρόμῳ ἐξίσταντο λέγουσαι· Ἆρα ἐκλάπη, τῷ Λῃστῇ ἀνοίξας Παράδεισον, ἆρα ἡγέρθη, καὶ πρὸ πάθους κηρύξας τὴν Ἔγερσιν, ἀληθῶς ἀνέστη Χριστὸς Θεός, τοῖς ἐν ᾅδῃ παρέχων ζωὴν καὶ ἀνάστασιν.
Δόξα... Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ
Βασίλειε σοφέ, παρεστὼς τῇ Τριάδι, ἱκέτευε λαβεῖν, ἐν ἡμέρᾳ τῆς δίκης, ἡμᾶς τοὺς ὑμνοῦντας σε, καὶ τιμῶντας τὴν μνήμην σου, χάριν ἔλεος, καὶ ἱλασμὸν τῶν πταισμάτων, ὅπως στόματι, δοξάζωμεν καὶ καρδίᾳ, τὸν μόνον φιλάνθρωπον.
Καὶ νῦν... τῆς Ἑορτῆς, ὅμοιον
Ὁ πάντων Ποιητής, καὶ Δεσπότης τοῦ κόσμου, ὁ ὢν σὺν τῷ Πατρί, καὶ τῷ Πνεύματι ἄνω, ὡς βρέφος περιτέμνεται, ἐπὶ γῆς ὀκταήμερος. Ὄντως θεῖά τε, καὶ θαυμαστὰ σου τὰ ἔργα! σὺ γὰρ Δεσπότα, ὑπὲρ ἡμῶν περιτέμνῃ, ὡς ὤν Νόμου πλήρωμα.

Ταχὺ προκατάλαβε
Ἀνέστης ὡς ἀθάνατος, ἀπὸ τοῦ ᾅδου Σωτήρ, συνήγειρας τὸν κόσμον σου, τῇ Ἀναστάσει τῇ σῇ, Χριστὲ Θεὸς ἡμῶν, ἔθραυσας ἐν ἰσχύϊ, τοῦ θανάτου τὸ κράτος, ἔδειξας Ἐλεῆμον, τὴν Ἀνάστασιν πᾶσι· διό σε καὶ δοξάζομεν, μόνε Φιλάνθρωπε.
Δόξα
Κάθισμα Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον
Τῆς ἀρρήτου σοφίας θεοπρεπῶς, ἑξαντλήσας τὸν πλοῦτον τὸν μυστικόν, πᾶσιν ἐθησαύρισας, ὀρθοδοξίας τὰ νάματα, τῶν μὲν πιστῶν τάς καρδίας, ἐνθέως εὐφραίνοντα, τῶν δὲ ἀπίστων τὰ δόγματα, ἀξίως βυθίζοντα. Ὅθεν δι' ἀμφοτέρων, εὐσεβείας ἱδρῶσιν, ἐδείχθης ἀήττητος, τῆς Τριάδος ὑπέρμαχος, Ἱεράρχα Βασίλειε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Καὶ νῦν... τῆς Ἑορτῆς Ἦχος δ'
Ὡς ὑπάρχων ἄβυσσος, φιλανθρωπίας, ἐνεδύσω Δεσπότα, μορφὴν τοῦ δούλου, καὶ σαρκί, περιετμήθης δωρούμενος, ἀνθρώποις πᾶσι, τὸ μέγα σου ἔλεος.

Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον
Τῇ δυνάμει τῶν λόγων τῶν θεϊκῶν, καθελὼν τάς αἱρέσεις τάς ζοφεράς, πάντα τὰ φρυάγματα, τοῦ Ἀρείου ἐβύθισας· τοῖς γὰρ βροτοῖς τὸ Πνεῦμα, Θεὸν ἀνεκήρυξας, καὶ τῶν χειρῶν ἐκτάσει, ἐχθροὺς ἐθανάτωσας, πᾶσαν ἐκδιώξας, Σαβελλίου λατρείαν, καὶ πάντα φρονήματα, Νεστορίου κατήργησας. Ἱεράρχα Βασίλειε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα... ὅμοιον
Ἡ τῶν λόγων σου χάρις τῶν θεϊκῶν, καὶ δογμάτων τὸ ὕψος τὸ μυστικόν, θείας ἡμῖν γέγονεν, ἀναβάσεως κλῖμαξ· πνευματικὴν γὰρ Πάτερ, κτησάμενος σάλπιγγα, ἐν αὐτῇ ἐκήρυξας, τὰ θεῖα διδάγματα. Ὅθεν καὶ εἰς τόπον, κατεσκήνωσας χλόης, μισθοὺς τῶν ἀγώνων σου, κομισάμενος Ὅσιε. Ἱεράρχα Βασίλειε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Καὶ νῦν... Θεοτοκίον, ὅμοιον
Ὁ τῶν ὅλων Δεσπότης καὶ Ποιητής, ἐξ ἀχράντου σου μήτρας σάρκα λαβών, προστάτιν σε ἔδειξε, τῶν ἀνθρώπων Πανάμωμε· διὰ τοῦτο πάντες, πρὸς σε καταφεύγομεν, ἱλασμὸν πταισμάτων, αἰτούμενοι Δέσποινα, καὶ αἰωνιζούσης, λυτρωθῆναι βασάνου, καὶ πάσης κακώσεως, τοῦ δεινοῦ κοσμοκράτορος· διὰ τοῦτο βοῶμέν σοι. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὸν πανάγιον τόκον σου.

ΕΥΛΟΓΗΤΑΡΙΑ

         Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.
         Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς  δάκρυσιν, Μαθήτριαι κιρνᾶτε; ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις. Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
         Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλ' ἐπέστη, πρὸς αὐτὰς Ἄγγελος, καὶ εἶπε· θρήνου καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
         Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ, ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.

Δόξα... Τριαδικὸν

Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς  Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.

Καὶ νῦν ... Θεοτοκίον

Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ  Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι Θεός. (ἐκ γ')

Ἡ Ὑπακοὴ Ἦχος δ'
Τὰ τῆς σῆς παραδόξου Ἐγέρσεως, προδραμοῦσαι αἱ Μυροφόροι, τοῖς Ἀποστόλοις ἐκήρυττον Χριστέ, ὅτι ἀνέστης ὡς Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Οἱ Ἀναβαθμοὶ
Ἀντίφωνον Α'
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.  
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
Ἀντίφωνον Β'
Ἐκέκραξά σοι Κύριε, θερμῶς ἐκ βάθους ψυχῆς μου, κᾀμοὶ γενέσθω, πρὸς ὑπακοὴν τὰ θεῖά σου ὦτα.
Ἐπὶ τὸν Κύριον ἐλπίδα πᾶς τις κεκτημένος, ὑψηλότερος ἐστί, πάντων τῶν λυπούντων.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
Ἀντίφωνον Γ'
Ἡ καρδία μου πρὸς σὲ Λόγε ὑψωθήτω, καὶ οὐδὲν θέλξει με, τῶν τοῦ κόσμου τερπνῶν πρὸς χαμαιζηλίαν.
Ἐπὶ τὴν μητέρα αὐτοῦ, ὡς ἔχει τις στοργήν, ἐπὶ τῷ Κυρίῳ θερμότερον φίλτρον χρεωστοῦμεν.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, θεογνωσίας πλοῦτος, θεωρίας καὶ σοφίας· πάντα γὰρ ἐν τούτῳ τὰ πατρῷα δόγματα, ὁ Λόγος ἐκκαλύπτει.  
Προκείμενον
Ἀνάστα Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς, ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου.
Στίχ. ὁ Θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν.

Ή Τάξις τού Εωθινού Ευαγγελίου

Ιερεύς Τού Κυρίου δεηθώμεν.
Χορός Κύριε, ελέησον.
Ιερεύς Ότι Άγιος εί ο Θεός ημών, και εν αγίοις επαναπαύη, και σοι την δόξαν αναπέμπωμεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.
Χορός Αμήν.
Πάσα πνοή αινεσάτω τόν Κύριον (εκ γ').
Ιερεύς Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.
Χορός Κύριε, ελέησον (γ').
Ιερεύς Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.
Ιερεύς Ειρήνη πάσι.
Χορός Καί τώ Πνεύματί σου.
Ιερεύς Εκ τού κατά ...  αγίου Ευαγγελίου...
Ιερεύς Πρόσχωμεν.
Χορός Δόξα σοι, Κύριε, δόξα σοι.

Ευαγγελιον Εωθινόν ζ
Ανάστασιν Χριστού θεασάμενοι

Ν' Ψαλμός

·                Ελέησόν με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον τό ανόμημά μου
·                επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
·                ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
·                σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε
·                ιδού γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
·                ιδού γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
·                ραντιείς με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
·                ακουτιείς με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
·                απόστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
·                καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
·                μή απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ' εμού
·                απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
·                διδάξω ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
·                ρύσαί με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου
·                κύριε τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου
·                ότι ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις
·                θυσία τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει
·                αγάθυνον κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
·                τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους

Δόξα... Ήχος β'

Ταίς τών Αποστόλων, πρεσβείαις Ελεήμον, εξάλειψον τα πλήθη, τών εμών εγκλημάτων.
Καί νύν...

Ταίς τής Θεοτόκου, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Στίχ. Ελέησόν με, ο Θεός, κατά τό μέγα έλεός σου, καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου.

Πεντηκοστάριον 
Ήχος ο αυτός

Αναστάς ο Ιησούς από τού τάφου, καθώς προείπεν, έδωκεν ημίν, τήν αιώνιον ζωήν καί μέγα έλεος.
Κανὼν Ἀναστάσιμος.
Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ. 
ᾨδὴ α' Ἦχος δ'
Ὁ Εἱρμὸς
«Θαλάσσης, τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο».  
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ὑψώθης, τὴν ἡμετέραν ἔκπτωσιν, ἐπανορθούμενος, ἐν τῷ ἀχράντῳ ξύλῳ τοῦ Σταυροῦ, τὴν ἐν ξύλῳ ἰώμενος, πανωλεθρίαν Δέσποτα, ὡς ἀγαθὸς καὶ παντοδύναμος.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἐν τάφῳ, σωματικῶς, ἐν ᾅδῃ δὲ μετὰ ψυχῆς ὡς Θεός, ἐν Παραδείσῳ δὲ μετὰ Λῃστοῦ, καὶ ἐν θρόνῳ ὑπῆρχες Χριστέ, μετὰ Πατρὸς καὶ Πνεύματος, πάντα πληρῶν ὁ ἀπερίγραπτος.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἀσπόρως, τῷ τοῦ Πατρὸς βουλήματι, ἐκ θείου Πνεύματος, τὸν τοῦ Θεοῦ συνείληφας Υἱόν, καὶ σαρκὶ ἀπεκύησας, τὸν ἐκ Πατρὸς ἀμήτορα, καὶ δι' ἡμᾶς ἐκ σοῦ ἀπάτορα.
 Ὁ Κανὼν τῆς Ἑορτῆς.
Ποίημα Στεφάνου.
ᾨδὴ α' Ἦχος β'
«Δό­ξα σοι, ὁ Θεός » είς 4

Ἡ Ὀγδόας, φέρουσα τύπον τοῦ μέλλοντος, τῇ σῇ Χριστὲ λαμπρύνεται, καὶ ἁγιάζεται, ἑκουσίῳ πτωχείᾳ· ἐν ταύτῃ γὰρ νομίμως, περιετμήθης σαρκί.
Περιτομήν, δέχεται τῇ ὀγδοάδι Χριστός, τῆς ἑαυτοῦ γεννήσεως· καὶ ταύτης σήμερον, τὴν σκιὰν καταστέλλει, τὸ φῶς ἑξανατέλλων, τῆς νέας χάριτος.
Τοῦ ἁγίου, ὁ αὐτὸς
Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ
«῞Αγιε τοῦ Θε­οῦ»
Σοῦ τὴν φωνήν, ἔδει παρεῖναι Βασίλειε, τοῖς ἐγχειρεῖν ἐθέλουσι, τοῖς ἐγκωμίοις σου, ἀλλὰ Πάτερ συγγνώμων, γενόμενος τὴν χάριν, νέμοις ἀφθόνως ἡμῖν.  
Τὸ ἐμπαθές, σκίρτημα τῆς τυραννούσης σαρκός, φιλοσοφίας ἔρωτι, ἐπαιδαγώγησας· διὸ ἐν ἀκηράτοις, αὐλίζῃ βασιλείοις, Πάτερ Βασίλειε.
Τῶν ἀρετῶν, σὺ τὴν τραχεῖαν βαδίσας ὁδόν, ἐπὶ τὴν λείαν ἔφθασας, καὶ ἀστασίαστον, τὴν οὐράνιον βάσιν, καὶ πᾶσιν ἀνεδείχθης, τύπος Βασίλειε.
Τὰ τῆς ψυχῆς, πάθη χρησίμως Βασίλειε, ἅμα δὲ καὶ τοῦ σώματος, ἐν τῷ τοῦ Πνεύματος, περιέτεμες ξίφει· σαυτὸν δέ, τῷ Δεσπότῃ, θῦμα προσήνεγκας.
Δόξα
Σὺ γεγονώς, μύστης ἀρρήτων Βασίλειε, τό του Χριστοῦ βασίλειον, ἐμυσταγώγησας, Ἱεράτευμα Πάτερ, σαφῶς τὸ τῆς Τριάδος, φῶς ἀπαστράψας ἡμῖν.
Καί νύν...
Τὶς ἐξειπεῖν, σοῦ κατ' ἀξίαν δυνήσεται, τὴν ὑπὲρ λόγον σύλληψιν; Θεὸν γὰρ τέτοκας, ἐν σαρκὶ Παναγία, ἡμῖν ἐπιφανέντα Σωτῆρα πάντων ἡμῶν.
ᾨδὴ γ'
Ὁ Εἱρμὸς
«Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα».  
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.  
Τὸ ξύλον τὸ τῆς ζωῆς, ἡ νοητὴ καὶ ἀληθὴς ἄμπελος, ἐπὶ Σταυροῦ κρέμαται, πᾶσιν ἀμβροσίαν πηγάζουσα.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ὡς μέγας, ὡς φοβερός, ὡς τὸ τοῦ ᾅδου καθελὼν φρύαγμα, καὶ ὡς Θεὸς ἄφθαρτος, νῦν σωματικῶς ἐξεγήγερται.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σὺ μόνη τοῖς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος, Μήτηρ Θεοῦ γέγονας· ὅθεν σοι τὸ Χαῖρε, προσάγομεν.

ᾨδὴ γ' Ὁ Εἱρμὸς
«Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τάς καρδίας ἡμῶν τῶν ὑμνούντων σε».  
Ὁ λόγος σαρκωθεὶς ὁ ὑπερούσιος, εἰς λῆξιν τοῦ Νόμου περιετμήθη, ἀπαρχὰς δὲ θείας χάριτος, καὶ ζωῆς ἀκηράτου ἡμῖν δέδωκε.
Τοῦ Νόμου πληρωτὴς ὡς οὐκ ἀντίθεος, ὑπάρχων Χριστὸς σεσαρκωμένος, ἀνεδείχθη καὶ ἠξίωσεν, ἑκών περιτμηθῆναι ὀκταήμερος.
Τοῦ Ἁγίου, ὁ αὐτὸς
Παιδείας γεγονὼς ἁπάσης ἔμπλεως, οὐ μόνον τῆς κάτω καὶ πατουμένης πολλῷ μᾶλλον δὲ τῆς κρείττονος ἀνεδείχθης τῷ κόσμῳ φῶς Βασίλειε.

Τῷ φόβῳ τοῦ Κυρίου στοιχειούμενος· ἀρχὴ γὰρ σοφίας, οὗτος ὑπάρχει, τῇ φιλίᾳ τῆς ἀμείνονος, ἐπτερώθης σοφίας ὦ Βασίλειε.  
Βασίλειε σοφῶς ἐπέβης πράξεως, καὶ πρᾶξιν ἐπίβασιν θεωρίας, θειοτέρας ἐπιδέδειξαι, καὶ τῶν ὄντων τὴν γνῶσιν ἐμυήθης σαφῶς.  
Συνέδραμε Χριστοῦ καὶ συνεξέλαμψεν, ἡ μνήμη σου Πάτερ τοῖς γενεθλίοις, ὧν τὸ ἄφραστον μυστήριον, ταῖς σαῖς διδασκαλίαις ἐφανέρωσας.
Θεοτοκίον
Ἀσπόρως ἐν γαστρὶ Θεὸν συνέλαβες, καὶ τίκτεις ἀφράστως σεσαρκωμένον, εἰς ὃν βλέπειν οὐ τολμῶσιν Ἁγνή, οὐρανῶν αἱ Δυνάμεις Ἀειπάρθενε.
Κοντάκιον Ἦχος δ'
Ἐπεφάνης σήμερον
Ὁ Σωτὴρ καὶ ῥύστης μου, ἀπὸ τοῦ τάφου, ὡς Θεὸς ἀνέστησεν, ἐκ τῶν δεσμῶν τοὺς γηγενεῖς, καὶ πύλας ᾅδου συνέτριψε, καὶ ὡς Δεσπότης ἀνέστη τριήμερος.
Ὁ Οἶκος
Τὸν ἀναστάντα ἐκ νεκρῶν Χριστὸν τὸν ζωοδότην, τριήμερον ἐκ τάφου, καὶ πύλας τοῦ θανάτου σήμερον συνθλάσαντα, τῇ δυνάμει τῇ αὐτοῦ, τὸν ᾅδην τε νεκρώσαντα, καὶ τὸ κέντρον τοῦ θανάτου συντρίψαντα, καὶ τὸν Ἀδὰμ σὺν τῇ Εὔᾳ ἐλευθερώσαντα, ὑμνήσωμεν πάντες οἱ γηγενεῖς, εὐχαρίστως βοῶντες αἶνον ἐκτενῶς. Αὐτὸς γὰρ ὡς μόνος κραταιὸς Θεός, καὶ Δεσπότης ἀνέστη τριήμερος.
Κάθισμα Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ λόγον
Ἑξανοίξας τὸ στόμα λόγῳ Θεοῦ, ἐξηρεύξω σοφίαν κήρυξ φωτός, καὶ φρόνημα ἔνθεον, τῇ οἰκουμένῃ κατέσπειρας· τῶν γὰρ Πατέρων ὄντως, κυρώσας τὰ δόγματα, κατὰ Παῦλον ὤφθης, τῆς πίστεως πρόμαχος· ὅθεν καὶ Ἀγγέλων, συμπολίτης ὑπάρχεις, καὶ τούτων συνόμιλος, ἀνεδείχθης μακάριε, Θεοφάντορ Βασίλειε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα... Ἦχος γ' Θείας πίστεως
Πᾶσαν ἤρδευσας τὴν οἰκουμένην, ὥσπερ ὕδασι ταῖς διδαχαῖς σου, τῆς εὐσεβείας ἐνσπείρας τὰ δόγματα· ἡ τῆς ζωῆς γὰρ πηγὴ ὁ Χριστὸς ἐν σοί, ἐπανεπαύσατο ὄντως Βασίλειε, ὃν ἱκέτευε, ὡς παρρησίαν κεκτημένος θεόπνευστε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν... Ἡ Παρθένος σήμερον
Ὁ τῶν ὅλων Κύριος, περιτομὴν ὑπομένει, καὶ βροτῶν τὰ πταίσματα, ὡς ἀγαθὸς περιτέμνει δίδωσι τὴν σωτηρίαν σήμερον κόσμῳ χαίρει δὲ ἐν τοῖς ὑψίστοις καὶ ὁ του Κτίστου, Ἱεράρχης καὶ φωσφόρος, ὁ θεῖος μύστης Χριστοῦ Βασίλειος.
ᾨδὴ δ'
Ὁ Εἱρμὸς
«Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἀνελήλυθας τὰ πάθη μου θεραπεύσων, ἐπὶ Σταυροῦ τῷ πάθει τῆς ἀχράντου σαρκός σου, ἣν ἑκὼν ἐφόρεσας· διό σοι κραυγάζομεν· Δόξα τῇ δυνάμει σου Κύριε.  
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἀναμαρτήτου ὁ θάνατος γεγευμένος, ζωοποιοῦ τε σώματος τοῦ σοῦ ἐπαξίως, Δέσποτα νενέκρωται, ἡμεῖς δὲ βοῶμέν σοι· Δόξα τῇ δυνάμει σου Κύριε.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 
Ἀπειρογάμως ἐκυησας ὦ Παρθένε, καὶ μετὰ τόκον ὤφθης παρθενεύουσα πάλιν· ὅθεν ἀσιγήτοις φωναῖς, τὸ χαῖρέ σοὶ Δέσποινα, πίστει ἀδιστάκτῳ κραυγάζομεν.
ᾨδὴ δ' Ὁ Εἱρμὸς
«Εἰσακήκοα Κύριε, τὴν ἀκοὴν τῆς σῆς οἰκονομίας, καὶ ἐδόξασά σε μόνε φιλάνθρωπε».
Περιτέμνεσθαι πέπαυται ἀφ᾽ οὗ Χριστὸς ἑκὼν περιετμήθη, τῶν Ἐθνῶν τὰ πλήθη, σῴζων τῇ χάριτι.
Τήν του μέλλοντος ἄληκτον, ἡ ὀγδόας ζωὴν ἐξεικονίζει, ἐν ᾗ ὁ Δεσπότης, περιετμήθη Χριστός.
Τοῦ Ἁγίου, ὁ αὐτὸς
Καλλωπίζεται ὥσπερ, τῷ τόκῳ Χριστοῦ, ἡ Νύμφη Ἐκκλησία, οὕτω καὶ τῇ μνήμῃ σου Παμμακάριστε.
Σεμνυνόμενος τέκνον, ὑπάρχειν Θεοῦ, θεότητα εἰς κτίσιν, εὐσεβῶς Βασίλειε οὐ κατήγαγες.  
Ἀταπείνωτος ὤφθης, Θεῷ συμμαχῶν, Βασίλειε ὁ πᾶσι, τῷ αὐτοῦ προστάγματι ταπεινούμενος.
Τῇ Ἐκκλησίᾳ δέδοσαι, παρὰ Θεοῦ χαράκωμα, καὶ τεῖχος ὀχυρόν, Βασίλειε παμμακάριστε.
Τοῖς ἀντιθέοις πέλεκυς, ἐκκοπτικός, καὶ πῦρ καταναλίσκον, τὴν ἀπάτην ὤφθης Πάτερ Βασίλειε.
Θεοτοκίον
Δυσωποῦμέν σε Ἄχραντε, ἡ τὸν Θεὸν ἀσπόρως συλλαβοῦσα, τοῦ ἀεὶ πρεσβεύειν ὑπὲρ τῶν δούλων σου.
ᾨδὴ ε'
Ὁ Εἱρμὸς
Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.  
Σὺ Κύριε πρὸς γῆν, συμπαθῶς κατελήλυθας, σὺ ὕψωσας τὴν πεσοῦσαν, τῶν ἀνθρώπων οὐσίαν, ἐν ξύλῳ ἀναρτώμενος.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Σὺ ᾖράς μου Χριστέ, τῶν πταισμάτων τὸ ἔγκλημα, σὺ ἔλυσας τὰς ὀδύνας, τοῦ θανάτου Οἰκτίρμον, τῇ θείᾳ Ἀναστάσει σου.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 
Σὲ ὅπλον ἀρραγές, κατ' ἐχθρῶν προβαλλόμεθα, σὲ ἄγκυραν καὶ ἐλπίδα, τῆς ἡμῶν σωτηρίας, Θεόνυμφε κεκτήμεθα.
ᾨδή ε' Ὁ Εἱρμὸς
«Ὁ του φωτὸς χορηγός, καὶ τῶν αἰώνων ποιητὴς Κύριος, ἐν τῷ φωτὶ τῶν σῶν προσταγμάτων, ὁδήγησον ἡμᾶς· ἐκτός σου γὰρ ἄλλον, Θεὸν οὐ γινώσκομεν».  
Σὺ ἐκ Παρθένου Μητρός, ἀνερμηνεύτως προελθὼν Κύριος, καὶ τὴν βροτῶν μὴ ἀπαξιώσας, ἐνδύσασθαι μορφήν, ὡς βρέφος νομίμως, τὸν Νόμον ἐπλήρωσας.  
Νυκτὶ ἐξωμοίωται, ὡς τὴν σκιὰν τὴν νομικὴν στέργουσα, τὸν Ἰσραὴλ ἡ γεννησαμένη, ἐξ ἧς ἀπαστράψαν, τὸ φῶς τό τοῦ κόσμου, Χριστὸς πεφανέρωται.
Τοῦ Ἁγίου, ὁ αὐτὸς
Ἄγει διπλῆν ἀληθῶς, ἡ Ἐκκλησία ἑορτὴν σήμερον. Περιτομῆς, ὡς βρέφος Δεσπότου, ὀφθέντος ἐπὶ γῆς, καὶ μνήμης οἰκέτου, σοφοῦ καὶ τρισμάκαρος.
Τὸ ἀκατάληπτον φῶς, ἀναπαυσάμενον ἐν σοὶ Ὅσιε, φωτιστικὴν λαμπάδα τῷ κόσμῳ, σὲ ἔδειξε Χριστός· διό σου τὴν μνήμην, ὑμνοῦμεν Βασίλειε.  
Οὐ νομοθέτης Μωσῆς, οὐ πρὸ τοῦ Νόμου, Ἰωσὴφ γέγονε, τῆς κατὰ σὲ τροφῆς σιτομέτρης· τῆς θείας γὰρ σαρκός, αὐτὸς ἑστιάτωρ, ἐδείχθης Βασίλειε.  
Τήν τοῦ παντὸς ἀμυδρῶς, ἱστορηθεῖσαν ἐν Σινᾷ Γένεσιν, τῷ Μωϋσεῖ, αὐτὸς ἑρμηνεύων, ἐκ θείων θησαυρῶν, ἀνέπτυξας πᾶσι, παμμάκαρ Βασίλειε.
Θεοτοκίον
Σοὶ τῇ τεκούσῃ Χριστόν, τόν τοῦ παντὸς δημιουργὸν κράζομεν· Χαῖρε ἁγνή· Χαῖρε ἡ τὸ φῶς, ἀνατείλασα ἡμῖν· Χαῖρε ἡ χωρήσασα, Θεὸν τὸν ἀχώρητον.
ᾨδὴ ς'
Ὁ Εἱρμὸς
«Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι· ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».  
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.  
Ἀνῆλθες, ἐν Σταυρῷ δυναστείαν ζωσάμενος, καὶ συμπλακεὶς τῷ τυράννῳ, ὡς Θεὸς ἐξ ὕψους κατέρραξας, τὸν Ἀδὰμ δέ, ἀηττήτῳ, παλάμῃ ἀνέστησας.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἀνέστης, ἐξαστράπτων ὡραῖος ἐκ τάφου Χριστέ, καὶ διεσκέδασας πάντας, τοὺς ἐχθροὺς τῇ θείᾳ σου δυναστείᾳ, καὶ τὰ πάντα, ὡς Θεός, εὐφροσύνης ἐπλήρωσας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 
Ὢ θαῦμα, τῶν ἁπάντων θαυμάτων καινότερον! ὅτι Παρθένος ἐν μήτρᾳ, τὸν τὰ σύμπαντα περιέποντα, ἀπειράνδρως, συλλαβοῦσα, οὐκ ἐστενοχώρησεν.
ᾨδὴ ς' Ὁ Εἱρμὸς
«Ἄβυσσος ἁμαρτημάτων, ἐκύκλωσέ με ἐσχάτη, ἀλλ' ὡς τὸν Προφήτην Ἰωνᾶν, ἀνάγαγε Κύριε, Κύριε, ἐκ φθορᾶς τὴν ζωήν μου».
Εἴληφε τέλος ὁ Νόμος, ἀφ' οὗ Χριστὸς νηπιάσας, καὶ πληρωτὴς τοῦ Νόμου δειχθείς, Περιτομὴν κατεδέξατο, καὶ ἔλυσε τήν του Νόμου κατάραν.  
Σάββατα Περιτομή τε, τὸ φρύαγμα τῶν Ἑβραίων, τοῦ ἐπιφανέντος Χριστοῦ, τῷ νεύματι πέπαυται, καὶ ἔλαμψε τὸ τῆς χάριτος ἔαρ.
Τοῦ Ἁγίου, ὁ αὐτὸς
Ἔθρεψας, λιμῷ τακείσας, ψυχὰς πενήτων ἀφθόνως, καὶ τάς τῶν πεινώντων καρδίας, πάσης ἐνέπλησας, Βασίλειε θεϊκῆς εὐφροσύνης.
Ἔθρεψας ψυχὰς πεινώσας, τροφῇ τῇ ἐπουρανίῳ· ἄρτος γὰρ Ἀγγέλων ὑπάρχει, ὁ λόγος Βασίλειε· οὗ ἄριστος σιτοδότης ἐγένου.
Ἤθροισας τῷ τῆς μελίσσης, Βασίλειε φιλοπόνῳ, ἀρετῆς ἁπάσης τὸ ἄνθος, καὶ περιδέξιος γενόμενος, ἐν αὐταῖς μακαρίζῃ.  
Ἔσπευσας κόσμου ῥαγῆναι, καὶ Θεῷ συμβιοτεῦσαι· διὸ τοῖς ἀστάτοις, καὶ ῥευστοῖς, Πάτερ Βασίλειε, τὰ μένοντα ὡς σοφὸς κατεκτήσω.
Θεοτοκίον
Βάτος σε ἐν τῷ Σιναίῳ, ἀφλέκτως προσομιλοῦσα, τῷ πυρὶ προγράφει Μητέρα, τὴν ἀειπάρθενον, Ἀνύμφευτε Θεοτόκε Μαρία.
Κοντάκιον Ἦχος δ'
Ἐπεφάνης σήμερον
Ὤφθης βάσις ἄσειστος τῇ Ἐκκλησίᾳ, νέμων πᾶσιν ἄσυλον, τὴν κυριότητα βροτοῖς, ἐπισφραγίζων σοῖς δόγμασιν, Οὐρανοφάντορ Βασίλειε Ὅσιε.
Ὁ Οἶκος
Τῆς σωφροσύνης ὁ κρατήρ, τὸ στόμα τῆς σοφίας, καὶ βάσις τῶν δογμάτων, Βασίλειος ὁ μέγας, πᾶσιν ἀστράπτει νοερῶς. Δεῦτε οὖν, καὶ στῶμεν ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, θερμῶς ἐνατενίζοντες, τοῖς θαύμασι τοῖς τούτου τερπόμενοι, καὶ ὥσπερ λαμπηδόνι ἀστραφθέντες τῷ φωτὶ αὐτῶν, θαλφθῶμεν τῷ τοῦ βίου καθαρτικῷ πνεύματι, μιμούμενοι αὐτοῦ τὴν πίστιν, τὴν ζέσιν, τὴν ταπείνωσιν, δι' ὧν οἶκος ἐδείχθη τοῦ ὄντως Θεοῦ· πρὸς ὃν βοῶντες ὑμνοῦμεν, οὐρανοφάντορ Βασίλειε Ὅσιε.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ Α' τοῦ αὐτοῦ μηνὸς ἑορτάζομεν τὴν κατὰ σάρκα Περιτομὴν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
Στίχοι
Χριστοῦ περιτμηθέντος, ἐτμήθη Νόμος.
Καὶ τοῦ Νόμου τμηθέντος, εἰσήχθη Χάρις.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Βασιλείου, Ἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας τοῦ Μεγάλου.
Στίχοι
Ζῇ Βασίλειος, καὶ θανὼν ἐν Κυρίῳ.
Ζῇ καὶ παρ᾽ ἡμῖν, ὡς λαλῶν ἐκ τῶν βίβλων,
Ἰανουαρίοιο θάνες, Βασίλειε, πρώτῃ.  
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Θεόδοτος ξίφει τελειούται.
Στίχοι
Ὁ Θεόδοτος, Οὐκ ἀνέξομαι, λέγει,
Εἰ μὴ κεφαλὴν τοῦ Θεοῦ τμηθῶ χάριν.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Γρηγόριος, ὁ Πατὴρ τοῦ Ἁγίου Γρηγορίου τοῦ Θεολόγου, ἐν εἰρήνῃ τελειούται.
Στίχοι
Ἐγκωμιαστὴν οἴκοθεν πλουτεῖς, Πάτερ,
Τῆς σῆς τελευτῆς, σοῦ ἐκ μηροῦ γόνον.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς.
ᾨδὴ ζ'
Ὁ Εἱρμὸς
«Ἐν τῇ καμίνῳ, Ἀβραμιαῖοι Παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον, ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ Ναῷ τῆς δόξης σου Κύριε».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Πρὸς ἀφθαρσίαν, ἡ ἀνθρωπότης ἀνακέκληται, θείῳ λουσαμένη αἵματι τοῦ Χριστοῦ, εὐχαρίστως ἀναμέλπουσα· Εὐλογημένος εἶ, ἐν τῷ Ναῷ τῆς δόξης σου Κύριε. 
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ὡς ζωηφόρος, ὡς Παραδείσου ὡραιότερος, ὄντως καὶ παστάδος πάσης βασιλικῆς, ἀναδέδεικται λαμπρότερος, Χριστὲ ὁ τάφος σου, ἡ πηγὴ τῆς ἡμῶν ἀναστάσεως.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τὸ τοῦ Ὑψίστου, ἡγιασμένον θεῖον σκήνωμα Χαῖρε· διὰ σοῦ γὰρ δέδοται ἡ χαρά, Θεοτόκε τοῖς κραυγάζουσιν· Εὐλογημένη σὺ ἐν γυναιξίν, ὑπάρχεις Πανάμωμε Δέσποινα.
ᾨδὴ ζ' Ὁ Εἱρμὸς
«Εἰκόνος χρυσῆς, ἐν πεδίῳ Δεηρᾷ λατρευομένης, οἱ τρεῖς σου Παῖδες κατεπάτησαν, ἀθεωτάτου προστάγματος, μέσον δὲ τοῦ πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».
Λαμπρὰ παμφαῆ, τὰ Γενέθλια Χριστοῦ, καὶ τῆς τοῦ μέλλοντος, ἀνακαινίσεως ὑπογράφοντα, τὸ μυστήριον σήμερον· ὅτι νομικῇ διατάξει, ὁ Σωτὴρ περιτέμνεται, οὐχ ὡς Θεός, ἀλλ' ὡς βροτός, καὶ Νόμου πλήρωμα.
Τὸν Νόμον πληρῶν, ὁ του Νόμου Ποιητής, τὴν σάρκα σήμερον, ἐθελουσίως περιτέμνεται, περιτομὴν ἐργαζόμενος, τοῦ τῆς ἁμαρτίας χειμῶνος, καὶ κραυγάζειν δωρούμενος· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Τοῦ Ἁγίου, ὁ αὐτὸς
Εἰκὼν τοῦ Πατρὸς ὁ Υἱός, καὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα πέφηνε, σὺ δὲ τοῦ Πνεύματος, ὦ Βασίλειε, ἀκηλίδωτον ἔσοπτρον, οἶκός τε τῆς ὅλης Τριάδος· μακαρία ἡ μνήμη σου· καὶ οἱ δοξάζοντες αὐτήν, ἀντιδοξάζονται.
 Βυθίσας τὸν νοῦν, εἰς τὰ βάθη τοῦ Θεοῦ τὰ ἀκατάληπτα, καὶ συλλεξάμενος τὸν πολύτιμον, σὺ μαργαρίτην τῆς γνώσεως, ἐπλούτισας τὸν κόσμον σοφίᾳ, καὶ κραυγάζειν ἐδίδαξας. Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ὦ σύμπνοια νοῦ, ἱερά τε ξυνωρίς, ἡ ὥσπερ μία ψυχή, ἐν δυσὶ σώμασιν ἀδιαίρετος, ἐν Γρηγορίῳ Βασίλειος, πόθῳ θεϊκῷ συνημμένοι, ἐν Βασιλείῳ Γρηγόριος, νῦν ἱκετεύσατε Χριστόν, ὑπὲρ τῆς ποίμνης ὑμῶν.
Πατὴρ ὀρφανῶν, καὶ χηρῶν προασπιστής, καὶ πλοῦτος πένησι, τῶν ἀσθενούντων ἡ παράκλησις, καὶ τῶν ἐν πλούτῳ κυβέρνησις, γήρως βακτηρία ἐδείχθης, παιδαγωγία νεότητος, καὶ Μοναζόντων ἀρετῆς, κανὼν Βασίλειε.
Καθάρας τὸν νοῦν, ἰλυώδους μολυσμοῦ, παντὸς Βασίλειε, συνδιεσκέψω τά του Πνεύματος, τῷ ποθουμένῳ σοι Πνεύματι· ὅθεν ἀνυμνῶν τὴν Τριάδα, ἐν παρρησίᾳ ἐκραύγαζες. Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Σὲ βάτον Μωσῆς, ἐν τῷ ὅρει τῷ Σινᾷ, πυρπολουμένην Ἁγνή, προεθεώρει τὴν ἐνέγκασαν, ἀκαταφλέκτως τὴν ἄστεκτον, αἴγλην τῆς ἀρρήτου οὐσίας, ἑνωθείσης παχύτητι, σαρκὸς μιᾶς τῶν ἐν αὐτῇ, ἁγίων ὑποστάσεων.
ᾨδὴ η'
Ὁ Εἱρμὸς
«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Χεῖρας ἐκπετάσας ἐν Σταυρῷ, τὰ ἔθνη ἅπαντα ἐπισυνήγαγες, καὶ μίαν ἔδειξας Δέσποτα, Ἐκκλησίαν ἀνυμνοῦσάν σε, τοῖς ἐπὶ γῆς καὶ οὐρανοῦ, συμφώνως ψάλλουσιν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. 
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Λευχείμων ὡράθη γυναιξί, τῷ ἀπροσίτῳ φωτὶ τῆς Ἀναστάσεως, καταστραπτόμενος Ἄγγελος. Τί τὸν ζῶντα ἐν τῷ τάφῳ βοῶν, ἐπιζητεῖτε ὡς θνητόν, ὄντως ἡγέρθη Χριστός, ᾧ βοῶμεν· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σὺ μόνη ἐν πάσαις γενεαῖς, Παρθένε Ἄχραντε, Μήτηρ ἐδείχθης Θεοῦ, σὺ τῆς Θεότητος γέγονας, ἐνδιαίτημα Πανάμωμε, μὴ φλογισθεῖσα τῷ πυρί, τοῦ ἀπροσίτου φωτός· ὅθεν πάντες σέ, εὐλογοῦμεν, Μαρία Θεόνυμφε.
 ᾨδὴ η' Εἱρμὸς
«Τὸν ἀρρήτῳ σοφίᾳ, συστησάμενον τὰ πάντα Θεὸν Λόγον, καὶ ἐκ μὴ ὄντων, εἰς τὸ εἶναι παραγαγόντα, εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον».
Τῇ ὀγδόῃ ἡμέρᾳ, περιτέμνεται ὡς βρέφος ὁ Δεσπότης, τὴν Ἰησοῦ τε, δέχεται προσηγορίαν, ὅτι τοῦ κόσμου Σωτήρ, ὑπάρχει καὶ Κύριος.
Τῶν Χριστοῦ Γενεθλίων, ἐπαξίως τῇ ὀγδόῃ συνεζεύχθη, τοῦ Ἱεράρχου, ἡ πανένδοξος μνήμη, ἣν γεραίροντες πίστει, ὑμνοῦμεν τὸν Κύριον.
Τοῦ Ἁγίου, ὁ αὐτὸς
Τὸν ἀφράστῳ προνοίᾳ, δωρησάμενον Βασίλειον τῷ κόσμῳ, φῶς εὐσεβείας, σάλπιγγά τε θεολογίας, εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.
Τὸν δαψιλεῖ ἐνεργείᾳ, ἐνοικήσαντα τῷ σοφῷ Βασιλείῳ, καὶ δι' αὐτοῦ, εὐσεβῶς θεολογηθέντα, εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.  
Οἱ τῶν θείων σου λόγων, ἀπολαβόντες Βασίλειε ἀπαύστως, ἐν τῇ σῇ μνήμῃ, πανηγυρίζοντες βοῶμεν. Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.
Τάς ἀκτῖνας τῶν λόγων, ἐξαπέστειλας Βασίλειε τῷ κόσμῳ, φωταγωγούσας, μίαν σέβειν Τριάδος φύσιν· Εὐλογεῖτε τὰ ἔργα, κραυγάζων, τὸν Κύριον.
Θεοτοκίον
Τὸν ἐκ Πατρὸς προελθόντα, προαιώνιον καὶ ἄχρονον Θεὸν Λόγον, καὶ ἐπ᾽ ἐσχάτων, ἀνατείλαντα ἐκ Παρθένου, εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.
Καταβασίες


«Βυθοῦ ἀνεκάλυψε πυθμένα»
«Στείβει θαλάσσης»
(Πεζαὶ καὶ ἰαμβικαί)
Τῶν Θεοφανείων

 Ὠδὴ α’.  Ἦχος β’.
Βυθοῦ ἀνεκάλυψε πυθμένα, καὶ διὰ ξηρᾶς οἰκείους ἕλκει, ἐν αὐτῷ κατακαλύψας ἀντιπάλους, ὁ κραταιός, ἐν πολέμοις Κύριος· ὅτι δεδόξασται.

Στείβει θαλάσσης, κυματούμενον σάλον,
Ἤπειρον αὖθις, Ἰσραήλ δεδειγμένον.
Μέλας δὲ πόντος, τριστάτας Αἰγυπτίων,
Ἔκρυψεν ἄρδην, ὑδατόστρωτος τάφος,
Ῥώμῃ κραταιᾷ, δεξιᾶς τοῦ Δεσπότου.

Ὠδὴ γ’.
Ἰσχὺν ὁ διδούς, τοῖς βασιλεῦσιν ἡμῶν Κύριος, καὶ κέρας χριστῶν Αὐτοῦ ὑψῶν, Παρθένου ἀποτίκτεται, μολεῖ δὲ πρὸς τὸ βάπτισμα· διὸ πιστοὶ βοήσωμεν· Οὐκ ἔστιν Ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλὴν Σοῦ Κύριε.

Ὅσοι παλαιῶν, ἐκλελύμεθα βρόχων,
Βορῶν λεόντων, συντεθλασμένων μύλας,
Ἀγαλλιῶμεν, καὶ πλατύνωμεν στόμα,
Λόγῳ πλέκοντες, ἐκ λόγων μελῳδίαν,
ᾯ τῶν πρὸς ἡμᾶς, ἥδεται δωρημάτων.

Ὠδὴ δ’.
Ἀκήκοε Κύριε, φωνῆς Σου ὃν εἶπας, Φωνὴ βοῶντος ἐν ἐρήμῳ, ὅτε ἐβρόντησας, πολλῶν ἐπὶ ὑδάτων, τῷ Σῷ μαρτυρούμενος Υἱῷ· ὅλος γεγονὼς τοῦ παρόντος, Πνεύματος δὲ ἐβόησε· Σὺ εἶ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.

Πυρσῷ καθαρθείς, μυστικῆς θεωρίας,
Ὑμνῶν προφήτης, τὴν βροτῶν καινουργίαν,
Ῥήγνυσι γῆρυν, Πνεύματι κροτουμένην,
Σάρκωσιν ἐμφαίνουσαν, ἀρρήτου Λόγου,
ᾯ τῶν δυναστῶν, τὰ κράτη συνετρίβη.

Ὠδὴ ε’.
Ἰησοῦς ὁ ζωῆς ἀρχηγός, λῦσαι τὸ κατάκριμα ἥκει, Ἀδὰμ τοῦ πρωτοπλάστου· καθαρσίων δὲ ὡς Θεὸς μὴ δεόμενος, τῷ πεσόντι καθαίρεται, ἐν τῷ Ἰορδάνῃ· ἐν ᾧ τὴν ἔχθραν κτείνας, ὑπερέχουσαν πάντα νοῦν, εἰρήνην χαρίζεται.

Ἐχθροῦ ζοφώδους, καὶ βεβορβορωμένου,
Ἰὸν καθάρσει, Πνεύματος λελουμένοι,
Νέαν προσωρμίσθημεν, ἀπλανῆ τρίβον,
Ἄγουσαν ἀπρόσιτον, εἰς θυμηδίαν,
Μόνοις προσιτήν, οἷς Θεὸς κατηλλάγη.

Ὠδὴ ς’.
Ἡ φωνὴ τοῦ Λόγου, ὁ λύχνος τοῦ φωτός, ὁ ἑωσφόρος, ὁ τοῦ ἡλίου Πρόδρομος, ἐν τῇ ἐρήμῳ· Μετανοεῖτε, πᾶσι βοᾷ τοῖς λαοῖς, καὶ προκαθαίρεσθε· ἰδοὺ γὰρ πάρεστι Χριστός, ἐκ φθορᾶς τὸν κόσμον λυτρούμενος.

Ἱμερτὸν ἐξέφηνε, σὺν πανολβίῳ,
Ἤχῳ Πατήρ, ὅν γαστρὸς ἐξηρεύξατο.
Ναὶ φησὶν οὗτος, συμφυὴς γόνος πέλων,
Φώταυγος ἐξώρουσεν, ἀνθρώπων γένους,
Λόγος τέ μου ζῶν, καὶ βροτὸς προμηθείᾳ.

Ὠδὴ ζ’.
Νέους εὐσεβεῖς, καμίνῳ πυρὸς προσομιλήσαντας, διασυρίζον πνεῦμα δρόσου, ἀβλαβεῖς διεφύλαξε, καὶ θείου ἀγγέλου συγκατάβασις· ὅθεν ἐν φλογὶ δροσιζόμενοι, εὐχαρίστως ἀνέμελπον· Ὑπερύμνητε, ὁ τῶν πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Ἔφλεξε ῥείθρῳ, τῶν δρακόντων τὰς κάρας,
Ὁ τῆς καμίνου, τὴν μετάρσιον φλόγα,
Νέους φέρουσαν, εὐσεβεῖς κατευνάσας·
Τὴν δυσκάθεκτον, ἀχλὺν ἐξ ἁμαρτίας,
Ὅλην πλύνει δέ, τῇ δρόσῳ τοῦ Πνεύματος.

Ὠδὴ η’.
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Μυστήριον παράδοξον, ἡ Βαβυλῶνος ἔδειξε κάμινος, πηγάσασα δρόσον· ὅτι ῥείθροις ἔμελλεν, ἄυλον πῦρ εἰσδέχεσθαι ὁ Ἰορδάνης, καὶ στέγειν σαρκί, βαπτιζόμενον τὸν Κτίστην· ὃν εὐλογοῦσι λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.

Ἐλευθέρα μέν, ἡ κτίσις γνωρίζεται·
Υἱοὶ δὲ φωτός, οἱ πρὶν ἐσκοτισμένοι.
Μόνος στενάζει, τοῦ σκότους ὁ προστάτης.
Νῦν εὐλογείτω, συντόνως τὸν αἴτιον,
Ἡ πρὶν τάλαινα, τῶν ἐθνῶν παγκληρία.


Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις τιμώντες μεγαλύνωμεν.

ᾨδὴ θ'
Ὁ Εἱρμὸς
«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὅλον με ἀνείληφας ὅλος, ἐν συναφείᾳ ἀσυγχύτῳ, ὅλῳ μοι διδοὺς ὁ Θεός μου, τὴν σωτηρίαν διὰ τοῦ πάθους σου, ὁ ἐν Σταυρῷ ὑπέμεινας, σωματικῶς δι' εὐσπλαγχνίαν πολλήν.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Οἱ σοὶ μαθηταὶ καθορῶντες, ἀνεῳγμένον σου τὸν τάφον, καὶ τὰς θεοφόρους σινδόνας, κεκενωμένας τῇ Ἀναστάσει σου, σὺν τῷ Ἀγγέλῳ ἔλεγον· Ὄντως ἐγήγερται ὁ Κύριος!
Τριαδικὸν
Στίχ. Ἁγία Τριὰς ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς.

Μονάδα μὲν θείας οὐσίας, ἀλλ' ὑποστάσεων Τριάδα, πάντες οἱ πιστοὶ προσκυνοῦμεν, ἐν ἀσυγχύτοις ταῖς ὑποστάσεσιν, ἰσοσθενῆ ὁμότιμον, ἣν εὐσεβοῦντες μεγαλύνομεν.
ᾨδὴ θ'
ΜΕΓΑΛΥΝΑΡΙΑ
Ψαλλόμενα ἐν τῇ ᾨδῇ ταύτῃ
Ἦχος β'

Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, τῶν ἄνω στρατευμάτων.

«Ἡ τὸν πρὸ ἡλίου φωστῆρα, τὸν Θεὸν ἑξανατείλαντα, σωματικῶς ἡμῖν ἐπιδημήσαντα, ἐκ λαγόνων παρθενικῶν, ἀφράστως σωματώσασα, εὐλογημένη Πάναγνε, σὲ Θεοτόκε μεγαλύνομεν».

Μεγάλυνον ψυχή μου, τὸν κατὰ τὸν Νόμον, σαρκὶ περιτμηθέντα.

 «Ἡ τὸν πρὸ ἡλίου φωστῆρα, τὸν Θεὸν ἑξανατείλαντα, σωματικῶς ἡμῖν ἐπιδημήσαντα, ἐκ λαγόνων παρθενικῶν, ἀφράστως σωματώσασα, εὐλογημένη Πάναγνε, σὲ Θεοτόκε μεγαλύνομεν».

Μεγάλυνον ψυχή μου, τὸν ἐν τῇ ὀγδόῃ, περιτομὴν λαβόντα.

Ὑπερβὰς τοὺς ὅρους Χριστός, τῆς ἀνθρωπίνης ὅλης, φύσεως, ὑπερφυῶς ἐκ Παρθένου ἀποτίκτεται, καὶ τὸ γράμμα τὸ νομικόν, καθὼς διακελεύεται, τὴν σάρκα περιτέμνεται, καὶ πληρωτὴς τοῦ Νόμου δείκνυται.

Σήμερον ὁ Δεσπότης, τέμνεται τὴν σάρκα, ὡς βρέφος πληρῶν τὸν Νόμον.

Δεῦτε τοῦ Δεσπότου τὰ ἔνδοξα, Χριστοῦ ὀνομαστήρια, ἐν ἁγιότητι πανηγυρίσωμεν· Ἰησοῦς γὰρ θεοπρεπῶς, ἀνηγόρευται σήμερον, σὺν τούτοις καὶ τὴν μνήμην δέ, τοῦ Ἱεράρχου μεγαλύνωμεν.


Μεγάλυνον ψυχή μου, τὸν ἐν Ἱεράρχαις, Βασίλειον τὸν Μέγαν.

Τοῦ Ἀρχιποίμενος ὡς πρόβατον, πιστὸν Χριστοῦ Βασίλειε, τοῖς ζωηφόροις ἴχνεσιν ἐπηκολούθησας· τῷ τυράννῳ γὰρ τὴν σαυτοῦ ψυχὴν Πάτερ προδέδωκας, προκινδυνεύων ἄριστα, τῆς Ἐκκλησίας παμμακάριστε.

Μεγάλυνον ψυχή μου, τὸν ἐκ Καισαρείας, Βασίλειον τὸν Μέγαν.

Τὸ τῆς Ἐκκλησίας πανίερον, Χριστοῦ κατιδὼν σύστημα, ὑπὸ τῆς σῆς κοσμούμενον Ἱεραρχίας σοφέ, ὁ πανώλης ἐμβροντηθείς, καταπέπτωκε τύραννος· τὴν γὰρ ἐν σοὶ τοῦ Πνεύματος, αἴγλην οὐκ ἤνεγκε Βασίλειε.

Δόξα...
Μεγάλυνον ψυχή μου, τῆς τρισυποστάτου, καὶ ἀδιαιρέτου, θεότητος τὸ κράτος.

Τῆς τῶν Ἀποστόλων καθέδρας, τῆς χορείας τε τῶν Ἀθλοφόρων, Χριστοῦ Πατριαρχῶν σκηνῆς, καὶ τῶν Δικαίων τρυφῆς, τῆς χορείας τε τῶν Προφητῶν, ἠξιώθης Βασίλειε· τῆς Θεοτόκου μύστης γάρ, καὶ τῆς Τριάδος λάτρις γέγονας.


Καὶ νῦν...
Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.

Ὁ τὰ ὑπερῷα ἐν ὕδασι, στεγάζων μόνος Κύριος, ἀναχαιτίζων θάλασσαν, ἀβύσσους τε ὁ ξηραίνων, ἐκ σοῦ Ἁγνὴ τὴν σάρκα προσλαβόμενος, ἐκ Βηθλεὲμ ἐπείγεται, πρὸς Ἰορδάνην βαπτισθῆναι σαρκί.



Καταβασία
Μεγάλυνον ψυχή μου, τὴν Τιμιωτέραν, τῶν ἄνω στρατευμάτων.
Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν· ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν Σε Θεοτόκε· ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου· καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν· Σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, Σὲ μεγαλύνομεν.
  Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.
Ὢ τῶν ὑπὲρ νοῦν, τοῦ τόκου Σου θαυμάτων,
Νύμφη πάναγνε, Μῆτερ εὐλογημένη!
Δι’ ἧς τυχόντες, παντελοῦς σωτηρίας,
Ἐπάξιον κροτοῦμεν, ὡς εὐεργέτῃ,
Δῶρον φέροντες, ὕμνον εὐχαριστίας

Άγιος Κύριος ο Θεός ημών,
Άγιος Κύριος ο Θεός ημών.
Υψούτε Κύριον τόν Θεόν ημών, καί προσκυνείτε τώ υποποδίω τών ποδών  αυτού.
Ότι Άγιός εστιν

 ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Ζ'
Ὅτι ἦραν τὸν Κύριον, τῆς Μαρίας εἰπούσης, ἐπὶ τὸν τάφον ἔδραμον, Σίμων Πέτρος, καὶ ἄλλος, Μύστης Χριστοῦ, ὃν ἠγάπα, ἔτρεχον δὲ οἱ δύο, καὶ εὗρον τὰ ὀθόνια, ἔνδον κείμενα μόνα, καὶ κεφαλῆς, ἦν δὲ τὸ σουδάριον χωρὶς τούτων· διὸ πάλιν ἡσύχασαν, τὸν Χριστὸν ἕως εἶδον.
Ἐν Πνεύματι τῷ Ἱερῷ
Φιλοσοφίας ἔρωτι, περιέτεμες Πάτερ, τὸ τῆς ψυχῆς σου κάλυμμα, καὶ τῷ κόσμῳ ἐδείχθης, ὡς ἥλιος τοῖς θαύμασι, καὶ πιστῶν κατηύγασας, τὰς διανοίας θέοφρον, τῆς Τριάδος ὁ λάτρις, ὦ Βασίλειε σοφέ, καὶ μύστης τῆς Θεοτόκου.
Τῆς Ἑορτῆς, ὅμοιον
Τὴν σάρκα περιτέμνεται, ὁ τὸν Νόμον πληρώσας, ὡς βρέφος ὀκταήμερον, τῶν αἰώνων ὁ Κτίστης, καὶ σπάργανα εἱλίσσεται, ὡς βροτὸς καὶ γάλακτι ἐκτρέφεται ὁ τὰ πάντα, τῇ ἀπείρῳ ἰσχύϊ, ὡς Θεὸς διακρατῶν, καὶ τῇ ῥοπῇ διεξάγων.

ΨΑΛΜΟΣ ΡΜΗ' (148)

--Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὺτὸν ἐν τοῖς ὑψἰστοις· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
--Αἰνεῖτε αὐτὸν πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Αἶνοι Ἦχος δ '

 Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
-- Ὁ σταυρὸν ὑπομείνας καὶ θάνατον, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, παντοδύναμε Κύριε, δοξάζομέν σου τὴν Ἀνάστασιν.


ΨΑΛΜΟΣ ΡΝ' (l50)

 Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

-- Ἐν τῷ σταυρῷ σου Χριστέ, τῆς ἀρχαίας κατάρας ἠλευθέρωσας ἡμᾶς, καὶ ἐν τῷ θανάτῳ σου, τὸν τὴν φύσιν ἡμῶν τυραννήσαντα, διάβολον κατήργησας, ἐν δὲ τῇ Ἐγέρσει σου, χαρᾶς τὰ πάντα ἐπλήρωσας· διὸ βοῶμέν σοι, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.

 Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

-- Τῷ σῷ Σταυρῷ Χριστὲ Σωτήρ, ὁδήγησον ἡμᾶς ἐπὶ τὴν ἀλήθειάν σου, καὶ ῥῦσαι ἡμᾶς, τῶν παγίδων τοῦ ἐχθροῦ, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἀνάστησον ἡμᾶς πεσόντας τῇ ἁμαρτίᾳ, ἐκτείνας τὴν χεῖρά σου, φιλάνθρωπε Κύριε, τῇ πρεσβείᾳ τῶν Ἁγίων σου.

 Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Τῶν Πατρικῶν σου κόλπων, μὴ χωρισθεὶς μονογενὲς Λόγε τοῦ Θεοῦ, ἦλθες ἐπὶ γῆς διὰ φιλανθρωπίαν, ἄνθρωπος γενόμενος ἀτρέπτως, καὶ Σταυρὸν καὶ θάνατον ὑπέμεινας σαρκί, ὁ ἀπαθὴς τῇ Θεότητι, ἀναστὰς δὲ ἐκ νεκρῶν ἀθανασίαν παρέσχες τῷ γένει τῶν ἀνθρώπων, ὡς μόνος παντοδύναμος.

 Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
 Ἦχος πλ. α'
Χαίροις ἀσκητικῶν
Φέρει Περιτομὴν ἐν σαρκί, ὁ ἐκ Πατρὸς ἄνευ τομῆς τε καὶ ῥεύσεως, ἀφράστως τεχθεὶς ὡς Λόγος, καὶ ὡς Θεὸς ἐκ Θεοῦ, ἐν ἀτρέπτῳ μένων τῇ Θεότητι· διὸ κατὰ Νόμον, ὁ ὑπὲρ Νόμον γενόμενος, κατάρας Νόμου, ἐκλυτροῦται τοὺς ἅπαντας, καὶ τὴν ἄνωθεν, εὐλογίαν δεδώρηται. Ὅθεν τὴν ὑπεράγαθον, αὐτοῦ συγκατάβασιν, ἀνευφημοῦντες ὑμνοῦμεν, καὶ εὐχαρίστως δοξάζομεν, αὐτὸν δυσωποῦντες, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
 Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Θέσει υἱὸς Θεοῦ γεγονώς, ἀναγεννήσει τῇ του θείου Βαπτίσματος, τὸν φύσει καὶ ἀληθείᾳ, καὶ πρὸ αἰώνων Υἱόν, τοῦ Θεοῦ καὶ Λόγον ὁμοούσιον, Πατρὶ καὶ συνάναρχον, ὡμολόγησας Ὅσιε, αἱρετικῶν δέ, τὰ ἀπύλωτα στόματα, τῇ λαμπρότητι, τῶν σῶν λόγων ἐνέφραξας. Ὅθεν καὶ τὰ Βασίλεια, τὰ ἄνω κατῴκησας, συμβασιλεύων τῷ μόνῳ, καὶ φυσικῶς βασιλεύοντι, Χριστῷ τῷ πλουσίως, διανέμοντι τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

α) «Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν»
 Ἔνδον ἐπουρανίου Ναοῦ, ὡς Ἱεράρχης Ἱερὸς προσεχώρησας, τὴν πρᾶξιν καὶ θεωρίαν, τάς τῆς σοφίας ἀρχάς, ὡς στολὴν ἁγίαν περικείμενος, καὶ νῦν εἰς τὸ ἄνω, θυσιαστήριον Ὅσιε, ἱερατεύων, καὶ Θεῷ παριστάμενος, καὶ τὴν ἄϋλον, λειτουργίαν τελούμενος· μέμνησο συμπαθέστατε, παμμάκαρ Βασίλειε, τῶν ἐκτελούντων τὴν μνήμην, τὴν Ἱερὰν σου καὶ πάντιμον, Χριστὸν ἱκετεύων, τὸν παρέχοντα τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

β) «Στόμα δικαίου μελετήσει σο­φί­αν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν»

Ὅλος ἱερωμένος Θεῶ, καὶ ὁλοτρόπως ἐκ παιδὸς ἀνακείμενος, σοφίας τῆς ὑπερσόφου, καταυγασθεὶς ταῖς αὐγαῖς, τὴν τῶν ὄντων γνῶσιν διετράνωσας, λαμπρῶς ἐξηγούμενος, καὶ σοφῶς διηγούμενος, τὴν ἐν τοῖς οὖσιν, εὐταξίαν ποιούμενος, ἐπιγνώσεως, θειοτέρας ὑπόθεσιν. Ὅθεν σε θεορρήμονα, καὶ θεῖον Διδάσκαλον, καὶ φωτοφόρον Φωστῆρα, τῆς Ἐκκλησίας κηρύττομεν, Χριστὸν ἀνυμνοῦντες, τὸν παρέχοντα τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

Δόξα... Ἦχος πλ. β'
Ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου, Ὅσιε Πάτερ, καὶ γέγονας ποιμήν, τῆς του Χριστοῦ Ἐκκλησίας, διδάσκων τὰ λογικὰ πρόβατα, πιστεύειν εἰς Τριάδα ὁμοούσιον, ἐν μιᾷ Θεότητι.
Καὶ νῦν... τῆς Ἑορτῆς
Ἦχος πλ. δ'
Συγκαταβαίνων ὁ Σωτήρ, τῷ γένει τῶν ἀνθρώπων, κατεδέξατο σπαργάνων περιβολήν· οὐκ ἐβδελύξατο σαρκὸς τὴν περιτομήν, ὁ ὀκταήμερος κατὰ τὴν Μητέρα, ὁ ἄναρχος κατὰ τὸν Πατέρα. Αὐτῷ πιστοὶ βοήσωμεν· Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς.

ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

Δόξα σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ, καί επί γής ειρήνη, εν ανθρώποις ευδοκία.
Υμνούμέν σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν μεγάλην σου δόξαν.
Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, καί Άγιον Πνεύμα,
Κύριε ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο αίρων τήν αμαρτίαν τού κόσμου, ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.
Πρόσδεξαι τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον ημάς.
Ότι σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.
Καθ' εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου εις τόν αιώνα, καί εις τόν αιώνα τού αιώνος.
Καταξίωσον, Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους φυλαχθήναι ημάς.
Ευλογητός εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον τό όνομά σου εις τούς αιώνας. Αμήν.
Γένοιτο, Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σέ.
Ευλογητός εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').
Κύριε, καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι ήμαρτόν σοι.
Κύριε, πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου.
Ότι παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.
Παράτεινον τό έλεός σου τοίς γινώσκουσί σε.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ γ').
Δόξα... Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.

 Σήμερον σωτηρία τώ κόσμω γέγονεν. Άσωμεν τώ αναστάντι εκ τάφου καί αρχηγώ τής ζωής ημών, καθελών γάρ τώ θανάτω τόν θάνατον, τό νίκος έδωκεν ημίν, καί τό μέγα έλεος.


Είς την λειτουργίαν

ΑΝ Τ Ι Φ Ω Ν Α

Ἀντίφωνον Α'
Στιχ. α'. Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Στιχ. β'. Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Στιχ. γ'. Διηγήσασθε πάντα τὰ θαυμάσια αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Στιχ. δ'. Εἴπατε τῷ Θεῷ, Ὡς φοβερὰ τὰ ἔργα σου.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Δόξα... Καὶ νῦν...
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Ἀντίφωνον Β'
Στιχ. α'. Εὐφραινέσθωσαν οἱ οὐρανοί, καὶ ἀγαλλιάσθω ἡ γῆ.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ σαρκὶ περιτμηθείς, ψάλλοντάς σοι. Ἀλληλούϊα.
Στιχ. β'. ᾌσατε τῷ Κυρίῳ ψάλατε τῷ ὀνόματι αὐτοῦ.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ σαρκὶ περιτμηθείς...
Στιχ. γ'. Ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ σαρκὶ περιτμηθείς...
Στιχ. δ'. Ὁ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ, καὶ ἐν τῇ γῇ, πάντα ὅσα ἠθέλησεν ἐποίησεν.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ σαρκὶ περιτμηθείς...

Δόξα... Καί νύν...

Ο Μονογενής Υιός και Λόγος του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν σωτηρίαν σαρκοθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας, σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της Αγίας Τριάδος, συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.

Ἀπολυτίκιον Ἦχος δ'
Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον· Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Εισοδικόν

Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ. Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι Αλληλούϊα

Ἀπολυτίκιον Ἦχος δ'
Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον· Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Ἕτερον τῆς Ἑορτῆς, ὁ αὐτὸς
Μορφὴν ἀναλλοιώτως ἀνθρωπίνην προσέλαβες, Θεὸς ὢν κατ' οὐσίαν, πολυεύσπλαγχνε Κύριε· καὶ Νόμον ἐκπληρῶν, περιτομήν, θελήσει καταδέχῃ σαρκικήν, ὅπως παύσῃς τὰ σκιώδη, καὶ περιέλῃς τὸ κάλυμμα τῶν παθῶν ἡμῶν. Δόξα τῇ ἀγαθότητι τῇ σῇ, δόξᾳ τῇ εὐσπλαγχνίᾳ σου, δόξα τῇ ἀνεκφράστῳ Λόγε συγκαταβάσει σου.
Ἀπολυτίκιον τοῦ Ἁγίου Ἦχος α'
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν φθόγγος σου, ὡς δεξαμένην τὸν λόγον σου, δι' οὗ θεοπρεπῶς ἐδογμάτισας, τὴν φύσιν τῶν ὄντων ἐτράνωσας, τὰ τῶν ἀνθρώπων ἤθη κατεκόσμησας, Βασίλειον Ἱεράτευμα, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
καὶ τοῦ ναοῦ
Κοντάκιον.
Ἡ Παρθένος σήμερον
Ὁ τῶν ὅλων Κύριος, περιτομὴν ὑπομένει, καὶ βροτῶν τὰ πταίσματα, ὡς ἀγαθὸς περιτέμνει δίδωσι τὴν σωτηρίαν σήμερον κόσμῳ χαίρει δὲ ἐν τοῖς ὑψίστοις καὶ ὁ του Κτίστου, Ἱεράρχης καὶ φωσφόρος, ὁ θεῖος μύστης Χριστοῦ Βασίλειος.

Τό Τρισάγιον...


ΑΠΟΣΤΟΛΟΣ

Προκείμενον Ήχος α’ . ( Ψαλμός μη’ ).

Το στόμα μου λαλήσει σοφίαν και η μελέτη της καρδίας μου σύνεσιν.

Στιχ. Ακούσατε ταύτα πάντα τα έθνη

Προς Κολοσσαείς Επιστολής Παύλου το Ανάγνωσμα.

Αδελφοί, βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν· 9 ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, 10 καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι, ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας, 11 ἐν ᾧ καὶ περιτμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν τῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, 12 συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι, ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ Θεοῦ τοῦ ἐγείραντος αὐτὸν ἐκ τῶν νεκρῶν.

Ευαγγέλιον

«῾Υπέστρεψαν οἱ ποιμένες» (Λουκ. β΄ 20-21, 40-52).

Είς το Εξαιρέτως... «᾿Επὶ σοὶ χαίρει».

Κοινωνικὸν
«Αἰνεῖτε».

Αντί του «Εἴδομεν τὸ φῶς».

Μορφὴν ἀναλλοιώτως ἀνθρωπίνην προσέλαβες, Θεὸς ὢν κατ' οὐσίαν, πολυεύσπλαγχνε Κύριε· καὶ Νόμον ἐκπληρῶν, περιτομήν, θελήσει καταδέχῃ σαρκικήν, ὅπως παύσῃς τὰ σκιώδη, καὶ περιέλῃς τὸ κάλυμμα τῶν παθῶν ἡμῶν. Δόξα τῇ ἀγαθότητι τῇ σῇ, δόξᾳ τῇ εὐσπλαγχνίᾳ σου, δόξα τῇ ἀνεκφράστῳ Λόγε συγκαταβάσει σου.
Δοξολογία ἐπὶ τῇ ἐνάρξει τοῦ νέου ἔτους
Μετὰ τὸ «Εὐλογητὸς ὁ Θεός», ἀπολυτίκια:
τὸ ἀναστάσιμον «Τὸ φαιδρὸν τῆς ἀναστάσεως»,
τῆς ἑορτῆς «Μορφὴν ἀναλλοιώτως»,
καὶ τοῦ ἁγίου «Εἰς πᾶσαν τὴν γῆν»,
κοντάκιον τῆς ἰνδίκτου, ἦχος δ΄, πρὸς τὸ «῾Ο ὑψωθείς»,
῾Ο τῶν αἰώνων ποιητὴς καὶ δεσπότης, Θεὲ τῶν ὅλων ὑπερ­ού­σιε ὄντως,  τὴν ἐνιαύσιον εὐλόγησον περίοδον ׀ σῴ­ζων τῷ ἐλέει σου τῷ ἀπείρῳ, οἰκτίρμον, ׀ πάντας τοὺς λα­τρεύ­οντας σοὶ τῷ μόνῳ δε­σπότῃ ׀ καὶ ἐκβοῶντας φόβῳ· Λυτρωτά, ׀ εὔ­φο­ρον πᾶσι τὸ ἔτος χο­ρήγησον.
Εὐθὺς ἡ δοξολογία (ἐπιλογὴ στίχων), μεθ᾿ ἣν αἱ ἑξῆς αἰ­τή­σεις τῆς ἐκτε­νοῦς, τῶν χορῶν ψαλλόντων ἐκ περιτροπῆς ἀνὰ ἓν τριπλοῦν «Κύριε, ἐλέησον», ἐξαιρέσει τῆς ἕκτης αἰτήσεως «ὑπὲρ τοῦ διαφυλαχθῆναι», μεθ᾿ ἣν ψάλλουν αὐτὸ ἀνὰ δέ­κα ἀμοιβαδὸν τετράκις, πραείᾳ τῇ φωνῇ.
«᾿Ελέησον ἡμᾶς, ὁ Θεός...»
«῎Ετι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν...»
«῎Ετι δεόμεθα ὑπὲρ τοῦ ἀρχιεπισκόπου ἡμῶν...»
«῎Ετι δεόμεθα ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους, πάσης ἀρ­χῆς καὶ ἐξουσίας ἐν αὐτῷ καὶ ἐν τῷ κράτει ἡμῶν, τοῦ κατὰ ξηράν, θά­λασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ καὶ ὑπὲρ τοῦ Κύριον τὸν Θεὸν ἡμῶν ἐπὶ πλέον συνεργῆσαι καὶ κατευοδῶσαι αὐτοὺς ἐν πᾶσιν».
«῎Ετι δεόμεθα ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρ­πῶν τῆς γῆς, καὶ καιρῶν εἰρηνικῶν καὶ ὑπὲρ τοῦ εὐλο­γη­θῆ­ναι τὸν νέον ἐνιαυτὸν τῆς χρηστότητος τοῦ Κυρίου».
«῎Ετι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν ἐκκλη­σί­αν...»
«῎Ετι δεόμεθα ὑπὲρ τοῦ εἰσακοῦσαι...»
«Τοῦ Κυρίου δεηθῶμεν» καὶ ὁ ἱερεὺς τὴν εὐχήν:
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ καιροὺς καὶ χρόνους ἐν τῇ ἰδίᾳ ἐ­ξουσίᾳ θέμενος, ὁ ἄναρχος καὶ ἀτελεύτητος καὶ ἐπέκεινα παν­τὸς χρόνου νοούμενός τε καὶ ὑπάρχων, ὁ πάσης ἐκτὸς με­ταβολῆς τε τῶν ὄν­των καὶ ἀλλοιώσεως, ὁ τὸν πάντα χρό­νον τόν τε γεγονότα τόν τε ὄντα καὶ τὸν ἐσόμενον πληρῶν, ὁ ἐν τῇ ἀφάτῳ σου μακροθυμίᾳ καταξιώσας ἡμᾶς εἰς νέον ἐνι­αυ­τὸν τοῦ πλούτου τῆς χρηστότητός σου εἰσελθεῖν, αὐτός, παν­ά­γαθε Δέσποτα, τὴν εἴσοδον ταύτην τῇ θείᾳ σου χάριτι εὐ­λόγησον· ὄμβρους εἰρηνικοὺς πρὸς καρποφορίαν τῇ γῇ δώ­ρη­σαι· τοὺς ἀέρας ὑγιεινοὺς καὶ εὐκράτους ἀνθρώποις τε καὶ κτήνεσι κατασκεύασον· δὸς ἡμῖν ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ βε­βαίᾳ τὸν κύκλον αὐτοῦ διελθεῖν, τῷ στεφάνῳ τῆς δόξης τῶν ἀρετῶν κοσμουμένους, τῷ φωτὶ τῶν ἐντολῶν σου εὐ­σχη­μό­νως ὡς ἐν ἡμέρᾳ καλῶς ὁδεύοντας· τὸ εὐσεβὲς ἡμῶν ἔθνος τῇ δυνάμει σου κραταίωσον· τὴν νεότητα παιδα­γώ­γη­σον· τὸ γῆρας περικράτη­σον· τοὺς ὀλιγοψύχους παρα­μύ­θη­σον· τοὺς ἐσκορπισμένους ἐπι­συνάγαγε· τοὺς πεπλα­νημένους ἐπανά­γα­γε καὶ σύναψον τῇ ἁγίᾳ σου ᾿Εκκλησίᾳ, ἣν τῇ θείᾳ σου χά­ρι­τι καλῶς διαφύλαξον· λάλησον ἀγαθὰ ἐν ταῖς καρ­δίαις τῶν ἀρ­χόντων ἡμῶν, ἐνίσχυσον καὶ ἐνδυ­νάμωσον αὐ­τούς τε καὶ τὸν φιλόχριστον ἡμῶν στρατόν· ἐλθέτω ἐφ᾿ ἡμᾶς, Κύριε, ἡ βα­σιλεία σου, βασιλεία ἀγάπης, χρηστότητος, δι­και­οσύνης καὶ εἰ­ρήνης, καὶ ἀξίωσον ἡμᾶς ἐν ἑνὶ στόματι καὶ μιᾷ καρ­δί­ᾳ ὑμνεῖν σε καὶ δοξάζειν σε τὸν ἐν Τριάδι ἄναρχον καὶ αἰ­ώ­νι­ον Θεὸν εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
῾Ο χορὸς «᾿Αμήν», ὁ ἱερεὺς τὴν ἀπόλυσιν, ὡς εἰς τὸν ἑσπε­ρινόν, καὶ τὸ «Δι᾿ εὐχῶν».



  Βιβλιογραφία:

1.     analogion.gr/glt/
2.     ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΙΣ
ΤΩΝ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ
ΕΤΟΥΣ 2011
ΑΠΟΣΤΟΛΟΥ Ε. ΠΑΠΑΧΡΗΣΤΟΥ

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου