
Ἀπολυτίκιον (Κατέβασμα)
Ἦχος δ’. Ὃ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.
Ὡς ὑποφήτης τῶν ἐνθέων δογμάτων, Μαρτυρικὸν συνασπισμὸν ἐπαλείφεις, λόγοις ὁμοὺ καὶ πράξεσι πρὸς ἄθλους ἱερούς, μεθ' ὧν καὶ συνήθλησας, Συμεὼν Ἱεράρχα, καὶ Χριστῷ ἀνέδραμες, σὺν αὐτοὶς ἀνακράζων. Ἰδοὺ ἠμεῖς ὡς πρόβατα σφαγῆς, τὴ σῆ ἀγάπη, Σωτὴρ ἐλογίσθημεν.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος πλ. α’.
Τῶν ἁγίων Μαρτύρων τά κατορθώματα, οὐρανῶν αἱ δυνάμεις ὑπερεθαύμασαν, ὅτι ἐν σώματι θνητῷ τόν ἀσώματον ἐχθρόν, τῇ δυνάμει τοῦ Σταυροῦ ἀγωνισάμενοι καλῶς, ἐνίκησαν ἀοράτως, καὶ νῦν πρεσβεύουσι τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Κοντάκιον
Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ἐκ Περσίδος ἔλαμψας ὡς ἑωσφόρος, Συμεών μακάριε, δῆμον Ἁγίων Ἀθλητῶν, ἔχων ἡμῖν συνανίσχοντας, ὥσπερ ἀστέρας· μεθ᾽ὧν εὐφημοῦμέν σε.
πηγή
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου