Πέμπτη 2 Απριλίου 2020

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ TON ΦΙΛΑΝΘΡΩΠΟΤΑΤΟΝ ΥΙΟΝ TOY ΘΕΟΥ TOY ΖΩΝΤΟΣ ΜΟΝΟΥ NIKHTOY TOY ΙΟΥ ΤΗΣ ΚΟΡΩΝΗΣ Δρ Χαραλάμπους Μπούσια





ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ
ΕΙΣ TON ΦΙΛΑΝΘΡΩΠΟΤΑΤΟΝ
ΥΙΟΝ TOY ΘΕΟΥ TOY ΖΩΝΤΟΣ
ΜΟΝΟΥ NIKHTOY
TOY ΙΟΥ ΤΗΣ ΚΟΡΩΝΗΣ


 Ποίημα Δρ Χαραλάμπους Μπούσια



Ἀθήνα 20 Μαρτίου 2020




Ὁ Ἱερεύς:
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁ ἀναγνώστης:
Ψαλμὸς ρμβ’ (142).
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.  ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.  διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.  ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον.  δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ.  ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.


Καὶ εὐθὺς τό, Θεὸς Κύριος...
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
 Στίχ, α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ τροπάρια.
Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.
Υἱὲ Θεοῦ, φιλανθρωπότατε Σῶτερ, ὁ ἰατρὸς ἡμῶν ψυχῶν καὶ σωμάτων, γλυκύτατε Θεάνθρωπε, Χριστὲ Ἰησοῦ, ὡς σεπτὸν ἀντιδοτόν του ἰοῦ τῆς κορώνης πίστει Σὲ δοξάζομεν καὶ θερμῶς Σοὶ βοῶμεν· ὁ τοὺς πιστοὺς ἀεὶ εὐεργετῶν, λοιμώδους νόσου ἡμᾶς τάχος λύτρωσαι.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυνα­στείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων, τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σώζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ ἀναγνώστης:
Ψαλμὸς ν’ (50).
Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου  ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με  ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντὸς  σοὶ μόνω ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου· ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον  καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου  μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιόν μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου  Κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου  ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις  θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει  ἀγάθυνον Κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ  τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα, τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους
Ὁ κανών, οὗ ἡ ἀκροστοιχίς «Υἱὲ Θεοῦ, ἰοῦ κορώνης ἡμᾶς ἐκλύτρωσαι. Χ.».

ᾨδὴ α’. Ἦχος πλ. δ’. Ὑγρὰν διοδεύσας.
Υἱὲ τοῦ Ὑψίστου ἡμῶν Θεοῦ, ἰώμενος πάντας καὶ θεόθεν εὐεργετῶν μὴ παύση τους Σὲ δοξολογοῦντας ὡς εὐσυμπάθητος καὶ πανευΐλατος.
Ἰοῦ τῆς κορώνης ὁ ὀλετὴρ ὁ μόνος, Σοὺς δούλους ἐκ τῆς μάστιγος τῆς αὐτοῦ ἁπάλλαξον τάχος, Ζωοδότα, Υἱὲ Ὑψίστου, φιλάνθρωπε Κύριε.
Δόξα…
Ἐλέους ἡ κρήνη καὶ οἰκτιρμῶν,Υἱὲ τοῦ Ὑψίστου, νοσημάτων ἐκ λοιμικῶν ἁπάλλαξον τάχος Σοὺς οἰκέτας, δοξάζοντας Σὲ πανδήμως, Θεάνθρωπε.
Καὶ νῦν… Θεοτοκίον.
Θεράπευσον νόσους τὰς λοιμικάς ἡμῶν, Ἐλεοῦσα, δεομένων σου ἐκτενῶς, Κυκκώτισσα Κεχαριτωμένη, τὴ οὐρανόθεν δοθείση σοὶ χάριτι.

ᾨδὴ γ’. Οὐρανίας ἁψῖδος.
Εὐλαβῶς Σοὶ βοῶμεν· Υἱὲ Θεοῦ εὔσπλαχνε, ἰατρὲ ψυχῶν καὶ σωμάτων μόνε τῶν δούλων Σου, τῆς πανδημίας ἡμᾶς ἐκ τοῦ ἰοῦ τῆς κορώνης ἀσθενείας λύτρωσαι Σὲ τοὺς δοξάζοντας.
Οὐρανόθεν ἐλέους, Υἱὲ Θεοῦ ἄχραντε, πέμψον ὑετὸν τοῖς ἐν πίστει δοξολογούσι Σὲ καὶ ἐξ ἰοῦ ζοφεροῦ ἀπαλλαγῆς τῆς κορώνης ὄμβρον, πολυεύσπλαγχνε Σῶτερ καὶ Κύριε.
Δόξα…
Ὑπερύμνητε Λόγε Θεοῦ, Χριστέ, θέρμανον Σῆς φιλανθρωπίας ἀκτίσι δούλων Σου, Κύριε, καρδίας, τοῦ ἀγαπᾶν τοὺς ἐνδεεῖς καὶ διώκειν τὸν ἰὸν ψυχρότητος, φεῦ, τὸν ψυχόλεθρον.
Καὶ νῦν… Θεοτοκίον.
Ἱκετῶν σου ἀκέστορ, Χριστιανῶν σέμνωμα, Μῆτερ τοῦ Θεοῦ, Ἐλεοῦσα, πάντας ἀπάλλαξαν ἐπιδημίας δεινῆς ἐκ τοῦ ἰοῦ τῆς κορώνης, θαυμαστὴ ὀλέτειρα νόσων καὶ θλίψεων.
Ἁπάλλαξον, Υἱὲ Ὑψίστου, ἐκ μάστιγος Σοὺς οἰκέτας ἐνσκηψάσης, ἡμᾶς ἰοῦ κορώνης, φιλάνθρωπε, ὁ πάντων ἰώμενος ἀσθενείας.
Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Κάθισμα. Ἦχος β’. Πρεσβεία θερμή.
Υἱὲ τοῦ Θεοῦ, Θεὲ φιλανθρωπότατε, ὁ πάσαν δραξὶ κατέχων τὴν ὑφήλιον, ἐξ ἰοῦ ἀπάλλαξαν τῆς κορώνης, οἶμοι, τῆς μάστιγος τοὺς ἐκζητούντας φάρμακον λαβεῖν ἐκ Σοῦ, Ἰησοῦ, τὸ ζωοπάροχον.

ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.
Οὐρανόθεν ἀσθένειαν ἴδε οἰκετῶν Σου, Υἱὲ καὶ Κύριε, καὶ τὴν ἔμπονον κατάπαυσον Σὴν παιδαγωγίαν ὡς φιλεύσπλαγχνος.
Ὑμνητάς Σου ἑξάρπασον ἐξ ἰοῦ κορώνης πανδήμου μάστιγος, Ἰησοῦ, Υἱὲ φιλάνθρωπε, τοῦ εὐσυμπαθήτου Παντοκράτορος.
Δόξα…
Καταπράυνον δούλων Σου ἄλγη ἐκ κορώνης ἰοῦ, Θεάνθρωπε, μόνε πάντων ὁ δυνάμενος θεραπεύειν ἄλγη τὰ δυσίατα.
Καὶ νῦν… Θεοτοκίον.
Ὅρμον πρὸς τὸν ἀχείμαστον ὑγείας ἴθυνον καὶ δυνάμεως, Ἐλεοῦσα, τοὺς ἑκάστοτε σὲ ὑμνοῦντας, ἄχραντε Κυκκώτισσα.

ᾨδὴ ε’. Φώτισον ἡμᾶς.
Ρύσαι τοῦ ἰοῦ τῆς κορώνης τοὺς δοξάζοντας Σέ, Υἱὲ Θεοῦ, καὶ πίστει ἀκλινεῖ ποτηρίου τῆς ζωῆς μεταλαμβάνοντας.
Ὡς θεραπευτὴν Σέ, Υἱὲ Θεοῦ, δοξάζομεν νοσημάτων λοιμικῶν καὶ τοῦ ἰοῦ τῆς κορώνης ταχινόν, μόνε φιλάνθρωπε.
Δόξα…
Νῦν, Υἱὲ Θεοῦ, δυσωποῦμεν Σέ· παράβλεψον τὴν ἡμῶν ἀποστασίαν ἀπό Σοῦ καὶ ἰοῦ ἡμᾶς κορώνης ἀπολύτρωσαι.
Καὶ νῦν… Θεοτοκίον.
Ἧμαρ ὑγιές, Ἐλεοῦσα, ἑξανάτειλον τοῖς καθεύδουσι κορώνης ἐν ἰοῦ τὴ νυκτί, Θεογεννήτρια Κυκκώτισσα.

ᾨδὴ στ’. Τὴν δέησιν ἐκχεῶ.
Συνέτισον ἀσυνέτους δούλους Σου, καὶ μὴ σπεύσης, Σῶτερ, παιδαγωγῆσαι ἡμᾶς, Χριστέ, δι’ ἰοῦ πανδημίας κορώνης θανατηφόρου, εὐίλατε Υἱὲ Παντάνακτος Θεοῦ, λοιμικῶν ἰατρὲ νόσων τάχιστε.
Ἡ χάρις Σου πανσθενὴς καὶ ἄμεσος πέλει, Σῶτερ, εὐσυμπάθητε Λόγε Θεοῦ Ὑψίστου, ἁπάντων νοσούντων ὁ ἰατρὸς ὁ ταχύς, πολυέλεε, καὶ τῆς κορώνης τοῦ ἰοῦ ὁ ὀλετής, ὑπέρθεε Κύριε.
Δόξα…
Μανίας μέ, τὸν δοξολογοῦντα Σέ, ἀπολύτρωσαι ἰοῦ τῆς κορώνης, Υἱὲ Θεοῦ πανοικτίρμον, καὶ πάντας εἰς Σὲ πιστεύοντας, Σῶτερ πανάγαθε, ἀλλ’ ἀγαθότητα τὴν Σὴν παροργίζοντας λόγοις καὶ πράξεσι.
Καὶ νῦν… Θεοτοκίον.
Ἀπέλασον ἀφ’ ἡμῶν, Κυκκώτισσα Ἐλεοῦσα, Θεοτόκε Παρθένε, ἐπιδημίαν ἐκ τοῦ τῆς κορώνης ἰοῦ καὶ πάσαν ἀσθένειαν, Δέσποινα, ἀνίατον καὶ λοιμικήν, κατατρύχουσαν, φεῦ, τοὺς οἰκέτας σου.
Ἁπάλλαξον, Υἱὲ Ὑψίστου, ἐκ μάστιγος Σοὺς οἰκέτας ἐνσκηψάσης ἡμὶν ἰοῦ κορώνης, φιλάνθρωπε, ὁ πάντων ἰώμενος ἀσθενείας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Κοντάκιον. Ἦχος β’. Τοῖς τῶν αἱμάτων σου.
Μὴ ἀφ’ ἡμῶν ἀποστρέφης Σὸν πρόσωπον, Υἱὲ καὶ Λόγε Θεοῦ, δι’ ἀσέβειαν καὶ ἐξ ἰοῦ τῆς κορώνης τῆς μάστιγος ἡμᾶς ἁπάλλαξον ὡς εὐσυμπάθητος πατήρ, ὁ θέλων σωθῆναι τὰ τέκνα Σου.

Εἶτα οἱ ἀναβαθμοί, τὸ α’ ἀντίφωνον τοῦ δ’ ἤχου.
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.(δίς)
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (δίς)
Δόξα...
Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον. Ἦχος δ’.
Πᾶσαι αἱ ὁδοὶ Κυρίου ἔλεος καὶ ἀλήθεια.
Στίχος: Ὁδήγησον μέ, Κύριε, ἐπὶ τὴν ἀλήθειάν Σου.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου εὐαγγελίου τὸ ἀνάγνωσμα (14: 1–11).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία· πιστεύετε εἰς τὸν Θεόν, καὶ εἰς ἐμὲ πιστεύετε. Ἐν τῇ οἰκίᾳ τοῦ πατρός μου μοναὶ πολλαί εἰσιν· εἰ δὲ μή, εἶπον ἂν ὑμῖν· πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν· καὶ ἐὰν πορευθῶ καὶ ἑτοιμάσω ὑμῖν τόπον, πάλιν ἔρχομαι καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτόν, ἵνα ὅπου εἰμὶ ἐγώ, καὶ ὑμεῖς ἦτε. Καὶ ὅπου ἐγώ ὑπάγω οἴδατε, καὶ τὴν ὁδὸν οἴδατε. Λέγει αὐτῷ Θωμᾶς· Κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις· καὶ πῶς δυνάμεθα τὴν ὁδὸν εἰδέναι; Λέγει αὐτῷ ὁ Ἰησοῦς· ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα εἰ μὴ δι' ἐμοῦ. Εἰ ἐγνώκειτέ με, καὶ τὸν πατέρα μου ἐγνώκειτε ἄν. Καὶ ἀπ' ἄρτι γινώσκετε αὐτὸν καὶ ἑωράκατε αὐτόν. Λέγει αὐτῷ Φίλιππος· Κύριε, δεῖξον ἡμῖν τὸν πατέρα καὶ ἀρκεῖ ἡμῖν. Λέγει αὐτῷ ὁ Ἰησοῦς· τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα· καὶ πῶς σὺ λέγεις, δεῖξον ἡμῖν τὸν πατέρα; Οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστι; τὰ ρήματα ἃ ἐγὼ λαλῶ ὑμῖν, ἀπ' ἐμαυτοῦ οὐ λαλῶ· ὁ δὲ πατὴρ ὁ ἐν ἐμοὶ μένων αὐτὸς ποιεῖ τὰ ἔργα. Πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί· εἰ δὲ μή, διὰ τὰ ἔργα αὐτὰ πιστεύετέ μοι.
 Δόξα...
Ἐξ ἰοῦ κορώνης ἁπάλλαξον Σοὺς δούλους, Σὲ δοξολογοῦντας, Υἱὲ Θεοῦ Ὑψίστου.
Καὶ νῦν...
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Προσόμοιον. Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.

Στίχος: Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἰησοῦ γλυκύτατε, Υἱὲ Θεοῦ τοῦ Ὑψίστου, ἰατρὲ ἀνάργυρε πάντων τῶν ἐν ἄσμασι δοξαζόντων Σέ, τοῦ ἰοῦ μάστιγος τῆς κορώνης ρύσαι τοῦ θανατηφόρου ἅπαντας ὡς εὐσυμπάθητος καὶ παντελεήμων, τοὺς σπεύδοντας τὴ παναλκὴ δυνάμει Σου καὶ ἰσχύϊ, Λόγε τοῦ Κτίσαντος, ὁ ἐν γῆ τὸν βίον ἰώμενος τοὺς πάντας διελθῶν, εὐεργετῶν καὶ νοσήματα ἐκδιώκων ἅπαντα.

Ἱερεὺς Σῶσον, ὁ Θεός, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν Ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων, καὶ πανευφήμων Ἀποστόλων, τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας, Νικολάου τοῦ ἐν Μύροις τῆς Λυκίας, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου τῆς Πενταπόλεως, τῶν θαυματουργῶν, τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος, καὶ Θεοδώρου τοῦ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ, τῶν ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου, τῶν ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων Θέκλης, Βαρβάρας, Ἀναστασίας, Κυριακῆς, Φωτεινῆς, Μαρίνης: Παρασκευῆς καὶ Εἰρήνης, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (ἡμέρας), καὶ πάντων σου τῶν Ἁγίων ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς.

Χορὸς Κύριε, ἐλέησον (ιβ')

Ἱερεὺς Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Χορὸς Ἀμήν.

Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾠδὰς τοῦ κανόνος.

ᾨδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Σέ, Υἱὲ τοῦ Ὑψίστου, ὁλοθύμως δοξάζων πιστῶς κραυγάζω Σοί·ἰοῦ ἡμᾶς κορώνης θανατηφόρου ρύσαι, ἀπελαύνειν νοσήματα Θεὸς ὡς μόνος ἰσχύν καὶ δύναμιν κατέχων.
Εὐσυμπάθητε Σῶτερ, δέξαι πάντων δεήσεις, φιλανθρωπότατε, τρανῶς Σὲ δοξαζόντων καὶ ἐκ τῆς πανδημίας τοῦ ἰοῦ ἀπολύτρωσαι κορώνης πάντας δεινῶς τοὺς κατατρυχομένους.
Δόξα…
Καταπράϋνον ἄλγη ἐξ ἰοῦ τῆς κορώνης τῶν δοξαζόντων Σέ, Υἱὲ Θεοῦ Ὑψίστου, καὶ κοινωνούντων πίστει τοῦ ἀχράντου Σου Σώματος καὶ Αἵματός Σου σεπτοῦ ὑγίειαν πρὸς ἄμφω.

Καὶ νῦν… Θεοτοκίον.
Λαμπηδόσιν εὐχῶν σου, Ἐλεοῦσα Παρθένε, σεμνὴ Κυκκώτισσα, ἀπέλασον τὰ σκότη τῶν λοιμωδῶν σῶν δούλων νοσημάτων καὶ δώρησαι ἧμαρ ἡμὶν ὑγιές, Κυρία Θεοτόκε.

ᾨδὴ η’. Τὸν Βασιλέα.
Ὑμνολογῶν Σέ, Υἱὲ Θεοῦ, δυσωπῶ Σέ· ὁ λεπροὺς καθαρίσας, ἐκ νόσων κάθαρον μέ, Σῶτερ, τῶν λοιμικῶν ταχέως.
Τῶν νοσημάτων ὁ ἰατρός, Θεοῦ Λόγε, πανδημίας ἰοῦ τῆς κορώνης ρύσαι ὀρθοδόξως τούς Σὲ δοξολογοῦντας.
Δόξα…
Ρανίδας σμῆξον, Υἱὲ Θεοῦ, τῶν δακρύων συμπαθείας Σου μάκτρω Σῶν δούλων, κατατρυχομένων ἐκ τοῦ ἰοῦ κορώνης.
Καὶ νῦν… Θεοτοκίον.
Ὡς ἰαμάτων σέ, Ἐλεοῦσα Παρθένε, Ζωοδόχον Πηγὴν ἀνυμνοῦντες ἐξ αὐτῆς νῦν ὕδωρ ἰάσεων ἀντλοῦμεν.

ᾨδὴ θ’. Κυρίως Θεοτόκον.
Σοῖς δούλοις οὐρανόθεν ὄμβριζε ἀφθόνως ὄμβρον σωτήριον, Λόγε τοῦ Κτίσαντος, καὶ ὑγιείας καὶ σθένους, φιλανθρωπότατε.
Ἀπέλασον ταχέως τὴν λοιμώδη νόσον, τὴν ἐξ ἰοῦ τῆς κορώνης, Θεάνθρωπε, Υἱὲ καὶ Λόγε Ὑψίστου, τοῦ πανοικτίρμονος.
Δόξα…
Ἰοῦ κορώνης παῦσις, Ἰησοῦ Χριστέ μου, Υἱὲ Θεοῦ, σῶσον πάντας οἰκέτας Σου, τοὺς εὐλαβῶς θείαν κλῆσιν ὁμολογοῦντας Σου.
Καὶ νῦν… Θεοτοκίον.
Ὑπέρλαμπρε Μαρία, ἡ σκέπη ὀρθοδόξων, τοῦ οὐρανοῦ καὶ τῆς γῆς ἡ βασίλισσα, τοὺς Θεοτόκον εἰδότας σε σῶζε πάντοτε.

Τὸ
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

καὶ τὰ ἑπόμενα Μεγαλυνάρια.

Δεῦτε μεταλάβωμεν εὐλαβῶς Σώματος ἀχράντου καὶ τοῦ Αἵματος τοῦ σεπτοῦ του Υἱοῦ Ὑψίστου, τοῦ μόνου ἀντιδότου ἰοῦ τοῦ τῆς κορώνης ὄντως ὑπάρχοντος.

Πανδημίας λύτρωσαι τοῦ ἰοῦ τῆς κορώνης πάντας Σὲ δοξάζοντας ἀκλινῶς ὡς Υἱὸν Ὑψίστου Θεοῦ, Χριστὲ Παντάναξ, ὁ μόνος ἀσθενείας παύειν δυνάμενος.

Μνήσθητι τῶν δούλων Σου, Ἰησοῦ, τῶν δεινῶς πασχόντων ἐκ τῆς μάστιγος τοῦ ἰοῦ τῆς κορώνης, Σῶτερ, Υἱὲ Θεοῦ, οὗ πέλει ἀντιδοτὸν Σὸν Αἷμα καὶ Σῶμα, Κύριε.

Ἔλεος καταπεμψον ἐφ’ ἡμᾶς, τοὺς ἡμαρτηκότας καὶ τὸ κάλλος τῆς Σῆς μορφῆς ἀτενίσαι, Σῶτερ, μὴ δυναμένους, οἶμοι, vυv ἐξ ἰοῦ κορώνης οἱ χειμαζόμενοι.

Σῶτερ ὡραιότατε, Ἰησοῦ, σκέδασον τὸν φόβον τοῦ θανάτου ἐκ τοῦ ἰοῦ τῆς κορώνης ἄρτι ἐνσκήψαντος, ὁ μόνος ἰώμενος λοιμώδη πάντων νοσήματα.

Δυσθυμίαν δούλων Σου, Ἰησοῦ, δίωξον ταχέως ἐκ τῆς μάστιγος τοῦ ἰοῦ τῆς κορώνης, Σῶτερ,
δεινῶς ἐπερχόμενην, Υἱὲ Θεοῦ Ὑψίστου ἄγαν εὐίλατε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἡμᾶς (γ’).
Δόξα Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι· καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς ἐλέησον ἡμᾶς. Κύριε ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα συγχώρησον τάς ἀνομίας ἡμῖν. Ἅγιε ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι· καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ἱερεύς· Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὸ
Ἀπολυτίκιον.
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Εὐεργέτα τοῦ γένους βροτῶν, ἐπάκουσον ἡμῶν δεήσεων τάχος, Υἱὲ καὶ Λόγε Θεοῦ, τῆς κορώνης ἰατὴρ ἰοῦ ταχύτατε, ὁ ἀπελαύνειν λοιμικᾶς ἀσθενείας τοῦ λαοῦ δυνάμενος καὶ διώκειν θανάτου φόβον ἐκ πάντων πανευλαβῶς δοξολογούντων Σέ.

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτη, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἀπόλυσις·
Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.

Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

Προσόμοια. Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Σῶτερ, εὐσυμπάθητε Χριστέ, ἰατρὲ ψυχῶν καὶ σωμάτων, Υἱὲ Ὑψίστου Θεοῦ, ἐξ ἰοῦ, εὐίλατε, κορώνης, Κύριε, πανδημίαν ἀπέλασον δριμείαν ταχέως, τὴν φιλανθρωπίαν Σου ἡμῖν δεικνύμενος, σπεύδουσι τῇ Σῇ εὐσπλαγχνίᾳ καὶ ἐπιστασίᾳ, ἐν δίναις ταῖς βιοτικαῖς, οἰκτίρμον Κύριε.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Ὁ Ἱερεύς:
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν...

Δίστιχον
Υἱὲ Ὑψίστου, ἰοῦ κορώνης ρύσαι πάντας σὺν Νικηφόρω καὶ Χαραλάμπει.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου