† ΚΥΡΙΑΚΗ πρὸ τῶν Φώτων. Θεοπέμπτου, Θεωνᾶ μάρτ. (†305),
Συγκλητικῆς ὁσίας (†350). ῏Ηχος
γ΄. ῾Εωθινὸν Ϛ΄.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ἦχος γ’
Θεός
Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, α'. Εξομολογείσθε τώ Κυρίω, καί
επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός
Κύριος, καί επέφανεν ημίν...
Στίχ, β'. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ
ονόματι Κυρίου ήμυνάμην αυτούς,
Θεός
Κύριος, καί επέφανεν ημίν...
Στίχ, γ'. Παρά Κυρίου εγένετο αύτη, καί εστι
θαυμαστή εν οφθαλμοίς ημών.
Θεός
Κύριος, καί επέφανεν ημίν...
Ἀπολυτίκιον Ἦχος γ'
Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ
κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα..το αυτό
Ἀπολυτίκιον Ἦχος δ'
Ἀπεστρέφετό
ποτέ, ὁ Ἰορδάνης ποταμός, τῇ μηλωτῇ Ἐλισαιέ, ἀναληφθέντος Ἠλιού, καὶ διῃρεῖτο τὰ
ὕδατα ἔνθεν καὶ ἔνθεν, καὶ γέγονεν αὐτῷ, ξηρὰ ὁδὸς ἡ ὑγρά, εἰς τύπον ἀληθῶς τοῦ
Βαπτίσματος, δι' οὗ ἡμεῖς τὴν ῥέουσαν, τοῦ βίου διαπερῶμεν διάβασιν, Χριστὸς ἐφάνη,
ἐν Ἰορδάνῃ, ἁγιάσαι τὰ ὕδατα.
Καθίσματα Ἦχος γ'
Χριστὸς ἐκ νεκρῶν ἐγήγερται, ἡ ἀπαρχὴ τῶν κεκοιμημένων. Ὁ Πρωτότοκος τῆς κτίσεως, καὶ Δημιουργὸς πάντων τῶν γεγονότων, τὴν
καταφθαρεῖσαν φύσιν τοῦ γένους ἡμῶν, ἐν ἑαυτῷ ἀνεκαίνισεν. Οὐκ ἔτι θάνατε κυριεύεις· ὁ γὰρ τῶν ὅλων Δεσπότης, τὸ κράτος σου
κατέλυσε.
Δόξα...
Σαρκὶ τοῦ θανάτου γευσάμενος Κύριε, τὸ πικρὸν τοῦ θανάτου ἐξέτεμες τῇ Ἐγέρσει σου, καὶ τὸν ἄνθρωπον
κατ' αὐτοῦ ἐνισχύσας, τῆς ἀρχαίας κατάρας τὴν ἥτταν ἀνακαλούμενος, ὁ ὑπερασπιστὴς τῆς ζωῆς ἡμῶν, Κύριε δόξα σοι.
Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ
σοῦ προσληφθείσῃ, ὁ
Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ
φθορᾶς ὡς φιλάνθρωπος.
Τὴν
ὡραιότητα
τῆς παρθενίας
σου
Τὸ ἀναλλοίωτον τὸ τῆς Θεότητος, καὶ τὸ ἑκούσιον πάθος σου Κύριε, εἰς ἑαυτὸν καταπλαγείς, ὁ ᾍδης ἐπωδύρετο. Τρέμω τὴν τοῦ σώματος, μὴ φθαρεῖσαν ὑπόστασιν, βλέπω τὸν ἀόρατον, μυστικῶς πολεμοῦντά με·
διὸ καὶ οὓς κατέχω κραυγάζουσι· Δόξα Χριστὲ τῇ Ἀναστάσει σου.
Δόξα...
Τὸ ἀκατάληπτον τὸ τῆς Σταυρώσεως, καὶ ἀνερμήνευτον τὸ τῆς Ἐγέρσεως, θεολογοῦμεν οἱ πιστοί, ἀπόρρητον
Μυστήριον· σήμερον γὰρ θάνατος, καὶ ὁ ᾍδης
ἐσκύλευται, γένος δὲ ἀνθρώπινον ἀφθαρσίαν ἐνδέδυται· διὸ καὶ εὐχαρίστως κραυγάζομεν· Δόξα Χριστὲ τῇ Ἀναστάσει σου.
Καὶ νῦν... Κάθισμα
Τὴν Σοφίαν καὶ Λόγον
Τὸν Σταυρὸν τοῦ Κυρίου ἄρας Σοφέ, καὶ αὐτῷ μέχρι τέλους ἀκολουθῶν, τὸν νοῦν
οὐχ ὑπέστρεψας, ἐν τῷ κόσμῳ θεόσοφε, ἐγκρατείᾳ καὶ πόνοις, τὰ πάθη ἐνέκρωσας,
καὶ ναὸν ἡτοίμασας, σαυτὸν τῷ Κυρίῳ σου· ὅθεν χαρισμάτων, ἀμοιβὴν ἐκομίσω, ἰᾶσθαι
νοσήματα, καὶ διώκειν τὰ πνεύματα, θεοφόρε μακάριε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν
πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
ΕΥΛΟΓΗΤΑΡΙΑ
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα,
τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ
ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε;
ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις. Ἴδετε ὑμεῖς τὸν
τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι·
ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε,
τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου,
Σῶτερ, ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζῶντα
λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.
Δόξα... Τριαδικὸν
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον
Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος,
Ἅγιος, Ἅγιος εἶ, Κύριε.
Καὶ νῦν ... Θεοτοκίον
Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας,
χαρμονὴν δὲ τῇ
Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς
Θεὸς καὶ ἄνθρωπος.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (ἐκ γ')
Ἡ Ὑπακοὴ Ἦχος γ'
Ἐκπλήττων τῇ ὁράσει, δροσίζων τοῖς ῥήμασιν, ὁ ἀστράπτων Ἄγγελος, ταῖς μυροφόροις ἔλεγε· Τὸν ζῶντα τί ζητεῖτε ἐν μνήματι; ἡγέρθη κενώσας τὰ μνήματα τῆς φθορᾶς ἀλλοιωτήν, γνῶτε τὸν ἀναλλοίωτον, εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα
σου! ὅτι τὸ γένος ἔσωσας τῶν ἀνθρώπων.
Οἱ Ἀναβαθμοὶ
Ἀντίφωνον Α'
Τὴν αἰχμαλωσίαν Σιών, σὺ ἐξείλου ἐκ Βαβυλῶνος κᾀμὲ ἐκ τῶν παθῶν, πρός ζωήν ἕλκυσον Λόγε.
Ἐν τῷ Νότῳ οἱ σπείροντες δάκρυσιν ἐνθέοις, θεριοῦσι στάχυας, ἐν
χαρᾷ ἀειζωΐας.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, πᾶσα ἀγαθοδωρία, ὡς
Πατρὶ καὶ Υἱῷ συναστράπτει, ἐν ᾧ τὰ πάντα ζῇ καὶ κινεῖται.
Ἀντίφωνον Β'
Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον τῶν ἀρετῶν, μάτην κοπιῶμεν, τὴν δὲ ψυχὴν σκέποντος, οὐδεὶς ἡμῶν πορθεῖται τὴν πόλιν.
Τοῦ καρποῦ τῆς γαστρός, τῷ Πνεύματι υἱοποιητῶς σοι τῷ Χριστῷ, ὡς
Πατρὶ οἱ Ἅγιοι πάντοτε εἰσί.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, ἐνθεωρεῖται πᾶσα ἁγιότης σοφία· οὐσιοῖ πᾶσαν γὰρ κτίσιν· αὐτῷ λατρεύσωμεν·
Θεὸς γάρ, ὡς Πατρί τε καὶ Λόγῳ.
Ἀντίφωνον Γ'
Οἱ φοβούμενοι τὸν Κύριον, μακάριοι τρίβους βαδιοῦνται, τῶν ἐντολῶν φάγονται·
ζωηρὰν γὰρ παγκαρπίαν.
Κύκλῳ τῆς τραπέζης σου εὐφράνθητι, καθορῶν σου
Ποιμενάρχα, τὰ ἔκγονα φέροντα, κλάδους ἀγαθοεργίας.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, ὁ πᾶς πλοῦτος τῆς δόξης, ἐξ
οὗ χάρις καὶ ζωὴ πάσῃ τῇ κτίσει· σὺν Πατρὶ γάρ, ἀνυμνεῖται καὶ τῷ Λόγῳ.
Προκείμενον
Εἴπατε ἐν τοῖς ἔθνεσιν, ὅτι Κύριος ἐβασίλευσε· καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην, ἥτις
οὐ σαλευθήσεται.
Στίχ. ᾌσατε τῷ Κυρίῳ ᾆσμα
καινόν.
Ή Τάξις τού
Εωθινού Ευαγγελίου
Ιερεύς
Τού Κυρίου δεηθώμεν.
Χορός
Κύριε, ελέησον.
Ιερεύς Ότι
Άγιος εί ο Θεός ημών, και εν αγίοις επαναπαύη, και σοι την δόξαν αναπέμπωμεν,
τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των
αιώνων.
Χορός
Αμήν.
Πάσα πνοή αινεσάτω τόν Κύριον
(εκ γ').
Ιερεύς
Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον
Θεόν ημών ικετεύσωμεν.
Χορός
Κύριε, ελέησον (γ').
Ιερεύς
Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.
Ιερεύς
Ειρήνη πάσι.
Χορός
Καί τώ Πνεύματί σου.
Ιερεύς
Εκ τού κατά ... αγίου Ευαγγελίου...
Ιερεύς
Πρόσχωμεν.
Χορός
Δόξα σοι, Κύριε, δόξα σοι.
Ευαγγελιον Εωθινόν
στ’
Ανάστασιν Χριστού
θεασάμενοι…
Ν' Ψαλμός
·
Ελέησόν με ο Θεός κατά τό μέγα
ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον τό ανόμημά μου
·
επί πλείον πλύνόν με από τής
ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
·
ότι τήν ανομίαν μου εγώ γινώσκω καί
η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
·
σοί μόνω ήμαρτον καί τό πονηρόν
ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς λόγοις σου καί νικήσης εν τώ
κρίνεσθαί σε
·
ιδού γάρ εν ανομίαις συνελήμφθην
καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
·
ιδού γάρ αλήθειαν ηγάπησας τά άδηλα
καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
·
ραντιείς με υσσώπω καί
καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
·
ακουτιείς με αγαλλίασιν καί
ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
·
απόστρεψον τό πρόσωπόν σου από τών
αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
·
καρδίαν καθαράν κτίσον εν εμοί ο
Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
·
μή απορρίψης με από τού προσώπου
σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ' εμού
·
απόδος μοι τήν αγαλλίασιν τού
σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
·
διδάξω ανόμους τάς οδούς σου καί
ασεβείς επί σέ επιστρέψουσιν
·
ρύσαί με εξ αιμάτων ο Θεός ο Θεός
τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου
·
κύριε τά χείλη μου ανοίξεις καί τό
στόμα μου αναγγελεί τήν αίνεσίν σου
·
ότι ει ηθέλησας θυσίαν έδωκα άν
ολοκαυτώματα ουκ ευδοκήσεις
·
θυσία τώ Θεώ πνεύμα συντετριμμένον
καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει
·
αγάθυνον κύριε εν τή ευδοκία σου
τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
·
τότε ευδοκήσεις θυσίαν δικαιοσύνης
αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους
Δόξα... Ήχος β'
Ταίς τών
Αποστόλων, πρεσβείαις Ελεήμον, εξάλειψον τα πλήθη, τών εμών εγκλημάτων.
Καί νύν...
Ταίς τής
Θεοτόκου, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.
Στίχ.
Ελέησόν με, ο Θεός, κατά τό μέγα έλεός σου, καί κατά τό πλήθος τών οικτιρμών
σου εξάλειψον τό ανόμημά μου.
Πεντηκοστάριον
Ήχος ο αυτός
Αναστάς ο Ιησούς
από τού τάφου, καθώς προείπεν, έδωκεν ημίν, τήν αιώνιον ζωήν καί μέγα έλεος.
Κανὼν Ἀναστάσιμος
ᾨδὴ α' Ἦχος γ'
Ὁ Εἱρμὸς
«Ὁ τὰ ὕδατα πάλαι, νεύματι θείῳ, εἰς μίαν
συναγωγὴν συναθροίσας, καὶ τεμὼν θάλασσαν Ἰσραηλίτῃ λαῷ, οὗτος ὁ Θεὸς ἡμῶν, δεδοξασμένος ὑπάρχει, αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι
δεδόξασται».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ὁ τὴν γῆν κατακρίνας, τῷ παραβάντι, ἱδρῶτος φέρειν
καρπὸν τὰς ἀκάνθας, ἀκανθῶν στέφανον ἐκ παρανόμου χειρός, οὗτος ὁ Θεὸς ἡμῶν, σωματικῶς δεδεγμένος, τήν κατάραν ἔλυσεν, ὅτι
δεδόξασται.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Νικητὴς τροπαιοῦχος, κατὰ θανάτου, ὁ θάνατος δεδοικὼς ἀνεδείχθη·
παθητὴν σάρκα γάρ, ἐμψυχωμένην λαβών, οὗτος ὁ Θεὸς ἡμῶν, καὶ συμπλακεὶς τῷ τυράννῳ, πάντας
συνανέστησεν, ὅτι δεδόξασται.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἀληθῆ Θεοτόκον, πάντα τὰ ἔθνη, δοξάζει σε τὴν ἀσπόρως τεκοῦσαν· ὑποδὺς μήτραν γὰρ ἡγιασμένην τὴν σήν, οὗτος ὁ Θεὸς ἡμῶν, τὸ καθ' ἡμᾶς οὐσιώθη, καὶ Θεός καὶ ἄνθρωπος, ἐκ
σοῦ γεγέννηται.
Κανὼν ὁ Προεόρτιος Ποίημα Ἰωσὴφ
ᾨδὴ α’ Ἦχος α’ Ὁ Εἱρμὸς
Χριστὸς γεννᾶται
Χριστὸς
μολεῖ πρὸς τὸ βάπτισμα. Χριστὸς πρός, Ἰορδάνην ἐφίσταται. Χριστὸς τάς ἡμῶν ἐν ὕδασι,
θάπτει νῦν ἁμαρτίας, ὡς ἀγαθός, ἐν ἀγαλλιάσει, ἀνυμνήσωμεν αὐτόν· Ὅτι
δεδόξασται.
Ῥανάτωσαν
εὐφραινόμεναι, νεφέλαι εὐφροσύνην αἰώνιον, Χριστὸς Ἰησοῦς προέρχεται, νάμασιν Ἰορδάνου,
τοὺς ποταμούς, τῶν ἁμαρτημάτων, κατακλύσαι φωτισμὸν πᾶσι δωρούμενος.
Ἰδοὺ
τὸ φῶς ἐπιφαίνεται, ἰδοὺ ὁ ἱλασμὸς ἀναδείκνυται, ἰδοὺ ὁ Σωτὴρ ἐφίσταται, λάμψαι
τοῖς ἐν τῷ σκότει, θείας αὐγάς, τοῦτον διανοίαις, καθαραῖς χαρμονικῶς ὑποδεξώμεθα.
ᾨδὴ γ'
Ὁ Εἱρμὸς
«Ὁ ἐκ μὴ ὄντων
τὰ πάντα παραγαγών, τῷ Λόγῳ κτιζόμενα, τελειούμενα Πνεύματι, Παντοκράτορ Δέσποτα, ἐν
τῇ ἀγάπῃ τῇ σῇ στερέωσόν με».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Διὰ Σταυροῦ σου ᾐσχύνθη ὁ ἀσεβής· εἰργάσατο βόθρον γάρ, ὃν ὀρύξας εἰσπέπτωκε, ταπεινῶν ὑψώθη δὲ Χριστέ, τὸ κέρας ἐν τῇ σῇ Ἀναστάσει.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Τῆς εὐσεβείας τὸ κήρυγμα τῶν ἐθνῶν, ὡς ὕδωρ ἐκάλυψε τὰς θαλάσσας φιλάνθρωπε· ἀναστὰς ἐκ τάφου γάρ, τὸ τῆς Τριάδος ἀπεκάλυψας φέγγος.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Δεδοξασμένα λελάληνται περὶ σοῦ, ἡ πόλις ἡ ἔμψυχος, τοῦ ἀεὶ βασιλεύοντος·
διὰ σοῦ γὰρ Δέσποινα, τοῖς ἐπὶ γῆς Θεὸς συνανεστράφη.
ᾨδὴ γ' Ὁ Εἱρμὸς
Τῷ πρὸ τῶν αἰώνων
Ὁ πρὸ τῶν αἰώνων, συνεδρεύων Πατρὶ καὶ τῷ
Πνεύματι, νῦν ἐπ' ἐσχάτων ἐκ Παρθένου, σαρκωθεὶς καθὼς οἶδε, Χριστὸς μολεῖ πρὸς
τὸ Βάπτισμα, ἀθανασίαν τῷ θείῳ λουτρῷ, πᾶσι παρεχόμενος.
Ὕδατι ἐνθάψαι, τάς ἡμῶν ἁμαρτίας βουλόμενος,
τοῦ Ἰορδάνου ἐν τοῖς ῥείθροις, διὰ σπλάγχνα ἐλέους, Χριστὸς ὁ Θεὸς προέρχεται,
καὶ ἀναπλάττει φθαρέντας ἡμᾶς, διὰ τοῦ Βαπτίσματος.
Γύμνωσιν
αἰσχίστην, περιστέλλων Ἀδὰμ τοῦ προπάτορος, ἀπογυμνοῦσαι ἑκουσίως, καὶ ῥοαῖς Ἰορδάνου,
σαυτὸν περιστέλλεις ὕδασι, τὰ ὑπερῷα στεγάζων Χριστέ, μόνε πολυέλεε.
Ἡ Ὑπακοὴ Ἦχος β'
Εἰς δρόσον τοῖς Παισί, τὸ πῦρ
μετεβάλλετο, ὁ θρῆνος εἰς χαράν, ταῖς Γυναιξὶν ἐνηλλάττετο· Ἄγγελος γάρ, ἐν ἀμφοτέροις
διηκόνει τοῖς θαύμασι, τοῖς μέν, εἰς ἀνάπαυσιν μεταποιήσας τὴν κάμινον, ταῖς δέ,
τὴν ἀνάστασιν καταμηνύσας τριήμερον, ὁ ἀρχηγὸς τῆς ζωῆς ἡμῶν, Κύριε δόξα σοι.
Κοντάκιον Ἦχος γ'
‘Εξανέστης σήμερον, ἀπὸ τοῦ τάφου Οἰκτίρμον,
καὶ ἡμᾶς ἐξήγαγες, ἐκ
τῶν πυλῶν τοῦ θανάτου, σήμερον Ἀδὰμ χορεύει, καὶ χαίρει Εὔα, ἅμα δέ, καὶ οἱ Προφῆται, σὺν Πατριάρχαις, ἀνυμνοῦσιν ἀκαταπαύστως, τὸ θεῖον κράτος τῆς ἐξουσίας σου.
Ὁ Οἶκος
Ὁ οὐρανὸς καὶ ἡ γῆ σήμερον χορευέτωσαν, καὶ Χριστὸν τὸν Θεὸν ὁμοφρόνως ὑμνείτωσαν, ὅτι
τοὺς δεσμίους ἐκ τῶν τάφων ἀνέστησε. Συγχαίρει πᾶσα ἡ κτίσις, προσφέρουσα ἐπάξια ᾄσματα, τῷ πάντων Κτίστῃ καὶ Λυτρωτῇ ἡμῶν, ὅτι τοὺς βροτοὺς ἐξ ᾅδου σήμερον, ὡς
Ζωοδότης συνανελκύσας, πρὸς οὐρανοὺς συνανυψοῖ, καὶ καταράσσει τοῦ ἐχθροῦ τὰς ἐπάρσεις, καὶ πύλας τοῦ ᾅδου
διαθλάττει, τῷ θείῳ κράτει τῆς ἐξουσίας αὐτοῦ.
Δόξα... Καὶ νῦν... Προεόρτιον, ὅμοιον
Ἦχος α' Τὸν τάφον σου Σωτὴρ
Ὁ
μέγας ὑετός, πρὸς ποτάμια ῥεῖθρα, προέρχεται σαρκί, βαπτισθῆναι θελήσας, πρὸς ὃν
ὁ θεῖος Πρόδρομος, ἐκθαμβούμενος ἔλεγε· Πῶς βαπτίσω σε, ῥύπον μὴ ἔχοντα ὅλως; πῶς
ἐκτείνω μου, τὴν δεξιὰν ἐπὶ κάραν, ἣν τρέμει τὰ σύμπαντα;
ᾨδὴ δ'
Ὁ Εἱρμὸς
«Ἔθου πρὸς ἡμᾶς, κραταιὰν ἀγάπησιν Κύριε· τὸν
μονογενῆ γάρ σου Υἱόν, ὑπὲρ ἡμῶν εἰς θάνατον δέδωκας· διό σοι
κραυγάζομεν, εὐχαριστοῦντες· Δόξα τῇ δυνάμει σου
Κύριε».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Στίγματα Χριστέ, συμπαθῶς καὶ μώλωπας ἤνεγκας, ὕβριν
ῥαπισμάτων καρτερῶν, καὶ μακροθύμως φέρων ἐμπτύσματα, δι' ὧν
κατειργάσω μοι τὴν σωτηρίαν· Δόξα τῇ δυνάμει σου
Κύριε.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Σώματι θνητῷ, ἡ ζωὴ θανάτῳ ὡμίλησας, τῆς ταλαιπωρίας τῶν πτωχῶν, καὶ στεναγμοῦ πενήτων σου ἕνεκεν, καὶ φθείρας τὸν φθείραντα
δεδοξασμένε, πάντας συνανέστησας, μόνε φιλάνθρωπε.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Μνήσθητι Χριστέ, ἧς ἐκτησω ποίμνης τῷ πάθει σου, τῆς
δεδοξασμένης σου Μητρός, τὰς συμπαθεῖς ἐντεύξεις δεξάμενος, καὶ ἐπισκεψάμενος, κεκακωμένην ῥῦσαι, τῇ δυνάμει σου
Κύριε.
ᾨδὴ δ' Ὁ Εἱρμὸς
Ῥάβδος ἐκ τῆς ῥίζης
«Ἀκήκοε
πάλαι Ἀββακούμ, Χριστέ σου ὁ θαυμάσιος, τὴν ἀκοὴν καὶ φόβῳ ἔκραζεν. Ἀπὸ Θαιμὰν ὁ
Θεός, ἥξει καὶ ὁ Ἅγιος, ὂρους ἐκ δασέος κατασκίου, τοῦ σῶσαι σοῦ τοὺς Χριστούς·
Δόξα τῇ δυνάμει σου Κύριε».
Ὕδωρ ἀπαντλήσατε ζωῆς· ἰδοὺ νῦν παραγέγονεν, ὁ
τῆς εἰρήνης Ποταμὸς ἀληθῶς, ξηρᾶναι τὰ θολερά, ἀπιστίας ὕδατα, καὶ τὸν φωτισμὸν
ἀναπηγάσαι, τοῖς μελῳδοῦσιν αὐτῷ. Δόξα τῇ δυνάμει σου Κύριε.
Εὐφράνθητι
ἔρημος τὸ πρίν, διψῶσα φύσις ἅπασα, ἡ τῶν ἀνθρώπων, νῦν ἐπέφανε, χειμάρρους ὁ τῆς
τρυφῆς, Ἰορδάνου νάμασι, λύων τὸν αὐχμὸν τῆς ἁμαρτίας, ᾧ μελῳδοῦμεν πιστῶς·
Δόξα τῇ δυνάμει σου Κύριε.
Βοῶντος
φωνὴ προφητικῶς, ἐρήμοις περιήχησε, ταῖς διανοίαις. Ἑτοιμάσατε, ὁδοὺς εὐθείας
Χριστῷ, ἐρχομένῳ λέγουσα, ὅπως βαπτισμῷ ἀναχωνεύσῃ, παλαιωθέντας ἡμᾶς, λύων τὴν
ἀρχαίαν ἀπόφασιν.
ᾨδὴ ε'
Ὁ Εἱρμὸς
«Πρὸς σὲ ὀρθρίζω, τὸν τοῦ παντὸς
Δημιουργόν, τὴν ὑπερέχουσαν πάντα νοῦν εἰρήνην, διότι φῶς τὰ προστάγματά σου, ἐν
οἷς με καθοδήγησον».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Κριτῇ ἀδίκῳ, Ἑβραίων φθόνῳ προδοθεὶς ὁ παντεπόπτης, καὶ ἅπασαν
δικαίως, κρίνων τὴν γῆν, τὸν Ἀδὰμ τῆς πάλαι, ἐρρύσω κατακρίσεως.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Τὴν σὴν εἰρήνην, ταῖς Ἐκκλησίαις σου Χριστέ, τῇ ἀηττήτῳ δυνάμει τοῦ Σταυροῦ σου, ὁ ἐκ
νεκρῶν ἀναστὰς παράσχου, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σκηνὴ ἁγία, καὶ πλατυτέρα οὐρανῶν, ὡς τὸν ἐν πάσῃ ἀχώρητον τῇ κτίσει, Λόγον Θεοῦ δεξαμένη, μόνη ἐδείχθης Ἀειπάρθενος.
ᾨδή ε' Ὁ Εἱρμὸς
Θεὸς ὢν εἰρήνης
«Τὸ
φῶς τὸ ἄδυτον, λάμψον Χριστέ, ταῖς καρδίαις τῶν πίστει ὑμνούντων σε, εἰρήνην
σου δωρούμενος, ἡμῖν τὴν ὑπὲρ νοῦν· ὅπως ἐξ ἀγνωσίας, νυκτὸς πρὸς τὴν ἡμέραν, τῶν
ἐντολῶν σου τρέχοντες, δοξολογῶμέν σε φιλάνθρωπε».
Εἰρήνης
ὑπάρχων, Χριστὲ Βασιλεύς, τὸ τῆς ἔχθρας μεσότοιχον ἔλυσας, σαρκὸς ἐν ὁμοιώματι,
φανεὶς ἐπὶ τῆς γῆς· ὅθεν τὴν ἔλευσίν σου, ἰδὼν ὁ Ἰωάννης, κατεπλήττετο φόβῳ,
χειροθετεῖν σε κελευόμενος.
Δρακόντων
τάς κάρας, συντρίψαι Χριστός, ἐπειγόμενος νῦν παραγίνεται, τοῖς ὕδασι καὶ
τρέμοντι, βοᾷ τῷ Βαπτιστῇ. Ἔκτεινόν σου τὴν χεῖρα, καὶ ἅψαι κορυφῆς μου, καὶ
δειλίαν ἀπόθου, ἐπιτελῶν τὸ προσταττόμενον.
Ἐδήλου
Προφήτης, τὴν χάριν ποτέ, τοῦ Βαπτίσματος θείῳ ἐν Πνεύματι πατάξας Ἰορδάνια, τὰ
ῥεῖθρα μηλωτῇ, ἅτινα διῃρέθη, ἡμῖν ὀδοποιοῦντας, ἀναγέννησιν θείαν, τοῦ ἐν αὐτοῖς
ἐπιφανέντος Χριστοῦ.
ᾨδὴ ς'
Ὁ Εἱρμὸς
«Ἄβυσσος ἐσχάτη ἁμαρτιῶν ἐκύκλωσέ με, καὶ ἐκλείπει τὸ πνεῦμά μου, ἀλλ' ἐκτείνας
Δέσποτα, σὸν ὑψηλὸν βραχίονα, ὡς τὸν Πέτρον με, κυβερνῆτα διάσωσον».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἄβυσσος ἐλέους καὶ οἰκτιρμῶν, ἐκύκλωσέ με, τῇ εὐσπλάγχνῳ καθόδῳ σου·
σαρκωθεὶς γὰρ Δέσποτα, καὶ γεγονὼς ἐν δούλου μορφῇ, ἐθεούργησας, καὶ σεαυτῷ συνεδόξασας.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Νέκρωσιν ὑπέστη ὁ νεκρωτής, τὸν νεκρωθέντα ζωωθέντα θεώμενος, τῆς σῆς Ἀναστάσεως, ταῦτα Χριστὲ τὰ σύμβολα, καὶ τοῦ Πάθους σου, τοῦ ἀχράντου τὰ ἔπαθλα.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Πάναγνε ἡ μόνη τῷ πλαστουργῷ, καὶ τοῖς ἀνθρώποις, ὑπὲρ νοῦν μεσιτεύσασα, τὸν Υἱόν
σου ἵλεων, τοῖς ἐπταικόσι δούλοις σου, καὶ ὑπέρμαχον, χρηματίσαι δυσώπησον.
ᾨδὴ ς' Ὁ Εἱρμὸς
Σπλάγχνων Ἰωνᾶν
«Ὅλος
ἐκ παθῶν, ἀμέτρων συνέχομαι, καὶ κήτει κακῶν συγκαταπέπομαι· ἀλλ' ἀνάγαγε ἐκ
φθορᾶς ὁ Θεὸς με ὡς πρὶν Ἰωνᾶν, καὶ πίστει τὴν ἀπάθειάν μοι δώρησαι, ὅπως ἐν
φωνῇ αἰνέσεως, ἀληθείας τε πνεύματι θύσω σοι».
Σπλάγχνα
οἰκτιρμῶν, Χριστὸς ἐνδεικνύμενος, ἐν δούλου μορφῇ ὁ ἀναλλοίωτος, παραγίνεται,
πρὸς τὸν δοῦλον αἰτούμενος Βάπτισμα, τῆς δουλείας ἀφαρπάζων τὸ ἀνθρώπινον, οὗπερ
ἐκπλαγεὶς τὴν ἔλευσιν, δειλιᾷ καὶ τῷ φόβῳ συστέλλεται.
Πῶς
σε ποταμοῦ, ῥοαὶ ὑποδέξωνται, τὸ ἄστεκτον πῦρ νῦν ἀφικόμενον; πῶς τὴν γύμνωσιν,
ἐπουράνιοι βλέψωσιν Ἄγγελοι; πῶς τὴν χεῖρα Ἰωάννης ἐπεκτείνῃ σοι, Λόγε τοῦ Θεοῦ
προάναρχε, τῷ αὐτὸν ἀπὸ γῆς διαπλάσαντι;
Θάλασσα
διχῇ, φυγοῦσα ἐδήλωσε, τοῦ νέου λαοῦ θείαν διάβασιν, ἣν εἰργάσατο, ποταμῷ τῇ
σαρκὶ ἀφικόμενος, ὁ ἐκ πέτρας παραδόξως βλύσας νάματα, τοῦτον, ὡς Θεὸν
δοξάσωμεν, τὴν ἡμῶν συντριβὴν ἀναπλάσαντα.
Κοντάκιον Ἦχος δ'
Ἐπεφάνης σήμερον
Ἐν
τοῖς ῥείθροις σήμερον τοῦ Ἰορδάνου, γεγονὼς ὁ Κύριος, τῷ Ἰωάννῃ ἐκβοᾷ. Μὴ
δειλιάσῃς βαπτίσαι με· σῶσαι γὰρ ἥκω, Ἀδὰμ τὸν πρωτόπλαστον.
Ὁ Οἶκος
Οὐκ ἀπαιτῶ
σε, Βαπτιστά, τοὺς ὅρους ὑπερβῆναι· οὐ λέγω σοι· Εἰπέ μοι, ἃ λέγεις τοῖς ἀνόμοις,
καὶ παραινεῖς ἁμαρτωλοῖς, μόνον βάπτισόν με σιωπῶν, καὶ προσδοκῶν τὰ ἀπὸ τοῦ
Βαπτίσματος· ἕξεις γὰρ διὰ τούτων ἀξίωμα, ὅπερ οὐχ ὑπῆρξε τοῖς Ἀγγέλοις, καὶ γὰρ
πάντων τῶν Προφητῶν μείζονά σε ποιήσω, ἐκείνων μὲν οὐδεὶς σαφῶς με κατεῖδεν, ἀλλ᾽
ἐν τύποις καὶ ἐν σκιαῖς καὶ ἐνυπνίοις, σὺ δέ, ἐπὶ σοῦ ἱστάμενον κατὰ γνώμην· σῶσαι
γὰρ ἥκω, Ἀδὰμ τὸν πρωτοπλαστον.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ Ε' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων
Θεοπέμπτου καὶ Θεωνᾶ.
Στίχοι
Ὅπως τελευτᾷ Θεόπεμπτος, εἰπάτω.
Ἄθλων τελευτῶ, τὴν κάραν τμηθεὶς ξίφει.
Ἒθεντὸ μ,᾽ ἐκραύγαζε τοῦ Ψαλτηρίου,
Λάκκῳ, Θεωνᾶς Μάρτυς, ἐν κατωτάτῳ.
Πέμπτῃ ἐκ ξίφεος λίπε τὸν δὲ βίον Θεόπεμπτος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Συγκλητικῆς.
Στίχοι
Συγκλητικὴ λιποῦσα δουλείαν βίου,
Κλητοῖς Θεοῦ σύνεστι δούλοις ἐν πόλῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γρηγορίου,
τοῦ ἐν Ἀκρίτᾳ.
Στίχοι
Ὁ Γρηγόριος ἀρεταῖς λάμψας μέγα,
Λαμπρῶς μεταστάς, καὶ μέγα πλουτεῖ κλέος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Φωστηρίου.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Σάϊς, ἐν θαλάσσῃ
βληθείς, τελειοῦται.
Στίχοι
Ἦλθον θαλάσσῃ εἰς βάθη, λέγει Σάϊς,
Φυγὼν τὰ ποτίζοντα τῆς πλάνης βάθη.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Θεόειδος ὑπὸ δημίων
πατούμενος τελειοῦται.
Στίχοι
Πόδες πατοῦντες σαρκίον Θεοείδου,
Ψυχὴν ἀποθλίβουσι ληνῷ τοῦ πόλου.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ὁσία Δομνίνα ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Χαρίζεταί σοι τὴν ἄνω κληρουχίαν,
Δομνίνα, σαρκὸς ἡ κάτω κακουχία.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ὁσία Τατιανὴ ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Τατιανὴ τακεῖσα νηστείαις πάλαι,
Νῦν Ἀγγέλοις σύνεστι νηστείας φίλοις.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς.
Ὠδὴ α’. Ἦχος β’.
Βυθοῦ ἀνεκάλυψε πυθμένα, καὶ διὰ ξηρᾶς οἰκείους ἕλκει, ἐν αὐτῷ κατακαλύψας ἀντιπάλους,
ὁ κραταιός, ἐν πολέμοις Κύριος· ὅτι δεδόξασται.
Ὠδὴ γ’.
Ἰσχὺν ὁ διδούς, τοῖς βασιλεῦσιν ἡμῶν Κύριος, καὶ κέρας χριστῶν Αὐτοῦ ὑψῶν,
Παρθένου ἀποτίκτεται, μολεῖ δὲ πρὸς τὸ βάπτισμα· διὸ πιστοὶ βοήσωμεν· Οὐκ ἔστιν
Ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλὴν Σοῦ Κύριε.
Ὠδὴ δ’.
Ἀκήκοε Κύριε, φωνῆς Σου ὃν εἶπας, Φωνὴ βοῶντος ἐν ἐρήμῳ, ὅτε ἐβρόντησας,
πολλῶν ἐπὶ ὑδάτων, τῷ Σῷ μαρτυρούμενος Υἱῷ· ὅλος γεγονὼς τοῦ παρόντος,
Πνεύματος δὲ ἐβόησε· Σὺ εἶ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.
Ὠδὴ ε’.
Ἰησοῦς ὁ ζωῆς ἀρχηγός, λῦσαι τὸ κατάκριμα ἥκει, Ἀδὰμ τοῦ πρωτοπλάστου·
καθαρσίων δὲ ὡς Θεὸς μὴ δεόμενος, τῷ πεσόντι καθαίρεται, ἐν τῷ Ἰορδάνῃ· ἐν ᾧ τὴν
ἔχθραν κτείνας, ὑπερέχουσαν πάντα νοῦν, εἰρήνην χαρίζεται.
Ὠδὴ ς’.
Ἡ φωνὴ τοῦ Λόγου, ὁ λύχνος τοῦ φωτός, ὁ ἑωσφόρος, ὁ τοῦ ἡλίου Πρόδρομος, ἐν
τῇ ἐρήμῳ· Μετανοεῖτε, πᾶσι βοᾷ τοῖς λαοῖς, καὶ προκαθαίρεσθε· ἰδοὺ γὰρ πάρεστι
Χριστός, ἐκ φθορᾶς τὸν κόσμον λυτρούμενος.
Ὠδὴ ζ’.
Νέους εὐσεβεῖς, καμίνῳ πυρὸς προσομιλήσαντας, διασυρίζον πνεῦμα δρόσου, ἀβλαβεῖς
διεφύλαξε, καὶ θείου ἀγγέλου συγκατάβασις· ὅθεν ἐν φλογὶ δροσιζόμενοι, εὐχαρίστως
ἀνέμελπον· Ὑπερύμνητε, ὁ τῶν πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ὠδὴ η’.
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Μυστήριον παράδοξον, ἡ Βαβυλῶνος ἔδειξε κάμινος, πηγάσασα δρόσον· ὅτι ῥείθροις
ἔμελλεν, ἄυλον πῦρ εἰσδέχεσθαι ὁ Ἰορδάνης, καὶ στέγειν σαρκί, βαπτιζόμενον τὸν
Κτίστην· ὃν εὐλογοῦσι λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
Ο Ιερεύς: Τήν Θεοτόκον
καί Μητέρα τού Φωτός, εν ύμνοις τιμώντες μεγαλύνωμεν.
Ήχος
β'
Μεγαλύνει η ψυχή
μου τόν Κύριον, καί ηγαλλίασε τό πνεύμά μου επί τώ Θεώ τώ σωτήρί μου.
·
· Τήν
Τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν
αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.
Ότι επέβλεψεν
επί τήν ταπείνωσιν τής δούλης αυτού, ιδού γάρ από τού νύν μακαριούσί με πάσαι
γενεαί,
·
· Τήν
Τιμιωτέραν τών Χερουβείμ...
Ότι εποίησέ μοι
μεγαλεία ο Δυνατός, καί άγιον τό όνομα αυτού, καί τό έλεος αυτού εις γενεάν,
καί γενεάν τοίς φοβουμένοις αυτόν.
·
· Τήν
Τιμιωτέραν τών Χερουβείμ...
Εποίησε κράτος
εν βραχίονι αυτού, διεσκόρπισεν υπερηφάνους διανοία καρδίας αυτών.
·
· Τήν
Τιμιωτέραν τών Χερουβείμ...
Καθείλε δυνάστας
από θρόνων, καί ύψωσε ταπεινούς, πεινώντας ενέπλησεν αγαθών, καί πλουτούντας
εξαπέστειλε κενούς.
·
· Τήν
Τιμιωτέραν τών Χερουβείμ...
Αντελάβετο
Ισραήλ παιδός αυτού, μνησθήναι ελέους, καθώς ελάλησε πρός τούς πατέρας ημών, τώ
Αβραάμ, καί τώ σπέρματι αυτού έως αιώνος.
Καταβασία
Μεγάλυνον ψυχή μου, τὴν Τιμιωτέραν, τῶν ἄνω
στρατευμάτων.
Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν· ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν
Σε Θεοτόκε· ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου· καὶ γὰρ τὸν πόθον οἶδας, τὸν
ἔνθεον ἡμῶν· Σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, Σὲ μεγαλύνομεν.
Άγιος
Κύριος ο Θεός ημών,
Άγιος
Κύριος ο Θεός ημών.
Υψούτε
Κύριον τόν Θεόν ημών, καί προσκυνείτε τώ υποποδίω τών ποδών αυτού.
Ότι
Άγιός εστιν
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ ΣΤ'
Δεικνύων ὅτι ἄνθρωπος, Σῶτερ εἶ κατ' οὐσίαν, ἐν μέσῳ στὰς ἐδίδασκες, ἀναστὰς
ἐκ τοῦ τάφου, καὶ βρώσεως συμμετέσχες, βάπτισμα μετανοίας, εὐθὺς δὲ πρὸς οὐράνιον,
ἀνελήφθης Πατέρα, καὶ Μαθηταῖς, πέμπειν τὸν Παράκλητον ἐπηγγείλω, Ὑπέρθεε Θεάνθρωπε,
δόξα τῇ σῇ Ἐγέρσει.
Ἐξαποστειλάριον
Γυναῖκες ἀκουτίσθητε
Πῶς ῥεῖθρά σε ποτάμια, εἰσδέξονται Φιλάνθρωπε, τὸν ποταμοὺς καὶ θαλάσσας,
ποιήσαντα ἐκ μὴ ὄντων; πῶς κορυφὴν τὴν ἄχραντον, τὴν σὴν τολμήσει Πρόδρομος,
χειροθετῆσαι Δεσπότα; ὑμνοῦμεν φρίττοντες Λόγε, τῆς σῆς πτωχείας τὸ ὕψος.
Αἶνοι Ἦχος γ'
ΨΑΛΜΟΣ ΡΜΗ' (148)
--Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε
τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὺτὸν ἐν τοῖς ὑψἰστοις· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
--Αἰνεῖτε αὐτὸν πάντες οἱ Ἄγγελοι αὐτοῦ·
αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ· Σοὶ πρέπει ὕμνος
τῷ Θεῷ.
1. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις
αὐτοῦ.
-- Δεῦτε πάντα τὰ ἔθνη, γνῶτε τοῦ φρικτοῦ μυστηρίου τὴν
δύναμιν, Χριστὸς γὰρ ὁ Σωτὴρ ἡμῶν, ὁ ἐν ἀρχῇ Λόγος, ἐσταυρώθη δι' ἡμᾶς, καὶ ἑκὼν
ἐτάφη, καὶ ἀνέστη ἐκ νεκρῶν, τοῦ σῶσαι τὰ σύμπαντα. Αὐτὸν προσκυνήσωμεν.
ΨΑΛΜΟΣ ΡΝ' (l50)
2. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς
δυνάμεως αὐτοῦ.
-- Διηγήσαντο πάντα τὰ θαυμάσια, οἱ φύλακές σου Κύριε,
ἀλλὰ τὸ συνέδριον τῆς ματαιότητος, πληρῶσαν δώρων τὴν δεξιὰν αὐτῶν, κρύπτειν ἐνόμιζον
τὴν ἀνάστασίν σου, ἣν ὁ κόσμος δοξάζει. Ἐλέησον ἡμᾶς.
3. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς
μεγαλωσύνης αὐτοῦ.
-- Χαρᾶς τὰ πάντα πεπλήρωται, τῆς Ἀναστάσεως τὴν πείραν
εἰληφότα. Μαρία γὰρ ἡ Μαγδαληνή, ἐπὶ τὸ μνῆμα ἦλθεν, εὗρεν Ἄγγελον ἐπὶ τὸν λίθον
καθήμενον, τοῖς ἱματίοις ἐξαστράπτοντα καὶ λέγοντα. Τὶ ζητεῖτε τὸν ζῶντα μετὰ τῶν
νεκρῶν, οὐκ ἔστιν ᾧδε, ἀλλ' ἐγήγερται, καθὼς εἶπε, προάγων ἐν τῇ Γαλιλαία.
4. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
-- Ἐν τῷ φωτί σου Δέσποτα, ὀψόμεθα φῶς φιλάνθρωπε, ἀνέστης
γὰρ ἐκ τῶν νεκρῶν, σωτηρίαν τῷ γένει τῶν ἀνθρώπων δωρούμενος, ἵνα σε πᾶσα κτίσις
δοξολογῇ, τόν μόνον ἀναμάρτητον. Ἐλέησον ἡμᾶς.
5. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,
Ἦχος β᾽ Οἶκος τοῦ Ἐφραθᾶ.
Ἴδε ὁ
Βασιλεύς, ἰδοὺ ἡ προσδοκία, τοῦ Ἰσραὴλ ἐπέστη· Λαοὶ ἀγαλλιᾶσθε, τὸ φῶς γὰρ ἐπιφαίνεται.
6. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ἦχος β᾽ Οἶκος τοῦ Ἐφραθᾶ.
Ἴδε ὁ
Βασιλεύς, ἰδοὺ ἡ προσδοκία, τοῦ Ἰσραὴλ ἐπέστη· Λαοὶ ἀγαλλιᾶσθε, τὸ φῶς γὰρ ἐπιφαίνεται.
«Διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς ᾿Ιορδάνου καὶ ῾Ερμωνιὶμ ἀπὸ ὄρους
μικροῦ»
Ὦπται τοῖς ἐπὶ γῆς, μετὰ σαρκὸς τὸ θεῖον, νῦν
φῶς τοῖς ἐν τῷ σκότει, ἐπέφανε καὶ πᾶσιν, ἡ χάρις ἑξανέτειλεν.
«Εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν, ἐταράχθησαν ἄβυσσοι, πλῆθος ἠχοῦς
ὑδάτων»
Ὁ
λύχνος τῷ Φωτί, ἡ αὐγὴ τῷ Ἡλίῳ, Πρόδρομος τῷ Λόγῳ, ὁ φίλος τῷ Νυμφίῳ, Προφῆτα καθυπούργησον.
Δόξα... Καὶ νῦν... Ἦχος πλ. δ᾽
Ἰωάννη
Βαπτιστά, ὁ ἐν μήτρᾳ γνωρίσας με τὸν Ἀμνόν, ἐν ποταμῷ μοι διακόνησον, μετὰ Ἀγγέλων
μοι λειτούργησον, ἐκτείνας ἅψαι τῇ χειρί σου, τῆς κορυφῆς μου τῆς ἀχράντου, καὶ
ὅταν ἴδῃς τὰ ὄρη τρέμοντα, καὶ τὸν Ἰορδάνην ἐπαναστραφέντα, σὺν τούτοις βόησον·
ὁ σαρκωθεὶς ἐκ Παρθένου, εἰς ἡμῶν σωτηρίαν, Κύριε δόξα σοι.
Καὶ νῦν ... Θεοτοκίον
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ
σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα
ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν·
Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.
ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ
Δόξα σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ, καί επί
γής ειρήνη, εν ανθρώποις ευδοκία.
Υμνούμέν σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν
σε, ευχαριστούμέν σοι, διά τήν μεγάλην σου δόξαν.
Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ
μονογενές, Ιησού Χριστέ, καί Άγιον Πνεύμα,
Κύριε ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο αίρων
τήν αμαρτίαν τού κόσμου, ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.
Πρόσδεξαι τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός,
καί ελέησον ημάς.
Ότι σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός,
εις δόξαν Θεού Πατρός. Αμήν.
Καθ' εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου
εις τόν αιώνα, καί εις τόν αιώνα τού αιώνος.
Καταξίωσον, Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους
φυλαχθήναι ημάς.
Ευλογητός εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν
καί δεδοξασμένον τό όνομά σου εις τούς αιώνας. Αμήν.
Γένοιτο, Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν
επί σέ.
Ευλογητός εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').
Κύριε, καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι
ήμαρτόν σοι.
Κύριε, πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά
σου, ότι σύ εί ο Θεός μου.
Ότι παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.
Παράτεινον τό έλεός σου τοίς γινώσκουσί σε.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ γ').
Δόξα... Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.
Σήμερον σωτηρία τώ κόσμω γέγονεν. Άσωμεν τώ αναστάντι
εκ τάφου καί αρχηγώ τής ζωής ημών, καθελών γάρ τώ θανάτω τόν θάνατον, τό νίκος
έδωκεν ημίν, καί τό μέγα έλεος.
Είς την λειτουργίαν
ΑΝ Τ Ι Φ Ω Ν Α
Ήχος β΄
Στίχ.
α'. Ευλόγει η ψυχή μου, τόν Κύριον,
καί πάντα τά εντός μου τό όνομα τό άγιον αυτού
Ταίς
πρεσβείαις τής Θεοτόκου, Σώτερ σώσον ημάς.
Στίχ.
β'. Ευλόγει, η ψυχή μου, τόν Κύριον,
καί μή επιλανθάνου πάσας τάς ανταποδόσεις αυτού.
Ταίς
πρεσβείαις τής Θεοτόκου...
Στίχ.
γ'. Κύριος εν τώ ουρανώ ητοίμασε τόν
θρόνον αυτού, καί η Βασιλεία αυτού πάντων δεσπόζει.
Ταίς
πρεσβείαις τής Θεοτόκου...
Δόξα... Καί νύν...
Ταίς
πρεσβείαις τής Θεοτόκου...
Β΄. Ήχος β'
Στίχ.
α'. Αίνει, η ψυχή μου, τόν Κύριον,
αινέσω Κύριον εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.
Σώσον
ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι. Αλληλούια.
Στίχ.
β'. Μακάριος, ού ο Θεός Ιακώβ βοηθός
αυτού, η ελπίς αυτού επί Κύριον τόν Θεόν αυτού.
Σώσον
ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...
Στίχ.
γ'. Βασιλεύσει Κύριος εις τόν αιώνα,
ο Θεός σου, Σιών, εις γενεάν καί γενεάν.
Σώσον,
ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...
Δόξα... Καί νύν...
Ο Μονογενής Υιός
και Λόγος του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν
σωτηρίαν σαρκοθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως
ενανθρωπήσας, σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της
Αγίας Τριάδος, συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.
Ἀπολυτίκιον Ἦχος γ'
Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ
κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Εισοδικόν
Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ. Σώσον ημάς, Υιέ
Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι Αλληλούϊα.
Ἀπολυτίκιον Ἦχος γ'
Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ
κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Ἀπολυτίκιον Ἦχος δ'
Ἀπεστρέφετό
ποτέ, ὁ Ἰορδάνης ποταμός, τῇ μηλωτῇ Ἐλισαιέ, ἀναληφθέντος Ἠλιού, καὶ διῃρεῖτο τὰ
ὕδατα ἔνθεν καὶ ἔνθεν, καὶ γέγονεν αὐτῷ, ξηρὰ ὁδὸς ἡ ὑγρά, εἰς τύπον ἀληθῶς τοῦ
Βαπτίσματος, δι' οὗ ἡμεῖς τὴν ῥέουσαν, τοῦ βίου διαπερῶμεν διάβασιν, Χριστὸς ἐφάνη,
ἐν Ἰορδάνῃ, ἁγιάσαι τὰ ὕδατα.
καὶ τοῦ ναοῦ…
Κοντάκιον Ἦχος δ'
Ἐπεφάνης σήμερον
Ἐν
τοῖς ῥείθροις σήμερον τοῦ Ἰορδάνου, γεγονὼς ὁ Κύριος, τῷ Ἰωάννῃ ἐκβοᾷ. Μὴ
δειλιάσῃς βαπτίσαι με· σῶσαι γὰρ ἥκω, Ἀδὰμ τὸν πρωτόπλαστον.
Τό Τρισάγιον...
Προκείμενον. Ήχος
πλ. β’ ( Ψαλμός κζ’).
Σώσον τον λαόν σου και ευλόγησον την κληρονομιαν σου
Στίχ. Προς
σε, Κύριε, κεκράξομαι, ο Θεός μου
Προς Τιμόθεον Β’ Επιστολής Παύλου το Ανάγνωσμα.
Τέκνον Τιμόθεε , 5
σὺ δὲ νῆφε ἐν πᾶσι, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου
πληροφόρησον. 6 ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφέστηκε.
7 τὸν καλὸν ἀγῶνα ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· 8 λοιπὸν
ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος ἐν ἐκείνῃ τῇ
ἡμέρᾳ, ὁ δίκαιος κριτής, οὐ μόνον δὲ ἐμοὶ, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν
αὐτοῦ.
Αλληλούϊα (γ’) . Ήχος δ’( Ψαλμός ξστ’).
Εὐαγγέλιον ὁμοίως,
«᾿Αρχὴ τοῦ εὐαγγελίου ᾿Ιησοῦ Χριστοῦ» (Μρκ. α῞ 1-8),
καὶ καθεξῆς ἡ θ.
λειτουργία τοῦ ἱ. Χρυσοστόμου·
«῎Αξιόν ἐστιν»·
«Αἰνεῖτε»·
«Εἴδομεν
τὸ
φῶς»·
Μετὰ τὴν ὀπισθάμβωνον εὐχὴν ψάλλονται τὰ ἰδιόμελα «Φωνὴ Κυρίου» καὶ τελεῖται ὑπὸ τοῦ λειτουργοῦ ὁ Μέγας ῾Αγιασμὸς κατὰ τὴν ἐν τῷ Μηναίῳ διάταξιν· εἰς τὸ τέλος τοῦ ῾Αγιασμοῦ ὁ ἱερεὺς βαπτίζει τρὶς τὸν τίμιον σταυρὸν ὄρθιον αὐτὸν κατάγων ἐν τῷ ἡγιασμένῳ ὕδατι καὶ ἀνάγων, ψάλλων τὸ ἀπολυτίκιον «᾿Εν ᾿Ιορδάνῃ βαπτιζομένου σου, Κύριε», ὃ ἐπαναλαμβάνουσιν οἱ χοροὶ ἀνὰ μίαν· εἶτα ῥαντίζει τὸν λαὸν μετὰ τοῦ ἡγιασμένου ὕδατος ψάλλων τὸ κοντάκιον «᾿Εν τοῖς ῥείθροις σήμερον», μεθ᾿ ὃ προσέρχεται ὁ λαὸς μετὰ τάξεως καὶ ἀσπαζόμενος τὸν τίμιον σταυρὸν καὶ τὴν κρατοῦσαν αὐτὸν δεξιὰν τοῦ ἱερέως ἁγιάζεται διὰ τῆς μεταλήψεως τοῦ ἡγιασμένου ὕδατος, τοῦ β῞ χοροῦ ψάλλοντος τὸ ἰδιόμελον «᾿Ανυμνήσωμεν οἱ πιστοί»· μετὰ ταῦτα «Εἴη τὸ ὄνομα Κυρίου» (γ῞), «Τοῦ Κυρίου δεηθῶμεν», ὁ ἱερεὺς «Εὐλογία Κυρίου καὶ ἔλεος», ὁ β῞ χορὸς «᾿Αμήν», ὁ ἱερεὺς «Δόξα σοι, Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι», ὁ ἀναγνώστης Δόξα, Καὶ νῦν, «Κύριε, ἐλέησον» (γ῞), «Πάτερ ἅγιε, εὐλόγησον» καὶ ὁ ἱερεὺς τὴν εὐχὴν τῆς (μεγάλης) ἀπολύσεως «῾Ο ἐν ᾿Ιορδάνῃ ὑπὸ ᾿Ιωάννου βαπτισθῆναι καταδεξάμενος διὰ τὴν ἡμῶν σωτηρίαν καὶ ἀναστὰς ἐκ νεκρῶν Χριστὸς ὁ ἀληθινὸς Θεὸς» καὶ εὐθὺς τὸ «Δι᾿ εὐχῶν».
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου