ΚΥΡΙΑΚΗ ΙΒ῞ ΛΟΥΚΑ (10 ΛΕΠΡΩΝ). ῾Οσίου Μακαρίου τοῦ Αἰγυπτίου. ῏Ηχος πλ. α῞,
ἑωθινὸν η.
ΕΙΣ ΤΟΝ
ΟΡΘΡΟΝ
Ἦχος πλ. α'
Θεός
Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, α'.
Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός
Κύριος, καί επέφανεν ημίν...
Στίχ, β'.
Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς,
Θεός
Κύριος, καί επέφανεν ημίν...
Στίχ, γ'.
Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός
Κύριος, καί επέφανεν ημίν...
Ἀπολυτίκιον Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου
τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε
σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας,
ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.
Δόξα...
Ἀπολυτίκιον Ἦχος πλ. α'
Τῆς
ἐρήμου πολίτης καὶ ἐν σώματι Ἄγγελος, καὶ θαυματουργὸς ἀνεδείχθης, θεοφόρε Πατὴρ
ἡμῶν Μακάριε, νηστείᾳ, ἀγρυπνίᾳ, προσευχῇ, οὐράνια χαρίσματα λαβών, θεραπεύεις
τοὺς νοσοῦντας, καὶ τὰς ψυχὰς τῶν πίστει προστρεχόντων σοι. Δόξα τῷ δεδωκότι
σοι ἰσχύν· δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Καὶ νῦν...
Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν
προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ
τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ
προσκυνούντων τὸν Τόκον σου.
Καθίσματα Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον
Τὸν Σταυρὸν τοῦ Κυρίου ἐγκωμιάσωμεν, τὴν ταφὴν τὴν ἁγίαν ὕμνοις
τιμήσωμεν, καὶ τὴν Ἀνάστασιν αὐτοῦ ὑπερδοξάσωμεν, ὅτι συνήγειρε νεκρούς, ἐκ τῶν
μνημάτων ὡς Θεός, σκυλεύσας κράτος θανάτου, καὶ ἰσχὺν διαβόλου, καὶ τοῖς ἐν ᾅδῃ
φῶς ἀνέτειλε.
Δόξα...
Κύριε, νεκρὸς προσηγορεύθης, ὁ νεκρώσας τὸν θάνατον, ἐν μνήματι
ἐτέθης, ὁ κενώσας τὰ μνήματα, ἄνω στρατιῶται τὸν τάφον ἐφύλαττον, κάτω τοὺς ἀπ'
αἰῶνος νεκροὺς ἐξανέστησας, Παντοδύναμε καὶ ἀκατάληπτε, Κύριε δόξα σοι.
Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε ἅγιον ὄρος καὶ θεοβάδιστον, χαῖρε ἔμψυχε βάτε καὶ ἀκατάφλεκτε,
χαῖρε ἡ μόνη πρὸς Θεὸν κόσμου γέφυρα, ἡ μετάγουσα θνητούς, πρὸς τὴν αἰώνιον ζωήν,
χαῖρε ἀκήρατε Κόρη, ἡ ἀπειράνδρως τεκοῦσα, τὴν σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Κύριε, μετὰ τὴν τριήμερόν σου Ἀνάστασιν, καὶ τὴν τῶν Ἀποστόλων
προσκύνησιν, ὁ Πέτρος ἐβόα σοι· Γυναῖκες ἀπετόλμησαν, κᾀγὼ ἐδειλίασα. Λῃστὴς ἐθεολόγησε,
κᾀγὼ ἠρνησάμην σε, ἆρα καλέσεις με τοῦ λοιποῦ μαθητήν, ἢ πάλιν δείξεις με ἁλιέα
βυθοῦ; ἀλλὰ μετανοοῦντά με δέξαι, ὁ Θεὸς καὶ σῶσόν με.
Δόξα...
Κύριε, ἐν μέσῳ σε προσήλωσαν, οἱ παράνομοι τῶν καταδίκων,
καὶ λόγχῃ τὴν πλευράν σου ἐξεκέντησαν, ὦ Ἐλεῆμον, ταφὴν δὲ κατεδέξω, ὁ λύσας ᾅδου
τὰς πύλας, καὶ ἀνέστης τριήμερος, ἔδραμον Γυναῖκες ἰδεῖν σε, καὶ ἀπήγγειλαν Ἀποστόλοις
τὴν Ἔγερσιν. Ὑπερυψούμενε Σωτήρ, ὃν ὑμνοῦσιν Ἄγγελοι, εὐλογημένε Κύριε δόξα
σοι.
Καὶ νῦν ... Θεοτοκίον
Ἀπειρόγαμε Νύμφη θεογεννήτρια, ἡ τῆς Εὔας τὴν λύπην χαραποιήσασα,
ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ προσκυνοῦμέν σε, ὅτι ἀνήγαγες ἡμᾶς ἐκ τῆς ἀρχαίας ἀρᾶς,
καὶ νῦν δυσώπει ἀπαύστως, πανύμνητε Παναγία, εἰς τὸ σωθῆναι ἠμας.
ΕΥΛΟΓΗΤΑΡΙΑ Ἦχος πλ. α'
Εὐλογητὸς
εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα,
τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ
ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.
Εὐλογητὸς
εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε;
ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις. Ἴδετε ὑμεῖς τὸν
τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
Εὐλογητὸς
εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι·
ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε,
τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
Εὐλογητὸς
εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου,
Σῶτερ, ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζῶντα
λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.
Δόξα... Τριαδικὸν
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον
Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος,
Ἅγιος, Ἅγιος εἶ, Κύριε.
Καὶ νῦν ... Θεοτοκίον
Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας,
χαρμονὴν δὲ τῇ
Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς
Θεὸς καὶ ἄνθρωπος.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (ἐκ γ')
Ἡ Ὑπακοὴ Ἦχος πλ. α'
Ἀγγελικῇ ὁράσει τὸν νοῦν ἐκθαμβούμεναι, καὶ θεϊκῇ Ἐγέρσει τὴν
ψυχὴν φωτιζόμεναι, αἱ Μυροφόροι τοῖς Ἀποστόλοις εὐηγγελίζοντο. Ἀναγγείλατε ἐν
τοῖς ἔθνεσι, τὴν Ἀνάστασιν τοῦ Κυρίου, συνεργοῦντος τοῖς θαύμασι, καὶ παρέχοντος
ἡμῖν τὸ μέγα ἔλεος.
Οἱ Ἀναβαθμοὶ
Ἀντίφωνον Α'
Ἐν
τῷ θλίβεσθαί με Δαυϊτικῶς, ᾄδω σοι Σωτήρ μου. Ῥῦσαί μου τὴν ψυχὴν ἐκ γλώσσης
δολίας.
Τοῖς
ἐρημικοῖς ζωὴ μακαρία ἐστί, θεϊκῷ ἔρωτι πτερουμένοις.
Δόξα... Καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, περικρατεῖται πάντα τὰ ὁρατά τε σὺν τοῖς ἀοράτοις·
αὐτοκρατὲς γὰρ ὅν, τῆς Τριάδος ἕν ἐστιν ἀψεύστως.
Ἀντίφωνον Β'
Εἰς
τὰ ὄρη ψυχὴ ἀρθῶμεν, δεῦρο ἐκεῖσε· ὅθεν βοήθεια ἥκει.
Δεξιά
σου χεὶρ κᾀμέ, Χριστὲ ἱπταμένη, σκαιωρίας πάσης περιφυλαξάτω.
Δόξα... Καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, θεολογοῦντες φῶμεν· Σὺ εἶ Θεός, ζωή, ἔρως, φῶς,
νοῦς, σὺ χρηστότης, σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.
Ἀντίφωνον Γ'
Ἐπὶ
τοῖς εἰρηκόσι μοι· Εἰς τὰς αὐλὰς προσβῶμεν Κυρίου, χαρᾶς πολλῆς πλησθεὶς εὐχὰς ἀναπέμπω.
Ἐπὶ
οἶκον Δαυΐδ, τὰ φοβερὰ τελεσιουργεῖται· πῦρ γὰρ ἐκεῖ φλέγον, ἅπαντα αἰσχρὸν νοῦν.
Δόξα... Καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, ζωαρχικὴ ἀξία, ἐξ οὗ πᾶν ζῶον ἐμψυχοῦται, ὡς
ἐν Πατρί, ἅμα τε καὶ Λόγῳ.
Προκείμενον
Ἀνάστηθι Κύριε ὁ Θεός μου, ὅτι σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.
Στίχ. Ἐξομολογήσομαί
σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου.
Ή Τάξις τού Εωθινού
Ευαγγελίου
Ιερεύς Τού Κυρίου δεηθώμεν.
Χορός Κύριε, ελέησον.
Ιερεύς Ότι Άγιος εί ο Θεός ημών, και εν αγίοις επαναπαύη, και σοι
την δόξαν αναπέμπωμεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί
και εις τους αιώνας των αιώνων.
Χορός Αμήν.
Πάσα πνοή αινεσάτω τόν Κύριον (εκ γ').
Ιερεύς Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου
Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.
Χορός Κύριε, ελέησον (γ').
Ιερεύς Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.
Ιερεύς Ειρήνη πάσι.
Χορός Καί τώ Πνεύματί σου.
Ιερεύς Εκ τού κατά ...
αγίου Ευαγγελίου...
Ιερεύς Πρόσχωμεν.
Χορός Δόξα σοι, Κύριε, δόξα σοι.
Ευαγγελιον Εωθινόν η’
Ανάστασιν Χριστού
θεασάμενοι…
Ν' Ψαλμός
·
Ελέησόν
με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον
τό ανόμημά μου
·
επί
πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
·
ότι
τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
·
σοί
μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς
λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε
·
ιδού
γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
·
ιδού
γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
·
ραντιείς
με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
·
ακουτιείς
με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
·
απόστρεψον
τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
·
καρδίαν
καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
·
μή
απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ'
εμού
·
απόδος
μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
·
διδάξω
ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
·
ρύσαί
με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην
σου
·
κύριε
τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου
·
ότι
ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις
·
θυσία
τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός
ουκ εξουθενώσει
·
αγάθυνον
κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
·
τότε
ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό
θυσιαστήριόν σου μόσχους
Δόξα... Ήχος β'
Ταίς τών Αποστόλων, πρεσβείαις
Ελεήμον, εξάλειψον τα πλήθη, τών εμών εγκλημάτων.
Καί νύν...
Ταίς τής Θεοτόκου, πρεσβείαις
Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.
Στίχ. Ελέησόν με, ο Θεός, κατά τό μέγα
έλεός σου, καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου.
Πεντηκοστάριον
Ήχος ο αυτός
Αναστάς ο Ιησούς από τού τάφου,
καθώς προείπεν, έδωκεν ημίν, τήν αιώνιον ζωήν καί μέγα έλεος.
Κανὼν Ἀναστάσιμος
ᾨδὴ α' Ἦχος πλ. α'
Ὁ Εἱρμὸς
«Ἵππον καὶ ἀναβάτην, εἰς θάλασσαν Ἐρυθράν, ὁ συντρίβων πολέμους,
ἐν ὑψηλῷ βραχίονι, Χριστὸς ἐξετίναξεν, Ἰσραὴλ δὲ ἔσωσεν, ἐπινίκιον ὕμνον ᾄδοντα».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει
σου, Κύριε.
Σὲ ἡ ἀκανθηφόρος, Ἑβραίων συναγωγή, οὐ στοργὴν εὐεργέτα, πρὸς
σὲ φυλάξασα, μητρικὴν Χριστὲ ἐστεφάνωσε, τὸν γενάρχην λύοντα, τῆς ἀκάνθης τὸ ἐπιτίμιον.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει
σου, Κύριε.
Ἤγειράς με πεσόντα, τῷ βόθρῳ ἐπικληθείς, ζωοδότα ἀπτώτως,
καὶ τῆς ἐμῆς δυσώδους φθορᾶς, Χριστὲ ἀνασχόμενος, ἀπειράστως θείας οὐσίας, μύρῳ
με εὐωδίασας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε,
σῶσον ἡμᾶς.
Λέλυται ἡ κατάρα, ἡ λύπη πέπαυται· ἡ γὰρ εὐλογημένη, καὶ
κεχαριτωμένη, πιστοῖς χαρὰν ἐξανέτειλεν, εὐλογίαν πᾶσιν ἀνθηφοροῦσα, Χριστὸν τοῖς
πέρασι.
Τὸν πανάριστον ἐν ἀσκηταῖς Μακάριον
κυδαίνω.
Θεοφάνους.
ᾨδὴ α'
Ἦχος δ'
Τῷ
θείῳ φωτὶ λαμπόμενος, καὶ σὺν τοῖς Ἀγγέλοις, Πάτερ νῦν συναυλιζόμενος, ταῖς
πρεσβείαις σου σῷζε, τοὺς ἐπιτελοῦντας τῇν πανίερόν σου μνήμην, ἐν ἀγαλλιάσει
βοῶντας· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
Ὁδὸν
πρὸς ζωὴν στελλόμενος, ἀμεταστρεπτί, ταύτην Παμμάκαρ διήνυσας, ἐκφυγὼν τοὺς θορύβους,
καὶ τὰς τῶν δαιμόνων ταραχὰς διεσκέδασας, ἐν ἀγαλλιάσει κραυγάζων· ᾌσωμεν τῷ Θεῷ
ἡμῶν, ὅτι δεδόξασται.
Νεκρώσας
σαρκὸς τὸ φρόνημα, ταῖς ἀσκητικαῖς, σοῦ παλαίστραις τῷ θείῳ Πνεύματι, καὶ τῇ τούτου
κυβερνώμενος θείᾳ δυνάμει, ἐν ἀγαλλιάσει ἐβόας· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
Πάντα
τὰ τερπνὰ κατέλιπες, τὴν διηνεκῆ, ἀγαπήσας Πάτερ τερπνότητα, ἐν τῷ οἴκῳ Κυρίου,
ἔνθα ἦχος τῶν εἰλικρινῶς ἑορταζόντων, καὶ ἀγαλλιάσει βοώντων· ᾌσωμεν τῷ Θεῷ ἡμῶν,
ὅτι δεδόξασται.
Θεοτοκίον
Ἄχρονον
υἱὸν ἀνάρχου Πατρός, σάρκα δι' ἡμᾶς, τοὺς ἀνθρώπους Ἁγνὴ γενόμενον, ἐν γαστρὶ
συλλαβοῦσα, ὑπὸ χρόνον τοῦτον, τέτοκας ἀνερμηνεύτως, ᾧ καὶ γεγηθότες βοῶμεν· ᾌσωμεν
τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
ᾨδὴ γ'
Ὁ Εἱρμὸς
«Ὁ πήξας ἐπ' οὐδενὸς τὴν γῆν τῇ προστάξει σου, καὶ μετεωρίσας
ἀσχέτως βρίθουσαν, ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν
σου στερέωσον, μόνε ἀγαθὲ καὶ φιλάνθρωπε».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει
σου, Κύριε.
Χολὴν μὲν οἱ ἐκ πέτρας τὸ μέλι θηλάσαντες, τῷ ἐν τῇ ἐρήμῳ
τερατουργήσαντι, σοὶ προσενηνόχασι Χριστέ, ὄξος δ' ἀντὶ τοῦ μάννα, εὐεργεσίαν
σοι ἠμείψαντο, παῖδες Ἰσραὴλ οἱ ἀγνώμονες.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει
σου, Κύριε.
Οἱ πάλαι φωτοειδεῖ νεφέλῃ σκεπόμενοι, τὴν ζωὴν ἐν τάφῳ
Χριστὲ κατέθεντο, ἀλλ' αὐτεξουσίως ἀναστάς, πᾶσι πιστοῖς παρέσχες, τὴν μυστικῶς
ἐπισκιάζουσαν, ἄνωθεν τοῦ Πνεύματος ἔλλαμψιν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε,
σῶσον ἡμᾶς.
Σὺ Μήτηρ Θεοῦ ἀσυνδυάστως γεγένησαι, τοῦ ἐξ ἀκηράτου Πατρὸς
ἐκλάμψαντος, ἄνευθεν ὠδίνων μητρικῶν· ὅθεν σε Θεοτόκον, σεσαρκωμένον γὰρ ἐκύησας,
Λόγον ὀρθοδόξως κηρύττομεν.
ᾨδὴ γ'
Νόμῳ
ὑποκύψας Πνεύματος, οὗ τῇ πανοπλίᾳ, περιφραξάμενος Ὅσιε, οὐ τῷ νόμῳ τῆς ἁμαρτίας,
τὴν προαίρεσιν ὑπέκλινας.
Ἄνω
πρὸς Θεὸν τὸ φρόνημα, ἔχων θεοφόρε, τὰ ἐπὶ γῆς καταλέλοιπας, διὰ πόνων τῆς ἐγκρατείας,
ἀνενδότως κουφιζόμενος.
Ῥήξας
τὰ δεσμὰ τῆς φύσεως, τῇ ὑπερφυεῖ, καὶ καθαρᾷ πολιτείᾳ σου, θεοφόρε τῶν ὑπέρ, φύσιν,
ἐκομίσω τὴν ἐνέργειαν.
Ἴνα
τῷ Θεῷ Μακάριε, ἐν ἀταραξίᾳ, προσομιλήσῃς ἐπ’ἔρημον, κατοικῆσαι Πάτερ προείλω,
τῶν θορύβων μακρυνόμενος.
Θεοτοκίον
Σῶσαι
βουληθεὶς τὸν ἄνθρωπον, ὁ διαφερόντως, ὡς εὐεργέτης φιλάνθρωπος, τὴν σὴν μήτραν
ἀπεριγράπτως, Θεομῆτορ κατεσκήνωσεν.
Κάθισμα Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ
Ἀσκήσεως
πυρί, ὡς χρυσὸς ἐν καμίνῳ, Σοφὲ δοκιμασθείς, ὀβρυζότερος ὤφθης· διὸ πρὸς οὐράνια,
μετηνέχθης βασίλεια· ὅθεν πίστει σε, ἀνευφημοῦντες βοῶμεν· Χάριν ἔλεος, καὶ ἱλασμὸν
τῶν πταισμάτων, ἡμῖν Πάτερ αἴτησαι.
Δόξα... Καὶ νῦν...Θεοτοκίον
Ὁδήγησον
ἡμᾶς, ἐν ὁδῷ μετανοίας, ἐκκλίνοντας ἀεί, πρὸς κακῶν ἀνοδίας, καὶ τὸν ὑπεράγαθον,
παροργίζοντας Κύριον, ἀπειρόγαμε, εὐλογημένη Μαρία, καταφύγιον, ἀπεγνωσμένων ἀνθρώπων,
Θεοῦ ἐνδιαίτημα.
ᾨδὴ δ'
Ὁ Εἱρμὸς
«Τὴν θείαν ἐννοήσας σου κένωσιν, προβλεπτικῶς ὁ Ἀββακούμ,
Χριστὲ ἐν τρόμῳ ἐβόα σοι· Εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου ἐλήλυθας».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει
σου, Κύριε.
Τῆς Μερρᾶς τὰ πικρότατα νάματα, ὡς ἐν εἰκόνι προτυπῶν, τὸν ἄχραντόν
σου Σταυρὸν ἀγαθέ, τῆς ἁμαρτίας νεκροῦντα, τὴν γεῦσιν διὰ ξύλου ἐγλύκανας.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει
σου, Κύριε.
Σταυρὸν κατὰ τοῦ ξύλου τῆς γνώσεως, κατὰ γλυκείας ἐδωδῆς,
χολὴν Σωτήρ μου προσίεσαι, κατὰ φθορᾶς δὲ θανάτου, τὸ αἷμά σου τὸ θεῖον ἐξέχεας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε,
σῶσον ἡμᾶς.
Ἐκτὸς μὲν συναφείας συνέλαβες, ἀδιαφθόρως ἐν γαστρί, καὶ πρὶν
ὠδινῆσαι τέτοκας, καὶ μετὰ τόκον Παρθένος, Θεὸν σαρκὶ τεκοῦσα πεφύλαξαι.
ᾨδὴ δ'
Τὸν
φθειρόμενον αὐτίκα, παλαιότατον ἄνθρωπον, ἐξεδύσω Πάτερ, σὺν τῆς ἁμαρτίας τοῖς
πάθεσι· δι’ ἐγκρατείας εὐτόνως ἐνεδύσω δέ, τὸν καινούμενον, κατὰ Χριστόν πανσεβάσμιε.
Ὁ
λαμπρότατός σου βίος, ὡς κανὼν ἀκριβέστατος, διὰ πάσης Πάτερ, θείας ἀρετῆς ἀναδέδεικται,
ἐν προσευχαῖς καὶ νηστείαις, ἀγρυπνίαις τε, καὶ δεήσεσι, ταῖς πρὸς Χριστὸν τὸν
φιλάνθρωπον.
Νυσταγμὸν
τοῖς σοῖς βλεφάροις, θεοφόρε οὐκ ἔδωκας, ἕως ὅτου Πάτερ, οἶκον σεαυτὸν ἀπετέλεσας,
τῷ παντεπόπτῃ Δεσπότῃ ὡραιότατον, πρὸς ὃν ἔκραζες· δόξα Χριστὲ τῇ δυνάμει σου.
Ἐν
νεότητι τὸ σῶφρον, ἐν τῷ γήρει τὴν σύνεσιν, ἐν παντὶ δὲ βίῳ, τὸ καρτερικὸν καὶ
μακρόθυμον, καὶ τὴν πρὸς πάντας ἀγάπην ἐπιδέδειξαι, τοὺς κραυγαζοντας· Δόξα
Χριστὲ τῇ δυνάμει σου.
Θεοτοκίον
Νεκρωθέντας
Παναγία, τοὺς ἀνθρώπους ἐζώωσας, πεπτωκότας τούτους, πρὸς διαφθορὰν ἐξανέστησας,
τὸν Ζωοδότην τεκοῦσα τὸν λυτρούμενον, τοὺς κραυγάζοντας· Δόξα Χριστὲ τῇ δυνάμει
σου.
ᾨδὴ ε'
Ὁ Εἱρμὸς
«Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, πρὸς σὲ ὀρθρίζω, καὶ σοὶ
κραυγάζω, τὴν ψυχήν μου φώτισον τὴν ἐσκοτισμένην, Χριστὲ ὡς μόνος εὔσπλαγχνος».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει
σου, Κύριε.
Ὁ τῆς δόξης Κύριος, ἐν ἀδοξίας μορφῇ, ἐπὶ τοῦ ξύλου ἠτιμωμένος,
ἑκουσίως κρέμαται, τὴν θείαν μοι δόξαν, ἀφράστως προμηθούμενος.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει
σου, Κύριε.
Σύ με μετημφίασας, πρὸς ἀφθαρσίαν Χριστέ, φθορᾶς θανάτου ἀδιαφθόρως,
τῇ σαρκὶ γευσάμενος, καὶ ἐξανατείλας τοῦ μνήματος τριήμερος.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε,
σῶσον ἡμᾶς.
Σὺ δικαιοσύνην τε, καὶ ἀπολύτρωσιν ἡμῖν, τεκοῦσα Χριστὸν ἀσπόρως,
ἐλευθέραν ἔδρασας ἀρᾶς, Θεοτόκε τὴν φύσιν τοῦ προπάτορος.
ᾨδὴ ε'
Ἀναπετάσας
Ὅσιε, ψυχῆς τὸ νοερόν, καὶ τὰς αἰσθήσεις σοφῶς κυβερνήσας, γέγονας ναὸς ἡγιασμένος,
τῷ Θεῷ καὶ πανίερος.
Σκολιωτάτου
δράκοντος, μαράνας μηχανάς, καὶ τὰς ἐκείνου πικρὰς μεθοδείας, ἤμβλυνας ἀεὶ τῷ
θείῳ Νόμῳ, τὴν ψυχὴν ῥυθμιζόμενος.
Κατακοσμήσας
Ὅσιε, ψυχῆς τὸ νοερόν, καὶ ἡγεμόνα τὸν νοῦν καταστήσας, ἔσχες τὸν Χριστὸν ἡνιοχοῦντα,
πρὸς πορείαν οὐράνιον.
Θεοτοκίον
Ἡ
Παρθένος ἔτεκε, τὸν ἄχρονον Υἱόν, νομοθετοῦντα τοῖς πάσιν ἁγνείαν, καὶ τὸ καθαρὸν
τῆς εὐσεβείας, τοῖς ἐν γῇ καταγγέλλοντᾳ.
ᾨδὴ ς'
Ὁ Εἱρμὸς
«Μαινομένην κλύδωνι, ψυχοφθόρῳ, Δέσποτα Χριστέ, τῶν παθῶν τὴν
θάλασσαν κατεύνασον, καὶ ἐκ φθορᾶς, ἀνάγαγέ με ὡς εὔσπλαγχνος».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει
σου, Κύριε.
Εἰς φθορὰν κατώλισθεν, ὁ Γενάρχης, Δέσποτα Χριστέ, παρηκόου
βρώσεως γευσάμενος, καὶ πρὸς ζωὴν ἀνῆκται διὰ τοῦ πάθους σου.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει
σου, Κύριε.
Ἡ ζωὴ κατήντησας, πρὸς τὸν ᾍδην, Δέσποτα Χριστέ, καὶ φθορὰ
τῷ φθείραντι γενόμενος, διὰ φθορᾶς ἐπήγασας τὴν Ἀνάστασιν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε,
σῶσον ἡμᾶς.
Ἡ Παρθένος ἔτεκε, καὶ τεκοῦσα, ἔμεινεν ἁγνή, ἐν χερσὶ τὸν φέροντα
τὰ σύμπαντα, ὡς ἀληθῶς παρθένος Μήτηρ βαστάσασα.
ᾨδὴ ς'
Τὴν
ἔρημον, κατοικῆσαι προθύμως ἠγάπησας, θεοφόρε, ἐν αὐτῇ τὸν Θεὸν προσδεχόμενος,
τὸν ῥυόμενόν σε, καὶ τηροῦντα τὰ σὰ διαβήματα.
Ἀκλόνητος,
ἐν ἀσκήσει θεόφρον διέμεινας, μέχρι τέλους, διασῴζων τὴν ταύτης ἀκρίβειαν· δι' ἧς
τῆς ἀφράστου, ἠξιώθης καὶ θείας ἐλλάμψεως
Ἰσάγγελον,
ἐπὶ γῆς πολιτείαν ἐβίωσας, ἰσαγγέλου, καὶ τιμῆς ἐπαξίως τετύχηκας, μετὰ τῶν Ἀγγέλων,
τῷ τῶν πάντων Θεῷ παριστάμενος.
Θεοτοκίον
Συνέλαβες,
ἐν γαστρὶ Θεομῆτορ τὸν ἄναρχον, Θεὸν Λόγον, δι’ ἡμᾶς τοὺς ἀνθρώπους γενόμενον,
καθ’ ἡμᾶς ἀτρέπτως, ἐν δυσὶ γνωριζόμενον φύσεσιν.
Κοντάκιον Ἦχος πλ. α'
Μιμητὴς ὑπάρχων
Πρὸς
τὸν ᾍδην Σωτήρ μου συγκαταβέβηκας, καὶ τὰς πύλας συντρίψας ὡς παντοδύναμος, τοὺς
θανόντας ὡς Κτίστης συνεξανέστησας, καὶ θανάτου τὸ κέντρον Χριστὲ συνέτριψας,
καὶ Ἀδὰμ τῆς κατάρας ἐρρύσω Φιλάνθρωπε· διὸ πάντες σοι κράζομεν· Σῶσον ἡμᾶς Κύριε.
Ὁ Οἶκος
Ἀκούσασαι
αἱ Γυναῖκες τοῦ Ἀγγέλου τὰ ῥήματα, ἀπεβάλοντο τὸν θρῆνον, προσχαρεῖς γενόμεναι,
καὶ σύντρομοι τὴν Ἀνάστασιν ἔβλεπον, καὶ ἰδοὺ Χριστὸς προσήγγισεν αὐταῖς, λέγων
τό· Χαίρετε, θαρσεῖτε, ἐγὼ τὸν κόσμον νενίκηκα, καὶ τοὺς δεσμίους ἐρρυσάμην·
σπουδάσατε οὖν πρὸς τοὺς Μαθητάς, ἀπαγγέλλουσαι αὐτοῖς, ὅτι προάγω ὑμᾶς, ἐν τῇ
πόλει Γαλιλαίᾳ τοῦ κηρῦξαι. Διὸ πάντες σοι κράζομεν· Σῶσον ἡμᾶς Κύριε.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ
ΙΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὅσίου Πατρὸς ἡμῶν Μακαρίου τοῦ Αἰγυπτίου καὶ ἀναχωρητοῦ,
καὶ τοῦ Ὁσίου Μακαρίου τοῦ Ἀλεξανδρέως.
Στίχοι
Θανοῦσα
θείων ἡ δυὰς Μακαρίων,
Ζωῆς
μετέσχε τῆς μακαριωτάτης.
Γῆν
μακάρων λάχον ἐννεακαιδεκάτῃ Μακάριοι.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἁγίας Μάρτυρος Εὐφρασίας.
Στίχοι
Ψεύδει
σοφῷ φυγοῦσα σαρκὸς τὴν ὕβριν,
Ἀθλεῖς
ἀληθῶς ἐκ ξίφους Εὐφρασία.
Τῇ
αὐτῇ ἡμέρᾳ, ἡ εἰς τὸν Ναὸν τῶν ἁγίων Ἀποστόλων Ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἐν ἁγίοις
Πατρὸς ἡμῶν Γρηγορίου τοῦ θεολόγου.
Στίχοι
Ἔχει
νεκρὸν σὸν ἡ καλὴ μετοικία,
Καλῶ
γάρ, ὡς σύ, τοὺς Ἀποστόλους Πάτερ.
Τῇ
αὐτῇ ἡμέρᾳ, τελεῖται ἡ ἀνάμνησις τοῦ ἐν Νικαίᾳ μεγίστου θαύματος, ὅτε ὁ Μέγας
Βασίλειος διὰ προσευχῆς ἀνέῳξε τὰς πύλας τῆς Καθολικῆς Ἐκκλησίας καὶ παρέθετο αὐτὴν
τοῖς Ὀρθοδόξοις.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Χέρσον ἀβυσσοτόκον»
Τῆς Ὑπαπαντῆς
Ὠδὴ α’. Ἦχος
γ’.
Χέρσον
ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσέ ποτε· ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ,
λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι· ᾌσωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ
δεδόξασται.
Ὠδὴ γ’.
Τὸ
στερέωμα, τῶν ἐπὶ Σοὶ πεποιθότων, στερέωσον Κύριε, τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω, τῷ
τιμίῳ Σου αἵματι.
Ὠδὴ δ’.
Ἐκάλυψεν
οὐρανούς, ἡ ἀρετή Σου Χριστέ· τῆς κιβωτοῦ γὰρ προελθών, τοῦ ἁγιάσματός Σου, τῆς
ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης Σου, ὤφθης ὡς βρέφος, ἀγκαλοφορούμενος· καὶ
ἐπληρώθη τὰ πάντα τῆς Σῆς αἰνέσεως.
Ὠδὴ ε’.
Ὡς
εἶδεν Ἡσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπηρμένῳ Θεόν, ὑπ’ ἀγγέλων δόξης
δορυφορούμενον, Ὢ τάλας ἐβόα ἐγώ! πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου,
καὶ εἰρήνης δεσπόζοντα.
Ὠδὴ ς’.
Ἐβόησέ
Σοι, ἰδὼν ὁ πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη· Ἐκ Θεοῦ,
Χριστέ, Σὺ Θεός μου.
Ὠδὴ ζ’.
Σὲ
τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ ἀκηράτῳ ἐνοικήσαντα,
Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελῳδοῦντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.
Ὠδὴ η’.
Αἰνοῦμεν,
εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Ἀστέκτῳ
πυρὶ ἑνωθέντες, οἱ θεοσεβείᾳ προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον
ὕμνον ἔμελπον· Εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας
τοὺς αἰῶνας.
Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις τιμώντες μεγαλύνωμεν.
Ήχος δ'
Μεγαλύνει η ψυχή μου τόν Κύριον, καί
ηγαλλίασε τό πνεύμά μου επί τώ Θεώ τώ σωτήρί μου.
·
·
Τήν Τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν
αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.
Ότι επέβλεψεν επί τήν ταπείνωσιν τής
δούλης αυτού, ιδού γάρ από τού νύν μακαριούσί με πάσαι γενεαί,
·
·
Τήν Τιμιωτέραν τών Χερουβείμ...
Ότι εποίησέ μοι μεγαλεία ο Δυνατός,
καί άγιον τό όνομα αυτού, καί τό έλεος αυτού εις γενεάν, καί γενεάν τοίς φοβουμένοις
αυτόν.
·
·
Τήν Τιμιωτέραν τών Χερουβείμ...
Εποίησε κράτος εν βραχίονι αυτού,
διεσκόρπισεν υπερηφάνους διανοία καρδίας αυτών.
·
·
Τήν Τιμιωτέραν τών Χερουβείμ...
Καθείλε δυνάστας από θρόνων, καί
ύψωσε ταπεινούς, πεινώντας ενέπλησεν αγαθών, καί πλουτούντας εξαπέστειλε
κενούς.
·
·
Τήν Τιμιωτέραν τών Χερουβείμ...
Αντελάβετο Ισραήλ παιδός αυτού,
μνησθήναι ελέους, καθώς ελάλησε πρός τούς πατέρας ημών, τώ Αβραάμ, καί τώ
σπέρματι αυτού έως αιώνος.
Καταβασία
Θεοτόκε
ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν, σκέπε φρούρει φύλαττε, τοὺς ἐλπίζοντας εἰς Σέ.
Ἐν
νόμου σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί· πᾶν ἄρσεν τὸ τὴν μήτραν
διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν,
πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ μεγαλύνομεν.
Άγιος Κύριος ο Θεός ημών,
Άγιος Κύριος ο Θεός ημών.
Υψούτε Κύριον τόν Θεόν ημών, καί
προσκυνείτε τώ υποποδίω τών ποδών αυτού.
Ότι Άγιός εστιν
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Η'
Δύο
Ἀγγέλους βλέψασα, ἔνδοθεν τοῦ μνημείου, Μαρία ἐξεπλήττετο, καὶ Χριστὸν ἀγνοοῦσα,
ὡς Κηπουρὸν ἐπηρώτα, Κύριε ποῦ τὸ σῶμα, τοῦ Ἰησοῦ μου τέθεικας; κλήσει δὲ τοῦτον
γνοῦσα εἶναι αὐτόν , τὸν Σωτῆρα ἤκουσε· Μή μου ἅπτου, πρὸς τὸν Πατέρα ἄπειμι, εἰπὲ
τοῖς ἀδελφοῖς μου.
Ἐξαποστειλάριον
Ὁ οὐρανὸν τοῖς ἄστροις
Ἀγγελικὸν
τὸν βίον, ποθῶν ἐμάκρυνας σαυτόν, ἐν ταῖς ἐρήμοις καὶ πάθη, καθυποτάξας τῆς
σαρκός, ἰσάγγελος ἀνεδείχθης, Πατὴρ ἡμῶν θεοφόρε.
Θεοτοκίον
Τῇ
κραταιᾷ σου σκέπη, ἀπὸ ἐχθρῶν ἐπιβουλῆς, ἡμᾶς Ἁγνὴ τοὺς σοὺς δούλους, φύλαττε πάντας
ἀβλαβεῖς· σὲ γὰρ κεκτήμεθα μόνην, καταφυγὴν ἐν ἀνάγκαις.
Αἶνοι Ἦχος πλ. α'
ΨΑΛΜΟΣ ΡΜΗ' (148)
--Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὺτὸν ἐν τοῖς ὑψἰστοις·
Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
--Αἰνεῖτε αὐτὸν πάντες οἱ Ἄγγελοι αὐτοῦ·
αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ· Σοὶ πρέπει ὕμνος
τῷ Θεῷ.
1.
Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
-- Κύριε, ἐσφραγισμένου τοῦ τάφου ὑπὸ τῶν παρανόμων, προῆλθες
ἐκ τοῦ μνήματος, καθὼς ἐτέχθης ἐκ τῆς Θεοτόκου, οὐκ ἔγνωσαν πῶς ἐσαρκώθης, οἱ ἀσώματοί
σου Ἄγγελοι, οὐκ ᾔσθοντο πότε ἀνέστης, οἱ φυλάσσοντές σε στρατιῶται· ἀμφότερα γὰρ
ἐσφράγισται τοῖς ἐρευνῶσι, πεφανέρωται δὲ τὰ θαύματα, τοῖς προσκυνοῦσιν, ἐν πίστει
τὸ μυστήριον· ὅ ἀνυμνοῦσιν, ἀπόδος ἡμῖν ἀγαλλίασιν, καὶ τὸ μέγα ἔλεος.
ΨΑΛΜΟΣ ΡΝ' (l50)
2.
Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως
αὐτοῦ.
-- Κύριε, τοὺς μοχλοὺς τοὺς αἰωνίους συντρίψας, καὶ δεσμὰ
διαρρήξας, τοῦ μνήματος ἀνέστης, καταλιπών σου τὰ ἐντάφια· εἰς μαρτύριον τῆς ἀληθοῦς
τριημέρου ταφῆς σου, καὶ προῆγες ἐν τῇ Γαλιλαίᾳ, ὁ ἐν σπηλαίῳ τηρούμενος. Μέγα
σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ, ἐλέησον ἡμᾶς.
3.
Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς
μεγαλωσύνης αὐτοῦ.
-- Κύριε, αἱ Γυναῖκες ἔδραμον ἐπὶ τὸ μνῆμα, τοῦ ἰδεῖν σε τὸν
Χριστόν, τὸν δι' ἠμᾶς παθόντα, καὶ προσελθοῦσαι, εὗρον Ἄγγελον ἐπὶ τὸν λίθον
καθήμενον, τῷ φόβῳ κυλισθέντα, καὶ πρὸς αὐτὰς ἐβόησε λέγων· Ἀνέστη ὁ Κύριος, εἴπατε
τοῖς μαθηταῖς, ὅτι ἀνέστη ἐκ νεκρῶν, ὁ σώζων τὰς ψυχὰς ἡμῶν.
4.
Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
-- Κύριε, ὥσπερ ἐξῆλθες ἐσφραγισμένου τοῦ τάφου, οὕτως εἰσῆλθες
καὶ τῶν θυρῶν κεκλεισμένων, πρὸς τοὺς μαθητάς σου, δεικνύων αὐτοῖς τὰ τοῦ σώματος
πάθη, ἅπερ κατεδέξω Σωτὴρ μακροθυμήσας, ὡς ἐκ σπέρματος Δαυΐδ, μώλωπας ὑπήνεγκας,
ὡς Υἱὸς δὲ τοῦ Θεοῦ, κόσμον ἠλευθέρωσας. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ, ἐλέησον
ἡμᾶς.
5.
Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
-- Κύριε, ὁ Βασιλεὺς τῶν αἰώνων, καὶ Ποιητὴς τῶν ἁπάντων, ὁ
δι' ἡμᾶς σταύρωσιν, καὶ ταφὴν σαρκὶ καταδεξάμενος, ἵνα ἡμᾶς τοῦ ᾍδου ἐλευθερώσῃς
πάντας, σὺ εἶ ὁ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν.
6.
Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα
πνοὴ αἰνεσάτω τὸν Κύριον.
-- Κύριε, τὰ ὑπερλάμποντά σου θαύματα τὶς διηγήσεται; ἢ τὶς
ἀναγγελεῖ τὰ φρικτά σου μυστήρια; ἐνανθρωπήσας γὰρ δι' ἡμᾶς, ὡς αὐτὸς ἠθέλησας,
τὸ κράτος ἐφανέρωσας τῆς δυνάμεώς σου· ἐν γὰρ τῷ Σταυρῷ σου, τῷ Λῃστῇ Παράδεισον
ἤνοιξας, καὶ ἐν τῇ Ταφῇ σου, τοὺς μοχλοὺς τοῦ ᾍδου συνέτριψας, καὶ ἐν τῇ Ἀναστάσει
σου, τὰ σύμπαντα ἐπλούτισας. Εὔσπλαγχνε δόξα σοι.
7.
Ἀνάστηθι, Κύριε, ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς
τέλος.
-- Μυροφόροι γυναῖκες, τὸν τάφον σου καταλαβοῦσαι, λίαν πρωΐ,
ἐπεζήτουν σε μυρίσαι τὸν Ἀθάνατον Λόγον καὶ Θεόν, καὶ τοῦ Ἀγγέλου τοῖς ῥήμασιν ἐνηχηθεῖσαι,
ὑπέστρεφον ἐν χαρᾷ, τοῖς, Ἀποστόλοις μηνῦσαι ἐμφανῶς, ὅτι ἀνέστης ἡ ζωὴ τῶν ἁπάντων,
καὶ παρέχεις τῷ κόσμῳ ἱλασμόν, καὶ τὸ μέγα ἔλεος.
8.
Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.
-- Τοῦ θεοδέγμονος τάφου, πρὸς τοὺς Ἰουδαίους οἱ φύλακες ἔλεγον·
Ὢ τῆς ὑμῶν ματαιόφρονος συμβουλῆς! φυλάττειν τὸν ἀπερίγραπτον δοκιμάσαντες, μάτην
ἐκοπιάσατε, κρύψαι τὴν Ἀνάστασιν τοῦ σταυρωθέντος βουλόμενοι, τρανῶς ἐφανερώσατε.
Ὢ τοῦ ὑμῶν ματαιόφρονος συνεδρίου! Τὶ πάλιν κρύψαι συμβουλεύεσθε, ὃ οὐ κρύπτεται;
μᾶλλον δὲ παρ' ἡμῶν ἀκούσατε, καὶ πιστεῦσαι θελήσατε τῶν γενομένων τὴν ἀλήθειαν.
Ἄγγελος ἀστραπηφόρος, οὐρανόθεν κατελθών, τὸν λίθον ἀπεκύλισεν, οὐ τῷ φόβῳ νεκρώσει
συνεσχέθημεν, καὶ φωνήσας ταῖς κραταιόφροσι Μυροφόροις, ἔλεγε γυναιξίν· οὐχ ὁρᾶτε
τῶν φυλάκων τὴν νέκρωσιν, καὶ τῶν σφραγίδων τὴν διάλυσιν, τοῦ ᾍδου τε τὴν κένωσιν;
Τὶ τὸν τὸ νῖκος τοῦ ᾍδου, καταργήσαντα, καὶ τοῦ θανάτου τὸ κέντρον συντρίψαντα,
ὡς θνητὸν ἐπιζητεῖτε; Εὐαγγελίσασθε δὲ ταχὺ πορευθεῖσαι τοῖς Ἀποστόλοις τὴν Ἀνάστασιν,
ἀφόβως κραυγάζουσαι· Ὄντως ἀνέστη ὁ Κύριος, ὁ ἔχων τὸ μέγα ἔλεος.
Δόξα...ΕΩΘΙΝΟΝ Η' Ἦχος
πλ. δ'
Τὰ
τῆς Μαρίας δάκρυα οὐ μάτην χεῖνται θερμῶς· ἰδοὺ γὰρ κατηξίωται, καὶ διδασκόντων
Ἀγγέλων, καὶ τῆς ὄψεως τῆς σῆς ὦ Ἰησοῦ· ἀλλ' ἔτι πρόσγεια φρονεῖ, οἷα γυνὴ ἀσθενής·
διὸ καὶ ἀποπέμπεται μὴ προσψαῦσαί σοι Χριστέ. Ἀλλ' ὅμως κήρυξ πέμπεται τοῖς σοῖς
Μαθηταῖς, οἷς εὐαγγέλια ἔφησε, τὴν πρὸς τὸν πατρῷον κλῆρον ἄνοδον ἀπαγγέλλουσα.
Μεθ' ἧς ἀξίωσον καὶ ἡμᾶς, τῆς ἐμφανείας σου, Δέσποτα Κύριε.
Καὶ νῦν ... Θεοτοκίον
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ
σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα
ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν·
Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.
ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ
Δόξα σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ,
καί επί γής ειρήνη, εν ανθρώποις ευδοκία.
Υμνούμέν σε, ευλογούμέν σε, προσκυνούμέν σε,
δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν μεγάλην σου δόξαν.
Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ,
Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, καί Άγιον Πνεύμα,
Κύριε ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο
αίρων τήν αμαρτίαν τού κόσμου, ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.
Πρόσδεξαι τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού
Πατρός, καί ελέησον ημάς.
Ότι σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς
Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.
Καθ' εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά
σου εις τόν αιώνα, καί εις τόν αιώνα τού αιώνος.
Καταξίωσον, Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους
φυλαχθήναι ημάς.
Ευλογητός εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί
αινετόν καί δεδοξασμένον τό όνομά σου εις τούς αιώνας. Αμήν.
Γένοιτο, Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν
επί σέ.
Ευλογητός εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').
Κύριε, καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι
ήμαρτόν σοι.
Κύριε, πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό
θέλημά σου, ότι σύ εί ο Θεός μου.
Ότι παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.
Παράτεινον τό έλεός σου τοίς γινώσκουσί σε.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον
ημάς (εκ γ').
Δόξα... Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον
ημάς.
Σήμερον σωτηρία τώ κόσμω γέγονεν. Άσωμεν τώ
αναστάντι εκ τάφου καί αρχηγώ τής ζωής ημών, καθελών γάρ τώ θανάτω τόν θάνατον,
τό νίκος έδωκεν ημίν, καί τό μέγα έλεος.
Είς την
λειτουργίαν
ΑΝ Τ Ι Φ Ω Ν Α
Ήχος β΄
Στίχ. α'. Ευλόγει η
ψυχή μου, τόν Κύριον, καί πάντα τά εντός μου τό όνομα τό άγιον αυτού.
Ταίς
πρεσβείαις τής Θεοτόκου, Σώτερ σώσον ημάς.
Στίχ. β'. Ευλόγει,
η ψυχή μου, τόν Κύριον, καί μή επιλανθάνου πάσας τάς ανταποδόσεις αυτού.
Ταίς
πρεσβείαις τής Θεοτόκου...
Στίχ. γ'. Κύριος εν
τώ ουρανώ ητοίμασε τόν θρόνον αυτού, καί η Βασιλεία αυτού πάντων δεσπόζει.
Ταίς
πρεσβείαις τής Θεοτόκου...
Δόξα... Καί νύν...
Ταίς
πρεσβείαις τής Θεοτόκου...
Β΄. Ήχος β'
Στίχ. α'. Αίνει, η
ψυχή μου, τόν Κύριον, αινέσω Κύριον εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.
Σώσον
ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι. Αλληλούια.
Στίχ. β'. Μακάριος,
ού ο Θεός Ιακώβ βοηθός αυτού, η ελπίς αυτού επί Κύριον τόν Θεόν αυτού.
Σώσον
ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...
Στίχ. γ'. Βασιλεύσει
Κύριος εις τόν αιώνα, ο Θεός σου, Σιών, εις γενεάν καί γενεάν.
Σώσον,
ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...
Δόξα... Καί νύν...
Ο Μονογενής Υιός και Λόγος του Θεού,
αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν σωτηρίαν σαρκοθήναι εκ της
αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας, σταυρωθείς τε,
Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της Αγίας Τριάδος, συνδοξαζόμενος
τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.
Ἀπολυτίκιον Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου
τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε
σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας,
ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.
Εισοδικόν
Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ. Σώσον ημάς, Υιέ Θεού, ο
αναστάς εκ νεκρών,
ψάλλοντάς σοι Αλληλούϊα
Ἀπολυτίκιον Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου
τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε
σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας,
ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.
Ἀπολυτίκιον Ἦχος πλ. α'
Τῆς
ἐρήμου πολίτης καὶ ἐν σώματι Ἄγγελος, καὶ θαυματουργὸς ἀνεδείχθης, θεοφόρε Πατὴρ
ἡμῶν Μακάριε, νηστείᾳ, ἀγρυπνίᾳ, προσευχῇ, οὐράνια χαρίσματα λαβών, θεραπεύεις
τοὺς νοσοῦντας, καὶ τὰς ψυχὰς τῶν πίστει προστρεχόντων σοι. Δόξα τῷ δεδωκότι
σοι ἰσχύν· δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Του ναού…
Κοντάκιον
Ἦχος α'
Ὁ
μήτραν παρθενικὴν ἁγιάσας τῷ τόκῳ σου, καὶ χεῖρας τοῦ Συμεὼν εὐλογήσας ὡς ἔπρεπε,
προφθάσας καὶ νῦν ἔσωσας ἡμᾶς Χριστὲ ὁ Θεός. Ἀλλ' εἰρήνευσον ἐν πολέμοις τὸ πολίτευμα,
καὶ κραταίωσον Βασιλεῖς οὓς ἠγάπησας, ὁ μόνος φιλάνθρωπος.
Τό Τρισάγιον...
ΑΠΟΣΤΟΛΟΣ
Κυρ. κθ῞ ἐπιστ., «῞Οταν ὁ Χριστὸς
φανερωθῇ» (Κολασ. γ῞ 4-11)·
Εὐαγγέλιον
Κυρ. ιβ῞ Λουκᾶ, «Εἰσερχομένου τοῦ
᾿Ιησοῦ εἴς τινα κώμην» (Λκ. ιζ῞ 12-19)·
Είς το Εξαιρέτως... Άξιον Εστί
Κοινωνικὸν
«Αινείτε»·
«Εἴδομεν τὸ
φῶς».
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου