Τρίτη 21 Μαΐου 2013

ΚΩΝΣΤΑΝΤΙΝΟΥ & ΕΛΕΝΗΣ ΙΣΑΠΟΣΤΟΛΩΝ ΥΜΝΟΣ (Καισαρίου Δαπόντε)



Ἀλλ’ ἐπειδὴ ἐλέγουμουν πρότερον Κωνσταντῖνος·
λέγεται Κωνσταντ
ῖνος δέ, καὶ ὁ πολὺς ἐκεῖνος.
Κα
ὶ πρῶτος εἰς τοὺς εὐσεβεῖς τοὺς Βασιλεῖς καὶ μείζων·
ἄς ἀνυμνήσω καὶ αὐτόν, ἀξίως χαιρετίζων.
Χαῖρε λοιπὸν θειότατε, Ἄναξ τῆς Οἰκουμένης·
μετ
ὰ τῆς θειοτάτης σου, ὁμοῦ μητρὸς Ἑλένης.
Χα
ῖρε Μέδον θεόστεπτε, κλέος τῆς ἁλουργίδος·
Πόλεως τ
ῆς θεοστεφοῦς, κτήτωρ καὶ Βασιλίδος.
Χα
ῖρε ὀρθοδοξότατε, λογικόψυχε λέων·
τ
ῶν Ὀρθοδόξων καὶ πιστῶν, Πάτερ τῶν βασιλέων.
Χα
ῖρε ὦ μεγαλώνυμε, μεγαλουργέ, τρισάναξ·
μεγάλως
ὅν ἐδόξασε, Θεὸς μέγας παντάναξ.
Χα
ῖρε οὐρανοδόξαστε, ἄνθρωπε τοῦ Ὑψίστου·
ἄνθρωπε δόξα, ἄκουσμα γλυκύ, πιστοῦ, ἀπίστου.
Χα
ῖρε ὁ θέσει γεγονός, Υἱὸς Θεοῦ ἀξίως·
Θεο
ῦ Πατρὸς φύσει Υἱόν, ἠγαπηκὼς τελείως.
Χα
ῖρε ὁ Ἰσαπόστολος, ὁ κήρυξ ὁ μεγάλος·
Χριστο
ῦ τὸ Εὐαγγέλιον, κηρύξας ὡς οὐκ ἄλλος.
Χα
ῖρε ὁ μόνος Βασιλεύς, και ἱερεύς, συζήσας·
Θε
ῷ τε καὶ ἀνθρώποις τε, ὄντως εὐαρεστήσας.
Χα
ῖρε Χριστοῦ ὁ συνεργός, βροτῶν τῆς σωτηρίας·
το
ῦ ἀμπελῶνος τοῦ Χριστοῦ, ἐργάτης εὐσεβείας.
Χα
ῖρε τὸ σκῆπτρον τοῦ Χριστοῦ, μετὰ Χριστὸν κρατήσας·
κα
ὶ βασιλεύσας ἐν Χριστῷ, ὡς τὸν Χριστὸν ποθήσας.
Χα
ῖρε κανὼν ὁ ἀκριβής, ἀρίστης βασιλείας·
κα
ὶ τῆς πρὸς τὸ ὑπήκοον, ἀγάπης προμηθείας.
Χα
ῖρε ὁ νόμους θέμενος, Χριστοῦ τῆς Ἐκκλησίας·
κα
ὶ ὁρισμούς, θεσπίσματα, ἐν πάσῃ βασιλείᾳ.
Χα
ῖρε, δι’ οὗ τὸν Τίμιον Σταυρὸν μὲν προσκυνοῦμεν·
τ
ὸν σταυρωθέντα δ’ ἐν αὐτῷ, Χριστὸν ὑπερυψοῦμεν.
Χα
ῖρε χαρὰ χριστιανῶν, δόξα, τιμή, καὶ γέρας·
κα
ὶ τῶν τιμώντων σε ἀεί, ὑπέρμαχος καὶ κέρας.
Χα
ῖρε τὸ νῖκος πάντων ὥν, ἀξίως Κωνσταντῖνε·
τ
ῆς νίκης χεῖρας πανταχοῦ, ἀξιωθεὶς ἐκτεῖναι.
Χα
ῖρε Ἁγία τοῦ Θεοῦ, Βασίλισσα Ἑλένη·
το
ῦ Βασιλέως καὶ Θεοῦ, Θυγάτερ τιμημένη.
Χαίρετε Μ
ῆτερ καὶ Υἱέ, οἱ γῆς τὴν βασιλείαν·
λαβόντες
ἀψευδέστατα, διὰ τὴν οὐρανίαν.
Χαίρετε παμμακάριστοι, κ
ἔχοντες τὴν ἀξίαν·
κα
ὶ εἰς αὐτὴν τοῦ Οὐρανοῦ, τὴν θείαν Βασιλείαν.
Τιμώμενοι
ὡς βασιλεῖς, παρὰ τῷ οὐρανίῳ·
κα
ὶ ἀθανάτῳ Βασιλεῖ, καὶ μόνῳ αἰωνίῳ.
Μέμνησθε
Ἁγιώτατοι, παντὸς τοῦ χριστωνύμου·
κα
ὶ εὐσεβοῦς πληρώματος, κᾀμοῦ τοῦ ὁμωνύμου.


Μεγαλυνάριον.
Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, μέγαν Κωνσταντῖνον Οἰκουμένης κλέος σεπτόν, καὶ τὴν Βασιλίδα, Ἑλένην τὴν Ἁγίαν, Σταυρὸν ἀνευρηκότας, τὴν σωτηρίαν ἠμῶν.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου