Παρασκευή 22 Φεβρουαρίου 2013

† ΚΥΡΙΑΚΗ ΤΟΥ ΤΕΛΩΝΟΥ ΚΑΙ ΦΑΡΙΣΑΙΟΥ. ῏Ηχος πλ. α΄, ἑωθινὸν ε΄.




24-2-2013
ΚΥΡΙΑΚΗ ΤΟΥ ΤΕΛΩΝΟΥ ΚΑΙ ΦΑΡΙΣΑΙΟΥ. Μνήμη τῆς εὑρέσεως τῆς τιμίας κεφαλῆς τοῦ Ἁγίου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου. Ηχος πλ. α΄, ἑωθινὸν ε΄.

 ῎Αρχεται τὸ Τριῴδιον

Σημείωσις. ᾿Απὸ σήμερον ἄρχονται συμψαλλόμενοι οἱ ἐν τῷ λει­τουργικῷ βιβλίῳ τοῦ Τριῳδίου περιεχόμενοι ὕμνοι.  ῎Εν τισι ναοῖς πρὸ τῆς ἐνάρξεως τοῦ ἑσπερινοῦ τίθεται ὑπὸ τὴν ἐν τῷ τέμπλῳ εἰκόνα τοῦ Χριστοῦ ἐπὶ ηὐ­τρε­πισμένου σκίμποδος τὸ λειτουργικὸν βιβλίον τοῦ Τριῳδίου, ἔνθα μεταβαίνει ὁ πρωτοψάλτης (ἐκπροσωπῶν τοὺς ἐν τοῖς ἀναλογίοις ὑπη­ρε­τοῦν­τας), βάλλει πρὸ τῆς εἰκόνος μετανοίας 3, ἀσπά­ζεται αὐτήν, λαμβάνει μετὰ χεῖρας τὸ Τριῴδιον καὶ ἀσπάζεται αὐτό, ποιεῖ πάλιν μετανοίας μικρὰς 3 καὶ ἀπέρχεται μετὰ τοῦ Τριῳδίου εἰς τὴν οἰκείαν αὐτοῦ θέσιν. ῾Η τάξις αὕτη ἔχει τὴν καταβολήν της εἰς τὴν ἐν ταῖς μοναῖς ὑπὸ τοῦ «κανονάρχου» ἀνάληψιν τοῦ πρὸ τῆς εἰκόνος τοῦ Χριστοῦ τιθεμένου Τριῳδίου, ὅς τις καὶ ἐκανονάρχει εἰς τοὺς χοροὺς τοὺς ἐκκλησιαστικοὺς ὕμνους.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

                                   
Ἦχος πλ.α’
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, α'. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, β'. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς,
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, γ'. Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, καί επέφανεν ημίν...

Ἀπολυτίκιον Ἦχος πλ. α' 
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.

Δόξα... 
Ἀπολυτίκιον Ἦχος δ'
Ταχὺ προκατάλαβε
Ἐκ γῆς ἀνατείλασα ἡ τοῦ Προδρόμου κεφαλή, ἀκτῖνας ἀφίησι τῆς ἀφθαρσίας, πιστοῖς τῶν ἰάσεων, ἄνωθεν συναθροίζει, τὴν πληθὺν τῶν Ἀγγέλων, κάτωθεν συγκαλεῖται, τῶν ἀνθρώπων τὸ γένος, ὁμόφωνον ἀναπέμψαι, δόξαν Χριστῷ τῷ Θεῷ.

Καὶ νῦν ... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Καθίσματα Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον 
Τὸν Σταυρὸν τοῦ Κυρίου ἐγκωμιάσωμεν, τὴν ταφὴν τὴν ἁγίαν ὕμνοις τιμήσωμεν, καὶ τὴν Ἀνάστασιν αὐτοῦ ὑπερδοξάσωμεν, ὅτι συνήγειρε νεκρούς, ἐκ τῶν μνημάτων ὡς Θεός, σκυλεύσας κράτος θανάτου, καὶ ἰσχὺν διαβόλου, καὶ τοῖς ἐν ᾅδῃ φῶς ἀνέτειλε.
Δόξα...
Κύριε, νεκρὸς προσηγορεύθης, ὁ νεκρώσας τὸν θάνατον, ἐν μνήματι ἐτέθης, ὁ κενώσας τὰ μνήματα, ἄνω στρατιῶται τὸν τάφον ἐφύλαττον,κάτω τοὺς ἀπ' αἰῶνος νεκροὺς ἐξανέστησας, Παντοδύναμε καὶ ἀκατάληπτε, Κύριε δόξα σοι.
Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Κύριε, μετὰ τὴν τριήμερόν σου Ἀνάστασιν, καὶ τὴν τῶν Ἀποστόλων προσκύνησιν, ὁ Πέτρος ἐβόα σοι· Γυναῖκες ἀπετόλμησαν, κᾀγὼ ἐδειλίασα.Λῃστὴς ἐθεολόγησε, κᾀγὼ ἠρνησάμην σε, ἆρα καλέσεις με τοῦ λοιποῦ μαθητήν, ἢ πάλιν δείξεις με ἁλιέα βυθοῦ; ἀλλὰ μετανοοῦντά με δέξαι, ὁΘεὸς καὶ σῶσόν με.
Δόξα...
Κύριε, ἐν μέσῳ σε προσήλωσαν, οἱ παράνομοι τῶν καταδίκων, καὶ λόγχῃ τὴν πλευράν σου ἐξεκέντησαν, ὦ Ἐλεῆμον, ταφὴν δὲ κατεδέξω, ὁλύσας ᾅδου τὰς πύλας, καὶ ἀνέστης τριήμερος, ἔδραμον Γυναῖκες ἰδεῖν σε, καὶ ἀπήγγειλαν Ἀποστόλοις τὴν Ἔγερσιν. Ὑπερυψούμενε Σωτήρ, ὃν ὑμνοῦσιν Ἄγγελοι, εὐλογημένε Κύριε δόξα σοι.
Καὶ νῦν ... Θεοτοκίον
Ἀπειρόγαμε Νύμφη θεογεννήτρια, ἡ τῆς Εὔας τὴν λύπην χαραποιήσασα, ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ προσκυνοῦμέν σε, ὅτι ἀνήγαγες ἡμᾶς ἐκ τῆς ἀρχαίας ἀρᾶς, καὶ νῦν δυσώπει ἀπαύστως, πανύμνητε Παναγία, εἰς τὸ σωθῆναι ἠμας.
 Κάθισμα Ἦχος δ'
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Ἀναδοθεῖσα ὡς χρυσὸς ἐκ μετάλλων, ἡ ἱερά σου κεφαλὴ παραδόξως, ἐκ τῶν ἀδύτων γῆς ἐπλούτισε, Χριστοῦ Βαπτιστά, πάντας τοὺς προστρέχοντας, ἐν τῇ ταύτης εὑρέσει, ὕμνοις μεγαλύνοντας, τὸν Σωτῆρα καὶ Κτίστην, τούτοις διδόντα μάκαρ διὰ σοῦ, λύσιν πταισμάτων, καὶ πλούσιον ἔλεος.
Δόξα
Κάθισμα Ἦχος δ'
Ἐπεφάνης σήμερον
Ὁ Ἡρῴδης Πρόδρομε, παρανομήσας, τὴν τιμίαν κάραν σου, ξίφει ἀπέτεμε δεινῶς, ὡς ἔκφρων οἴστρῳ ὁ δείλαιος, ἣν περ ἐκ πόθου, Πιστοὶ ἀσπαζόμεθα.
Καὶ νῦν Θεοτοκίον
Μωϋσῆς ἑώρακε, πυρφόρον βάτον, σὲ τὸ πῦρ βαστάσασαν, τὸ τὰς ψυχὰς φωταγωγοῦν, καὶ μὴ φλεχθεῖσαν Πανάμωμε, δρόσου δὲ μᾶλλον, πλησθεῖσαν τῆς χάριτος.

ΕΥΛΟΓΗΤΑΡΙΑ  Ἦχος πλ. α'

       Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.

       Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς  δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις. Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.

        Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.

      Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ, ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.

Δόξα... Τριαδικὸν
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς  Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.
Καὶ νῦν ... Θεοτοκίον

Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ  Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (ἐκ γ')

Ἡ Ὑπακοὴ Ἦχος πλ. α'
Ἀγγελικῇ ὁράσει τὸν νοῦν ἐκθαμβούμεναι, καὶ θεϊκῇ Ἐγέρσει τὴν ψυχὴν φωτιζόμεναι, αἱ Μυροφόροι τοῖς Ἀποστόλοις εὐηγγελίζοντο. Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι, τὴν Ἀνάστασιν τοῦ Κυρίου, συνεργοῦντος τοῖς θαύμασι, καὶ παρέχοντος ἡμῖν τὸ μέγα ἔλεος.
Οἱ Ἀναβαθμοὶ
Ἀντίφωνον Α'
Ἐν τῷ θλίβεσθαί με Δαυϊτικῶς, ᾄδω σοι Σωτήρ μου. Ῥῦσαί μου τὴν ψυχὴν ἐκ γλώσσης δολίας.
Τοῖς ἐρημικοῖς ζωὴ μακαρία ἐστί, θεϊκῷ ἔρωτι πτερουμένοις.
Δόξα... Καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, περικρατεῖται πάντα τὰ ὁρατά τε σὺν τοῖς ἀοράτοις· αὐτοκρατὲς γὰρ ὅν, τῆς Τριάδος ἕν ἐστιν ἀψεύστως.
Ἀντίφωνον Β'
Εἰς τὰ ὄρη ψυχὴ ἀρθῶμεν, δεῦρο ἐκεῖσε· ὅθεν βοήθεια ἥκει.
Δεξιά σου χεὶρ κᾀμέ, Χριστὲ ἱπταμένη, σκαιωρίας πάσης περιφυλαξάτω.
Δόξα... Καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, θεολογοῦντες φῶμεν· Σὺ εἶ Θεός, ζωή, ἔρως, φῶς, νοῦς, σὺ χρηστότης, σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.
Ἀντίφωνον Γ'
Ἐπὶ τοῖς εἰρηκόσι μοι· Εἰς τὰς αὐλὰς προσβῶμεν Κυρίου, χαρᾶς πολλῆς πλησθεὶς εὐχὰς ἀναπέμπω.
Ἐπὶ οἶκον Δαυΐδ, τὰ φοβερὰ τελεσιουργεῖται· πῦρ γὰρ ἐκεῖ φλέγον, ἅπαντα αἰσχρὸν νοῦν.
Δόξα... Καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, ζωαρχικὴ ἀξία, ἐξ οὗ πᾶν ζῶον ἐμψυχοῦται, ὡς ἐν Πατρί, ἅμα τε καὶ Λόγῳ.
Προκείμενον
Ἀνάστηθι Κύριε ὁ Θεός μου, ὅτι σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.
Στίχ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου.

Ή Τάξις τού Εωθινού Ευαγγελίου

Ιερεύς Τού Κυρίου δεηθώμεν.
Χορός Κύριε, ελέησον.
Ιερεύς  Ότι Άγιος εί ο Θεός ημών, και εν αγίοις επαναπαύη, και σοι την δόξαν αναπέμπωμεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.
Χορός Αμήν.
Πάσα πνοή αινεσάτω τόν Κύριον (εκ γ').
Ιερεύς Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.
Χορός Κύριε, ελέησον (γ').
Ιερεύς Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.
Ιερεύς Ειρήνη πάσι.
Χορός Καί τώ Πνεύματί σου.
Ιερεύς Εκ τού κατά ...  αγίου Ευαγγελίου...
Ιερεύς Πρόσχωμεν.
Χορός Δόξα σοι, Κύριε, δόξα σοι.

Ευαγγελιον Εωθινόν ε’
Ανάστασιν Χριστού θεασάμενοι…

Ν' Ψαλμός

·                 Ελέησόν με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον τό ανόμημά μου
·                 επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
·                 ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
·                 σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε
·                 ιδού γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
·                 ιδού γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
·                 ραντιείς με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
·                 ακουτιείς με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
·                 απόστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
·                 καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
·                 μή απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ' εμού
·                 απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
·                 διδάξω ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
·                 ρύσαί με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου
·                 κύριε τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου
·                 ότι ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις
·                 θυσία τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει
·                 αγάθυνον κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
·                 τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους

Δόξα... Ἦχος πλ. δ'
Τῆς μετανοίας ἄνοιξόν μοι πύλας Ζωοδότα· ὀρθρίζει γὰρ τὸ πνεῦμά μου, πρὸς ναὸν τὸν ἅγιόν σου, ναὸν φέρον τοῦ σώματος, ὅλονἐσπιλωμένον· ἀλλ' ὡς οἰκτίρμων κάθαρον, εὐσπλάγχνῳ σου ἐλέει.
Καὶ νῦν ... Θεοτοκίοv
Ἦχος ὁ αὐτὸς
Τῆς σωτηρίας εὔθυνόν μοι τρίβους, Θεοτόκε· αἰσχραῖς γὰρ κατερρύπωσα, τὴν ψυχὴν ἁμαρτίαις, ὡς ῥαθύμως τὸν βίον μου, ὅλονἐκδαπανήσας, ταῖς σαῖς πρεσβείαις ῥῦσαί με, πάσης ἀκαθαρσίας.

Στίχ. Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὸ ἀνόμημα μου.
Ἦχος πλ. β'
Τὰ πλήθη τῶν πεπραγμένων μοι δεινῶν, ἐννοῶν ὁ τάλας, τρέμω τὴν φοβερὰν ἡμέραν τῆς κρίσεως, ἀλλὰ θαρρῶν εἰς τὸ ἔλεος τῆς εὐσπλαγχνίας σου, ὡς ὁ Δαυῒδ βοῶ σοι· Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα σου ἔλεος.

Κανὼν Ἀναστάσιμος
ᾨδὴ α' Ἦχος πλ. α'
Ὁ Εἱρμὸς 
«Ἵππον καὶ ἀναβάτην, εἰς θάλασσαν Ἐρυθράν, ὁ συντρίβων πολέμους, ἐν ὑψηλῷ βραχίονι, Χριστὸς ἐξετίναξεν, Ἰσραὴλ δὲ ἔσωσεν, ἐπινίκιονὕμνον ᾄδοντα».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σὲ ἡ ἀκανθηφόρος, Ἑβραίων συναγωγή, οὐ στοργὴν εὐεργέτα, πρὸς σὲ φυλάξασα, μητρικὴν Χριστὲ ἐστεφάνωσε, τὸν γενάρχην λύοντα, τῆςἀκάνθης τὸ ἐπιτίμιον.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἤγειράς με πεσόντα, τῷ βόθρῳ ἐπικληθείς, ζωοδότα ἀπτώτως, καὶ τῆς ἐμῆς δυσώδους φθορᾶς, Χριστὲ ἀνασχόμενος, ἀπειράστως θείας οὐσίας, μύρῳ με εὐωδίασας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Λέλυται ἡ κατάρα, ἡ λύπη πέπαυται· ἡ γὰρ εὐλογημένη, καὶ κεχαριτωμένη, πιστοῖς χαρὰν ἐξανέτειλεν, εὐλογίαν πᾶσιν ἀνθηφοροῦσα, Χριστὸν τοῖς πέρασι.

Κανὼν Τριῳδίου

Οὗ ἡ ἀκροστιχ, ἐν τοῖς Θεοτοκίοις. Γεωργίου.

ᾨδὴ α' Ἦχος πλ. β'
Ὡς ἐν ἠπείρῳ πεζεύσας 
 «Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι»·
Παραβολαῖς ἐμβιβάζων πάντας Χριστός, πρὸς βίου διόρθωσιν, τὸν Τελώνην ἀνυψοῖ, ἐκ τῆς ταπεινώσεως δεικνύς, Φαρισαῖον τῇ ἐπάρσει ταπεινούμενον.

Ἐκ ταπεινώσεως γέρας ὑψοποιόν, ἐκ δὲ τῆς ἐπάρσεως, πτῶμα βλέπων χαλεπόν, τοῦ Τελώνου ζήλου τὰ καλά, καὶ τὴν φαρισαϊκήν, κακίαν μίσησον.

Ἐξ ἀπονοίας κενοῦται πᾶν ἀγαθόν, ἐκ δὲ ταπεινώσεως, καθαιρεῖται πᾶν κακόν, ἥν περ ἀσπασώμεθα πιστοί, βδελυττόμενοι σαφῶς, τρόπον κενόδοξον.
 Τὸ ταπεινόφρονας εἶναι τοὺς ἑαυτοῦ Μαθητὰς βουλόμενος, ὁ τῶν πάντων Βασιλεύς, παραινῶν ἐδίδασκε ζηλοῦν, τὸν Τελώνου στεναγμόν, καὶ τὴν ταπείνωσιν.

Ὡς Τελώνης στενάζω, καὶ ὀδυρμοῖς ἀσιγήτοις Κύριε, νῦν προσέρχομαι τῇ σῇ εὐσπλαγχνίᾳ, οἴκτειρον κᾀμέ, ταπεινώσει τὴν ζωήν, νῦν διεξάγοντα.
Θεοτοκίον
Γνώμην, βουλήν, προσδοκίαν, σῶμα, ψυχήν, καὶ τὸ πνεῦμα Δέσποινα, ἀνατίθημι πρὸς σέ, δυσχερῶν ἐχθρῶν καὶ πειρασμῶν, καὶ μελλούσης ἀπειλῆς, ῥῦσαι καὶ σῶσόν με.
Ὁ Κανὼν τοῦ Προδρόμου
ᾨδὴ α' Ἦχος πλ. β'
Ὁ Εἱρμὸς
«Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον Θεῷ, ἐπινίκιον ᾠδήν, ἐβόα ᾄσωμεν».
Δεῦτε εὐφήμῳ τῇ γλώττῃ καὶ πανσθενεῖ, κροτουμένῃ Πνεύματι, ἐκ χειλέων εὐαγῶν, τὴν τοῦ Λόγου Πρόδρομον φωνήν, ἐν ᾠδαῖς πνευματικαῖς, πιστοὶ δοξάσωμεν.
Εἰρηνικῇ καταστάσει γαληνιᾷ, καὶ ἀπείροις πλήθεσιν, Ἐκκλησία ἡ Χριστοῦ, εὐσταθῶς ποιμαίνεται τῶν σοί, τὴν ἐτήσιον ᾠδήν, βοώντων Πρόδρομε.
Τὴν πρὸς Θεοῦ δεδομένην ὡς θησαυρον, ἡμῖν ἀναφαίρετον, θεοφόρον κορυφήν, τοῦ Προδρόμου ἅπαντες ᾠδαῖς, ἐπαξίως πανδημεῖ, πιστοὶ τιμήσωμεν.
Θεοτοκίον
Τὸν σεαυτῆς δεξαμένη Δημιουργόν, ὡς αὐτὸς ἠθέλησεν, ἐξ ἀσπόρου σου γαστρός, ὑπὲρ νοῦν σαρκούμενον Ἁγνή, τῶν κτισμάτων ἀληθῶς, ἐδείχθης Δέσποινα.

ᾨδὴ γ'
Ὁ Εἱρμὸς 
«Ὁ πήξας ἐπ' οὐδενὸς τὴν γῆν τῇ προστάξει σου, καὶ μετεωρίσας ἀσχέτως βρίθουσαν, ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου,τὴν Ἐκκλησίαν σου στερέωσον, μόνε ἀγαθὲ καὶ φιλάνθρωπε».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Χολὴν μὲν οἱ ἐκ πέτρας τὸ μέλι θηλάσαντες, τῷ ἐν τῇ ἐρήμῳ τερατουργήσαντι, σοὶ προσενηνόχασι Χριστέ, ὄξος δ' ἀντὶ τοῦ μάννα, εὐεργεσίαν σοι ἠμείψαντο, παῖδες Ἰσραὴλ οἱ ἀγνώμονες.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Οἱ πάλαι φωτοειδεῖ νεφέλῃ σκεπόμενοι, τὴν ζωὴν ἐν τάφῳ Χριστὲ κατέθεντο, ἀλλ' αὐτεξουσίως ἀναστάς, πᾶσι πιστοῖς παρέσχες, τὴν μυστικῶςἐπισκιάζουσαν, ἄνωθεν τοῦ Πνεύματος ἔλλαμψιν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σὺ Μήτηρ Θεοῦ ἀσυνδυάστως γεγένησαι, τοῦ ἐξ ἀκηράτου Πατρὸς ἐκλάμψαντος, ἄνευθεν ὠδίνων μητρικῶν· ὅθεν σε Θεοτόκον,σεσαρκωμένον γὰρ ἐκύησας, Λόγον ὀρθοδόξως κηρύττομεν.

ᾨδὴ γ'
Οὐκ ἔστιν ἅγιος ὡς σὺ 
Ἀπὸ κοπρίας καὶ παθῶν, ταπεινὸς ἀνυψοῦται, ἀρετῶν ἀπὸ ὕψους, καταπίπτει δὲ δεινῶς, ὑψηλοκάρδιος πᾶς, οὗ τὸν τρόπον, τῆς κακίας φύγωμεν.

Κενοδοξία ἐκκενοῖ πλοῦτον δικαιοσύνης, τῶν παθῶν δὲ σκορπίζει, ἡ ταπείνωσις πληθύν, ἣν μιμουμένους ἡμᾶς, τῆς μερίδος, δεῖξον τοῦ Τελώνου Σωτήρ.

Ὡς ὁ Τελώνης καὶ ἡμεῖς, τύπτοντες εἰς τὸ στῆθος, κατανύξει βοῶμεν· Ἱλάσθητι ὁ Θεός, ἡμῖν τοῖς ἁμαρτωλοῖς, ὅπως τούτου λάβωμεν τὴν ἄφεσιν.

Πρὸς ζῆλον ἔλθωμεν πιστοί, κατορθοῦντες τὸ πρᾷον, ταπεινώσει συζῶντες, ἐκ καρδίας στεναγμῷ, κλαυθμῷ τε καὶ προσευχῇ, ὅπως σχῶμεν ἐκ Θεοῦ συγχώρησιν.

Ἀποβαλλώμεθα πιστοί, τὸν ὑπέρογκον κόμπον, ἀπόνοιαν δεινήν τε, καὶ τύφον τὸν βδελυκτόν, καὶ τὴν κακίστην Θεῷ Φαρισαίου, ἀπρεπῆ ὠμότητα.
Θεοτοκίον
Ἐν σοὶ τῇ μόνῃ προσφυγῇ, πεποιθὼς μὴ ἐκπέσω, τῆς καλῆς προσδοκίας, ἀλλὰ τύχοιμι τῆς σῆς, ἐπικουρίας Ἁγνή, πάσης βλάβης δυσχερῶν ῥυόμενος.
ᾨδὴ γ' Ὁ Εἱρμὸς
«Οὐκ ἔστιν Ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ, τῆς ὁμολογίας σου».
Γαστὴρ στειρεύουσα βλαστόν, σὲ προσήνεγκε θεῖον, τῆς ἐθνῶν Ἐκκλησίας, εὐκλεῆ Νυμφαγωγόν, Χριστῷ τῷ ὄντως Θεῷ, καὶ Νυμφίῳ, ταύτην μνηστευόμενον.
Τὴν σὴν θεόφθογγον φωνήν, Πρόδρομε Ἰωάννη, οὐδὲ ξίφει ἐπέσχεν, ἡ ἀθλία μοιχαλίς· τὴν θείαν γάρ σου ἡμῖν, ἐμφανίζεις, κάραν τὴν ὑπόγαιον.
Πανηγυρίζουσα φαιδρῶς, ἡ ποθοῦσά σε πόλις, εὐωχεῖται ὡς ὄλβον, εὑραμένη μυστικόν, καὶ κρήνην ἀνελλιπῆ, ἰαμάτων Πρόδρομε τὴν κάραν σου.
Θεοτοκίον
Τοῦ θείου τόκου σου Ἁγνή, πᾶσαν φύσεως τάξιν, ὑπερβαίνει τὸ θαῦμα· Θεὸν γὰρ ὑπερφυῶς, συνέλαβες ἐν γαστρί, καὶ τεκοῦσα, μένεις ἀειπάρθενος.
Κοντάκιον Ἦχος πλ. α'
Μιμητὴς ὑπάρχων 
Πρὸς τὸν ᾍδην Σωτήρ μου συγκαταβέβηκας, καὶ τὰς πύλας συντρίψας ὡς παντοδύναμος, τοὺς θανόντας ὡς Κτίστης συνεξανέστησας, καὶ θανάτου τὸ κέντρον Χριστὲ συνέτριψας, καὶ Ἀδὰμ τῆς κατάρας ἐρρύσω Φιλάνθρωπε· διὸ πάντες σοι κράζομεν· Σῶσον ἡμᾶς Κύριε.
Ὁ Οἶκος
Ἀκούσασαι αἱ Γυναῖκες τοῦ Ἀγγέλου τὰ ῥήματα, ἀπεβάλοντο τὸν θρῆνον, προσχαρεῖς γενόμεναι, καὶ σύντρομοι τὴν Ἀνάστασιν ἔβλεπον, καὶ ἰδοὺ Χριστὸς προσήγγισεν αὐταῖς, λέγων τό· Χαίρετε, θαρσεῖτε, ἐγὼ τὸν κόσμον νενίκηκα, καὶ τοὺς δεσμίους ἐρρυσάμην· σπουδάσατε οὖν πρὸς τοὺς Μαθητάς, ἀπαγγέλλουσαι αὐτοῖς, ὅτι προάγω ὑμᾶς, ἐν τῇ πόλει Γαλιλαίᾳ τοῦ κηρῦξαι. Διὸ πάντες σοι κράζομεν· Σῶσον ἡμᾶς Κύριε.

Κάθισμα Ἦχος δ'
Ταχὺ προκατάλαβε 
Ταπείνωσις ὕψωσε, κατῃσχυμμένον κακοῖς, Τελώνην στυγνάσαντα, καὶ τό, Ἱλάσθητι, τῷ Κτίστῃ βοήσαντα· ἔπαρσις δὲ καθεῖλεν, ἀπὸ δικαιοσύνης, δείλαιον Φαρισαῖον, μεγαλορρημονοῦντα· ζηλώσωμεν διὸ τὰ καλά, κακῶν ἀπεχόμενοι.
Δόξα... Καὶ νῦν...  Ὅμοιον
Ταπείνωσις ὕψωσε, πάλαι Τελώνην κλαυθμῷ βοήσαντα· Ἱλάσθητι, καὶ ἐδικαίωσεν. Αὐτὸν μιμησώμεθα, ἅπαντες οἱ εἰς βάθος, τῶν κακῶν ἐμπεσόντες, κράξωμεν τῷ Σωτῆρι, ἀπὸ βάθους καρδίας. Ἡμάρτομεν, ἱλάσθητι, μόνε φιλάνθρωπε.
Δόξα... Κάθισμα Ἦχος δ'
Τὸ προσταχθὲν μυστικῶς
Ὡς ἐν ταμείῳ θησαυρὸς ἐναπόθετος, ἡ τοῦ Προδρόμου κεφαλὴ ἐφυλάττετο, ἐν ὑδρίᾳ κρυβεῖσα, ἡ φωνὴ τοῦ Λόγου, ὡς σῖτος καταχωσθεῖσα εἰς βάθος γῆς, ἀνῆκε καρποφοροῦσα θείαν ζωήν. Ταύτης πάντες τιμήσωμεν, τὴν εὕρεσιν, τὸν Χριστόν, δοξάζοντες τὸν δόντα αὐτῇ, χάριν βρύειν ἰάματα.
Καὶ νῦν... Θεοτοκίον
Τὸ προσταχθὲν μυστικῶς λαβὼν ἐν γνώσει, ἐν τῇ σκηνῇ τοῦ Ἰωσὴφ σπουδῇ ἐπέστη, ὁ Ἀσώματος λέγων τῇ ἀπειρογάμῳ ὁ κλίνας τῇ καταβάσει τοὺς οὐρανούς, χωρεῖται ἀναλλοιώτως ὅλως ἐν σοί, ὃν καὶ βλέπων ἐν μήτρᾳ σου, λαβόντα δούλου μορφήν, ἐξίσταμαι κραυγάζειν σοι· Χαῖρε Νύμφη ἀνύμφευτε.

ᾨδὴ δ'
Ὁ Εἱρμὸς 
«Τὴν θείαν ἐννοήσας σου κένωσιν, προβλεπτικῶς ὁ Ἀββακούμ, Χριστὲ ἐν τρόμῳ ἐβόα σοι· Εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου ἐλήλυθας».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τῆς Μερρᾶς τὰ πικρότατα νάματα, ὡς ἐν εἰκόνι προτυπῶν, τὸν ἄχραντόν σου Σταυρὸν ἀγαθέ, τῆς ἁμαρτίας νεκροῦντα, τὴν γεῦσιν διὰ ξύλουἐγλύκανας.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σταυρὸν κατὰ τοῦ ξύλου τῆς γνώσεως, κατὰ γλυκείας ἐδωδῆς, χολὴν Σωτήρ μου προσίεσαι, κατὰ φθορᾶς δὲ θανάτου, τὸ αἷμά σου τὸ θεῖονἐξέχεας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἐκτὸς μὲν συναφείας συνέλαβες, ἀδιαφθόρως ἐν γαστρί, καὶ πρὶν ὠδινῆσαι τέτοκας, καὶ μετὰ τόκον Παρθένος, Θεὸν σαρκὶ τεκοῦσα πεφύλαξαι.
ᾨδὴ δ'
Χριστός μου δύναμις 
Ἀρίστην ἔδειξεν, ὁδὸν ὑψώσεως τὴν ταπείνωσιν Λόγος, ταπεινωθείς, μέχρι καὶ μορφῆς δουλικῆς, ἣν ἐκμιμούμενος ἅπας, ἀνυψοῦται ταπεινούμενος.

Ὑψώθη δίκαιος, καὶ καταπέπτωκε, Φαρισαῖος, ἐν πλήθει δὲ τῶν κακῶν, βρίθων τεταπείνωται, ἀλλ' ἀνυψώθη Τελώνης, παρ' ἐλπίδα δικαιούμενος.

Πενίας πρόξενος, ἐκ πλούτου τῶν ἀρετῶν, ἡ ἀπόνοια ὤφθη, καὶ πορισμός, αὖθις ἡ ταπείνωσις, δικαιοσύνης ἐξ ἄκρας ἀπορίας ἣν κτησώμεθα.

Προέφης Δέσποτα, τοῖς μεγαλόφροσιν, ἀντιτάσσεσθαι πάντως, καὶ ταπεινοῖς, χάριν σὴν παρέχων Σωτήρ, ταπεινωθεῖσι νῦν ἡμῖν, τὴν σὴν χάριν ἐξαπόστειλον.

Πρὸς θείαν ὕψωσιν, ἀεὶ ἀνάγων ἡμᾶς, ὁ Σωτὴρ καὶ Δεσπότης ὑψοποιόν, ἔδειξε ταπείνωσιν· τοὺς πόδας γὰρ τῶν Μαθητῶν αὐτοχείρως ἐναπένιψεν.
Θεοτοκίον
Ὡς φῶς ἀπρόσιτον, Παρθένε τέξασα, τῆς ψυχῆς μου τὸ σκότος φωτιστικῇ, αἴγλῃ διασκέδασον, καὶ σωτηρίας πρὸς τρίβους, τὴν ζωήν μου χειραγώγησον.

ᾨδὴ δ' Ὁ Εἱρμὸς
«Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἑορτάζουσα».
Τῆς πάλαι γέγονας, σφραγὶς πανόλβιε, ἐμφανῶς Διαθήκης καὶ Προφητῶν, πέρας ἐχρημάτισας, καὶ νυμφοστόλος δὲ σεπτός, τῆς καινῆς ἐδείχθης Πρόδρομε.
Τριχίνοις ῥάκεσι, συνήθως Πρόδρομε, τὴν τιμίαν ἠνέσχου καὶ εὐκλεῆ, Κάραν σου καλύπτεσθαι, βασιλικῆς ἁλουργίδος, ὡς ἐσθῆτι ἀγαλλόμενος.
Τῇ αἴγλῃ Πρόδρομε, τοῦ θείου Πνεύματος, τὴν τιμῶσάν σε πόλιν διηνεκῶς, πρέσβευε φαιδρύνεσθαι, καὶ ἐν τῇ σῇ σοφὲ μνήμῃ, σὺν Ἀγγέλοις ἐπαγάλλεσθαι.
Θεοτοκίον
Νεκρὸν με ἔδειξε, φυτοῦ ἀπόγευσις, τῆς ζωῆς δὲ τὸ ξύλον ἐκ σοῦ φανέν, Πάναγνε ἀνέστησε, καὶ Παραδείσου τῆς τρυφῆς, κληρονόμον με κατέστησε.

ᾨδὴ ε'
Ὁ Εἱρμὸς 
«Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, πρὸς σὲ ὀρθρίζω, καὶ σοὶ κραυγάζω, τὴν ψυχήν μου φώτισον τὴν ἐσκοτισμένην, Χριστὲ ὡς μόνος εὔσπλαγχνος».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὁ τῆς δόξης Κύριος, ἐν ἀδοξίας μορφῇ, ἐπὶ τοῦ ξύλου ἠτιμωμένος, ἑκουσίως κρέμαται, τὴν θείαν μοι δόξαν, ἀφράστως προμηθούμενος.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σύ με μετημφίασας, πρὸς ἀφθαρσίαν Χριστέ, φθορᾶς θανάτου ἀδιαφθόρως, τῇ σαρκὶ γευσάμενος, καὶ ἐξανατείλας τοῦ μνήματος τριήμερος.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σὺ δικαιοσύνην τε, καὶ ἀπολύτρωσιν ἡμῖν, τεκοῦσα Χριστὸν ἀσπόρως, ἐλευθέραν ἔδρασας ἀρᾶς, Θεοτόκε τὴν φύσιν τοῦ προπάτορος.

ᾨδὴ ε'
Τῷ θείῳ φέγγει σου ἀγαθὲ 
Τοῦ Φαρισαίου τὰς ἀρετάς, σπεύσωμεν μιμεῖσθαι καὶ ζηλοῦν, τὴν τοῦ Τελώνου ταπείνωσιν τὸ ἐν ἑκατέροις μισοῦντες ἄτοπον, ἀπόνοιαν καὶ λύμην τῶν παραπτώσεων.

Δικαιοσύνης δρόμος κενὸς ἤλεγκται συζεύξας ἐν αὐτῷ, ὁ Φαρισαῖος τὴν οἴησιν, αὖθις δὲ Τελώνης, ὑψοποιῷ ἀρετῇ, κτησάμενος συνέμπορον τὴν ταπείνωσιν.

Ἁρματηλάτης ἐν ἀρεταῖς, ᾤετο δραμεῖν Φαρισαῖος, ἀλλὰ πεζὸς παρακλύδιον, ἅρμα διαθέων, καλῶς προέλαβε, συζεύξας ὁ Τελώνης οἴκτῳ ταπείνωσιν.

Τὴν τοῦ Τελώνου παραβολήν, πάντες ἀναπτύξαντες τῷ νῷ, δεῦτε ζηλώσωμεν δάκρυσι, πνεῦμα συντετριμμένον Θεῷ προσάγοντες τὴν τῶν ἁμαρτημάτων ζητοῦντες ἄφεσιν.

Τὸν ὑψαυχῆ τε καὶ μοχθηρόν, ἀλαζονικόν τε καὶ θρασύν, πόρρῳ ἀπώσωμεν ἔμφρονα, Φαρισαίου τρόπον, δεινὸν μεγάλαυχον, ὅπως μὴ γυμνωθῶμεν, τῆς θείας χάριτος.
Θεοτοκίον
Ῥάβδον δυνάμεως, Ἀγαθή, πᾶσιν ἐξαπόστειλον ἡμῖν, τοῖς ἐπὶ σοὶ καταφεύγουσι, κατακυριεύειν ἐν μέσῳ πάντων ἐχθρῶν, παρέχουσα, καὶ ἐκ πάσης βλάβης ἐξαίρουσα.
ᾨδὴ ε' Ὁ Εἱρμὸς
«Τῷ θείῳ φέγγει σου ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγασον δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον».
Οὐκ ἔφυς κάλαμος Βαπτιστά, ταῖς πειραστικαῖς τοῦ δυσμενοῦς, αὔραις ἀεὶ ῥιπιζόμενος, πύργος δὲ τοῦ θείου λαοῦ ἀκράδαντος· δυνάμει Ἠλιοὺ γὰρ ὤφθης καὶ πνεύματι.
Ὁ τὴν Θεότητα ἀθετῶν, καὶ κατασμικρύνων τὴν δόξαν, τοῦ ὑπὸ σοῦ βαπτισθέντος Χριστοῦ, τήν τε θείαν χάριν σοῦ νοσφιζόμενος, ἐνδίκως περιβόλων θείων ἀπείργεται.
Ἀφθόνου ἤνοιξας σὺ πηγῆς, πύλην τοῖς ὑμνοῦσί σε ἡμῖν, πόθῳ ἀοίδιμε Πρόδρομε, χάριτος τῆς θείας βλυζούσης νάματα, καὶ ῥεῖθρα ἰαμάτων πάντας εὐφραίνοντα.
Θεοτοκίον
Φοροῦσα κάλλος τὸ νοητόν, τῆς ὡραιοτάτης σου ψυχῆς, νύμφη Θεοῦ ἐχρημάτισας, κατεσφραγισμένη τῇ παρθενίᾳ Σεμνή, καὶ φέγγει τῆς ἁγνείας, κόσμον φαιδρύνουσα.

ᾨδὴ ς'
Ὁ Εἱρμὸς 
«Μαινομένην κλύδωνι, ψυχοφθόρῳ, Δέσποτα Χριστέ, τῶν παθῶν τὴν θάλασσαν κατεύνασον, καὶ ἐκ φθορᾶς, ἀνάγαγέ με ὡς εὔσπλαγχνος».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Εἰς φθορὰν κατώλισθεν, ὁ Γενάρχης, Δέσποτα Χριστέ, παρηκόου βρώσεως γευσάμενος, καὶ πρὸς ζωὴν ἀνῆκται διὰ τοῦ πάθους σου.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἡ ζωὴ κατήντησας, πρὸς τὸν ᾍδην, Δέσποτα Χριστέ, καὶ φθορὰ τῷ φθείραντι γενόμενος, διὰ φθορᾶς ἐπήγασας τὴν Ἀνάστασιν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἡ Παρθένος ἔτεκε, καὶ τεκοῦσα, ἔμεινεν ἁγνή, ἐν χερσὶ τὸν φέροντα τὰ σύμπαντα, ὡς ἀληθῶς παρθένος Μήτηρ βαστάσασα.

ᾨδὴ στ'
Τοῦ βίου τὴν θάλασσαν 
Τοῦ βίου τὸ στάδιον, ὁ Τελώνης ἐν ταὐτῷ, καὶ Φαρισαῖος ἔδραμον· ἀλλ' ὁ μὲν ἀπονοίᾳ κατενεχθείς, αἰσχρῶς ἐναυάγησεν, ὁ δὲ τῇ ταπεινώσει διεσῴζετο.

Τοῦ βίου τὸ δίκαιον, διαμείβοντες ἡμεῖς, δρόμον ἐκμιμησώμεθα, τοῦ Τελώνου μὲν φρόνημα ζηλωτόν, φύγωμεν δὲ φύσημα βδελυκτὸν Φαρισαίου καὶ ζησώμεθα.

Τοὺς τρόπους ζηλώσωμεν, τοῦ Σωτῆρος Ἰησοῦ καὶ τὴν αὐτοῦ ταπείνωσιν, οἱ ποθοῦντες τὴν ἄληκτον τῆς χαρᾶς, τυχεῖν κατασκήνωσιν, ἐν τῇ χώρᾳ τῶν ζώντων αὐλιζόμενοι.

Ὑπέδειξας Δέσποτα, τοῖς οἰκείοις Μαθηταῖς ὑψοποιὸν ταπείνωσιν, τῷ λεντίῳ ζωννύμενος τὴν ὀσφύν, τοὺς πόδας ἀπέπλυνας, καὶ τὸν τρόπον μιμεῖσθαι παρεσκεύασας.

Τὸν βίον διείλοντο, Φαρισαῖος ἀρεταῖς, καὶ ὁ Τελώνης πταίσμασιν· ἀλλ' ὁ μὲν τὴν ἐξ ὄγκου φρενοβλαβῆ, ὑπέστη ταπείνωσιν, ὁ δὲ ἀνυψοῦται ταπεινόφρων φανείς.
Θεοτοκίον
Γυμνὸν τῇ ἁπλότητι, τῇ ἀτέχνῳ τε ζωῇ, πλασθέντα παραβάσεως διπλόῃ περιέβαλέ με ἐχθρός, σαρκός τε παχύτητι, νῦν δὲ σῇ μεσιτείᾳ, Κόρη, σώζομαι.

ᾨδὴ ς' Ὁ Εἱρμὸς
«Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε».
Προφήτην σε ἔφησεν ἡ ἀλήθεια Χριστός, καὶ Προφητῶν ὑπέρτερον, Βαπτιστά τε καὶ Πρόδρομε τῆς ζωῆς· αὐτὸν γὰρ ἑώρακας, ὂν Προφῆται καὶ νόμος προκατήγγειλαν.
Οὐκ ἔφερε κρύπτεσθαι, τῶν θαυμάτων ἡ πηγή, ὁ θησαυρὸς τῆς χάριτος, ἡ ἀοίδιμος Κάρα σου Βαπτιστά, Προφῆτα καὶ Πρόδρομε, ἀλλ' ὀφθεῖσα προχέει ἰαμάτων πηγάς.
Πανόλβιον καύχημα, καὶ ἀγλάϊσμα φαιδρόν, καὶ θυρεὸν σωτήριον, ἡ φιλόχριστος αὕτη καὶ εὐκλεής, προβάλλεται πόλις σου, τὴν σεπτήν σου καὶ θείαν Κάραν Πρόδρομε.
Θεοτοκίον
Ὁ μέγας προέγραψεν, ἐν Προφήταις Μωϋσῆς, σὲ κιβωτὸν καὶ τράπεζαν, καὶ λυχνίαν καὶ στάμνον συμβολικῶς, σημαίνων τὴν σάρκωσιν τὴν ἐκ σοῦ τοῦ Ὑψίστου Μητροπάρθενε.

Κοντάκιον Ἦχος δ'
Ἐπεφάνης σήμερον 
Φαρισαίου φύγωμεν ὑψηγορίαν, καὶ Τελώνου μάθωμεν, τὸ ταπεινὸν ἐν στεναγμοῖς, πρὸς τὸν Σωτῆρα κραυγάζοντες· Ἵλαθι μόνε ἡμῖν εὐδιάλλακτε.

Ὁ Οἶκος
Ἑαυτοὺς ἀδελφοὶ ἅπαντες ταπεινώσωμεν, στεναγμοῖς καὶ ὀδυρμοῖς τύψωμεν τὴν συνείδησιν, ἵνα ἐν τῇ κρίσει τότε τῇ αἰωνίᾳ, ἐκεῖ ὀφθῶμεν πιστοὶ ἀνεύθυνοι, τυχόντες ἀφέσεως· ἐκεῖ γάρ ἐστιν ὄντως ἡ ἄνεσις, ἣν ἰδεῖν ἡμᾶς νῦν ἱκετεύσωμεν, ἐκεῖ ὀδύνη ἀπέδρα λύπη καὶ οἱ ἐκ βάθους στεναγμοί, ἐν τῇ Ἐδὲμ τῇ θαυμαστῇ, ἧς ὁ Χριστός δημιουργός, Θεὸς ὑπάρχων Πατρὶ συνάναρχος.

Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς εὑρέσεως τῆς τιμίας κεφαλῆς τοῦ Ἁγίου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου.
Στίχοι
Ἐκ γῆς προφαίνει Πρόδρομος σεπτὴν Κάραν,
Καρποὺς παραινῶν ἀξίους ποιεῖν πάλιν.
Ὁ Βαπτίσας πρὶν ὑδάτων πηγαῖς ὄχλους,
Γῆθεν φανεὶς βάπτιζε πηγαῖς θαυμάτων.
Εἰκοστὴν Προδρόμοιο φάνη Κάρη ἀμφὶ τετάρτην.
Συναξάριον
Τῇ αὐτῇ ἡμέρα τῆς τοῦ Τελώνου καὶ τοῦ Φαρισαίου ἐκ τοῦ Ἱεροῦ Εὐαγγελίου τοῦ Εὐαγγελιστοῦ Λουκᾶ ιη' 10 - 14 παραβολῆς μνείαν ποιούμεθα.
Στίχοι
Φαρισαΐζων, Ἱεροῦ μακρὰν γίνου,
Χριστὸς γὰρ ἔνδον, ᾧ ταπεινὸς δεκτέον.
Ἕτεροι εἰς τὸ τριῴδιον
Ὁ δημιουργὸς τῶν ἄνω καὶ τῶν κάτω,
Τρισάγιον μὲν ὕμνον ἐκ τῶν Ἀγγέλων,
Τριῴδιον δὲ καὶ παρ' ἀνθρώπων δέχου.
Ταῖς τῶν Ἁγίων πάντων, μεγαλουργῶν σου πρεσβείαις, Χριστέ, ὁ Θεὸς ἡμῶν ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Καταβασίες
 Ὠδὴ α'  Ἦχος πλ. β' 
Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον, Θεῷ ἐπινίκιον ᾠδήν, ἐβόα, ᾄσωμεν.
Ὠδὴ γ' 
Οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας αὐτούς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου.
Ὠδὴ δ' 
Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἑορτάζουσα.
Ὠδὴ ε' 
Τῷ θείῳ φέγγει σου Ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγαυσον δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον.
Ὠδὴ ς' 
Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, ἐν εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε.
Ὠδὴ ζ' 
Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοῖς Ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον πρόσταγμα Θεοῦ, τὸν Τύραννον ἔπεισε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Ὠδὴ η' 
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Ἐκ φλογὸς τοῖς Ὁσίοις, δρόσον ἐπήγασας, καὶ δικαίου θυσίαν, ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστέ, μόνῳ τῷ βούλεσθαι. Σὲ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις τιμώντες μεγαλύνωμεν.

Ήχος πλ. β'
Μεγαλύνει η ψυχή μου τόν Κύριον, καί ηγαλλίασε τό πνεύμά μου επί τώ Θεώ τώ σωτήρί μου.
·        ·      Τήν Τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.
Ότι επέβλεψεν επί τήν ταπείνωσιν τής δούλης αυτού, ιδού γάρ από τού νύν μακαριούσί με πάσαι γενεαί,
·        ·      Τήν Τιμιωτέραν τών Χερουβείμ...
Ότι εποίησέ μοι μεγαλεία ο Δυνατός, καί άγιον τό όνομα αυτού, καί τό έλεος αυτού εις γενεάν, καί γενεάν τοίς φοβουμένοις αυτόν.
·        ·      Τήν Τιμιωτέραν τών Χερουβείμ...
Εποίησε κράτος εν βραχίονι αυτού, διεσκόρπισεν υπερηφάνους διανοία καρδίας αυτών.
·        ·      Τήν Τιμιωτέραν τών Χερουβείμ...
Καθείλε δυνάστας από θρόνων, καί ύψωσε ταπεινούς, πεινώντας ενέπλησεν αγαθών, καί πλουτούντας εξαπέστειλε κενούς.
·        ·      Τήν Τιμιωτέραν τών Χερουβείμ...
Αντελάβετο Ισραήλ παιδός αυτού, μνησθήναι ελέους, καθώς ελάλησε πρός τούς πατέρας ημών, τώ Αβραάμ, καί τώ σπέρματι αυτού έως αιώνος.

Καταβασία
Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατονὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα· διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖςΛόγος σεσαρκωμένοςὃνμεγαλύνοντεςσὺν ταίς οὐρανίαις Στρατιαῖςσὲ μακαρίζομεν.

Άγιος Κύριος ο Θεός ημών,
Άγιος Κύριος ο Θεός ημών.
Υψούτε Κύριον τόν Θεόν ημών, καί προσκυνείτε τώ υποποδίω τών ποδών  αυτού.
Ότι Άγιός εστιν
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Ε'
Ἡ ζωὴ καὶ ὁδὸς Χριστός, ἐκ νεκρῶν τῷ Κλεόπα καὶ τῷ Λουκᾶ συνώδευσεν, οἷς περ καὶ ἐπεγνώσθη, εἰς Ἐμμαοὺς κλῶν τὸν ἄρτον· ὧν ψυχαὶ καὶ καρδίαι, καιόμεναι ἐτύγχανον, ὅτε τούτοις ἐλάλει ἐν τῇ ὁδῷ, καὶ Γραφαῖς ἠρμήνευεν, ἃ ὑπέστη· μεθ' ὧν, Ἡγέρθη, κράξωμεν, ὤφθη τε καὶ τῷ Πέτρῳ.
 Τοῖς Μαθηταῖς συνέλθωμεν 
Ὑψηγορίαν φύγωμεν, Φαρισαίου κακίστην, ταπείνωσιν δὲ μάθωμεν, τοῦ Τελώνου ἀρίστην, ἵν' ὑψωθῶμεν βοῶντες, τῷ Θεῷ σὺν ἐκείνῳ· Ἱλάσθητι τοῖς δούλοις σου, ὁ τεχθεὶς ἐκ Παρθένου, Χριστὲ Σωτήρ, ἑκουσίως, καὶ Σταυρὸν ὑπομείνας, συνήγειρας τὸν κόσμον σου θεϊκῇ δυναστείᾳ.
Ἐξαποστειλάριον
Τοῖς Μαθηταῖς συνέλθωμεν
Λαμπροφανὴς ἀνέτειλεν, ἡ τιμία σου Κάρα, ἐκ τῶν ἀδύτων κόλπων γῆς, Πρόδρομε Ἰωάννη, λύχνε φωτὸς τοῦ αὔλου, ἧς τὴν εὕρεσιν πόθῳ, τελοῦντες δυσωποῦμέν σε, τῶν δεινῶν εὑρεῖν λύσιν, καὶ τὸν καιρόν, εὐμαρῶς ἀνύσαι τῆς ἐγκρατείας, πρεσβείαις σου πανεύφημε, Βαπτιστὰ τοῦ Σωτῆρος.
Θεοτοκίον
Ψυχαγωγεῖται Πάναγνε, τῶν πιστῶν ἡ θεόφρων, ὁμήγυρις λατρεύουσα, καὶ πιστῶς ἀνυμνοῦσα, σὲ Θεοτόκον κυρίως, ταῖς πρεσβείαις σου· ὅθεν, τῶν νηστειῶν τὸν δίαυλον, δὸς ἡμῖν ἐκτελέσαι, θεοπρεπῶς, καὶ Σταυρὸν τὸν τίμιον προσκυνῆσαι, καὶ πάθη τὰ σωτήρια, τοῦ Υἱοῦ καὶ Θεοῦ σου.
Αἶνοι Ἦχος πλ. α'  

ΨΑΛΜΟΣ ΡΜΗ' (148)

--Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὺτὸν ἐν τοῖς ὑψἰστοις· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
--Αἰνεῖτε αὐτὸν πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.


1. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
-- Κύριε, ἐσφραγισμένου τοῦ τάφου ὑπὸ τῶν παρανόμων, προῆλθες ἐκ τοῦ μνήματος, καθὼς ἐτέχθης ἐκ τῆς Θεοτόκου, οὐκ ἔγνωσαν πῶςἐσαρκώθης, οἱ ἀσώματοί σου Ἄγγελοι, οὐκ ᾔσθοντο πότε ἀνέστης, οἱ φυλάσσοντές σε στρατιῶται· ἀμφότερα γὰρ ἐσφράγισται τοῖς ἐρευνῶσι,πεφανέρωται δὲ τὰ θαύματα, τοῖς προσκυνοῦσιν, ἐν πίστει τὸ μυστήριον· ὅ ἀνυμνοῦσιν, ἀπόδος ἡμῖν ἀγαλλίασιν, καὶ τὸ μέγα ἔλεος.
ΨΑΛΜΟΣ ΡΝ' (l50)
2. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
-- Κύριε, τοὺς μοχλοὺς τοὺς αἰωνίους συντρίψας, καὶ δεσμὰ διαρρήξας, τοῦ μνήματος ἀνέστης, καταλιπών σου τὰ ἐντάφια· εἰς μαρτύριον τῆςἀληθοῦς τριημέρου ταφῆς σου, καὶ προῆγες ἐν τῇ Γαλιλαίᾳ, ὁ ἐν σπηλαίῳ τηρούμενος. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ, ἐλέησον ἡμᾶς.

3. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦαἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

-- Κύριε, αἱ Γυναῖκες ἔδραμον ἐπὶ τὸ μνῆμα, τοῦ ἰδεῖν σε τὸν Χριστόν, τὸν δι' ἠμᾶς παθόντα, καὶ προσελθοῦσαι, εὗρον Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τῷ φόβῳ κυλισθέντα, καὶ πρὸς αὐτὰς ἐβόησε λέγων· Ἀνέστη ὁ Κύριος, εἴπατε τοῖς μαθηταῖς, ὅτι ἀνέστη ἐκ νεκρῶν, ὁ σώζων τὰς ψυχὰς ἡμῶν.

4. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Ἦχος γ'
Τοῦ Τελώνου καὶ τοῦ Φαρισαίου τὸ διάφορον, ἐπιγνοῦσα, ψυχὴ μου· τοῦ μέν, μίσησον τὴν ὑπερήφανον φωνήν, τοῦ δέ, ζήλωσον τὴν εὐκατάνυκτον εὐχήν, καὶ βόησον, Θεὸς ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ ἐλέησόν με.
5. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Ἦχος ὁ αὐτὸς
Τοῦ Φαρισαίου τὴν μεχάλαυχον φωνήν, πιστοὶ μισήσαντες, τοῦ δὲ Τελώνου τὴν εὐκατάνυκτον εὐχὴν ζηλώσαντες, μὴ τὰ ὑψηλὰ φρονῶμεν, ἀλλ' ἑαυτοὺς ταπεινοῦντες, ἐν κατανύξει κράξωμεν· ὁ Θεὸς ἱλάσθητι, ταῖς ἁμαρτίαις
6. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν   κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ἦχος δ'
Ἔδωκας σημείωσιν
Ἤνοιξε προπύλαια, τῆς ἐγκρατείας ἡ πάνσεμνος, κεφαλή σου Πανεύφημε, καὶ τρυφὴν προέθηκεν, ἡδυτάτην πᾶσι, θείων χαρισμάτων, ὧν περ μετέχοντες πιστῶς, τὸ τῆς νηστείας τραχὺ γλυκαίνομεν, καὶ πίστει εὐφημοῦμέν σε, καὶ ἐκβοῶμεν Χριστῷ τῷ Θεῷ, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
α) « ̓Εκεῖ ἐξανατελῶ κέρας τῷ Δαυίδ, ἡτοίμασα λύχνον τῷ χριστῷ μου»

Μύρα ὥσπερ νάματα, ἡ κεφαλὴ ἀποστάζουσα, τοῦ Προδρόμου ἀέναα, καὶ τραπέζῃ σήμερον, ἀποτεθειμένη, μυστικῇ καὶ θείᾳ, εὐωδιάζει νοητῶς, καὶ ἀηδίαν ἐλαύνει θλίψεων, καὶ εὐφροσύνης ἅπαντας, πληροῖ τοὺς πόθῳ κραυγάζοντας· Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

β) «Εὐφρανθήσεται δίκαιος ἐν τῷ Κυρίῳ καὶ ἐλπιεῖ ἐπ ̓ αὐτόν»
Ἔτεμεν ἡ Κάρα σου, καθάπερ ξίφος τομώτατον, κεφαλὰς ἀνομούντων ἐχθρῶν, καὶ νάματα ἔβλυσεν, εὐνομοῦσι πᾶσι, τῶν θείων χαρίτων· καὶ διὰ τοῦτό σε πιστῶς, ἀνευφημοῦμεν φίλον καὶ Πρόδρομον, Ἰωάννη τοῦ Κτίσαντος, καὶ ἐκβοῶμεν αὐτῷ ἐκτενῶς· Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Δόξα... Ἦχος πλ. δ'
Ταῖς ἐξ ἔργων καυχήσεσι, Φαρισαῖον δικαιοῦντα ἑαυτὸν κατέκρινας Κύριε, καὶ Τελώνην μετριοπαθήσαντα, καὶ στεναγμοῖς ἱλασμὸν αἰτούμενον, ἐδικαίωσας· οὐ γὰρ προσίεσαι, τοὺς μεγαλόφρονας λογισμούς, καὶ τὰς συντετριμμένας καρδίας, οὐκ ἐξουθενεῖς· διὸ καὶ ἡμεῖς σοὶ προσπίπτομεν, ἐν ταπεινώσει τῷ παθόντι δι' ἡμᾶς· Παράσχου τὴν ἄφεσιν καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν ... Θεοτοκίον
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

Δόξα σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ, καί επί γής ειρήνη, εν ανθρώποις ευδοκία.
Υμνούμέν σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν μεγάλην σου δόξαν.
Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, καί Άγιον Πνεύμα,
Κύριε ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο αίρων τήν αμαρτίαν τού κόσμου, ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.
Πρόσδεξαι τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον ημάς.
Ότι σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.
Καθ' εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου εις τόν αιώνα, καί εις τόν αιώνα τού αιώνος.
Καταξίωσον, Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους φυλαχθήναι ημάς.
Ευλογητός εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον τό όνομά σου εις τούς αιώνας. Αμήν.
Γένοιτο, Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σέ.
Ευλογητός εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').
Κύριε, καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι ήμαρτόν σοι.
Κύριε, πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου.
Ότι παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.
Παράτεινον τό έλεός σου τοίς γινώσκουσί σε.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ γ').
Δόξα... Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.

 Σήμερον σωτηρία τώ κόσμω γέγονεν. Άσωμεν τώ αναστάντι εκ τάφου καί αρχηγώ τής ζωής ημών, καθελών γάρ τώ θανάτω τόν θάνατον, τό νίκος έδωκεν ημίν, καί τό μέγα έλεος.

Είς την λειτουργίαν

ΑΝ Τ Ι Φ Ω Ν Α
Ήχος β΄

Στίχ. α'. Ευλόγει η ψυχή μου, τόν Κύριον, καί πάντα τά εντός μου τό όνομα τό άγιον αυτού
Ταίς πρεσβείαις τής Θεοτόκου, Σώτερ σώσον ημάς.

Στίχ. β'. Ευλόγει, η ψυχή μου, τόν Κύριον, καί μή επιλανθάνου πάσας τάς ανταποδόσεις αυτού.

Ταίς πρεσβείαις τής Θεοτόκου...

Στίχ. γ'. Κύριος εν τώ ουρανώ ητοίμασε τόν θρόνον αυτού, καί η Βασιλεία αυτού πάντων δεσπόζει.

Ταίς πρεσβείαις τής Θεοτόκου...

Δόξα... Καί νύν...

Ταίς πρεσβείαις τής Θεοτόκου...

Β΄. Ήχος β'

Στίχ. α'. Αίνει, η ψυχή μου, τόν Κύριον, αινέσω Κύριον εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.

Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι. Αλληλούια.

Στίχ. β'. Μακάριος, ού ο Θεός Ιακώβ βοηθός αυτού, η ελπίς αυτού επί Κύριον τόν Θεόν αυτού.

Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...

Στίχ. γ'. Βασιλεύσει Κύριος εις τόν αιώνα, ο Θεός σου, Σιών, εις γενεάν καί γενεάν.

Σώσον, ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...

Δόξα... Καί νύν...

Ο Μονογενής Υιός και Λόγος του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν σωτηρίαν σαρκοθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας, σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της Αγίας Τριάδος, συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.

Ἀπολυτίκιον Ἦχος πλ. α' 
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.

Εισοδικόν

Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ. Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι Αλληλούϊα.

                      Ἀπολυτίκιον Ἦχος πλ. α' 
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.
 
Ἀπολυτίκιον Ἦχος δ'
Ταχὺ προκατάλαβε
Ἐκ γῆς ἀνατείλασα ἡ τοῦ Προδρόμου κεφαλή, ἀκτῖνας ἀφίησι τῆς ἀφθαρσίας, πιστοῖς τῶν ἰάσεων, ἄνωθεν συναθροίζει, τὴν πληθὺν τῶν Ἀγγέλων, κάτωθεν συγκαλεῖται, τῶν ἀνθρώπων τὸ γένος, ὁμόφωνον ἀναπέμψαι, δόξαν Χριστῷ τῷ Θεῷ.
καὶ τοῦ ναοῦ…
Κοντάκιον Ἦχος δ'
Ἐπεφάνης σήμερον 
Φαρισαίου φύγωμεν ὑψηγορίαν, καὶ Τελώνου μάθωμεν, τὸ ταπεινὸν ἐν στεναγμοῖς, πρὸς τὸν Σωτῆρα κραυγάζοντες· Ἵλαθι μόνε ἡμῖν εὐδιάλλακτε.

Τό Τρισάγιον...

ΑΠΟΣΤΟΛΟΣ
Ευφρανθήσεται δίκαιος εν τω Κυρίω
Στίχ. Εισάκουσον ο Θεός, της φωνής  μου
Πρὸς Κορινθίους  β' Ἐπιστολῆς Παύλου, το ανάγνωσμα
Ἀδελφοί, 6. ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ. 7. Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ καὶ μὴ ἐξ ἡμῶν, 8. ἐν παντὶ θλιβόμενοι ἀλλ' οὐ στενοχωρούμενοι, ἀπορούμενοι ἀλλ' οὐκ ἐξαπορούμενοι, 9. διωκόμενοι ἀλλ' οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι ἀλλ' οὐκ ἀπολλύμενοι, 10. πάντοτε τὴν νέκρωσιν τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ. 11. ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. 12. ὥστε ὁ μὲν θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν. 13. ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως κατὰ τὸ γεγραμμένον, ἐπίστευσα, διὸ ἐλάλησα, καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν, 14. εἰδότες ὅτι ὁ ἐγείρας τὸν Κύριον Ἰησοῦν καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν. 15. τὰ γὰρ πάντα δι' ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ Θεοῦ.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν. ιη' 10-14
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην. Ἀνθρωποι δύο ἀνέβησαν εἰς τὸ Ἱερόν...

Είς το Εξαιρέτως... Άξιον Εστί

Κοινωνικὸν
Αινείτε
«Εἴδομεν τὸ φῶς».














Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου