+ ΚΥΡΙΑΚΗ Ζ’. Τοῦ Ἁγίου Μάρτυρος Εὔπλου τοῦ
Διακόνου. Τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Νήφωνος, Πατριάρχου Κωνσταντινουπόλεως, καί
ἀνάμνησις τοῦ θαύματος τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Σπυρίδωνος, δι’ οὗ ἀπηλλάγη ἡ
Κέρκυρα τῆς πολιορκίας (1716). Ήχος πλ. β’, εωθινόν ζ’.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Θεός Κύριος, καί επέφανεν ημίν,
ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, α'.
Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, β'.
Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς,
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, γ'.
Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, καί επέφανεν ημίν...
Ἀπολυτίκιον Ἦχος πλ. β'
Ἀγγελικαὶ Δυνάμεις
ἐπὶ τὸ μνῆμά σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν, καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ,
ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν ᾍδην, μὴ πειρασθεὶς ὑπ' αὐτοῦ, ὑπήντησας
τῇ Παρθένῳ, δωρούμενος τὴν ζωήν, ὁ ἀναστὰς ἐκ των νεκρῶν, Κύριε δόξα σοι.
Δόξα…το αυτό
Τὴν σπουδήν σου τῇ κλήσει κατάλληλον, ἐργασαμένη φερώνυμε,
τὴν ὁμώνυμόν σου πίστιν εἰς κατοικίαν κεκλήρωσαι, Παρασκευὴ ἀθλοφόρε· ὅθεν προχέεις
ἰάματα, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Και νυν Ἀπολυτίκιον Ἦχος βαρὺς
Μετεμορφώθης
ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδύναντο.
Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου,
φωτοδότα δόξα σοι.
Καθίσματα Ἦχος πλ. β'
Τοῦ τάφου ἀνεῳγμένου,
τοῦ ᾍδου ὀδυρομένου, ἡ Μαρία ἐβόα πρὸς τοὺς κεκρυμμένους Ἀποστόλους· Ἐξέλθετε οἱ
τοῦ ἀμπελῶνος ἐργάται, κηρύξατε τὸν τῆς Ἀναστάσεως λόγον. Ἀνέστη ὁ Κύριος, παρέχων
τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα...
Κύριε, παρίστατο τῷ τάφῳ σου Μαρία ἡ
Μαγδαληνή, καὶ ἔκλαιε βοῶσα· καὶ κηπουρόν σε νομίζουσα ἔλεγε· Ποῦ ἔκρυψας τὴν αἰώνιον
Ζωήν; ποῦ ἔθηκας τὸν ἐπὶ θρόνου Χερουβίμ; οἱ γὰρ τοῦτον φυλάσσοντες, ἀπὸ τοῦ φόβου
ἀπενεκρώθησαν, ἢ τὸν Κύριόν μου δότε μοι, ἢ σὺν ἐμοὶ κραυγάσατε· ὁ ἐν νεκροῖς
καὶ τοὺς νεκροὺς ἀναστήσας δόξα σοι.
Καὶ νῦν... Θεοτοκίον
Προϊστορεῖ ὁ Γεδεὼν τὴν σύλληψιν,
καὶ ἑρμηνεύει ὁ Δαυῒδ τὸν τόκον σου Θεοτόκε· κατέβη γὰρ ὡς ὑετὸς ἐπὶ πόκον, ὁ Λόγος
ἐν τῇ γαστρί σου, καὶ ἐβλάστησας ἄνευ σπορᾶς Γῆ ἁγία, τοῦ κόσμου τὴν σωτηρίαν,
Χριστὸν τὸν Θεὸν ἡμῶν ἡ Κεχαριτωμένη.
Ἡ Ζωή, ἐν τῷ τάφῳ ἀνέκειτο, καὶ
σφραγὶς ἐν τῷ λίθῳ ἐπέκειτο, ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶται ἐφύλαττον Χριστόν,
καὶ τοὺς ἐχθροὺς αὐτοῦ ἀορασίᾳ πατάξας, ἀνέστη ὁ Κύριος.
Δόξα...
Προϊστορεῖ ὁ Ἰωνᾶς τὸν τάφον σου,
καὶ ἑρμηνεύει Συμεὼν τὴν Ἔγερσιν τὴν ἔνθεον, ἀθάνατε Κύριε· κατέβης γὰρ ὡσεὶ
νεκρὸς ἐν τῷ τάφῳ, ὁ λύσας ᾍδου τὰς πύλας, ἀνέστης δὲ ἄνευ φθορᾶς ὡς Δεσπότης,
τοῦ κόσμου εἰς σωτηρίαν, Χριστὲ ὁ Θεὸς ἡμῶν, φωτίσας τοὺς ἐν σκότει.
Καὶ νῦν... Θεοτοκίον
Θεοτόκε Παρθένε, ἱκέτευε τὸν Υἱόν
σου, τὸν ἑκουσίως προσπαγέντα ἐν σταυρῷ, καὶ ἀναστάντα ἐκ νεκρῶν, Χριστὸν τὸν
Θεὸν ἡμῶν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ΕΥΛΟΓΗΤΑΡΙΑ Ἦχος
πλ. α'
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα,
τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ
ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε;
ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις. Ἴδετε ὑμεῖς τὸν
τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι·
ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε,
τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου,
Σῶτερ, ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζῶντα
λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.
Δόξα... Τριαδικὸν
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον
Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό·
Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.
Καὶ νῦν ... Θεοτοκίον
Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας,
χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην
δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (ἐκ γ')
Ἡ Ὑπακοὴ Ἦχος πλ. β'
Τῷ ἑκουσίῳ καὶ
ζωοποιῷ σου θανάτῳ Χριστέ, πύλας τοῦ ᾍδου συντρίψας ὡς Θεός, ἤνοιξας ἡμῖν τὸν πάλαι
Παράδεισον, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἐρρύσω ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν.
Οἱ Ἀναβαθμοί
Ἀντίφωνον Α'
· · Ἐν τῷ οὐρανῷ τοὺς ὀφθαλμούς μου αἴρω, πρὸς σὲ Λόγε, οἴκτειρόν με, ἵνα ζῶ
σοι.
· · Ἐλέησον ἡμᾶς τοὺς ἐξουθενουμένους, καταρτίζων εὔχρηστα, σκεύη σου Λόγε.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι,
πανσωστικὴ αἰτία, εἴ τινι τούτων κατ' ἀξίαν πνεύσει, τάχει ἐξαίρει τῶν τῆς γῆς,
πτεροῖ, αὔξει, τάττει ἄνω.
Ἀντίφωνον Β'
· · Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, οὐδεὶς ἡμῶν ἀντισχεῖν ἠδύνατο,
ἐχθροῦ πάλαισμα· οἱ νικῶντες γὰρ ἔνθεν ὑψοῦνται.
· · τοῖς ὁδοῦσιν αὐτῶν, μή μου ληφθήτω ἡ ψυχή, ὡς στρουθίον
Λόγε, οἴμοι! πῶς μέλλω τῶν ἐχθρῶν ῥυσθῆναι, φιλαμαρτήμων ὑπάρχων.
· ·
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι,
ἐνθέωσις τοῖς πᾶσιν, εὐδοκία, σύνεσις, εἰρήνη καὶ ἡ εὐλογία· ἰσουργὸν γὰρ τῷ
Πατρί ἐστι καὶ Λόγῳ.
Ἀντίφωνον Γ'
· · Οἱ πεποιθότες ἐπὶ Κύριον ἐχθροῖς φοβεροί, καὶ πᾶσι
θαυμαστικοί· ἄνω γὰρ ὁρῶσιν.
· · Ἐν ἀνομίαις χεῖρας αὐτῶν, ὁ τῶν δικαίων κλῆρος, ἐπίκουρόν σε ἔχων, Σῶτερ οὐκ
ἐκτείνει.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι,
τὸ κράτος ἐπὶ πάντων, ὅπερ αἱ ἄνω Στρατηγίαι προσκυνοῦσι, σὺν πάσῃ πνοῇ τῶν κάτω.
Προκείμενον
Κύριε, ἐξέγειρον
τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς.
Στίχ.
Ὁ ποιμαίνων τὸν Ἰσραὴλ πρόσχες.
Ή Τάξις τού Εωθινού
Ευαγγελίου
Ιερεύς
Τού Κυρίου δεηθώμεν.
Χορός
Κύριε, ελέησον.
Ιερεύς
Ότι Άγιος εί ο Θεός ημών, και εν αγίοις επαναπαύη, και σοι
την δόξαν αναπέμπωμεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί
και εις τους αιώνας των αιώνων.
Χορός
Αμήν.
Πάσα πνοή
αινεσάτω τόν Κύριον (εκ γ').
Ιερεύς
Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον
Θεόν ημών ικετεύσωμεν.
Χορός
Κύριε, ελέησον (γ').
Ιερεύς
Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.
Ιερεύς
Ειρήνη πάσι.
Χορός
Καί τώ Πνεύματί σου.
Ιερεύς
Εκ τού κατά Ματθαίον αγίου Ευαγγελίου...
Ιερεύς
Πρόσχωμεν.
Χορός
Δόξα σοι, Κύριε, δόξα σοι.
Ευαγγελιον Εωθινόν ζ’
Ανάστασιν Χριστού
θεασάμενοι…
Ν' Ψαλμός
·
Ελέησόν με ο Θεός κατά τό μέγα
ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον τό ανόμημά μου
·
επί πλείον πλύνόν με από τής
ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
·
ότι τήν ανομίαν μου εγώ γινώσκω καί
η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
·
σοί μόνω ήμαρτον καί τό πονηρόν
ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς λόγοις σου καί νικήσης εν τώ
κρίνεσθαί σε
·
ιδού γάρ εν ανομίαις συνελήμφθην
καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
·
ιδού γάρ αλήθειαν ηγάπησας τά άδηλα
καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
·
ραντιείς με υσσώπω καί
καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
·
ακουτιείς με αγαλλίασιν καί
ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
·
απόστρεψον τό πρόσωπόν σου από τών
αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
·
καρδίαν καθαράν κτίσον εν εμοί ο
Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
·
μή απορρίψης με από τού προσώπου
σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ' εμού
·
απόδος μοι τήν αγαλλίασιν τού
σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
·
διδάξω ανόμους τάς οδούς σου καί
ασεβείς επί σέ επιστρέψουσιν
·
ρύσαί με εξ αιμάτων ο Θεός ο Θεός
τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου
·
κύριε τά χείλη μου ανοίξεις καί τό
στόμα μου αναγγελεί τήν αίνεσίν σου
·
ότι ει ηθέλησας θυσίαν έδωκα άν
ολοκαυτώματα ουκ ευδοκήσεις
·
θυσία τώ Θεώ πνεύμα συντετριμμένον
καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει
·
αγάθυνον κύριε εν τή ευδοκία σου
τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
·
τότε ευδοκήσεις θυσίαν δικαιοσύνης
αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους
Δόξα... Ήχος
β'
Ταίς
τών Αποστόλων, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.
Καί νύν... Ήχος
ο αυτός
Ταίς
τής Θεοτόκου, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.
Ελέησόν
με ο Θεός κατά τό μέγα έλεός σου καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον
τό ανόμημά μου.
Aναστάς ο
Ιησούς από τού τάφου…
Κανὼν Ἀναστάσιμος
ᾨδὴ α' Ἦχος πλ. β' Ὁ Εἱρμὸς
«Ὡς ἐν ἠπείρῳ
πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον, Θεῷ,
ἐπινίκιον ᾠδήν, ἐβόα ᾄσωμεν».
Στίχ.
Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἐκτεταμέναις παλάμαις ἐπὶ Σταυροῦ,
πατρικῆς ἐπλήρωσας, εὐδόκίας ἀγαθέ, Ἰησοῦ τὰ σύμπαντα· διό, ἐπινίκιον ᾠδήν, σοὶ
πάντες ᾄσωμεν.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Φόβῳ σοι ὡς θεραπαινὶς ἡ τελευτή,
προσταχθεῖσα πρόσεισι, τῷ Δεσπότῃ τῆς ζωῆς, δι' αὐτῆς βραβεύοντι ἡμῖν, ἀτελεύτητον
ζωήν, καὶ τὴν Ἀνάστασιν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τὸν ἑαυτῆς δεξαμένη Δημιουργόν, ὡς
αὐτὸς ἠθέλησεν, ἐξ ἀσπόρου σου γαστρός, ὑπὲρ νοῦν σαρκούμενον Ἁγνή, τῶν κτισμάτων
ἀληθῶς, ἐδείχθης Δέσποινα.
ᾨδὴ α' Ἦχος δ'
Ῥήματα ζωῆς τοῖς φίλοις Χριστός, καὶ περὶ τῆς θείας δημηγορῶν βασιλείας ἔφη· Ἐν ἐμοὶ τὸν Πατέρα ἐπιγνώσεσθε, φωτὶ ὡς ἐξαστράψω ἀπροσίτῳ, ἐν ἀγαλλιάσει μέλποντες· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
Ἰσχὺν τῶν ἐθνῶν κατέδεσθε, φίλοι Μαθηταί, θαυμασθήσεσθε δὲ τῷ πλούτῳ αὐτῶν, ὅτι δόξης πληροῦσθε, ὡς ὀφθήσομαι, λαμπρότερος ἡλίου ἐξαστράπτων, ἐν ἀγαλλιάσει μέλποντες· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
Σήμερον Χριστὸς ἐν ὄρει Θαβώρ, λάμψας ἀμυδρῶς, θεϊκῆς αὐγῆς ὡς ὑπέσχετο, Μαθηταῖς παρεγύμνου χαρακτῆρα· σελασφόρου δὲ πλησθέντες θείας αἴγλης, ἐν ἀγαλλιάσει ἔμελπον· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
ᾨδὴ γ' Ὁ Εἱρμὸς
«Οὐκ ἔστιν ἅγιος
ὡς σύ, Κύριε, ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας
ἡμᾶς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου».
Στίχ.
Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Θεὸν σταυρούμενον σαρκί, καθορῶσα ἡ
κτίσις, διελύετο φόβῳ, ἀλλὰ τῇ συνεκτικῇ, παλάμῃ τοῦ δι' ἡμᾶς, σταυρωθέντος,
κραταιῶς συνείχετο.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Θανάτῳ θάνατος λυθείς, κεῖται δείλαιος
ἄπνους· τῆς ζωῆς γὰρ μὴ φέρων, τὴν ἔνθεον προσβολήν, νεκροῦται ὁ ἰσχυρός, καὶ
δωρεῖται, πᾶσιν ἡ Ἀνάστασις.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τοῦ θείου τόκου σου Ἁγνή, πᾶσαν φύσεως
τάξιν, ὑπερβαίνει τὸ θαῦμα· Θεὸν γὰρ ὑπερφυῶς, συνέλαβες ἐν γαστρί, καὶ τεκοῦσα,
μένεις ἀειπάρθενος.
ᾨδὴ γ'
Ὅλον
τὸν Ἀδὰμ φορέσας Χριστέ, τὴν ἀμαυρωθεῖσαν ἀμείψας ἐλάμπρυνας πάλαι φύσιν, καὶ ἀλλοιώσει
τῆς μορφῆς σου ἐθεούργησας.
Στύλῳ
πυριμόρφῳ καὶ νεφέλῃ πάλαι, ὁ ἐν τῇ ἐρήμῳ τὸν Ἰσραὴλ ἄγων, σήμερον ἐν τῷ ὄρει
Θαβὼρ ἀρρήτως, ἐν φωτὶ Χριστὸς ἐξέλαμψεν.
Κοντάκιον
Αὐτόμελον Ἦχος βαρὺς
Ἐπὶ τοῦ ὄρους μετεμορφώθης, καὶ ὡς ἐχώρουν
οἱ Μαθηταί σου τὴν δόξαν σου, Χριστὲ ὁ Θεὸς ἐθεάσαντο, ἵνα ὅταν σε ἴδωσι σταυρούμενον,
τὸ μὲν πάθος νοήσωσιν ἑκούσιον, τῷ δὲ κόσμῳ κηρύξωσιν, ὅτι σὺ ὑπάρχεις ἀληθῶς,
τοῦ Πατρὸς τὸ ἀπαύγασμα.
Δόξα... Καὶ νῦν... Κάθισμα Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ
Ἐπὶ
τὸ ὄρος τὸ Θαβώρ, μετεμορφώθης ὁ Θεός, ἀναμέσον Ἠλιού, καὶ Μωϋσέως τῶν σοφῶν, σὺν
Ἰακώβῳ καὶ Πέτρῳ καὶ Ἰωάννῃ, ὁ Πέτρος δὲ συνών, ταῦτά σοι ἔλεγε· Καλόν ὧδέ ἐστι,
ποιῆσαι τρεῖς σκηνάς, μίαν Μωσεῖ, καὶ μίαν Ἠλίᾳ, καὶ μίαν σοὶ τῷ Δεσπότῃ Χριστῷ,
ὁ τότε τούτοις, τὸ φῶς σου λάμψας, φώτισον τὰς ψυχὰς ἡμῶν.
ᾨδὴ δ' Ὁ Εἱρμὸς
«Χριστός μου δύναμις,
Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας
καθαρᾶς, ἐν Κυρίῳ ἑορτάζουσα».
Στίχ.
Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Τὸ ξύλον ἤνθησε,
Χριστὲ τῆς ὄντως ζωῆς· ὁ Σταυρὸς γὰρ ἐπάγη καὶ ἀρδευθείς, αἵματι καὶ ὕδατι, ἐξ ἀκηράτου
σου πλευρᾶς, τὴν ζωὴν ἡμῖν ἐβλάστησεν.
Στίχ.
Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Οὐκ ἔτι ὄφις
μοι ψευδῶς, τὴν θέωσιν ὑποβάλλει· Χριστὸς γὰρ ὁ θεουργός, τῆς ἀνθρώπων φύσεως,
νῦν ἀκωλύτως τὴν τρίβον, τῆς ζωῆς μοι ἀνεπέτασεν.
Θεοτοκίον
Στίχ.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὡς ὄντως ἄφθεγκτα,
καὶ ἀκατάληπτα, τὰ τῆς σῆς Θεοτόκε θεοπρεποῦς, πέφυκε κυήσεως, τοῖς ἐπὶ γῆς καὶ
οὐρανοῦ, Ἀειπάρθενε μυστήρια.
ᾨδὴ δ'
Νόμον
ἐν Σινᾷ τῷ γράμματι, διατυπούμενος, Χριστὲ ὁ Θεός, ἐν τῇ νεφέλη πυρί, καὶ γνόφῳ
καὶ ἐν θυέλλῃ, ὤφθης ἐποχούμενος· Δόξα τῇ δυνάμει σου Κύριε.
Ἴνα
πιστώσῃ τὴν ἔνδοξον, οἰκονομίαν σου, Χριστὲ ὁ Θεός, ὡς προϋπάρχων πρὸ τῶν αἰώνων,
καὶ ὁ αὐτὸς ἐν νέφει τὴν ἐπίβασιν θείς, ἐν τῷ Θαβὼρ ἀρρήτως ἐξέλαμψας.
Συλλαλοῦντες
παρειστήκεισαν δουλοπρεπῶς, σοὶ τῷ Δεσπότῃ Χριστῷ, οἷς ἐν πυρὸς ἀτμίδι καὶ γνόφῳ,
καὶ λεπτοτάτῃ αὔρᾳ προσωμίλησας· Δόξα τῇ δυνάμει σου Κύριε.
Κατεμήνυον
τὴν ἔξοδον, τὴν ἐν Σταυρῷ σου ἐν Θαβὼρ παρόντες, ὁ ἐν πυρὶ σε καὶ βάτῳ πάλαι,
προκατιδὼν Μωσῆς, καὶ ὁ μετάρσιος δίφρῳ, ἐν πυρίνῳ Ἠλίας Χριστέ.
ᾨδὴ ε' Ὁ Εἱρμὸς
«Τῷ θείῳ φέγγει
σου Ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ εἰδέναι καταύγασον δέομαι, σὲ Λόγε
Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον».
Στίχ.
Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ὑποχωρεῖ μοι τὰ
Χερουβείμ, νῦν καὶ ἡ φλογίνη ῥομφαία, Δέσποτα νῶτά μοι δίδωσι, σὲ ἰδόντα Λόγε
Θεοῦ, τὸν ὄντως Θεόν, Λῃστῇ ὁδοποιήσαντα τὸν Παράδεισον.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Οὐκ ἔτι δέδοικα τὴν εἰς γῆν, Δέσποτα
Χριστὲ ἐπιστροφήν· σὺ γὰρ ἐκ γῆς με ἀνήγαγες, ἐπιλελησμένον δι΄εὐσπλαγχνίαν
πολλήν, πρὸς ὕψος ἀφθαρσίας τῇ Ἀναστάσει σου.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τοὺς Θεοτόκον σε ἐκ ψυχῆς, Δέσποινα
τοῦ κόσμου ἀγαθή, ὁμολογοῦντας διάσωσον· σὲ γὰρ προστασίαν ἀκαταμάχητον, κεκτήμεθα
τὴν ὄντως Θεογεννήτριαν.
ᾨδὴ ε'
Προσενωπίῳ σοι ὧραι ὑπεκλίθησαν· φῶς γὰρ καὶ πρὸ ποδῶν, ὑψίδρομον σέλας Χριστέ, ἥλιος εἶκε μορφὴν βροτείαν, ὡς ἀμεῖψαι εὐδόκησας.
Ἰδοὺ Σωτὴρ ἀνεβόων, Μωϋσῆς καὶ Ἠλίας τῶν Μαθητῶν, ἐν ὄρει ἁγίῳ Θαβὼρ ἐνηχουμένων, Χριστὸς ὃν πάλαι, προηγγείλαμεν ὄντα Θεόν.
Ἡ ἀναλλοίωτος φύσις, τῇ βροτείᾳ μιχθεῖσα, τῆς ἐμφεροῦς ἀΰλου Θεότητος, φῶς παραγυμνοῦσα τοῖς Ἀποστόλοις, ἀπορρήτως ἐξέλαμψε.
Σὲ τὸ ἀΐδιον φέγγος, ἐν πατρῴᾳ τῇ δόξῃ, οἱ Μαθηταί, ὡς εἶδον ἐκλάμψαν Χριστέ, σοὶ ἀνεβόων· Ἐν τῷ φωτί σου, τὰς ὁδοὺς ἡμῶν εὔθυνον.
ᾨδὴ ς' Ὁ Εἱρμὸς
«Τοῦ βίου τὴν
θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου
προσδραμών, βοῶ σοι· ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου, Πολυέλεε».
Στίχ.
Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Σταυρούμενος Δέσποτα,
τοῖς μὲν ἥλοις τὴν ἀράν, τὴν καθ' ἡμῶν ἐξήλειψας, τῇ δὲ λόγχῃ νυττόμενος τὴν
πλευράν, Ἀδὰμ τὸ χειρόγραφον, διαρρήξας, τὸν κόσμον ἠλευθέρωσας.
Στίχ.
Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἀδὰμ κατενήνεκται,
δι' ἀπάτης πτερνισθείς, πρὸς τὸ τοῦ ᾍδου βάραθρον, ἀλλ' ὁ φύσει Θεός τε καὶ
συμπαθής, κατῆλθες πρὸς ἔρευναν, καὶ ἐπ' ὤμων βαστάσας, συνανέστησας.
Θεοτοκίον
Στίχ.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἡ πάναγνος Δέσποινα,
ἡ τεκοῦσα τοῖς βροτοῖς, τὸν κυβερνήτην Κύριον, τῶν παθῶν μου τὸν ἄστατον καὶ
δεινόν, κατεύνασον τάραχον, καὶ γαλήνην, παράσχου τῇ καρδίᾳ μου.
ᾨδὴ ς'
Λαμπηδόνος
πλέον, ἡλίου φῶς τρανότερον, ἐν Θαβὼρ ἐκλάμψας, ὁ Χριστὸς ἡμᾶς ἐφώτισεν.
Ἀνελθὼν
ἐν ὄρει, Θαβὼρ μετεμορφώθης Χριστέ, καὶ τὴν πλάνην πᾶσαν, ἀμαυρώσας φῶς ἐξέλαμψας.
Σὲ
Θεὸν ἐπέγνων, οἱ ἔνδοξοι Ἀπόστολοι, ἐν Θαβὼρ Χριστὲ δέ, ἐκπλαγέντες γόνυ ἔκλιναν.
Κοντάκιον Ἦχος πλ. β'
Τῇ ζωαρχικῇ παλάμῃ τοὺς τεθνεῶτας, ἐκ τῶν ζοφερῶν κευθμώνων
ὁ Ζωοδότης, ἀναστήσας ἅπαντας Χριστὸς ὁ Θεός, τὴν ἀνάστασιν ἑβράβευσε, τῷ βροτείῳ
φυράματι· ὑπάρχει γὰρ πάντων Σωτήρ, ἀνάστασις καὶ ζωή, καὶ Θεὸς τοῦ παντός.
Ὁ Οἶκος
Τὸν Σταυρὸν καὶ
τὴν Ταφήν σου Ζωοδότα, ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ προσκυνοῦμεν, ὅτι τὸν ᾍδην ἔδησας
Ἀθάνατε, ὡς Θεὸς παντοδύναμος, καὶ νεκροὺς συνανέστησας, καὶ πύλας τοῦ ᾍδου συνέτριψας,
καὶ κράτος τοῦ θανάτου καθεῖλες ὡς Θεός. Διὸ οἱ γηγενεῖς δοξολογοῦμέν σε πόθῳ τὸν
ἀναστάντα, καὶ καθελόντα ἐχθροῦ τὸ κράτος τοῦ πανώλους, καὶ πάντας ἀναστήσαντα
τοὺς ἐπὶ σοὶ πιστεύσαντας, καὶ κόσμον λυτρωσάμενον ἐκ τῶν βελῶν τοῦ ὄφεως, καὶ ὡς
μόνον δυνατόν, ἐκ τῆς πλάνης τοῦ ἐχθροῦ λυτρωσάμενον ἡμᾶς· ὅθεν ἀνυμνοῦμεν εὐσεβῶς
τὴν Ἀνάστασίν σου, δι' ἧς ἔσωσας ἡμᾶς, ὡς Θεὸς τοῦ παντός.
Συναξάριον
Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος
Εὔπλου τοῦ Διακόνου.
Στίχοι
Ἐκ
τῆς στολῆς μέν, σεπτὸς Εὖπλος Λευΐτης.
Ἐκ
τῆς τομῆς δέ, στερρὸς ὄντως ὁπλίτης.
Πλήγη
ἑνδεκάτῃ ξίφει Εὖπλος κοπήεντι.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἐγκαινίων τοῦ σεβασμίου
καὶ περικαλλοῦς οἴκου καὶ θείου Ναοῦ τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου τῆς Ἐλεούσης.
Τῇ αὐτῇ ἡμέρᾳ, Διήγησις περὶ τῆς ἀχειροποιήτου Εἰκόνος
τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
Μνήμη τῶν ἁγίων μαρτύρων Νεοφύτου, Ζήνωνος, Δαΐου,
Μάρκου, Μακαρίου καὶ Δαϊανοῦ, διὰ πυρὸς τελειωθέντων.
Ὁ Ὅσιος Πασσαρίων ἐν εἰρήνῃ τελειοῦται.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς.
Ἀμήν.
ᾨδὴ ζ' Ὁ Εἱρμὸς
«Δροσοβόλον μὲν
τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοῖς ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον,
πρόσταγμα Θεοῦ, τὸν τύραννον ἔπεισε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ὀδυρόμενος τῷ πάθει σου ὁ ἥλιος, ζόφον
περιεβάλετο, καὶ ἐν ἡμέρᾳ ἐπὶ πᾶσαν Δέσποτα τὴν γῆν, τὸ φῶς συνεσκότασε βοᾶν· Εὐλογητὸς
εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἠμφιάσαντο Χριστὲ τῇ καταβάσει σου,
φέγγος τὰ καταχθόνια, ὁ προπάτωρ δέ, θυμηδίας ἔμπλεως ὀφθείς, χορεύων ἐσκίρτησε
βοῶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Διὰ σοῦ μήτηρ Παρθένε φῶς ἀνέτειλε,
πάσῃ τῇ οἰκουμένῃ φαιδρόν· τὸν γὰρ Κτίστην σὺ τῶν ἁπάντων τέτοκας Θεόν, ὃν αἴτησαι
Πάναγνε ἡμῖν, καταπεμφθῆναι τοῖς πιστοῖς τὸ μέγα ἔλεος.
ᾨδὴ ζ'
Περιχυθέντες
φωτί, τῆς ἀπροσίτου δόξης, Θαβὼρ ἐν ὄρει οἱ Ἀπόστολοι, Χριστὲ ἀνεβόησαν· ὁ τῶν
Πατέρων Θεὸς εὐλογητὸς εἶ.
Λαίλαπι
θείας ἠχῆς, καὶ δροσοβόλῳ νεφέλῃ, Χριστὲ καὶ αἴγλῃ σου ἡδόμενοι, οἱ Ἀπόστολοι ἔψαλλον·
ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.
Ἐν
ἀπροσίτῳ φωτί, ὡς σὲ κατεῖδε Πέτρος, Θαβὼρ ἐν ὄρει ἐξαστράψαντα, Χριστὲ ἀνεβόησεν·
ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.
Τῷ
ἀρχηγῷ τῆς γῆς, Χριστῷ συνόντες παῖδες, οἱ Ζεβεδαίου ὡς ἀπέπεμψε, μορφῆς φῶς ἑβρόντησαν·
ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η' Ὁ Εἱρμὸς
«Ἐκ φλογὸς τοῖς
Ὁσίοις δρόσον ἐπήγασας, καὶ Δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρᾷς Χριστέ,
μόνῳ τῷ βούλεσθαι, σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας».
Στίχ.
Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἰουδαίων τὸν πάλαι
προφητοκτόνον λαόν, θεοκτόνον ὁ φθόνος νῦν ἀπειργάσατο, σὲ ἐπὶ Σταυροῦ ἀναρτήσαντα,
Λόγε Θεοῦ, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Οὐρανίους ἁψῖδας οὐ καταλέλοιπας,
καὶ εἰς ᾍδην φοιτήσας, ὅλον συνήγειρας, κείμενον Χριστέ, ἐν σαπρίᾳ τὸν ἄνθρωπον,
σὲ ὑπερυψοῦντα, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἐκ φωτὸς φωτοδότην Λόγον συνέλαβες,
καὶ τεκοῦσα ἀφράστως τοῦτον δεδόξασαι· Πνεῦμα γὰρ ἐν σοί, Κόρη, θεῖον ἐσκήνωσεν·
ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ η'
Νεύματι τὸ πᾶν ὁ φέρων, ποσὶν ἀχράντοις ὄρους ἐπέβη Θαβώρ, ἐν ᾧ ἡλίου μᾶλλον αὐγῆς, ἐξαστράψας τὸ πρόσωπον, νόμου προκρίτους, καὶ τῆς χάριτος ἔδειξε μέλποντας· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ἐν τῇ ἀπροσίτῳ δόξῃ, κατ' ὄρος ἐκφανθὲν ἀπορρήτως Θαβώρ, τὸ ἄσχετον καὶ ἄδυτον φῶς, τοῦ Πατρὸς τὸ ἀπαύγασμα, τὴν κτίσιν φαιδρῦναν, τοὺς ἀνθρώπους ἐθέωσε μέλποντας· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ἱεροπρεπῶς ἑστῶτες, Μωσῆς τε καὶ Ἠλίας ἐν ὄρει Θαβώρ, τῆς θείας χαρακτῆρα, τρανῶς ὑποστάσεως βλέποντες, Χριστὸν ἐν πατρῴᾳ, ἐξαστράψαντα δόξῃ, ἀνέμελπον· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Διὰ τῆς ἐν γνόφῳ θείας ὀμφῆς, τὸ πρόσωπον ποτὲ ἐδοξάσθη Μωσῆς, Χριστὸς δὲ ὡς ἱμάτιον, φῶς καὶ δόξαν ἀναβάλλεται· φωτὸς αὐτουργὸς γὰρ πεφυκὼς καταυγάζει τοὺς μέλποντας· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ἐκ φωτογενοῦς νεφέλης, Χριστὸν οἱ μαθηταὶ ἀμπεχόμενον, ὁρῶντες ἐν Θαβώρ, καὶ πρηνεῖς ἐπὶ γῆς κατανεύσαντες, τὸν νοῦν ἐλλαμφθέντες, σὺν Πατρὶ τοῦτον ὕμνουν καὶ Πνεύματι· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
ᾨδὴ θ' Ὁ Εἱρμὸς
«Θεὸν ἀνθρώποις
ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα· διὰ σοῦ δὲ Πάναγνε, ὡράθη
βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς, σὲ
μακαρίζομεν».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Παθῶν ἀμέτοχος σὺ διέμεινας, Λόγε
Θεοῦ σαρκί, προσομιλήσας τοῖς πάθεσιν, ἀλλὰ λύεις τῶν παθῶν τὸν ἄνθρωπον, πάθεσι
χρηματίσας πάθος, Σωτὴρ ἡμῶν· μόνος γάρ ὑπάρχεις ἀπαθής, καὶ παντοδύναμος.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Φθορὰν θανάτου καταδεξάμενος,
διαφθορᾶς ἐτήρησας τὸ σῶμά σου ἄγευστον, ἡ δὲ σὴ ζωοποιὸς καὶ θεία ψυχή, Δέσποτα
ἐν τῷ ᾍδῃ οὐ καταλέλειπται, ἀλλ' ὥσπερ ἐξ ὕπνου ἀναστάς, ἡμᾶς συνήγειρας.
Τριαδικὸν
Στίχ. Ἁγία Τριὰς ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς.
Θεὸν Πατέρα Υἱὸν συνάναρχον, πάντες
βροτοὶ ἐν χείλεσιν, ἁγνοῖς μὲν δοξάζομεν, τὴν δὲ ἄρρητον καὶ ὑπερένδοξον, Πνεύματος
Παναγίου, δύναμιν σέβομεν· μόνη γὰρ ὑπάρχεις πανσθενής, Τριὰς ἀχώριστος.
ᾨδὴ θ'
Σύντρομοι
καινῇ φωτοχυσίᾳ, ἀθρόως οἱ Μαθηταὶ ἐλλαμφθέντες, πρὸς ἀλλήλους ἑώρων, καὶ πρηνεῖς
εἰς γῆν καταπεσόντες, σοὶ τῷ Δεσπότῃ τῶν ἁπάντων προσεκύνησαν.
Ἦχος
ἐκ νεφέλης ἀνεπέμπετο, θεόκτυπος βεβαιῶν τὸ θαῦμα· ὁ Πατὴρ γὰρ τῶν φώτων. Οὗτός
ἐστιν Υἱὸς ὁ ἀγαπητός μου, τοῖς Ἀποστόλοις ἀνεβόα, οὗ ἀκούετε.
Καινὰ
κατιδόντες καὶ παράδοξα, φωνῆς πατρικῆς ἐνωτισθέντες, ἐν Θαβὼρ οἱ τοῦ Λόγου ὑπηρέται,
ἐκμαγεῖον τοῦ ἀρχετύπου. Οὗτος ὑπάρχει ἀνεβόων ὁ Σωτὴρ ἡμῶν.
Εἰκὼν
ἀπαράλλακτε τοῦ Ὄντος, ἀκίνητε σφραγὶς ἀναλλοίωτε, Υἱὲ Λόγε σοφία καὶ βραχίων,
δεξιὰ Ὑψίστου σθένος, σὲ ἀνυμνοῦμεν, σὺν Πατρί τε καὶ τῷ Πνεύματι.
Καταβασίες
Σταυρὸν χαράξας Μωσῆς, ἐπ’ εὐθείας ῥάβδῳ,
τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι· τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι,
κροτήσας ἥνωσεν, ἐπ’ εὔρους διαγράψας, τὸ ἀήττητον ὅπλον· διὸ Χριστῷ ᾄσωμεν, τῷ
Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
Ὠδὴ γ’.
Ῥάβδος εἰς τύπον, τοῦ μυστηρίου,
παραλαμβάνεται· τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα· τῇ στειρευούσῃ δὲ πρῴην, Ἐκκλησίᾳ
νῦν ἐξήνθησε, ξύλον Σταυροῦ, εἰς κράτος καὶ στερέωμα.
Ὠδὴ δ’.
Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας Σου
τὸ μυστήριον, κατενόησα τὰ ἔργα Σου, καὶ ἐδόξασά Σου τὴν Θεότητα.
Ὠδὴ ε’.
Ὦ τρισμακάριστον Ξύλον! ἐν ᾧ ἐτάθη
Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος· δι’ οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ ἐν σοὶ
δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.
Ὠδὴ ς’.
Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας
Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος, προδιετύπου σαφῶς· ὅθεν
τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον Ἀνάστασιν, ὑπεζωγράφησε, τοῦ σαρκὶ
προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει, τὸν κόσμον φωτίσαντος.
Ὠδὴ ζ’.
Ἔκνοον πρόσταγμα τυράννου δυσσεβοῦς,
λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς, καὶ δυσφημίας θεοστυγοῦς· ὅμως Τρεῖς Παῖδας, οὐκ
ἐδειμάτωσε, θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον· ἀλλ’ ἀντηχοῦντι, δροσοβόλῳ
πνεύματι, πυρὶ συνόντες ἔψαλλον· Ὁ ὑπερύμνητος, τῶν πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς
εἶ.
Ὠδὴ η’.
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν
τὸν Κύριον.
Εὐλογεῖτε Παῖδες, τῆς Τριάδος ἰσάριθμοι,
δημιουργὸν Πατέρα Θεόν· ὑμνεῖτε, τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον
μεταποιήσαντα· καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας.
Ο
Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις τιμώντες
μεγαλύνωμεν.
Ήχος πλ. δ΄
Μεγαλύνει η ψυχή μου τόν Κύριον,
καί ηγαλλίασε τό πνεύμά μου επί τώ Θεώ τώ σωτήρί μου.
·
Τήν Τιμιωτέραν τών Χερουβείμ, καί
ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν
όντως Θεοτόκον, σέ μεγαλύνομεν.
Ότι επέβλεψεν επί τήν ταπείνωσιν
τής δούλης αυτού, ιδού γάρ από τού νύν μακαριούσί με πάσαι γενεαί,
·
Τήν Τιμιωτέραν τών Χερουβείμ...
Ότι εποίησέ μοι μεγαλεία ο Δυνατός,
καί άγιον τό όνομα αυτού, καί τό έλεος αυτού εις γενεάν, καί γενεάν τοίς
φοβουμένοις αυτόν.
·
Τήν Τιμιωτέραν τών Χερουβείμ...
Εποίησε κράτος εν βραχίονι αυτού,
διεσκόρπισεν υπερηφάνους διανοία καρδίας αυτών.
·
Τήν Τιμιωτέραν τών Χερουβείμ...
Καθείλε δυνάστας από θρόνων, καί
ύψωσε ταπεινούς, πεινώντας ενέπλησεν αγαθών, καί πλουτούντας εξαπέστειλε
κενούς.
·
Τήν Τιμιωτέραν τών Χερουβείμ...
Αντελάβετο Ισραήλ παιδός αυτού, μνησθήναι ελέους, καθώς
ελάλησε πρός τούς πατέρας ημών, τώ Αβραάμ, καί τώ σπέρματι αυτού έως αιώνος.
Ὠδὴ θ’.
Μυστικὸς εἶ Θεοτόκε παράδεισος, ἀγεωργήτως
βλαστήσασα Χριστόν, ὑφ’ οὗ τὸ τοῦ Σταυροῦ, ζωηφόρον ἐν γῇ, πεφυτούργηται
δένδρον· δι’ οὗ νῦν ὑψουμένου, προσκυνοῦντες Αὐτόν, Σὲ μεγαλύνομεν.
Άγιος Κύριος ο Θεός ημών, γ’
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Ζ'
Ὅτι ἦραν τὸν Κύριον,
τῆς Μαρίας εἰπούσης, ἐπὶ τὸν τάφον ἔδραμον, Σίμων Πέτρος, καὶ ἄλλος, Μύστης
Χριστοῦ, ὃν ἠγάπα, ἔτρεχον δὲ οἱ δύο, καὶ εὗρον τὰ ὀθόνια, ἔνδον κείμενα μόνα,
καὶ κεφαλῆς, ἦν δὲ τὸ σουδάριον χωρὶς τούτων· διὸ πάλιν ἡσύχασαν, τὸν Χριστὸν ἕως
εἶδον.
Ἐξαποστειλάριον
αὐτόμελον (Ἐκ γ' )
Φῶς
ἀναλλοίωτον Λόγε, φωτὸς Πατρὸς ἀγεννήτου, ἐν τῷ φανέντι φωτί σου, σήμερον ἐν
Θαβωρίῳ, φῶς εἴδομεν τόν, Πατέρα, φῶς καὶ τὸ Πνεῦμα, φωταγωγοῦν πᾶσαν Κτίσιν.
Αἶνοι Ἦχος πλ. β'
1. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι
τοῖς ὁσίοις αὐτοῦ.
-- Ὁ Σταυρός
σου Κύριε, ζωὴ καὶ ἀνάστασις ὑπάρχει τῷ λαῷ σου, καὶ ἐπ' αὐτῷ πεποιθότες, σὲ τὸν
ἀναστάντα, Θεὸν ἡμῶν ὑμνοῦμεν, ἐλέησον ἡμᾶς.
2. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν
στερεώματι τῆς δυνάμεως αὐτοῦ.
-- Ἡ ταφή σου
Δέσποτα, Παράδεισον ἤνοιξε τῷ γένει τῶν ἀνθρώπων, καὶ ἐκ φθορᾶς λυτρωθέντες, σὲ
τὸν ἀναστάντα, Θεὸν ἡμῶν ὑμνοῦμεν, ἐλέησον ἡμᾶς.
3. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν
κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
-- Σὺν Πατρὶ
καὶ Πνεύματι, Χριστὸν ἀνυμνήσωμεν, τὸν ἀναστάντα ἐκ νεκρῶν, καὶ πρὸς αὐτὸν ἐκβοῶμεν·
Σὺ ζωὴ ὑπάρχεις, ἡμῶν καὶ ἀνάστασις, ἐλέησον ἡμᾶς.
4. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ
καὶ κιθάρᾳ.
-- Τριήμερος ἀνέστης
Χριστέ, ἐκ τάφου καθὼς γέγραπται, συνεγείρας τὸν Προπάτορα ἡμῶν· διό σε καὶ δοξάζει,
τὸ γένος τῶν ἀνθρώπων, καὶ ἀνυμνεῖ σου τὴν Ἀνάστασιν.
5. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν
χορδαῖς καὶ ὀργάνῳ.
Ἦχος δ'
Ὁ ἐξ ὑψίστου κληθεὶς
Πρὸ
τοῦ τιμίου Σταυροῦ σου καὶ τοῦ πάθους, λαβὼν οὓς προέκρινας τῶν Ἱερῶν Μαθητῶν,
πρὸς τὸ Θαβώριον Δέσποτα, ἀνῆλθες ὄρος, δεῖξαι θελήσας τούτοις τὴν δόξαν σου, οἳ
καὶ κατιδόντες σε μεταμορφούμενον, καὶ ὑπὲρ ἥλιον λάμψαντα, πρηνεῖς πεσόντες, τὴν
δυναστείαν σου κατεπλάγησαν, ἀναβοῶντες· Σὺ τὸ ἄχρονον, φῶς ὑπάρχεις Χριστὲ καὶ
ἀπαύγασμα, τοῦ Πατρός, εἰ καὶ θέλων, σάρξ ὡράθης ἀναλλοίωτος.
6. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν
κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ἦχος δ'
Ὁ ἐξ ὑψίστου κληθεὶς
Πρὸ
τοῦ τιμίου Σταυροῦ σου καὶ τοῦ πάθους, λαβὼν οὓς προέκρινας τῶν Ἱερῶν Μαθητῶν,
πρὸς τὸ Θαβώριον Δέσποτα, ἀνῆλθες ὄρος, δεῖξαι θελήσας τούτοις τὴν δόξαν σου, οἳ
καὶ κατιδόντες σε μεταμορφούμενον, καὶ ὑπὲρ ἥλιον λάμψαντα, πρηνεῖς πεσόντες, τὴν
δυναστείαν σου κατεπλάγησαν, ἀναβοῶντες· Σὺ τὸ ἄχρονον, φῶς ὑπάρχεις Χριστὲ καὶ
ἀπαύγασμα, τοῦ Πατρός, εἰ καὶ θέλων, σάρξ ὡράθης ἀναλλοίωτος.
«Σοί εἰσιν οἱ οὐρανοί καί σή ἐστιν ἡ γῆ, τήν οἰκουμένην
καί τό πλήρωμα αὐτῆς σύ ἐθεμελίωσας».
Ὁ πρὸ αἰώνων ὑπάρχων
Θεὸς Λόγος ὁ φῶς ὡς ἱμάτιον περιβαλλόμενος, μεταμορφούμενος ἔμπροσθεν, τῶν
μαθητῶν σου, ὑπὲρ τὸν ἥλιον Λόγε ἔλαμψας, Μωσῆς καὶ Ἠλίας δέ, σοὶ παρειστήκεισαν,
νεκρῶν καὶ ζώντων σε Κύριον, δηλοποιοῦντες, καὶ σοῦ δοξάζοντες τὴν ἀπόρρητον, οἰκονομίαν
καὶ τὸ ἔλεος, καὶ τὴν πολλὴν συγκατάβασιν, δι' ἧς ἔσωσας κόσμον, ἁμαρτίαις ἀπολλύμενον.
«Θαβώρ καί Ἑρμών ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται».
Παρθενικῆς ἐκ νεφέλης σε τεχθέντα, καὶ σάρκα γενόμενον, καὶ πρὸς τὸ ὄρος
Θαβώρ, μεταμορφούμενον Κύριε, καὶ τῇ νεφέλῃ, τῇ φωτεινῇ σε περικυκλούμενον, φωνὴ
τοῦ Γεννήτορος, ἀγαπητὸν σὲ Υἱόν, τῶν μαθητῶν συμπαρόντων σοι, σαφῶς ἐδήλου, ὡς
ὁμοούσιον καὶ ὁμόθρονον· ὅθεν ὁ Πέτρος ἐκπληττόμενος, Καλὸν ὧδέ ἐστιν εἶναι ἔλεγε,
μὴ εἰδὼς ὃἐλάλει, Εὐεργέτα πολυέλεε.
Δόξα
ΕΩΘΙΝΟΝ Ζ' Ἦχος βαρὺς
Ἰδοὺ σκοτία καὶ
πρωΐ, καὶ τί πρὸς τὸ μνημεῖον Μαρία ἕστηκας, πολὺ σκότος ἔχουσα ταῖς φρεσίν; ὑφ'
οὗ ποῦ τέθειται ζητεῖς ὁ Ἰησοῦς. Ἀλλ' ὅρα τοὺς συντρέχοντας Μαθητάς, πῶς τοῖς ὀθονίοις
καὶ τῷ σουδαρίῳ, τὴν Ἀνάστασιν ἐτεκμήραντο, καὶ ἀνεμνήσθησαν τῆς περὶ τούτου
Γραφῆς. Μεθ' ὧν, καὶ δι' ὧν καὶ ἡμεῖς, πιστεύσαντες, ἀνυμνοῦμέν σε τὸν ζωοδότην
Χριστόν.
Καὶ νῦν... Θεοτοκίον
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε
Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται,
ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν·
διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας,
δόξα σοι.
ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ
Δόξα σοι τώ δείξαντι τό φώς, Δόξα
εν υψίστοις Θεώ, καί επί γής ειρήνη, εν ανθρώποις ευδοκία.
Υμνούμέν σε, ευλογούμέν σε,
προσκυνούμέν σε, δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν μεγάλην σου δόξαν.
Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ
παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, καί Άγιον Πνεύμα,
Κύριε ο Θεός, ο αμνός τού Θεού, ο
Υιός τού Πατρός, ο αίρων τήν αμαρτίαν τού κόσμου, ελέησον ημάς, ο αίρων τάς
αμαρτίας τού κόσμου.
Πρόσδεξαι τήν δέησιν ημών, ο
καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον ημάς.
Ότι σύ εί μόνος Άγιος, σύ εί μόνος
Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.
Καθ' εκάστην ημέραν ευλογήσω σε,
καί αινέσω τό όνομά σου εις τόν αιώνα, καί εις τόν αιώνα τού αιώνος.
Καταξίωσον, Κύριε, εν τή ημέρα ταύτη,
αναμαρτήτους φυλαχθήναι ημάς.
Ευλογητός εί, Κύριε, ο Θεός τών
Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον τό όνομά σου εις τούς αιώνας. Αμήν.
Γένοιτο, Κύριε, τό έλεός σου εφ'
ημάς, καθάπερ ηλπίσαμεν επί σέ.
Ευλογητός εί, Κύριε. δίδαξόν με τά
δικαιώματά σου (γ').
Κύριε, καταφυγή εγενήθης ημίν, εν
γενεά καί γενεά,
Εγώ είπα. Κύριε, ελέησόν με, ίασαι
τήν ψυχήν μου, ότι ήμαρτόν σοι.
Κύριε, πρός σέ κατέφυγον, δίδαξόν
με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου.
Ότι παρά σοί πηγή ζωής, εν τώ φωτί
σου οψόμεθα φώς.
Παράτεινον τό έλεός σου τοίς
γινώσκουσί σε.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος
Αθάνατος, ελέησον ημάς (εκ γ').
Δόξα... Καί νύν... Άγιος Αθάνατος,
ελέησον ημάς.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος
Αθάνατος, ελέησον ημάς.
Σήμερον σωτηρία τώ κόσμω γέγονεν.
Άσωμεν τώ αναστάντι εκ τάφου καί αρχηγώ τής ζωής ημών, καθελών γάρ τώ θανάτω
τόν θάνατον, τό νίκος έδωκεν ημίν, καί τό μέγα έλεος.
Είς
την λειτουργίαν
Ἀντίφωνον Α'
Στίχος α'.
Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Στίχος β'.
Ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχὺϊ αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Στίχος γ'.
Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Στίχος δ'.
Τὰ ὄρη ἀγαλλιάσονται ἀπὸ προσώπου Κυρίου.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Δόξα... Καὶ νῦν...
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Ἀντίφωνον Β'
Στίχος α'.
Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν τῷ ὄρει τῷ
Θαβὼρ μεταμορφωθείς, ψάλλοντάς σοι Ἀλληλούϊα.
Στίχος β'.
Ἀγαπᾷ Κύριος τὰς πύλας Σιών, ὑπὲρ πάντα τὰ σκηνώματα, Ἰακώβ.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν τῷ ὄρει τῷ
Θαβὼρ μεταμορφωθείς...
Στίχος γ'.
Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν τῷ ὄρει τῷ
Θαβὼρ μεταμορφωθείς...
Στίχος δ'.
Μήτηρ Σιών, ἐρεῖ ἄνθρωπος. καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν τῷ ὄρει τῷ
Θαβὼρ μεταμορφωθείς...
Δόξα... Καὶ νῦν...
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος...
Ἀντίφωνον Γ'
Στίχος α'.
Τὰ ἔλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι.
Ἦχος βαρὺς
Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός,
δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδύναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς,
τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.
Στίχος β'.
Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε.
Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός...
Στίχος γ'.
Μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν.
Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός...
Στίχος δ'.
Κύριε ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται, καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται
ὅλην τὴν ἡμέραν.
Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός...
Εισοδικόν
Δεύτε προσκυνήσωμεν και
προσπέσωμεν Χριστώ. Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών,
ψάλλοντάς σοι Αλληλούϊα
Ἀπολυτίκιον Ἦχος πλ. β'
Ἀγγελικαὶ Δυνάμεις
ἐπὶ τὸ μνῆμά σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν, καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ,
ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν ᾍδην, μὴ πειρασθεὶς ὑπ' αὐτοῦ, ὑπήντησας
τῇ Παρθένῳ, δωρούμενος τὴν ζωήν, ὁ ἀναστὰς ἐκ των νεκρῶν, Κύριε δόξα σοι.
Ἦχος βαρὺς
Μετεμορφώθης
ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδύναντο.
Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου,
φωτοδότα δόξα σοι.
Είτα του ναού
ΚΟΝΤΑΚΙΟΝ
Επί του Όρους
μετεμορφώθης, και ως εχώρουν οι Μαθηταί σου την δόξαν σου, Χριστέ ο Θεός,
εθεάσαντο, ίνα όταν σε ίδωσι σταυρούμενον, το μεν πάθος νοήσωσιν εκούσιον, τω
δε κόσμω κηρύξωσιν, ότι συ υπάρχεις αληθώς, του Πατρός το απαύγασμα.
Τρισάγιον.
Ἀπόστολος: Κυριακῆς ζ΄ ἑβδομάδος Ἐπιστολῶν· «Ὀφείλομεν
ἡμεῖς οἱ δυνατοί...» (Ῥωμ. ιε΄ 1-7).
Εὐαγγέλιον: Κυριακῆς ζ΄ ἑβδομάδος
Ματθαίου· «Παράγοντι τῷ Ἰησοῦ ἠκολούθησαν αὐτῷ...» (Ματθ. θ΄ 27-35).
Εἰς τό Ἐξαιρέτως: «Ἄξιόν ἐστιν...».
Κοινωνικόν: «Αἰνεῖτε...».
«Εἴδομεν τό φῶς...»,
κτλ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου