Σάββατο 24 Αυγούστου 2013

+ ΚΥΡΙΑΚΗ Θ΄ ΜΑΤΘΑΙΟΥ. Ήχος πλ δ’, εωθινόν θ’.



+ ΚΥΡΙΑΚΗ Θ΄ ΜΑΤΘΑΙΟΥ. Ἡ Ἐπάνοδος τοῦ σεπτοῦ Λειψάνου τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου Βαρθολομαίου. Τοῦ Ἁγίου Ἀποστόλου Τίτου, Ἐπισκόπου Γορτύνης τῆς κατά Κρήτην, μαθητοῦ τοῦ Ἁγίου Ἀποστόλου Παύλου. Ήχος πλ δ’, εωθινόν θ’.

 
           
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Στίχ, α'. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, β'. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς,
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, γ'. Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, καί επέφανεν ημίν...

Ἀπολυτίκιον  Ἦχος πλ. δ' 
Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν. Ἡ ζωὴ καὶ ἡ Ἀνάστασις ἡμῶν, Κύριε δόξα σοι.

Δόξα... Ἀπολυτίκιον Ἦχος γ'
Ἀπόστολοι Ἅγιοι, πρεσβεύσατε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Καὶ νῦν ...
Θεοτοκίον Ἦχος γ'
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Καθίσματα Ἦχος πλ. δ'
Ἀνέστης ἐκ νεκρῶν, ἡ ζωὴ τῶν ἁπάντων, καὶ Ἄγγελος φωτός, ταῖς Γυναιξὶν ἐβόα∙ Παύσασθε τῶν δακρύων, τοῖς Ἀποστόλοις εὐαγγελίσασθε, κράξατε ἀνυμνοῦσαι· Ὅτι ἀνέστη Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.
Δόξα... Τὴν σοφίαν καὶ Λόγον
Ἀναστὰς ἐκ τοῦ τάφου ὡς ἀληθῶς, ταῖς ὁσίαις προσέταξας Γυναιξί, κηρῦξαι τὴν Ἔγερσιν, Ἀποστόλοις ὡς γέγραπται, καὶ δρομαῖος ὁ Πέτρος, ἐπέστη τῷ μνήματι, καὶ τὸ φῶς ἐν τῷ τάφῳ, ὁρῶν κατεπλήττετο∙ ὅθεν καὶ κατεῖδε, τὰ ὀθόνια μόνα, χωρὶς τοῦ θείου σώματος, ἐν αὐτῷ κατακείμενᾳ, καὶ πιστεύσας ἐβόησε∙ Δόξα σοι Χριστὲ ὁ Θεός, ὅτι σῴζεις ἅπαντας Σωτὴρ ἡμῶν∙ τοῦ Πατρὸς γὰρ ὑπάρχεις ἀπαύγασμα.
Καὶ νῦν ...
Θεοτοκίον Ἦχος γ'
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἄνθρωποι τὸ μνῆμά σου, Σωτὴρ ἐσφραγίσαντο, Ἄγγελος τὸν λίθον, ἐκ τῆς θύρας ἀπεκύλισε. Γυναῖκες ἐθεάσαντο, ἐγηγερμένον ἐκ νεκρῶν, καὶ αὗται εὐηγγελίσαντο τοῖς Μαθηταῖς σου ἐν Σιών. Ὅτι ἀνέστης ἡ ζωὴ τῶν ἁπάντων, καὶ διελύθη τὰ δεσμὰ τοῦ θανάτου. Κύριε δόξα σοι.
Δόξα...
Τὰ μύρα τῆς ταφῆς, αἱ Γυναῖκες κομίσασαι, φωνῆς Ἀγγελικῆς, ἐκ τοῦ τάφου ἤκουον. Παύσασθε τῶν δακρύων, καὶ ἀντὶ λύπης χαρὰν κομίσασθε, κράξατε ἀνυμνοῦσαι, ὅτι ἀνέστη Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.
Καὶ νῦν... Θεοτοκίον
Ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, Ἀγγέλων τὸ σύστημα, καὶ ἀνθρώπων τὸ γένος, ἡγιασμένε ναέ, καὶ Παράδεισε λογικέ, παρθενικὸν καύχημα, ἐξ ἧς Θεός ἐσαρκώθη, καὶ παιδίον γέγονεν, ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς ἡμῶν∙ τὴν γὰρ σὴν μήτραν, θρόνον ἐποίησε, καὶ τὴν σὴν γαστέρα, πλατυτέραν οὐρανῶν ἀπειργάσατο. Ἐπὶ σοὶ χαίρει Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, δόξα σοι.
 ΕΥΛΟΓΗΤΑΡΙΑ  Ἦχος πλ. α'
         Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.
         Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς  δάκρυσιν, Μαθήτριαι κιρνᾶτε; ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις. Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
         Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλ' ἐπέστη, πρὸς αὐτὰς Ἄγγελος, καὶ εἶπε· θρήνου καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
         Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ, ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.
Δόξα... Τριαδικὸν
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς  Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.
Καὶ νῦν ... Θεοτοκίον
Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ  Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι Θεός. (ἐκ γ')
  Ὑπακοὴ  Ἦχος πλ. δ'
Αἱ Μυροφόροι τοῦ Ζωοδότου ἐπιστᾶσαι τῷ  μνήματι, τὸν Δεσπότην ἐζήτουν, ἐν νεκροῖς τὸν ἀθάνατον, καὶ χαρᾶς εὐαγγέλια, ἐκ τοῦ Ἀγγέλου δεξάμεναι, τοῖς Ἀποστόλοις ἐμήνυονὍτι ἀνέστη Χριστὸς Θεός, παρέχων τῷ  κόσμῳ τὸ μέγα ἔλεος.

Οἱ Ἀναβαθμοὶ
Ἀντίφωνον Α'
·         Ἐκ νεότητός μου ἐχθρός με πειράζει, ταῖς ἡδοναῖς φλέγει με· ἐγὼ δὲ πεποιθώς, ἐν σοὶ Κύριε τροποῦμαι τοῦτον.
·         Οἱ μισοῦντες Σιών, γενηθήτωσαν δή, πρὶν ἐκσπασθῆναι ὡς χόρτοςσυγκόψει γὰρ Χριστός, αὐχένας αὐτῶν, τομῇ βασάνων.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, τὸ ζῇν τὰ πάντα, φῶς ἐκ φωτός, Θεὸς μέγας, σὺν Πατρὶ ὑμνοῦμεν αὐτὸ καὶ τῷ  Λόγῳ.
Ἀντίφωνον Β'
·         καρδία μου τῷ  φόβῳ σου σκεπέσθω, ταπεινοφρονοῦσα, μὴ ὑψωθεῖσα ἀποπέσῃ, ἐκ σοῦ Πανοικτίρμον.
·         Ἐπὶ τὸν Κύριον ἐσχηκὼς ἐλπίδα, οὐ δείσει τότε, ὅτε πυρὶ τὰ πάντα κρινεῖ καὶ κολάσει.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, πᾶς τις θεῖος βλέπει καὶ προλέγει, τερατουργεῖ ὕψιστα, ἐν τρισὶν ἕνα Θεὸν μέλπωνεἰ γὰρ καὶ τριλαμπεῖ, μοναρχεῖ τὸ θεῖον.
Ἀντίφωνον Γ'
·         Ἐκέκραξά σοι Κύριε, πρόσχες, κλῖνόν μοι τὸ οὖς σου βοῶντι, καὶ κάθαρον πρὶν ἄρῃς με, ἀπὸ τῶν ἐνθένδε.
·         Ἐπὶ τὴν μητέρα αὐτοῦ γῆν, δύνων πᾶς αὖθις ἀναλύσει, τοῦ λαβεῖν βασάνους, γέρα τῶν βεβιωμένων.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, θεολογία μονὰς τρισαγία Πατὴρ γὰρ ἄναρχος, ἐξ οὗ ἔφυ Υἱὸς ἀχρόνως, καὶ τὸ Πνεῦμα σύμμορφον, σύνθρονον, ἐκ Πατρὸς συνεκλάμψαν.
Ἀντίφωνον Δ'
·         Ἰδοὺ δὴ τί καλόν, τί τερπνόν, ἀλλ' τὸ κατοικεῖν ἀδελφοὺς ἅμα; ἐν τούτῳ γὰρ Κύριος, ἐπηγγείλατο ζωὴν αἰωνίαν.
·         Τοῦ ἐνδύματος αὐτοῦ, τὰ κρίνα τοῦ ἀγροῦ κοσμῶν, κελεύει μὴ δεῖν φροντίζειν.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, ἑνοειδεῖ αἰτίᾳ, πάντα ἔχεται εἰρηνοβραβεύτως. Θεὸς τοῦτο γάρ ἐστι, Πατρί τε καὶ Υἱῷ, ὁμοούσιον κυρίως.

Προκείμενον
Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, Θεός σου Σιών, εἰς γενεὰν καὶ γενεάν.
Στίχ. Αἴνει ψυχή μου τὸν Κύριον.

Ή Τάξις τού Εωθινού Ευαγγελίου

Ιερεύς Τού Κυρίου δεηθώμεν.
Χορός Κύριε, ελέησον.
Ιερεύς Ότι Άγιος εί ο Θεός ημών, και εν αγίοις επαναπαύη, και σοι την δόξαν αναπέμπωμεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.
Χορός Αμήν.
Πάσα πνοή αινεσάτω τόν Κύριον (εκ γ').
Ιερεύς Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.
Χορός Κύριε, ελέησον (γ').
Ιερεύς Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.
Ιερεύς Ειρήνη πάσι.
Χορός Καί τώ Πνεύματί σου.
Ιερεύς Εκ τού κατά Ματθαίον  αγίου Ευαγγελίου...
Ιερεύς Πρόσχωμεν.
Χορός Δόξα σοι, Κύριε, δόξα σοι.

Ευαγγελιον Εωθινόν θ’
Ανάστασιν Χριστού θεασάμενοι…

Ν' Ψαλμός

·                 Ελέησόν με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον τό ανόμημά μου
·                 επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
·                 ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
·                 σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε
·                 ιδού γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
·                 ιδού γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
·                 ραντιείς με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
·                 ακουτιείς με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
·                 απόστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
·                 καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
·                 μή απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ' εμού
·                 απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
·                 διδάξω ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
·                 ρύσαί με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου
·                 κύριε τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου
·                 ότι ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις
·                 θυσία τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει
·                 αγάθυνον κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
·                 τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους

Δόξα... Ήχος β'
Ταίς τών Αποστόλων, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Καί νύν... Ήχος ο αυτός
Ταίς τής Θεοτόκου, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Ελέησόν με ο Θεός κατά τό μέγα έλεός σου καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου.
Aναστάς ο Ιησούς από τού τάφου…


Κανὼν Ἀναστάσιμος
ᾨδὴ α'  Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς 
«Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσά ποτε, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾆσμα τῷ Θεῷ ἀναμέλποντα».

Στίχ. Δόξα τῇ  Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τὴν παντοδύναμον Χριστοῦ Θεότητα, πῶς μὴ θαυμάσωμεν, ἐκ μὲν παθῶν πᾶσι, τοῖς πιστοῖς ἀπάθειαν, καὶ ἀφθαρσίαν βλύζουσαν, ἐκ πλευρᾶς δὲ ἁγίας, πηγὴν ἀθάνατον στάζουσαν, καὶ ζωὴν ἐκ τάφου ἀΐδιον.

Στίχ. Δόξα τῇ  Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὡς εὐπρεπὴς ταῖς Γυναιξὶν ὁ Ἄγγελος, νῦν ἐμπεφάνισται, καὶ τηλαυγῆ φέρων, τῆς ἐμφύτου σύμβολα, ἀΰλου καθαρότητος, τῇ  μορφῇ δὲ μηνύων, τὸ φέγγος τῆς Ἀναστάσεως, κράζει∙ Ἐξηγέρθη ὁ Κύριος.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Δεδοξασμένα περὶ σοῦ λελάληνται, ἐν γενεαῖς γενεῶν, ἡ τὸν Θεὸν Λόγον, ἐν γαστρὶ χωρήσασα, ἁγνὴ δὲ διαμείνασα, Θεοτόκε Παρθένε∙ διό σε πάντες γεραίρομεν, τὴν μετὰ Θεὸν προστασίαν ἡμῶν.


Ὁ Κανὼν τοῦ Ἁγίου Βαρθολομαίου.
ᾨδὴ α' Ἦχος δ'
Ἀνοίξω τὸ στόμα μου
Ὑπέρτιμον λίθον σε, ζωῆς ἡ πέτρα ἀνέδειξεν, ἐν ᾧ ἐδομήσατο, τὴν Ἐκκλησίαν αὐτοῦ, Βαρθολομαῖε, Ἀπόστολε θεόπτα· ὅθεν σε γεραίρομεν, καὶ μακαρίζομεν.
Μεγάλως μυοῦσάν σε, τὰ ὑπὲρ νοῦν καὶ διάνοιαν, σοφίαν εὑράμενος, τὴν ἐνυπόστατον, ἀπεμώρανας, Ἑλλήνων τὴν σοφίαν, σοφίσας τὰ πέρατα, θείοις διδάγμασιν.
Νεκρὸς ἐπιτύμβιος, θαλασσοπόρος γεγένησαι, ταῖς θείαις προστάξεσι καταπειθόμενος, καὶ ὡς ἥλιος, πρὸς Δύσιν ἐξ Ἑῴας, Ἀπόστολε ἔφθασας, καταφωτίζων αὐτήν.
Θεοτοκίον
Ὁ πλήρης κεκένωται, ὁ προαιώνιος ἄρχεται, ἐκ Κόρης θεόπαιδος ἀποτικτόμενος, ὃν ἐκήρυξας, ἐν δύο ταῖς οὐσίαις, μιᾷ ὑποστάσει δέ, Θεομακάριστε.
                                                                 Κανὼν τοῦ Ἁγίου Τίτου
Ἦχος καὶ Εἱρμὸς αὐτὸς
Παντοίοις χαρίσμασι, καταπλουτίσασα χάρις σε, τοῦ Πνεύματος κήρυκα, θεῖον Ἀπόστολον, εἰς τὰ πέρατα, κηρύττοντα, ἐκπέμπει, τοῦ Λόγου τὴν σάρκωσιν, Τίτε ἀοίδιμε.
Αὐγὴν θείας χάριτος, εἰσδεδεγμένος ἐξήστραψας, ὡς ἥλιος πάνσοφε, ταῖς ἐν τῷ σκότει ψυχαῖς, ἃς ἐφώτισας, ἐξαίρων ἁμαρτίας, δουλείας λυτρούμενος, πλάνης μακάριε.
Ὑπάρχων ἀνάπλεως, τῶν χαρισμάτων τοῦ Πνεύματος, ὁ Παῦλος ὁ πάνσοφος, σὲ προχειρίζεται, καὶ διάκονον, καὶ θεῖον ὑποφήτην, καὶ πίστεως κήρυκα, Τίτε θεσπέσιε.
Θεοτοκίον
Λυτρούμενος ἔλαμψε, σοῦ ἐκ νηδύος ὁ Κύριος, τοῦ κόσμου τὰ πέρατα, πλάνης Θεόνυμφε, ὃν ἱκέτευε, καὶ πάντοτε δυσώπει, σωθῆναι τοὺς πίστει σε, Κόρη γεραίροντας.

ᾨδὴ γ'
Ὁ Εἱρμὸς 
«Ὁ στερεώσας κατ' ἀρχάς, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας, ἐν τῇ πέτρᾳ με Χριστέ, τῶν ἐντολῶν σου στήριξον· ὅτι οὐκ ἔστι πλήν σου, ἅγιος μόνε Φιλάνθρωπε».

Στίχ. Δόξα τῇ  Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Κατακριθέντα τὸν Ἀδάμ, τῇ  γεύσει τῆς ἁμαρτίας, τῆς σαρκός σου τὸ σωτήριον πάθος, ἐδικαίωσε Χριστέ∙ αὐτὸς γὰρ οὐχ ὑπεύθυνος, τῇ  τοῦ θανάτου πείρᾳ, πέφηνας ὁ ἀναμάρτητος.

Στίχ. Δόξα τῇ  Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τῆς Ἀναστάσεως τὸ φῶς, ἐξέλαμψε τοῖς ἐν σκότει, τοῦ θανάτου καὶ σκιᾷ καθημένοις, ὁ Θεός μου Ἰησοῦς, καὶ τῇ  αὐτοῦ Θεότητι, τὸν ἰσχυρὸν δεσμεύσας, τούτου τὰ σκεύη διήρπασε.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τῶν Χερουβεὶμ καὶ Σεραφείμ, ἐδείχθης ὑψηλοτέρα, Θεοτόκε∙ σὺ γὰρ μόνη ἐδέξω, τὸν ἀχώρητον Θεόν, ἐν σῇ γαστρὶ ἀμόλυντε∙ διὸ πιστοί σε πάντες, ὕμνοις ἀεὶ μακαρίζομεν.

Τοῦ Ἁγίου Βαρθολομαίου

ᾨδὴ γ'
Τοὺς σοὺς ὑμνολόγους
Ἰσχυρὰν παράκλησίν σε εὗρον, καὶ φῶς καὶ δεινῶν ἀπαλλαγήν, Βαρθολομαῖε πάνσοφε, οἱ πλάνῃ συνεχόμενοι, καὶ ἀθεΐας ζόφωσιν, φρενοβλαβῶς περικείμενοι.
Στόμα γεγονὼς Θεοῦ τοῦ Λόγου, ἐκ στόματος λύκου νοητοῦ, λαοὺς ἐρρύσω ἔνδοξε, προσαγαγὼν τῷ Κτίσαντι, διὰ λουτροῦ Βαπτίσματος, Βαρθολομαῖε ἀοίδιμε.
Γλώσσῃ σου πυρίνῃ καταφλέξας, τῆς πλάνης τὴν ὕλην τὴν πικράν, κεχερσωμένας πάνσοφε, καρδίας κατενέωσας, καὶ γεωργεῖν οὐράνια, νοήματα παρεσκεύασας.
Θεοτοκίον
Ἐκ σοῦ ὑπὲρ λόγον Θεὸς Λόγος, τεχθῆναι εὐδόκησε σαρκί, Παρθενομῆτορ ἄχραντε, μαθητὴν ἐκλεξάμενος, καὶ ὑπηρέτην γνήσιον, Βαρθολομαῖον τὸν ἔνδοξον.
Τοῦ Ἁγίου Τίτου
Οὐκ ἐν σοφίᾳ
Οὐκ ἐν σοφίᾳ, μωραινούσῃ αὐτῇ τοὺς προσέχοντας, ἀλλὰ γνώσει ἀληθεῖ, τὴν ἀγνωσίαν μακάριε, ψυχῶν ἀπεδίωξας, τῶν προστρεχόντων σοι.
Ὑλομανοῦσαν, ἀθεΐας ἀκάνθαις τὴν ἄρουραν, παγκληρίας τῶν ἐθνῶν, δρεπάνῃ θείᾳ ἐκάθηρας, γνώσεως τὰ σπέρματα, καταβαλλόμενος.
Μίαν κηρύττων, ἐν τρισὶ τοῖς προσώποις Θεότητα, ἀπεδίωξας ἀχλύν, πολυθεΐας μακάριε, θείαν πρὸς ἐπίγνωσιν, ἄγων τὰ πέρατα.
Θεοτοκίον
Ἁγιωτέραν, τῶν Ἀγγέλων καὶ πάσης τῆς κτίσεως, ἀνωτέραν ὁ ἐκ σοῦ, σαρκὶ τεχθεὶς σε εἰργάσατο· ὅθεν σε ὡς Δέσποιναν, πάντων γεραίρομεν.
Κάθισμα τοῦ Ἁγίου Βαρθολομαίου
Ἦχος α'
Τὸν Τάφον σου Σωτὴρ
Ἡ κάθοδος τῶν σῶν, παναγίων Λειψάνων, ὑπόθεσις ἡμῖν, ἑορτῆς φαιδροτάτης, πανεύφημε γέγονε, τοῦ Κυρίου Ἀπόστολε, ἣν γεραίροντες, εὐσεβοφρόνως τιμῶμεν, σὲ τὸν ἄδυτον, Βαρθολομαῖε λαμπτῆρα, Χριστὸν μεγαλύνοντες.
Δόξα... Τοῦ Ἁγίου
Ἦχος πλ. δ' Τὴν σοφίαν
Ὥσπερ ἄστρον ἡλίῳ συμπορευθείς, παναοίδιμε Τίτε Παύλῳ σαφῶς, τὴν γῆν ἐφωτίσατε, καὶ τὸ σκότος ἐλύσατε, ἐν τῇ Κρητῶν δὲ νήσῳ, εἰσδύσας μακάριε, διὰ θανάτου πᾶσιν, ἀδύτους κατέλιπες, θείας ὡς ἀκτῖνας, τοὺς σοὺς πόνους καὶ λόγους, ὑφ' ὧν ἐλλαμπόμενοι, εὐσεβῶς σε γεραίρομεν, καὶ συμφώνως βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε θρόνε πυρίμορφε τοῦ Θεοῦ, χαῖρε Κόρη καθέδρα βασιλική, κλίνη πορφυρόστρωτε, χρυσοπόρφυρε θάλαμε, χλαμὺς ἁλουργόχροε, τιμαλφέστατον τέμενος, ἀστραπηφόρον ἅρμα, λυχνία πολύφωτε, χαῖρε Θεοτόκε, δωδεκάτειχε πόλις, καὶ πύλη χρυσήλατε, καὶ παστὰς ἀγλαόμορφε, ἀγλαόχρυσε τράπεζα, Θεοκόσμητον σκήνωμα, χαῖρε ἔνδοξε νύμφη ἡλιοστάλακτε, χαῖρε μόνη ψυχῆς μου διάσωσμα.

ᾨδὴ δ'
Ὁ Εἱρμὸς 
«Σύ μου ἰσχύς, Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ Πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος∙ διὸ σύν τῷ  Προφήτῃ, Ἀββακούμ σοι κραυγάζω∙ τῇ  δυνάμει σου δόξα Φιλάνθρωπε».

Στίχ. Δόξα τῇ  Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σὺ δυσμενῆ, ὄντα με λίαν ἠγάπησας, σὺ κενώσει, ξένῃ καταβέβηκας, ἐπὶ τῆς γῆς, εὔσπλαγχνε Σωτήρ, τῆς ἐσχατιᾶς μου, τὴν ὕβριν μὴ ἀνηνάμενος, καὶ μείνας ἐν τῷ ὕψει, τῆς ἀφράστου σου δόξης, τὸν πρὶν ἠτιμωμένον ἐδόξασας.

Στίχ. Δόξα τῇ  Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τίς καθορῶν, Δέσποτα νῦν οὐκ ἐξίσταται, διὰ πάθους, θάνατον λυόμενον, διὰ Σταυροῦ, φεύγουσαν φθοράν, καὶ διὰ θανάτου, τὸν ᾅδην πλούτου κενούμενον, τῆς θείας δυναστείας, σοῦ τοῦ Ἐσταυρωμένου, τὸ ἐξαίσιον ἔργον φιλάνθρωπε.

Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σὺ τῶν πιστῶν, καύχημα πέλεις Ἀνύμφευτε, σὺ προστάτις, σὺ καὶ καταφύγιον, Χριστιανῶν, τεῖχος καὶ λιμήν∙ πρὸς γὰρ τὸν Υἱόν σου, ἐντεύξεις φέρεις Πανάμωμε, καὶ σῴζεις ἐκ κινδύνων, τοὺς ἐν πίστει καὶ πόθῳ, Θεοτόκον ἁγνήν σε γινώσκοντας.

Τοῦ Ἁγίου Βαρθολομαίου
ᾨδὴ δ'
Τὴν ἀνεξιχνίαστον
Ῥῆσις πέρας εἴληφε προφητική· φῶς γὰρ εἰς ἐθνῶν περιποίησιν, ὁ θεηγόρος, ἐπορεύθη μαθητής, καταφωτίζων ἅπαντα, τὰ τῆς οἰκουμένης πληρώματα.
Αἴγλῃ φωτιζόμενος θεαρχικῇ, θείαν κατὰ μέθεξιν δεύτερον, φῶς καθωράθης λειτουργήσας προφανῶς, τῷ δι' ἡμᾶς παχύτητι, σώματος φανέντι Ἀπόστολε.
Ἵνα διαβάσεσιν ἁγιασθῇ, θάλασσα λιθίνη ἐν λάρνακι, ταύτῃ ἐπέβης, ἐξ Ἑῴας πρὸς Δυσμάς, τὰς θαυμαστὰς κινήσεις σου, ὦ Βαρθολομαῖε ποιούμενος.
Θεοτοκίον
Ὡς τὸν ἀνερμήνευτον ὑπερβολῇ, πλούτου εὐσπλαγχνίας κυήσασα, ἀνερμηνεύτως τοὺς πτωχεύσαντας ἡμᾶς τῇ ἁμαρτία Πάναγνε, θείαις δωρεαῖς καταπλούτισον.
Τοῦ Ἁγίου Τίτου 
Ὁ καθήμενος ἐν δόξῃ
Θησαυρῶν ἐξ ἀκενώτων, ἀρυόμενος πάνσοφε, πενομένας φρένας, πλούτου ἀληθείας ἐνέπλησας, νεναρκωμένας καρδίας ἀνεζώωσας, ἀγνωσίας, διώκων ἀχλὺν παναοίδιμε.
Ἡ τοῦ Παύλου σε σαγήνη, τῇ προνοίᾳ τῆς χάριτος, σαγηνεύει Τίτε, μέλλοντα προθύμως εἰς ὕστερον, σοῦ τῷ ἀγκίστρῳ τοῦ λόγου ἔθνη πάμπολλα, ἀνελκύσειν, ἀπάτης βυθοῦ πρὸς εὐσέβειαν.
Τῷ κλεινῷ ὥσπερ ἀρνίον, θείῳ Παύλῳ ἑπόμενος, τοὺς βαρεῖς ἐκ μέσου, λύκους θεηγόρε ἀπήλασας, τὰ τῶν εἰδώλων τεμένη κατηδάφισας, καὶ ναοὺς Θεοῦ, τοὺς γηγενεῖς ἀπετέλεσας.
Θεοτοκίον
Ἡ Ἁγία Θεοτόκος, ἡ σκηνὴ ἡ ἀμόλυντος, τοῦ φωτὸς ἡ πύλη, τράπεζα καὶ στάμνος ἡ πάγχρυσος, τὸ ἀλατόμητον ὄρος καὶ κατάσκιον, ὡς χωρήσασα, τὸν Πλαστουργόν μακαρίζεται.

ᾨδὴ ε'
Ὁ Εἱρμὸς 
«Ἵνα τί με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου, τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον, ἀλλ' ἐπίστρεψόν με, καί, πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι».

Στίχ. Δόξα τῇ  Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Περιθέσθαι ἠνέσχου, χλαῖναν πρὸ τοῦ πάθους σου, Σῶτερ παιζόμενος, τὴν τοῦ πρωτοπλάστου, περιστέλλων ἀσχήμονα γύμνωσιν, καὶ γυμνὸς παγῆναι, ἐν τῷ Σταυρῷ ἀπαμφιάζων, τὸν χιτῶνα Χριστὲ τῆς νεκρώσεως.

Στίχ. Δόξα τῇ  Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἐκ χοὸς τοῦ θανάτου, σὺ τὴν πεπτωκυῖάν μου ἀνῳκοδόμησας, ἀναστὰς οὐσίαν, καὶ ἀγήρω Χριστὲ κατεσκεύασας, ἀναδείξας πάλιν, βασιλικὴν ὥσπερ εἰκόνα, ἀφθαρσίας φωτὶ ἀπαστράπτουσαν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Μητρικὴν παρρησίαν, τὴν πρὸς τὸν Υἱόν σου κεκτημένη Πάναγνε, συγγενοῦς προνοίας, τῆς ἡμῶν μὴ παρίδῃς δεόμεθα, ὅτι σὲ καὶ μόνην, Χριστιανοὶ πρὸς τὸν Δεσπότην, ἱλασμὸν εὐμενῆ προβαλλόμεθα.

Τοῦ Ἁγίου Βαρθολομαίου
ᾨδὴ ε'
Ἐξέστη τὰ σύμπαντα
Τοὺς πόδας κτησάμενος, ὡραίους τῷ κηρύγματι, πᾶσιν ἀγαθὰ εὐηγγελίσω, πᾶσιν εἰρήνην μάκαρ ἐκήρυξας, ἔχθρας παλαιὰς ἀλλοτριῶν, θείαις εἰσηγήσεσι, τοῦ Σωτῆρος Ἀπόστολε.
Ὁ λόγος σου ἴαμα, τοῖς δεξαμένοις γέγονεν, ὄφεως ἰὸν θανατηφόρον, Βαρθολομαῖε, γῆ δὲ κατέστραπται, ἡ τῶν ἀσεβῶν προφητικῶς, ταῖς ἀναμοχλεύσεσι, τῶν πανσόφων δογμάτων σου.
Νεκρὸς πολυήμερος, ζωὴν πηγάζων ἄφθονον, νώτοις ἐποχούμενος θαλάσσης, Βαρθολομαῖε θείοις σὺν μάρτυσιν, ἄπειρα πελάγη διελθών, νήσῳ τῆς Λιπάρεως, προσωρμίσθης θεόπνευστε.
Θεοτοκίον
Κυρίως δοξάζω σε, Θεοῦ Μητέρα πάναγνον· Χαῖρέ σοι κραυγάζων τοῦ Ἀγγέλου, εὐλογημένη Θεοχαρίτωτε, ἄκουσμα καὶ λάλημα φρικτόν, ξένον ἐνδιαίτημα, τοῦ Δεσπότου τῆς κτίσεως.
Τοῦ Ἁγίου Τίτου 
Ἀσεβεῖς οὐκ ὄψονται
Νεμομένην ἔστησας, κακίας τὴν πληγήν, τῶν ἐθνῶν μάκαρ τὰς ψυχάς, τῷ νοστίμῳ ἅλατι, τῶν θείων λόγων σου, ἰατρὸς ὡς ἄριστος, ὡς τῆς χάριτος διάκονος.
Ταῖς τοῦ Παύλου νεύσεσιν, ὑπείκων εὐμενῶς, σὺν αὐτῷ τὴν ὑπ' οὐρανόν, διατρέχεις πάνσοφε, λόγον τῆς γνώσεως, εὐαγγελιζόμενος, Θεοκήρυξ πανσεβάσμιε.
Ἰσουργὸν ὁμόθρονον, τὸν Λόγον τῷ Πατρί, ἐκδιδάσκων οἷα σοφός, θεηγόρε ἔπεισας, τοὺς μετριόφρονας, τῶν εἰδώλων ἅπασαν, τὴν ἀπάτην ἀποκρούσασθαι.
Θεοτοκίον
Τὴν ἁγνὴν ἁγνεύοντι, τιμήσωμεν νοΐ, καλλονὴν τὴν τοῦ Ἰακώβ, καὶ ἐνθέοις πράξεσι καλλυνόμενοι, εὐσεβῶς ὑμνήσωμεν, ὡς μητέρα τοῦ Θεοῦ ἡμῶν.



ᾨδὴ ς'
Ὁ Εἱρμὸς 
«Ἱλάσθητί μοι Σωτήρ∙ πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι∙ πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου».

Στίχ. Δόξα τῇ  Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Διὰ ξύλου κραταιῶς, καθεῖλέ με ὁ ἀρχέκακος, αὐτὸς δὲ ἀναρτηθεὶς Χριστὲ κραταιότερον, Σταυρῷ καταβέβληκας, δειγματίσας τοῦτον, τὸν πεσόντα δὲ ἀνέστησας.

Στίχ. Δόξα τῇ  Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σὺ ᾤκτειρας τὴν Σιών, ἐξανατείλας τοῦ μνήματος, καινὴν ἀντὶ παλαιᾶς, τελέσας ὡς εὔσπλαγχνος, τῷ  θείῳ σου αἵματι, καὶ νῦν βασιλεύεις, ἐν αὐτῇ εἰς τοὺς αἰῶνας Χριστέ.

Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ῥυσθείημεν τῶν δεινῶν, πταισμάτων ταῖς ἱκεσίαις σου, Θεογεννῆτορ ἁγνή, καὶ τύχοιμεν Πάναγνε, τῆς θείας ἐλλάμψεως, τοῦ ἐκ σοῦ ἀφράστως, σαρκωθέντος Υἱοῦ τοῦ Θεοῦ.

Τοῦ Ἁγίου Βαρθολομαίου
ᾨδὴ ς'
Τὴν θείαν ταύτην
Ἀκτὶς Ἠλίου τοῦ λάμψαντος τῷ κόσμῳ διὰ σώματος γέγονας, ταῖς σελασφόροις σου διδασκαλίαις Ἀπόστολε, ἐπιδιώκων νύκτα, πλάνης πολύθεον.
Λαοῖς Θεοῦ τὸ σωτήριον, ἐτράνωσας σαρκὸς ὁμοιώματι, ἐμφανιζόμενον διὰ πολλὴν ἀγαθότητα, Βαρθολομαῖε κήρυξ, ἐθνῶν Ἀπόστολε.
Ὁδὸν τὴν θάλασσαν ἔσχηκας, καὶ τρίβους ἐφ' ὑδάτων πεποίηκας καὶ οὐκ ἐγνώσθη σου, τούτοις τὰ ἴχνη ἐν Πνεύματι, ὡς Δαυῒδ προέφη, μάκαρ Ἀπόστολε.
Θεοτοκίον
Ναὸς τῆς δόξης γεγένησαι, καὶ πύλη τοῦ φωτὸς ἐχρημάτισας, ὄρος κατάσκιον, τέρας Προφήταις ᾀδόμενον, Παρθενομῆτορ Κόρη, Θεοχαρίτωτε.
Τοῦ Ἁγίου Τίτου 
Θύσω σοι, μετὰ φωνῆς
Ὁ Παῦλος, ὁ τοῦ κόσμου ἀνέσπερος ἥλιος, σὲ ὡς ἀκτῖνα ἐκπέμπει, φωτοβόλον μάκαρ τὰς ἐν τῷ σκότει, τῆς ἀγνοίας, καθευδούσας καρδίας φωτίζουσαν.
Ναμάτων, ζωηρύτων ὑπάρχων ἀνάπλεως, ῥείθροις ἐνθέων δογμάτων, τοὺς χειμάρρους μάκαρ τῆς ἀγνωσίας, κατακλύζεις, καταρδεύων ἐθνῶν τὰ συστήματα.
Θεοτοκίον
Ὑμνοῦσι, γενεαὶ γενεῶν σε πανύμνητε· τὸν ὑπερύμνητον Λόγον, τοῦ Θεοῦ γὰρ ἔτεκες ὑπὲρ λόγον, ὃν δοξάζει, καὶ βροτῶν καὶ Ἀγγέλων τὰ τάγματα.

Κοντάκιον  Ἦχος πλ. δ'
Ὡς ἀπαρχὰς τῆς φύσεως 
Ἐξαναστὰς τοῦ μνήματος, τοὺς τεθνεῶτας ἥγειρας, καὶ τὸν Ἀδὰμ ἀνέστησας, καὶ ἡ Εὔα χορεύει ἐν τῇ σῇ Ἀναστάσει, καὶ κόσμου τὰ πέρατα πανηγυρίζουσι, τῇ  ἐκ νεκρῶν Ἐγέρσει σου Πολυέλεε.
Ὁ Οἶκος
Τὰ τοῦ ᾍδου σκυλεύσας βασίλεια, καὶ νεκροὺς ἀναστήσας Μακρόθυμε, Γυναιξὶ Μυροφόροις συνήντησας, ἀντὶ λύπης, χαρὰν κομισάμενος, καὶ Ἀποστόλοις σου ἐμήνυσας τὰ τῆς νίκης σύμβολα, Σωτήρ μου ζωοδότα, καὶ τὴν κτίσιν ἐφώτισας φιλάνθρωπε∙ διὰ τοῦτο καὶ κόσμος συγχαίρει, τῇ  ἐκ νεκρῶν Ἐγέρσει σου πολυέλεε.


Συναξάριον
Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, μνήμη τῆς ἐπανόδου τοῦ Λειψάνου τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου Βαρθολομαίου.
Στίχοι
Ἵνα τρυγῶμεν ἄφθονον πιστοὶ χάριν,
Βαρθολομαῖος εὑρέθη κεκρυμμένος.
Σὸν νέκυν εἰκάδι Βαρθολομαῖε ἐφεῦρον πέμπτῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἀποστόλου Τίτου, Ἐπισκόπου Γορτύνης τῆς κατὰ Κρήτην, μαθητοῦ τοῦ Ἁγίου Ἀποστόλου Παύλου.
Στίχοι
Ἴτω παρ' ἡμῶν καὶ Τίτῳ βραχὺς τίτλος,
Τούτου τελευτὴν τὴν ἐν εἰρήνῃ φέρων.
Οὐράνιον δάπεδον λάχες εἰκάδι Τίτ' ἑνὶ πέμπτῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήιμη τῶν Ἁγίων Πατέρων ἡμῶν Μηνᾶ, Ἐπιφανίου, Γενναδίου καὶ Ἰωάννου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.
Στίχοι
Ὁ κόσμος ἐκλέλοιπε τῆς Ἐκκλησίας.
Μηνᾶς γὰρ ἐκλέλοιπεν ἐκ τῶν ἐνθάδε,
Σπάσας τελευτῆς Ἐπιφάνιος μέθυ,
Κεῖται τραπεὶς εἰς ὕπνον εὐθὺς τῷ κάρῳ.
Ἐπιφανίῳ, Γενναδίῳ ποιμέσι
Χριστοῦ, Ἰωάννη τε ὕμνον προσφέρω.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'
Ὁ Εἱρμὸς 
«Θεοῦ συγκατάβασιν τὸ πῦρ ᾐδέσθη ἐν Βαβυλῶνί ποτέ∙ διὰ τοῦτο οἱ Παῖδες ἐν τῇ καμίνῳ ἀγαλλομένῳ ποδὶ ὡς ἐν λειμῶνι χορεύοντες ἔψαλλον∙ Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».

Στίχ. Δόξα τῇ  Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἡ ἔνδοξος κένωσις ὁ θεῖος πλοῦτος, τῆς σῆς πτωχείας Χριστὲ καταπλήττει Ἀγγέλους, Σταυρῷ ὁρῶντάς σε καθηλούμενον, διὰ τὸ σῶσαι, τοὺς πίστει κραυγάζοντας∙ Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Στίχ. Δόξα τῇ  Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τῇ θείᾳ καθόδῳ σου, φωτὸς ἐπλήσθη τὰ καταχθόνια, καὶ τὸ σκότος ἠλάθη, τὸ πρὶν διῶκον∙ ὅθεν ἀνέστησαν, οἱ ἀπ' αἰῶνος δεσμῶται κραυγάζοντες∙ Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Τριαδικὸν
Στίχ. Ἁγία Τριὰς ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς.

Ἁπάντων μὲν Κύριον, ἑνὸς δὲ μόνου μονογενοῦς Υἱοῦ, ὀρθοδόξως Πατέρα, θεολογοῦντές σε καταγγέλλομεν, καὶ ἓν εἰδότες, σοῦ ἐκπορευόμενον, Πνεῦμα εὐθές, συμφυές καὶ συναΐδιον.

Τοῦ Ἁγ. Βαρθολομαίου
ᾨδὴ ζ'
Οὐκ ἐλάτρευσαν
Μωρανθεῖσαν, τῇ κακίᾳ παναοίδιμε, τὴν ἀνθρωπότητα, νοστίμῳ ἅλατι, ἰάσω τῶν λόγων του, καὶ ψάλλειν ἔπεισας· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητός εἶ.
Οὐρανὸς ὡς ὑψηλότατος γενόμενος, δόξαν Θεοῦ νοητῶς, ὑψηλοτάτῃ φωνῇ, κηρύττεις ὡς ἔνθεος, μάκαρ Ἀπόστολος, ᾧ κραυγάζομεν· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεός εὐλογητὸς εἶ.
Ὑφαντὸν τῆς θείας χάριτος ἱμάτιον, μάκαρ ἐνέδυσας, τοὺς γυμνωθέντας τὸ πρίν, κακίᾳ τοῦ ὄφεως, καὶ ψάλλειν ἔπεισας· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον
Προστασίαν σε καὶ τεῖχος καὶ ἀντίληψιν, καταπλουτήσαντες, Θεογεννῆτορ ἁγνή, οἱ δοῦλοί σου πάντοτε, πίστει βοῶμέν σοι· Χαῖρε γέφυρα, ἡ πρὸς Θεὸν μετάγουσα, τοὺς ἐκ γῆς εὐλογημένη.
Τοῦ Ἁγίου Τίτου 
Ὁ διασώσας ἐν πυρὶ
Μίαν θεότητα ὑμνεῖν, μίαν κυριότητα σέβειν, Τίτος διδάσκων τοὺς βροτούς, πολυθέου μανίας ἀπήλλαξεν, εὐσεβῶς ἀνακράζοντας· ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.
Νενεκρωμένη τῇ ψυχῇ, ἄψυχον οἱ σέβοντες ὕλην, τὸν νεκρωθέντα δι' ἡμᾶς, ζωοδότην Θεὸν κατενόησαν, ὑπὸ σοῦ παιδευόμενοι, μαθητὰ καὶ μυστολέκτα τῶν ἀπορρήτων.
Ὡς ἀληθείας ὑπουργός, ψεύδους καθαιρέτης ἐφάνης, καὶ ὡς τοῦ Παύλου μαθητής, διωγμοὺς καὶ κινδύνους ὑπέμεινας, σὺν αὐτῷ μέλπων ἔνδοξε· ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.
Θεοτοκίον
Πεποικιλμένη ἀρεταῖς, τοῦ Παμβασιλέως παρέστης, ἐκ δεξιῶν τοῦ ἐκ τῶν σῶν, σαρκωθέντος αἱμάτων Ἀνύμφευτε, ἐκτενῶς ἱκετεύουσα, λυτρωθῆναι ἀπὸ πάσης ἡμᾶς ἀνάγκης.
ᾨδὴ η'
Ὁ Εἱρμὸς 
«Ἑπταπλασίως κάμινον, των Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν δημιουργὸν καὶ λυτρωτήν ἀνεβόα∙ οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Στίχ. Δόξα τῇ  Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τῆς Ἰησοῦ Θεότητος, ἡ ὑπέρθεος δύναμις, ἐν τοῖς καθ' ἡμᾶς, θεοπρεπῶς ἐξέλαμψε∙ σαρκὶ γὰρ γευσάμενος, ὑπὲρ παντὸς θανάτου Σταυροῦ, ἔλυσε τοῦ ᾅδου τὴν ἰσχύν, ὃν ἀπαύστως, οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Στίχ. Δόξα τῇ  Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὁ σταυρωθεὶς ἐγήγερται, ὁ μεγάλαυχος πέπτωκεν, ὁ καταπεσών, καὶ συντριβεὶς ἀνώρθωται, φθορὰ ἐξωστράκισται, καὶ ἀφθαρσία ἤνθησεν∙ ὑπὸ τῆς ζωῆς γάρ, τὸ θνητόν κατεπόθη, οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τριαδικὸν
Στίχ. Ἁγία Τριὰς ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς.

Τρισσοφαῆ Θεότητα, ἑνιαίαν ἐκλάμπουσαν, αἴγλην ἐκ μιᾶς, τρισυποστάτου φύσεως, Γεννήτορα ἄναρχον, ὁμοφυᾶ τε Λόγον Πατρός, καὶ συμβασιλεῦον, ὁμοούσιον Πνεῦμα· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τοῦ Ἁγ. Βαρθολομαίου
ᾨδὴ η'
Παῖδας εὐαγεῖς
Ῥείθροις προσκλυζόμενος ἐνθέοις, Ἐδὲμ ποταμὸς ὡς ἐκπεπόρευσαι, ἄρδων τὴν ὑφήλιον, ταῖς διδασκαλίαις σου, καὶ τὰ τῆς πλάνης ὕδατα, ξηραίνων χάριτι, καὶ κράζων· Τὸν Σωτῆρα ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὁ Λόγος ὡς θεῖον Θεολόγον, τὰ λόγου ἐπέκεινα μυήσας σε, βέλος ὡς σωτήριον, κόσμῳ ἐξαπέστειλε, κατατιτρώσκων σύστημα, δυσμενὲς ἔνδοξε, καὶ σῴζων τοὺς πιστῶς μελῳδοῦντας, καὶ ὑπερυψοῦντας, αὐτὸν εἰς τοὺς αἰῶνας.
Σταλάζον ὡς ὄρος ἀνεφάνης, τὸν θεῖον γλυκασμὸν ἀξιοθαύμαστε, θάλασσαν διέσχισας, τρίβον μετὰ θάνατον, ταῖς θεϊκαῖς δυνάμεσι προσπεραιούμενος, τὰ ταύτης ἀποντίστως πελάγη, σὲ δορυφορούντων, γενναίων ἀθλοφόρων.
Θεοτοκίον
Τοὺς νόμους τῆς φύσεως λαθοῦσα, καὶ τίκτεις καὶ μένεις ἀειπάρθενος· Λόγον γὰρ ἐκύησας, ἄνθρωπον γενόμενον, ὑπερβολῇ χρηστότητος, ᾧ πάντες κράζομεν· τόν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τοῦ Ἁγίου Τίτου
Ὁ αὐτὸς Εἱρμὸς
Ῥανίσιν αἱμάτων σου ἐσβέσθη, τὸ πῦρ τῆς ἀπάτης τὸ ἀλλότριον, νόσοι ἐδιώχθησαν, δαίμονες ἠλάθησαν, τῇ πρὸς Θεὸν δεήσει σου, Τίτε' Ἀπόστολε· διὸ σε ὡς θεράποντα θεῖον, τοῦ παμβασιλέως, Χριστοῦ ἀνευφημοῦμεν.
Ὅλος τῷ Θεῷ ἱερωμένος, καὶ θείαις ἠγλαϊσμένος Τίτε χάρισι, Λόγον τὸν σωτήριον, πᾶσι διετράνωσας, τὸν ἀλογίας πάνσοφε, ἡμᾶς ῥυσάμενον, τοὺς πίστει ἀληθεῖ εὐλογοῦντας, καὶ ὑπερυψοῦντας, αὐτὸν εἰς τοὺς αἰῶνας.
Φωτὸς καθαρώτατον δοχεῖον, ἐγένου καταφωτίσας τὴν ὑφήλιον, θείοις ἀμαρύγμασι, Τίτε ἀξιάγαστε, καὶ ἀμαυρώσας ἔντασιν, παρανομούντων ἐχθρῶν, τὸν Κύριον ὑμνεῖτε ἐβόας, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Ῥομφαία ἡ πάλαι στρεφομένη, τὰ νῶτα Παρθένε νῦν μοι δίδωσι, Λόγον ὅτι ἔτεκες, σάρκα περικείμενον, καὶ ἐν δυσὶ ταῖς φύσεσι κατανοούμενον, ὃν τρέμουσιν Ἀγγέλων αἱ τάξεις, καὶ δοξολογοῦσι, βροτοὶ εἰς τοὺς αἰῶνας.


ᾨδὴ θ'
Ὁ Εἱρμὸς 
«Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν∙ διό σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσι».

Στίχ. Δόξα τῇ  Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τῇ θείᾳ καὶ ἀνάρχῳ φύσει ἁπλοῦς, πεφυκὼς συνετέθης προσλήψει σαρκός, ἐν σεαυτῷ, ταύτην ὑποστήσας Λόγε Θεοῦ, καὶ πεπονθὼς ὡς ἄνθρωπος, ἔμεινας ἐκτὸς πάθους ὡς Θεός∙ διό σε ἐν οὐσίαις, δυσὶν ἀδιαιρέτως, καὶ ἀσυγχύτως μεγαλύνομεν.

Στίχ. Δόξα τῇ  Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Πατέρα κατ' οὐσίαν τὴν θεϊκήν, ὡς δὲ φύσει γενόμενος ἄνθρωπος, ἔφης Θεόν, Ὕψιστε τοῖς δούλοις συγκατιὼν ἐξαναστὰς τοῦ μνήματος, χάριτι Πατέρα τῶν γηγενῶν, τιθεὶς τὸν κατὰ φύσιν, Θεόν τε καὶ Δεσπότην, μεθ' οὗ σε πάντες μεγαλύνομεν.

Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὠράθης ὦ Παρθένε Μήτηρ Θεοῦ, ὑπὲρ φύσιν τεκοῦσα ἐν σώματι, τὸν ἀγαθόν, Λόγον ἐκ καρδίας τῆς ἑαυτοῦ, ὃν ὁ Πατὴρ ἠρεύξατο, πάντων πρὸ αἰώνων ὡς Ἀγαθός, ὅν νῦν καὶ τῶν σωμάτων, ἐπέκεινα νοοῦμεν, εἰ καὶ τὸ σῶμα περιβέβληται.
Τοῦ Ἁγίου Βαρθολομαίου 
ᾨδὴ θ'
Ἅπας γηγενὴς
Ἄγει ἑορτήν, τῇ μνήμῃ σου σήμερον, τῶν Ἀποστόλων χορός, μάρτυρες ἀγάλλονται, καὶ τῶν δικαίων πάντων τὰ πνεύματα, οἱ δὲ πιστοὶ τοῖς ὕμνοις σε καταγεραίρομεν, καὶ βοῶμεν· Πάσης ἡμᾶς θλίψεως, μαθητὰ τοῦ Χριστοῦ ἀπολύτρωσαι.
Τὸ διὰ Σταυροῦ, μακάριον ἔνδοξε, τέλος δεξάμενος, σύμμορφος γεγένησαι, τῶν παθημάτων τοῦ Διδασκάλου σου, καὶ κοινωνὸς λαμπρότατος, καὶ θείας δόξης ἀεί, σὺν Ἀγγέλοις τούτῳ παριστάμενος, καὶ ἀρρήτου φωτὸς ἀξιούμενος.
Ἡ πλησιφαής, καὶ εὔσημος μνήμη σου, ἡμῖν ἐπέλαμψεν, ἅπαντας φωτίζουσα, Χριστοῦ αὐτόπτα Βαρθολομαῖε σοφέ, ἐν ᾗ παρακαλοῦμέν σε, μνήσθητι πάντων ἡμῶν, ἐναντίας πάσης περιστάσεως, ταῖς εὐχαῖς σου ἡμᾶς ἐκλυτρούμενος.
Θεοτοκίον
Νέκρωσον ἡμῶν, σαρκὸς τὰ φρονήματα, Θεοκυῆτορ ἁγνή, στῆσον τῶν παθῶν ἡμῶν, τὴν καταιγίδα, παῦσον τὸν κλύδωνα, καὶ λογισμοῖς ὀχύρωσον ἐνθέοις ἄχραντε, τάς καρδίας πίστει τῶν τιμώντων σε, προστασία ἡμῶν ἀκαταίσχυντε.
Τοῦ Ἁγίου Τίτου
Εὔα μὲν τῷ τῆς παρακοῆς
Ὅλην σου τὴν πρὸς τὸν Λυτρωτὴν ἀγάμενος, καὶ ἀγάπην καὶ πεποίθησιν, ἕλκει συνέκδημον ὁ Παῦλος, σὺν σοὶ τὸ ἱερὸν Εὐαγγέλιον, τοῖς ἔθνεσι κηρύττων Ἀπόστολε· ὅθεν σὺν τούτῳ σε γεραίρομεν.
Νόσους ἐκδιώκεις τῶν πιστῶν, δαιμόνια, ἀπελαύνεις θείᾳ χάριτι, Κρήτης ὁ μέγας πολιοῦχος, πρωτόθρονός τε ταύτης ὁ ἔνθεος, φωστὴρ ὁ διαυγὴς καὶ οὐράνιος, Τίτε θεόφρον ἀξιάγαστε.
Ὡς ἥλιος ἔλαμψεν ἡμῖν ἡ μνήμη σου, φρυκτωρίαις ταῖς τοῦ Πνεύματος, ὅλη φαιδρῶς ὡραϊσμένη, τὰ νέφη τῶν παθῶν ἐκδιώκουσα, ἣν πίστει τοὺς τελοῦντας διάσῳζε· Τίτε παμμάκαρ ἀξιάγαστε.
Θεοτοκίον
Σειρὰς τῶν πταισμάτων μου Ἁγνὴ διάλυσον, μεσιτείᾳ σου πανάμωμε· λῦσον τὸ σκότος τῆς ψυχῆς μου, τὸν σάλον τῶν παθῶν μου κατεύνασον, τοὺς μάτην πολεμοῦντάς με σύντριψον, σῶσόν με σῶσον Ἀειπάρθενε.

Καταβασίες

Ὠδὴ α’. Ἦχος πλ. δ'.
Σταυρὸν χαράξας Μωσῆς, ἐπ’ εὐθείας ῥάβδῳ, τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι· τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι, κροτήσας ἥνωσεν, ἐπ’ εὔρους διαγράψας, τὸ ἀήττητον ὅπλον· διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
Ὠδὴ γ’.
άβδος εἰς τύπον, τοῦ μυστηρίου, παραλαμβάνεται· τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα· τῇ στειρευούσῃ δὲ πρῴην, Ἐκκλησίᾳ νῦν ἐξήνθησε, ξύλον Σταυροῦ, εἰς κράτος καὶ στερέωμα. 
Ὠδὴ δ’.
Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας Σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα Σου, καὶ ἐδόξασά Σου τὴν Θεότητα. 
Ὠδὴ ε’.
τρισμακάριστον Ξύλον! ἐν ᾧ ἐτάθη Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος· δι’ οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

Ὠδὴ ς’.
Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος, προδιετύπου σαφῶς· ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον Ἀνάστασιν, ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει, τὸν κόσμον φωτίσαντος.
Ὠδὴ ζ’.
κνοον πρόσταγμα τυράννου δυσσεβοῦς, λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς, καὶ δυσφημίας θεοστυγοῦς· ὅμως Τρεῖς Παῖδας, οὐκ ἐδειμάτωσε, θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον· ἀλλ’ ἀντηχοῦντι, δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον· Ὁ ὑπερύμνητος, τῶν πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὠδὴ η’.
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Εὐλογεῖτε Παῖδες, τῆς Τριάδος ἰσάριθμοι, δημιουργὸν Πατέρα Θεόν· ὑμνεῖτε, τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα· καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας.

 Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις τιμώντες μεγαλύνωμεν.
      
                                           Ήχος πλ.δ΄
Μεγαλύνει η ψυχή μου τόν Κύριον, καί ηγαλλίασε τό πνεύμά μου επί τώ Θεώ τώ σωτήρί μου.
·        Τήν Τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.
Ότι επέβλεψεν επί τήν ταπείνωσιν τής δούλης αυτού, ιδού γάρ από τού νύν μακαριούσί με πάσαι γενεαί,
·        Τήν Τιμιωτέραν τών Χερουβείμ...
Ότι εποίησέ μοι μεγαλεία ο Δυνατός, καί άγιον τό όνομα αυτού, καί τό έλεος αυτού εις γενεάν, καί γενεάν τοίς φοβουμένοις αυτόν.
·        Τήν Τιμιωτέραν τών Χερουβείμ...
Εποίησε κράτος εν βραχίονι αυτού, διεσκόρπισεν υπερηφάνους διανοία καρδίας αυτών.
·        Τήν Τιμιωτέραν τών Χερουβείμ...
Καθείλε δυνάστας από θρόνων, καί ύψωσε ταπεινούς, πεινώντας ενέπλησεν αγαθών, καί πλουτούντας εξαπέστειλε κενούς.
·        Τήν Τιμιωτέραν τών Χερουβείμ...
Αντελάβετο Ισραήλ παιδός αυτού, μνησθήναι ελέους, καθώς ελάλησε πρός τούς πατέρας ημών, τώ Αβραάμ, καί τώ σπέρματι αυτού έως αιώνος.


Ὠδὴ θ’.
Μυστικὸς εἶ Θεοτόκε παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφ’ οὗ τὸ τοῦ Σταυροῦ, ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον· δι’ οὗ νῦν ὑψουμένου, προσκυνοῦντες Αὐτόν, Σὲ μεγαλύνομεν.


q            Άγιος Κύριος ο Θεός ημών, γ’


ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Θ'
Συγκεκλεισμένων Δέσποτα, τῶν θυρῶν ὡς εἰσῆλθες, τοὺς Ἀποστόλους ἔπλησας, Πνεύματος παναγίου, εἰρηνικῶς ἐμφυσήσας, οἷς δεσμεῖν τε καὶ λύειν, τὰς ἁμαρτίας εἴρηκας, καὶ ὀκτὼ μεθ' ἡμέρας, τὴν σὴν πλευράν, τῷ Θωμᾷ ὑπέδειξας καὶ τὰς χεῖρας. Μεθ' οὗ βοῶμεν· Κύριος, καὶ Θεὸς σὺ ὑπάρχεις.

Ἐξαποστειλάριον
τοῦ Ἁγίου Βαρθολομαίου
Τοῖς Μαθηταῖς συνέλθωμεν
Τὴν ἱερὰν κατάθεσιν, τοῦ σεπτοῦ σου λειψάνου, Βαρθολομαῖε πάνσοφε, ἑορτάζοντες πόθῳ, ἀνευφημοῦμέν σε πίστει· ἐξ Ἑῴας γὰρ μάκαρ, πρὸς νῆσον τῆς Λιπάρεως, παραδόξως ἐκπλεύσας, ταῖς θαυμασταῖς, σοῦ πορείαις ἅπασαν τὴν Ἑσπέραν, ἐφώτισας Ἀπόστολε, τοῦ Χριστοῦ Θεοκήρυξ.
Τοῦ Ἁγίου Τίτου Ὅμοιον
Μύστα τῆς θείας χάριτος, καὶ Ἀπόστολε Τίτε, σὺν Παύλῳ τῷ θεόφρονι, πρέσβευε τῇ Τριάδι, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ ἡμῖν τοῖς τελοῦσι, τὴν παναγίαν μνήμην σου, καὶ σὲ πόθῳ τιμῶσι, τῶν δυσχερῶν, καὶ πταισμάτων λύσιν καὶ σωτηρίαν, καὶ δόξαν καὶ λαμπρότητα, οὐρανῶν βασιλείας.
Θεοτοκίον
Σὺν ἀσωμάτοις τάξεσι, σὺν μαρτύρων χορείαις, σὺν Ἀποστόλων τάγμασι, σὺν Προφήταις καὶ πᾶσι, Δικαίοις ὦ Θεομῆτορ, ἀνυμνοῦμέν σε Κόρη· καὶ γὰρ Θεὸν ἐγέννησας, τὸν ἀρρήτῳ σοφίᾳ, διὰ Σταυροῦ, καθελόντα ᾍδου τὴν τυραννίδα, καὶ σώσαντα πανύμνητε, ἅπαν βρότειον γένος.

Αἶνοι Ἦχος πλ. δ'
1. τ οὗ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοὶς ὁσίοις αὐτοῦ.
-- Κύριε, εἰ καὶ κριτηρίω παρέστης, ὑπὸ Πιλάτου κρινόμενος, ἀλλ' οὐκ ἀπελείφθης τοῦ θρόνου, τῶ Πατρὶ συγκαθεζόμενος, καὶ ἀναστὰς ἐκ νεκρῶν, τὸν κόσμον ἠλευθέρωσας, ἐκ τῆς δουλείας τοῦ ἀλλοτρίου, ὡς οἰκτίρμων καὶ Φιλάνθρωπος.
2. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
-- Κύριε, εἰ καὶ ὡς νεκρὸν ἐν μνημείῳ, Ἰουδαῖοι σε κατέθεντο, ἄλλ' ὡς Βασιλέα ὑπνοῦντα, στρατιώταί σε ἐφύλαττον, καὶ ὡς ζωῆς θησαυρόν, σφραγῖδι ἐσφραγίσαντο, ἀλλὰ ἀνέστης καὶ παρέσχες, ἀφθαρσίαν ταὶς ψυχαὶς ἡμῶν.
3. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
-- Κύριε, ὅπλον κατὰ τοῦ διαβόλου, τὸν Σταυρόν σου ἡμῖν δέδωκας, φρίττει γὰρ καὶ τρέμει, μὴ φέρων καθορᾶν αὐτοῦ τὴν δύναμιν, ὅτι νεκροὺς ἀνιστὰ καὶ θάνατον κατήργησε, διὰ τοῦτο προσκυνοῦμεν, τὴν Ταφήν σου καὶ τὴν Ἔγερσιν.
4. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρα.
-- Ὁ Ἄγγελός σου Κύριε, ὁ τὴν Ἀνάστασιν κηρύξας, τοὺς μὲν φύλακας ἐφόβησε, τὰ δὲ Γύναια ἐφώνησε λέγων. Τὶ ζητεῖτε τὸν ζώντα μετὰ τῶν νεκρῶν, ἀνέστη Θεός ὧν, καὶ τὴ οἰκουμένη ζωὴν ἐδωρήσατο.
5. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῶ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνω,

Ἦχος δ'
Ἔδωκας σημείωσιν
Θεῖον ἐπαφῆκέ σε, ὡς ποταμὸν παμμακάριστε, ἡ πηγὴ τῆς ζωῆς ἡμῶν, ὕδατα ξηραίνοντα, τῆς πολυθεΐας, ἄρδοντα τὸν κόσμον, ῥείθροις ἐνθέων διδαχῶν, Βαρθολομαῖε καὶ κατακλύζοντα, τῆς πλάνης τὰ ζιζάνια, καὶ τῶν δεινῶν ἐξαιρούμενον, τοὺς πιστῶς πειθομένους σοι, τοῦ Κυρίου Ἀπόστολε.
6. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Ἥλιον καθάπερ σε, Ἀνατολῆς ἐξορμώμενον, καὶ πρὸς Δύσιν δυόμενον, πορείαις ἀοίδιμε, ταῖς ἐπὶ ὑδάτων, σαφῶς γενομέναις, ἐπεγνωκότες οἱ πιστοί, τῆς παραδόξου ἐπιδημίας σου, ἀνάμνησιν ἐτήσιον, ἐπιτελοῦμεν γεραίροντες, τὰ πολλά σου θαυμάσια, τοῦ Κυρίου Ἀπόστολε.


«Εἰς πᾶσαν τήν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καί εἰς τά πέρατα τῆς οἰκουμένης τά ῥήματα αὐτοῦ».

Νεκρὸς ἐπιτύμβιος, θαλασσοπόρος γεγένησαι, ἐξ Ἑῴας ὁρμώμενος, σὺν μάρτυσι πάνσοφε, καὶ πρὸς Δύσιν φθάνων, ἄδυτε φωσφόρε, τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, Βαρθολομαῖε θεομακάριστε, ἐν ᾗ ἀναπαυσάμενος, πᾶσι τῶν κόπων ἀνάπαυσις, καὶ δεινῶν ἀπολύτρωσις, θαυμαστῶς ἐχρημάτισας.

«Οἱ οὐρανοί διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δέ χειρῶν αὐτοῦ ἀναγγέλλει τό στερέωμα».

Θείαις ἀναλάμψεσι, καταυγασθεὶς τὴν διάνοιαν, ὡς ἀκτὶς συμπεπόρευσαι, ἡλίῳ φωτίζοντι, τὰ ἐσκοτισμένα, Παύλῳ θείῳ Τίτε, καὶ σὺν αὐτῷ πᾶσαν τὴν γῆν, τῆς βαθυτάτης νυκτὸς ἀπήλλαξας· διὸ σε μακαρίζομεν, ὡς Ἱεράρχην θεόληπτον, ὡς Ἀπόστολον ἔνθεον, πρεσβευτὴν ὡς θερμότατον.


  Δόξα  ΕΩΘΙΝΟΝ Θ'  Ἦχος πλ. α'
Ὡς ἐπ' ἐσχάτων τῶν χρόνων, οὔσης ὀψίας Σαββάτων, ἐφίστασαι τοῖς φίλοις Χριστέ, καὶ θαύματι θαῦμα βεβαιοῖς, τῇ κεκλεισμένῃ εἰσόδῳ τῶν θυρῶν, τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν· ἀλλ' ἔπλησας χαρᾶς τοὺς Μαθητάς, καὶ Πνεύματος ἁγίου μετέδωκας αὐτοῖς, καὶ ἐξουσίαν ἔνειμας ἀφέσεως ἁμαρτιῶν, καὶ τὸν Θωμᾶν οὐ κατέλιπες, τῷ τῆς ἀπιστίας καταβαπτίζεσθαι κλύδωνι. Διὸ παράσχου καὶ ἡμῖν, γνῶσιν ἀληθῆ, καὶ ἄφεσιν πταισμάτων, εὔσπλαγχνε Κύριε.


Καὶ νῦν... Θεοτοκίον 
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε·  διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν·  διὸ ἀνυμνοῦντες βοῶμεν·  Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.


ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

Δόξα σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ, καί επί γής ειρήνη, εν ανθρώποις ευδοκία.
Υμνούμέν σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν μεγάλην σου δόξαν.
Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, καί Άγιον Πνεύμα,
Κύριε ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο αίρων τήν αμαρτίαν τού κόσμου, ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.
Πρόσδεξαι τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον ημάς.
Ότι σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.
Καθ' εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου εις τόν αιώνα, καί εις τόν αιώνα τού αιώνος.
Καταξίωσον, Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους φυλαχθήναι ημάς.
Ευλογητός εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον τό όνομά σου εις τούς αιώνας. Αμήν.
Γένοιτο, Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σέ.
Ευλογητός εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').
Κύριε, καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι ήμαρτόν σοι.
Κύριε, πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου.
Ότι παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.
Παράτεινον τό έλεός σου τοίς γινώσκουσί σε.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ γ').
Δόξα... Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.

 Σήμερον σωτηρία τώ κόσμω γέγονεν. Άσωμεν τώ αναστάντι εκ τάφου καί αρχηγώ τής ζωής ημών, καθελών γάρ τώ θανάτω τόν θάνατον, τό νίκος έδωκεν ημίν, καί τό μέγα έλεος.



Είς την λειτουργίαν

Ψάλλομεν τὰ παρόντα Ἀντίφωνα
Ἀντίφωνον Α'

Α΄.Ήχος β΄
Στίχ. α'. Ευλόγει η ψυχή μου, τόν Κύριον, καί πάντα τά εντός μου τό όνομα τό άγιον αυτού.
Ταίς πρεσβείαις τής Θεοτόκου, Σώτερ σώσον ημάς.

Στίχ. β'. Ευλόγει, η ψυχή μου, τόν Κύριον, καί μή επιλανθάνου πάσας τάς ανταποδόσεις αυτού.
Ταίς πρεσβείαις τής Θεοτόκου...

Στίχ. γ'. Κύριος εν τώ ουρανώ ητοίμασε τόν θρόνον αυτού, καί η Βασιλεία αυτού πάντων δεσπόζει.
Ταίς πρεσβείαις τής Θεοτόκου...

Δόξα... Καί νύν...
Ταίς πρεσβείαις τής Θεοτόκου...


Β΄. Ήχος β'
Στίχ. α'. Αίνει, η ψυχή μου, τόν Κύριον, αινέσω Κύριον εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.
Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι. Αλληλούια.

Στίχ. β'. Μακάριος, ού ο Θεός Ιακώβ βοηθός αυτού, η ελπίς αυτού επί Κύριον τόν Θεόν αυτού.
Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...

Στίχ. γ'. Βασιλεύσει Κύριος εις τόν αιώνα, ο Θεός σου, Σιών, εις γενεάν καί γενεάν.
Σώσον, ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...

Δόξα... Καί νύν...

Ο Μονογενής Υιός και Λόγος του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν σωτηρίαν σαρκοθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας, σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της Αγίας Τριάδος, συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.

Ἀπολυτίκιον  Ἦχος πλ. δ' 
Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν. Ἡ ζωὴ καὶ ἡ Ἀνάστασις ἡμῶν, Κύριε δόξα σοι.


Εισοδικόν
Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ. Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι Αλληλούϊα


Ἀπολυτίκιον  Ἦχος πλ. δ' 
Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν. Ἡ ζωὴ καὶ ἡ Ἀνάστασις ἡμῶν, Κύριε δόξα σοι.
Ἀπολυτίκιον Ἦχος γ'
Ἀπόστολοι Ἅγιοι, πρεσβεύσατε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

      Είτα του ναού

Κοντάκιον
Ήχος δ'.
Ιωακείμ και Άννα ονειδισμού ατεκνίας, και Αδάμ και Εύα, εκ της φθοράς του θανάτου, ηλευθερώθησαν Άχραντε, εν τη Αγία Γεννήσει σου' Αυτήν εορτάζει και ο λαός Σου, ενοχής των πταισμάτων λυτρωθείς εν τω κράζειν σοι. Ή στείρα τίκτει την Θεοτόκον και τροφόν της ζωής ημών.

ΑΠΟΣΤΟΛΟΣ
Προκείμενον.Ήχος πλ. δ’

Έυξασθε και απόδοτε Κυρίω τω Θεώ ημών.

Στίχ. Γνωστός εν τη Ιουδαία ο Θεός, εν τω Ισραήλ μέγα το όνομα αυτού.

Πρός Κορινθίους Α’  Επιστολής Παύλου το Ανάγνωσμα

Ἀδελφοί, 9. Θεοῦ ἐσμεν συνεργοί· Θεοῦ γεώργιον, Θεοῦ οἰκοδομή ἐστε. 10. Κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα, ἄλλος δὲ ἐποικοδομεῖ· ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ· 11. θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός. 12. εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυσόν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην, 13. ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται· ἡ γὰρ ἡμέρα δηλώσει· ὅτι ἐν πυρὶ ἀποκαλύπτεται· καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει. 14. εἴ τινος τὸ ἔργον μενεῖ ὃ ἐπῳκοδόμησε, μισθὸν λήψεται· 15. εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός. 16. Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; 17. εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός· ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.

Αλληλούϊα (γ’)


Ευαγγέλιον

Κυριακή Θ΄ Ματθαίου (Ματθ. 14,22-34)

Εἰς τό Ἐξαιρέτως: «Ἄξιόν ἐστιν...».
Κοινωνικόν: «Αἰνεῖτε...».
«Εἴδομεν τό φῶς...», κτλ.
            




Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου