Παρασκευή 23 Νοεμβρίου 2012

† ΚΥΡΙΑΚΗ ΙΓ ΛΟΥΚΑ. ῏Ηχος πλ. δ΄· ἑωθινὸν γ΄.



                                   

25-11-2012
† ΚΥΡΙΑΚΗ ΙΓ ΛΟΥΚΑ.  Ἀπόδοσις τῆς Ἑορτῆς τῶν Εἰσοδίων τῆς Θεοτόκου. Τῆς Ἁγίας Μεγαλομάρτυρος καί πανσόφου Αἰκατερίνης καί τοῦ Ἁγίου Μεγαλομάρτυρος Μερκουρίου. ῏Ηχος πλ. δ΄· ἑωθινὸν γ΄.
 
   
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
                                  
Ἦχος πλ. δ’
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Στίχ, α'. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, β'. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς,
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, γ'. Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, καί επέφανεν ημίν...

Ἀπολυτίκιον Ἦχος πλ. δ'
Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν. Ἡ ζωὴ καὶ ἡ Ἀνάστασις ἡμῶν, Κύριε δόξα σοι.
Δόξα... Τῆς Ἁγίας
Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον
Τὴν πανεύφημον νύμφην Χριστοῦ ὑμνήσωμεν, Αἰκατερῖναν τὴν θείαν καὶ πολιοῦχον Σινᾶ, τὴν βοήθειαν ἡμῶν καὶ ἀντίληψιν, ὅτι ἐφίμωσε λαμπρῶς, τοὺς κομψοὺς τῶν ἀσεβῶν, τοῦ Πνεύματος τῇ μαχαίρᾳ, καὶ νῦν ὡς Μάρτυς στεφθεῖσα, αἰτεῖται πᾶσι τὸ μέγα ἔλεος.
Και νυν... Ἀπολυτίκιον τῆς Ἑορτῆς Ἦχος δ'
Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις, ἐν Ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.

Καθίσματα Ἦχος πλ. δ'
Ἀνέστης ἐκ νεκρῶν, ἡ ζωὴ τῶν ἁπάντων, καὶ Ἄγγελος φωτός, ταῖς Γυναιξὶν ἐβόα∙ Παύσασθε τῶν δακρύων, τοῖς Ἀποστόλοις εὐαγγελίσασθε, κράξατε ἀνυμνοῦσαι· Ὅτι ἀνέστη Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.
Δόξα... Τὴν σοφίαν καὶ Λόγον
Ἀναστὰς ἐκ τοῦ τάφου ὡς ἀληθῶς, ταῖς ὁσίαις προσέταξας Γυναιξί, κηρῦξαι τὴν Ἔγερσιν, Ἀποστόλοις ὡς γέγραπται, καὶ δρομαῖος ὁ Πέτρος, ἐπέστη τῷ μνήματι, καὶ τὸ φῶς ἐν τῷ τάφῳ, ὁρῶν κατεπλήττετο∙ ὅθεν καὶ κατεῖδε, τὰ ὀθόνια μόνα, χωρὶς τοῦ θείου σώματος, ἐν αὐτῷ κατακείμενᾳ, καὶ πιστεύσας ἐβόησε∙ Δόξα σοι Χριστὲ ὁ Θεός, ὅτι σῴζεις ἅπαντας Σωτὴρ ἡμῶν∙ τοῦ Πατρὸς γὰρ ὑπάρχεις ἀπαύγασμα.
Καὶ νῦν... Τῆς Ἑορτῆς,
Δικαίων καρπός, Ἰωακεὶμ καὶ τῆς Ἄννης, προσφέρεται Θεῷ, Ἱερῷ ἐν ἁγίῳ σαρκὶ νηπιάζουσα, τροφὸς τῆς ζωῆς ἡμῶν· ἣν εὐλόγησεν, ἱερὸς Ζαχαρίας· Ταύτην ἅπαντες, ὡς τοῦ Κυρίου Μητέρα, πιστῶς μακαρίσωμεν.


Ἄνθρωποι τὸ μνῆμά σου, Σωτὴρ ἐσφραγίσαντο, Ἄγγελος τὸν λίθον, ἐκ τῆς θύρας ἀπεκύλισε. Γυναῖκες ἐθεάσαντο, ἐγηγερμένον ἐκ νεκρῶν, καὶ αὗται εὐηγγελίσαντο τοῖς Μαθηταῖς σου ἐν Σιών. Ὅτι ἀνέστης ἡ ζωὴ τῶν ἁπάντων, καὶ διελύθη τὰ δεσμὰ τοῦ θανάτου. Κύριε δόξα σοι.
Δόξα...
Τὰ μύρα τῆς ταφῆς, αἱ Γυναῖκες κομίσασαι, φωνῆς Ἀγγελικῆς, ἐκ τοῦ τάφου ἤκουον. Παύσασθε τῶν δακρύων, καὶ ἀντὶ λύπης χαρὰν κομίσασθε, κράξατε ἀνυμνοῦσαι, ὅτι ἀνέστη Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.
Καὶ νῦν... Τῆς Ἑορτῆς,
Πρὸ συλλήψεως Ἁγνή, καθηγιάσθης τῷ Θεῷ, καὶ τεχθεῖσα ἐπὶ γῆς, δῶρον προσήχθης νῦν αὐτῷ, ἀποπληροῦσα πατρῴαν ἐπαγγελίαν· Τῷ θείῳ δὲ Ναῷ, ὡς θεῖος ὄντως ναός, ἐκ βρέφους καθαρῶς, μετὰ λαμπάδων φαιδρῶν, ἀποδοθεῖσα ὤφθης δοχεῖον, τοῦ ἀπροσίτου καὶ θείου Φωτός. Μεγάλη ὄντως, πρόοδός σου, μόνη Θεόνυμφε καὶ Ἀειπάρθενε.

ΕΥΛΟΓΗΤΑΡΙΑ 
         Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.
         Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς  δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις. Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
         Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
(         Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ, ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.

Δόξα... Τριαδικὸν
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς  Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.
Καὶ νῦν ... Θεοτοκίον

Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ  Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (ἐκ γ')

Ἡ Ὑπακοὴ Ἦχος πλ. δ'
Αἱ Μυροφόροι τοῦ Ζωοδότου ἐπιστᾶσαι τῷ μνήματι, τὸν Δεσπότην ἐζήτουν, ἐν νεκροῖς τὸν ἀθάνατον, καὶ χαρᾶς εὐαγγέλια, ἐκ τοῦ Ἀγγέλου δεξάμεναι, τοῖς Ἀποστόλοις ἐμήνυον∙ Ὅτι ἀνέστη Χριστὸς ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Οἱ Ἀναβαθμοὶ
Ἀντίφωνον Α'
Ἐκ νεότητός μου ὁ ἐχθρός με πειράζει, ταῖς ἡδοναῖς φλέγει με· ἐγὼ δὲ πεποιθώς, ἐν σοὶ Κύριε τροποῦμαι τοῦτον.
Οἱ μισοῦντες Σιών, γενηθήτωσαν δή, πρὶν ἐκσπασθῆναι ὡς χόρτος∙ συγκόψει γὰρ Χριστός, αὐχένας αὐτῶν, τομῇ βασάνων.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, τὸ ζῇν τὰ πάντα, φῶς ἐκ φωτός, Θεὸς μέγας, σὺν Πατρὶ ὑμνοῦμεν αὐτὸ καὶ τῷ Λόγῳ.
Ἀντίφωνον Β'
Ἡ καρδία μου τῷ φόβῳ σου σκεπέσθω, ταπεινοφρονοῦσα, μὴ ὑψωθεῖσα ἀποπέσῃ, ἐκ σοῦ Πανοικτίρμον.
Ἐπὶ τὸν Κύριον ὁ ἐσχηκὼς ἐλπίδα, οὐ δείσει τότε, ὅτε πυρὶ τὰ πάντα κρινεῖ καὶ κολάσει.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, πᾶς τις θεῖος βλέπει καὶ προλέγει, τερατουργεῖ ὕψιστα, ἐν τρισὶν ἕνα Θεὸν μέλπων∙ εἰ γὰρ καὶ τριλαμπεῖ, μοναρχεῖ τὸ θεῖον.
Ἀντίφωνον Γ'
Ἐκέκραξά σοι Κύριε, πρόσχες, κλῖνόν μοι τὸ οὖς σου βοῶντι, καὶ κάθαρον πρὶν ἄρῃς με, ἀπὸ τῶν ἐνθένδε.
Ἐπὶ τὴν μητέρα αὐτοῦ γῆν, δύνων πᾶς αὖθις ἀναλύσει, τοῦ λαβεῖν βασάνους, ἢ γέρα τῶν βεβιωμένων.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, θεολογία μονὰς τρισαγία∙ ὁ Πατὴρ γὰρ ἄναρχος, ἐξ οὗ ἔφυ ὁ Υἱὸς ἀχρόνως, καὶ τὸ Πνεῦμα σύμμορφον, σύνθρονον, ἐκ Πατρὸς συνεκλάμψαν.
Ἀντίφωνον Δ'
Ἰδοὺ δὴ τί καλόν, ἢ τί τερπνόν, ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἅμα; ἐν τούτῳ γὰρ Κύριος, ἐπηγγείλατο ζωὴν αἰωνίαν.
Τοῦ ἐνδύματος αὐτοῦ, ὁ τὰ κρίνα τοῦ ἀγροῦ κοσμῶν, κελεύει μὴ δεῖν φροντίζειν.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, ἑνοειδεῖ αἰτίᾳ, πάντα ἔχεται εἰρηνοβραβεύτως. Θεὸς τοῦτο γάρ ἐστι, Πατρί τε καὶ Υἱῷ, ὁμοούσιον κυρίως.

Προκείμενον
Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου Σιών, εἰς γενεὰν καὶ γενεάν.
Στίχ. Αἴνει ἡ ψυχή μου τὸν Κύριον.


Ή Τάξις τού Εωθινού Ευαγγελίου

Ιερεύς Τού Κυρίου δεηθώμεν.
Χορός Κύριε, ελέησον.
Ιερεύς Ότι Άγιος εί ο Θεός ημών, και εν αγίοις επαναπαύη, και σοι την δόξαν αναπέμπωμεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.
Χορός Αμήν.
Πάσα πνοή αινεσάτω τόν Κύριον (εκ γ').
Ιερεύς Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.
Χορός Κύριε, ελέησον (γ').
Ιερεύς Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.
Ιερεύς Ειρήνη πάσι.
Χορός Καί τώ Πνεύματί σου.
Ιερεύς Εκ τού κατά ...  αγίου Ευαγγελίου...
Ιερεύς Πρόσχωμεν.
Χορός Δόξα σοι, Κύριε, δόξα σοι.

Ευαγγελιον Εωθινόν γ’
Ανάστασιν Χριστού θεασάμενοι…

Ν' Ψαλμός

·                 Ελέησόν με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον τό ανόμημά μου
·                 επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
·                 ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
·                 σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε
·                 ιδού γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
·                 ιδού γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
·                 ραντιείς με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
·                 ακουτιείς με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
·                 απόστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
·                 καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
·                 μή απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ' εμού
·                 απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
·                 διδάξω ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
·                 ρύσαί με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου
·                 κύριε τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου
·                 ότι ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις
·                 θυσία τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει
·                 αγάθυνον κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
·                 τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους

Δόξα... Ήχος β'
Ταίς τών Αποστόλων, πρεσβείαις Ελεήμον, εξάλειψον τα πλήθη, τών εμών εγκλημάτων.
Καί νύν...
Ταίς τής Θεοτόκου, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Στίχ. Ελέησόν με, ο Θεός, κατά τό μέγα έλεός σου, καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου.

Πεντηκοστάριον 
Ήχος ο αυτός
Αναστάς ο Ιησούς από τού τάφου, καθώς προείπεν, έδωκεν ημίν, τήν αιώνιον ζωήν καί μέγα έλεος.
Κανὼν Ἀναστάσιμος

ᾨδὴ α' Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς
«Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσά ποτε, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾆσμα τῷ Θεῷ ἀναμέλποντα».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τὴν παντοδύναμον Χριστοῦ Θεότητα, πῶς μὴ θαυμάσωμεν, ἐκ μὲν παθῶν πᾶσι, τοῖς πιστοῖς ἀπάθειαν, καὶ ἀφθαρσίαν βλύζουσαν, ἐκ πλευρᾶς δὲ ἁγίας, πηγὴν ἀθάνατον στάζουσαν, καὶ ζωὴν ἐκ τάφου ἀΐδιον.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὡς εὐπρεπὴς ταῖς Γυναιξὶν ὁ Ἄγγελος, νῦν ἐμπεφάνισται, καὶ τηλαυγῆ φέρων, τῆς ἐμφύτου σύμβολα, ἀΰλου καθαρότητος, τῇ μορφῇ δὲ μηνύων, τὸ φέγγος τῆς Ἀναστάσεως, κράζει∙ Ἐξηγέρθη ὁ Κύριος.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Δεδοξασμένα περὶ σοῦ λελάληνται, ἐν γενεαῖς γενεῶν, ἡ τὸν Θεὸν Λόγον, ἐν γαστρὶ χωρήσασα, ἁγνὴ δὲ διαμείνασα, Θεοτόκε Παρθένε∙ διό σε πάντες γεραίρομεν, τὴν μετὰ Θεὸν προστασίαν ἡμῶν.
Κανὼν πρῶτος,
ᾨδὴ α' Ἦχος δ'
Σοφίας πανάχραντε, σὲ θησαυρὸν ἐπιστάμενοι, καὶ χάριτος βρύουσαν, πηγὴν ἀέναον, τὰς τῆς γνώσεως, αἰτοῦμέν σε ῥανίδας, ἐπόμβρησον Δέσποινα, τοῦ ἀνυμνεῖν σε ἀεί.
Ὑπέρτερος Πάναγνε, τῶν οὐρανῶν χρηματίσασα, ναὸς καὶ παλάτιον, ἐν τῷ Ναῷ τοῦ Θεοῦ, ἀνατίθεσαι, αὐτῷ ἑτοιμασθῆναι, εἰς θείαν κατοίκησιν, τῆς παρουσίας αὐτοῦ.
Τὸ φῶς ἀνατείλασα, ἡ Θεοτόκος τῆς χάριτος, πάντας κατελάμπρυνε, καὶ συνηγάγετο τὴν ὑπέρλαμπρον, αὐτῆς κατακοσμῆσαι, πανήγυριν ᾄσμασι· δεῦτε συνδράμωμεν.  
Ἡ πύλη ἡ ἔνδοξος, ἡ λογισμοῖς ἀδιόδευτος, τὰς πύλας διάρασα, τὰς τοῦ Ναοῦ τοῦ Θεοῦ, νῦν προτρέπεται, ἡμᾶς συνεισελθόντας, τὰ θεῖα θαυμάσια, κατατρυφῆσαι αὐτῆς.
Κανὼν τῆς Ἁγ. Αἰκατερίνης
ᾨδὴ α' Ἦχος πλ. δ'  
Αἰκατερίνης τῆς πανσόφου Μάρτυρος, ταῖς ἱκεσίαις Χριστέ, τὸ ζοφερὸν ὄμμα, τῆς ψυχῆς μου φώτισον, αἴγλην διδοὺς μοι Δέσποτα, τῆς σῆς φωτοχυσίας, τῶν ψυχοφθόρων πταισμάτων μου, πᾶσαν τὴν ἀχλὺν ἀφανίζουσαν.
Ἰθυνομένη τοῦ Δεσπότου πάνσοφε, θείοις προστάγμασι, καὶ τῷ αὐτοῦ πόθῳ, φλεγομένη ἔδραμες, πρὸς τοὺς ἀγῶνας σπεύδουσα, καὶ τυράννων τὰς φρένας, Αἰκατερῖνα κατέπληξας, λόγῳ καὶ σοφίᾳ καὶ χάριτι.
Κυβερνωμένη τῇ παλάμῃ ἔνδοξε, τῇ κραταιᾷ τοῦ Χριστοῦ, εἰδωλικὴν ζάλην, Μάρτυς ὑπεξέφυγες, ἀβρόχως ὑπερπλέουσα, τοῦ Σταυροῦ τῷ ἱστίῳ, καὶ θείαις αὔραις τοῦ Πνεύματος, ᾄσμα τῷ Θεῷ ἀναμέλπουσα.
Ἀγαλλομένη παρθενίας κάλλεσιν, Αἰκατερῖνα σοφή, καὶ θεϊκὴν γνῶσιν, οὐρανόθεν ἔχουσα, τῆς ψευδωνύμου γνώσεως, εὐθαρσῶς καὶ ἀνδρείως, τοὺς προεστῶτας κατῄσχυνας, τούτους κατὰ κράτος νικήσασα.
Θεοτοκίον
Τὸ Θεοτόκον σε κηρύττειν Ἄχραντε, πάσης αἱρέσεως, ἀποτροπὴν φέρει· σάρκα γὰρ γενόμενον, ἀναλλοιώτως ἔτεκες, τὸν ἐπέκεινα πάσης, θεοκυῆτορ τῆς κτίσεως, Λόγον τοῦ Θεοῦ τὸν ἀΐδιον.
ᾨδὴ γ'
Ὁ Εἱρμὸς
«Ὁ στερεώσας κατ' ἀρχάς, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας, ἐν τῇ πέτρᾳ με Χριστέ, τῶν ἐντολῶν σου στήριξον· ὅτι οὐκ ἔστι πλήν σου, ἅγιος μόνε Φιλάνθρωπε».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Κατακριθέντα τὸν Ἀδάμ, τῇ γεύσει τῆς ἁμαρτίας, τῆς σαρκός σου τὸ σωτήριον πάθος, ἐδικαίωσε Χριστέ∙ αὐτὸς γὰρ οὐχ ὑπεύθυνος, τῇ τοῦ θανάτου πείρᾳ, πέφηνας ὁ ἀναμάρτητος.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τῆς Ἀναστάσεως τὸ φῶς, ἐξέλαμψε τοῖς ἐν σκότει, τοῦ θανάτου καὶ σκιᾷ καθημένοις, ὁ Θεός μου Ἰησοῦς, καὶ τῇ αὐτοῦ Θεότητι, τὸν ἰσχυρὸν δεσμεύσας, τούτου τὰ σκεύη διήρπασε.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τῶν Χερουβεὶμ καὶ Σεραφείμ, ἐδείχθης ὑψηλοτέρα, Θεοτόκε∙ σὺ γὰρ μόνη ἐδέξω, τὸν ἀχώρητον Θεόν, ἐν σῇ γαστρὶ ἀμόλυντε∙ διὸ πιστοί σε πάντες, ὕμνοις ἀεὶ μακαρίζομεν.
ᾨδὴ γ' 
Νυμφοστόλος σήμερον ἐδείχθη, τερπνὸς τῆς Παρθένου ὁ ναός, καὶ θάλαμος δεχόμενος, τὴν ἔμψυχον παστάδα Θεοῦ, τὴν καθαρὰν καὶ ἄμωμον, καὶ λαμπροτέραν πάσης κτίσεως.
Δαυῒδ προεξάρχων τῆς χορείας, σκιρτᾷ καὶ χορεύει σὺν ἡμῖν, καὶ Βασιλίδα κράζει σε, πεποικιλμένην Ἄχραντε, παρισταμένην πάναγνε, ἐν τῷ Ναῷ τῷ Βασιλεῖ καὶ Θεῷ. 
Ἐξ ἧς ἡ παράβασις προῆλθεν, ἡ πάλαι τῷ γένει τῶν βροτῶν, ἐκ ταύτης ἡ ἀνόρθωσις, καὶ ἀφθαρσία ἤνθησεν, ἡ Θεοτόκος σήμερον, προσαγομένη ἐν τῷ οἴκῳ Θεοῦ.
Σκιρτῶσιν Ἀγγέλων στρατηγίαι, καὶ πάντων ἀνθρώπων ἡ πληθύς, καὶ πρὸ προσώπου Πάναγνε, προστρέχουσί σου σήμερον, λαμπαδηφόροι κράζουσαι, τὰ μεγαλεῖά σου ἐν οἴκῳ Θεοῦ.
Τῆς Ἁγίας
ᾨδὴ γ'  
Ἐθελουσίαις σου ῥοπαῖς, ἐχώρησας πρὸς τὸ πάθος, τὸ ἑκούσιον Χριστὸν μιμουμένη, καὶ νικήσασα λαμπρῶς, τὸν σκότους κοσμοκράτορα, στεφανηφόρος ὤφθης, Αἰκατερῖνα θεόληπτε.
Ῥωμαλεότητι φρενῶν, διήλεγξας τοὺς τυράννους, ἀθεΐας ἐν βυθῷ κυλισθέντας, ῥητορεύουσα σαφῶς, θεογνωσίας δόγματα, θείᾳ σοφίᾳ Μάρτυς, λαμπρυνομένη πανεύφημε.
Ἰσοθεΐαν τοῖς ὠσί, τῆς Εὔας ὁ ψιθυρίσας, ὑπο Κόρης ἁπαλῆς νῦν πατεῖται· τῷ γὰρ ὅπλῳ τοῦ Σταυροῦ, περιφραχθεῖσα ᾔσχυνεν, Αἰκατερῖνα Μάρτυς, ἄμετρα τοῦτον καυχώμενον.
Θεοτοκίον
Νενεκρωμένον μου τὸν νοῦν, τῇ τῆς ζωῆς ἐνεργείᾳ, τῆς ἐκ σοῦ φανερωθείσης τῷ κόσμῳ, διανάστησον οὐλάς, καὶ τύπους ἐξαλείφουσα, τῆς ἁμαρτίας μόνη, θεογεννῆτορ πανάμωμε.
Κοντάκιον Ἦχος δ'
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Ὁ καθαρώτατος ναὸς τοῦ Σωτῆρος, ἡ πολυτίμητος παστὰς καὶ Παρθένος, τὸ ἱερὸν θησαύρισμα τῆς δόξης τοῦ Θεοῦ, σήμερον εἰσάγεται, ἐν τῷ οἴκῳ Κυρίου, τὴν χάριν συνεισάγουσα, τὴν ἐν Πνευματι Θείῳ· ἣν ἀνυμνοῦσιν Ἄγγελοι Θεοῦ· Αὕτη ὑπάρχει σκηνὴ ἐπουράνιος.
Ὁ Οἶκος
Τῶν ἀπορρήτων τοῦ Θεοῦ καὶ θείων μυστηρίων, ὁρῶν ἐν τῇ Παρθένῳ, τὴν χάριν δηλουμένην, καὶ πληρουμένην ἐμφανῶς, χαίρω, καὶ τὸν τρόπον ἐννοεῖν ἀμηχανῶ τόν ξένον καὶ ἀπόρρητον, πῶς ἐκλελεγμένη ἡ ἄχραντος, μόνη ἀνεδείχθη ὑπὲρ ἅπασαν τὴν κτίσιν, τὴν ὁρατὴν καὶ τὴν νοουμένην. Διό, ἀνευφημεῖν βουλόμενος ταύτην, καταπλήττομαι σφοδρῶς νοῦν τε καὶ λόγον, ὅμως δὲ τολμῶν, κηρύττω καὶ μεγαλύνω· Αὕτη ὑπάρχει σκηνὴ ἐπουράνιος.
Κάθισμα της Ἁγίας Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον
Τὴν σοφίαν τὴν ὄντως ἐξ Οὐρανοῦ, διὰ στόματος Μάρτυς τοῦ Μιχαήλ, λαβοῦσα πανεύφημε, καὶ ἐν ἄθλοις ἀήττητε, τῇ μὲν σοφίᾳ τῇ ἔξω, τοὺς Ῥήτορας ἔπτηξας, τῇ δὲ σοφίᾳ τῇ θείᾳ, τὴν πλάνην ἐμείωσας· ὅθεν καθορῶν σου, τὸν ἀγῶνα ὁ Κτίστης, παρέστη ἐνισχύων σε. Δεῦρο λέγων ἀνάβηθι· οἱ θησαυροὶ γὰρ σε μένουσι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα Καὶ νῦν ... Τῆς Ἑορτῆς
Ἦχος ὁ αὐτὸς
Κατεπλάγη Ἰωσὴφ
Ἡ ἀμίαντος ἀμνάς, καὶ ἀκηλίδωτος παστάς, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἡ Θεοτόκος Μαριάμ, μέτ' εὐφροσύνης εἰσάγεται παραδόξως· ἣν Ἄγγελοι Θεοῦ, δορυφοροῦσι φαιδρῶς, καὶ πάντες οἱ Πιστοί, μακαριοῦσιν ἀεί, καὶ εὐχαρίστως ψάλλουσι ταύτῃ, ἀκαταπαύστως μεγάλῃ φωνῇ. Ἡμῶν ἡ δόξα, καὶ σωτηρία, σὺ ὑπάρχεις Πανάχραντε.
ᾨδὴ δ'
Ὁ Εἱρμὸς
«Σύ μου ἰσχύς, Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ Πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος∙ διὸ σύν τῷ Προφήτῃ, Ἀββακούμ σοι κραυγάζω∙ τῇ δυνάμει σου δόξα Φιλάνθρωπε».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σὺ δυσμενῆ, ὄντα με λίαν ἠγάπησας, σὺ κενώσει, ξένῃ καταβέβηκας, ἐπὶ τῆς γῆς, εὔσπλαγχνε Σωτήρ, τῆς ἐσχατιᾶς μου, τὴν ὕβριν μὴ ἀνηνάμενος, καὶ μείνας ἐν τῷ ὕψει, τῆς ἀφράστου σου δόξης, τὸν πρὶν ἠτιμωμένον ἐδόξασας.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τίς καθορῶν, Δέσποτα νῦν οὐκ ἐξίσταται, διὰ πάθους, θάνατον λυόμενον, διὰ Σταυροῦ, φεύγουσαν φθοράν, καὶ διὰ θανάτου, τὸν ᾅδην πλούτου κενούμενον, τῆς θείας δυναστείας, σοῦ τοῦ Ἐσταυρωμένου, τὸ ἐξαίσιον ἔργον φιλάνθρωπε.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σὺ τῶν πιστῶν, καύχημα πέλεις Ἀνύμφευτε, σὺ προστάτις, σὺ καὶ καταφύγιον, Χριστιανῶν, τεῖχος καὶ λιμήν∙ πρὸς γὰρ τὸν Υἱόν σου, ἐντεύξεις φέρεις Πανάμωμε, καὶ σῴζεις ἐκ κινδύνων, τοὺς ἐν πίστει καὶ πόθῳ, Θεοτόκον ἁγνήν σε γινώσκοντας.

ᾨδὴ δ'
Πύλην ἀδιόδευτον ὁ τοῦ Θεοῦ, οἶκος εἰσδεχόμενος σήμερον, ἔπαυσε Νόμου, τὴν λατρείαν καὶ σκιάν· Ὡς ἀληθῶς ἐπέφανε, κράζων τοῖς ἐν γῇ, ἡ ἀλήθεια.
Ὄρος τὸ κατάσκιον ὃ προορῶν, πάλαι Ἀββακοὺμ προεκήρυξεν, ἔνδον χωρῆσαν, τῶν ἀδύτων τοῦ ναοῦ, τὰς ἀρετὰς ἐξήνθησε, καὶ κατακαλύπτει τὰ πέρατα.
Ἴδωμεν παράδοξα πᾶσα ἡ γῆ, ξένα καὶ ἐξαίσια πράγματα, πῶς ἡ Παρθένος, δι' Ἀγγέλου τὴν τροφήν, εἰσδεχομένη σύμβολα, τῆς οἰκονομίας κομίζεται.
Ναὸς καὶ παλάτιον καὶ οὐρανός, ἔμψυχος ὀφθεῖσα Θεόνυμφε, τοῦ Βασιλέως, ἐν Ναῷ τῷ νομικῷ, ἀφιεροῦσαι σήμερον, τούτῳ τηρουμένη πανάχραντε.
Τῆς Ἁγίας
ᾨδὴ δ'
Ἀθλητικήν, Αἰκατερῖνα τὴν ἔνστασιν, ἐπεδείξω, Μάρτυς παναοίδιμε, τῷ δυσμενεῖ λίαν καρτερῶς, ἀντικαταστᾶσα, καὶ τοῦτον καταπατήσασα, ποσὶν ὡραϊσμένοις, τοῦ Σταυροῦ τῇ δυνάμει, Ἀθληφόρε Μαρτύρων τὸ καύχημα.
Νύμφη Χριστοῦ, Αἰκατερῖνα πανόλβιε, καθωράθης, θείας ὡραιότητος, φωτοειδέσι μαρμαρυγαῖς, ἀγλαϊζομένη, καὶ κάλλει περιαστράπτουσα· διὸ καὶ γηθομένη, μελῳδεῖς τῷ Δεσπότῃ, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.
Τυραννικήν, ἀλαζονείαν ἐφαύλισας, καὶ τῷ θείῳ, λόγῳ τῆς σοφίας σου, ὡς ἐκ βυθοῦ, τῆς ἀπατηλῆς, δεισιδαιμονίας, τοὺς πλανωμένους ἐξήρπασας, διδάσκουσα κραυγάζειν, τῷ Χριστῷ μελῳδοῦντας, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.
Ἡ εὐκλεής, καὶ φωτοφόρος πανήγυρις, τῆς ἐνδόξου μνήμης σου Πανεύφημε, τῆς καρτερῶς, θράσος τοῦ ἐχθροῦ, καταπατησάσης, ὡς ἥλιος ἀνατέταλκεν, ἐν ᾗ μεγαλοφώνως, τῷ Δεσπότῃ βοῶμεν, τῇ δυνάμει σου δόξα φιλανθρωπε.
Θεοτοκίον
Νῦν τὴν ἰσχύν, τῶν ἀθετούντων κατάβαλε, τῆς εἰκόνος, Κόρη τὴν προσκύνησιν, σοῦ τῆς σεπτῆς, καὶ τοῦ ὑπὲρ νοῦν, ἐκ σοῦ σαρκωθέντος, καὶ κόσμον ὅλον φωτίσαντος, καὶ πάντων τῶν Ἁγίων, τοὺς δὲ πίστει τιμῶντας, καταφαίδρυνον μόνη Πανύμνητε.

ᾨδὴ ε'
Ὁ Εἱρμὸς
«Ἵνα τί με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου, τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον, ἀλλ' ἐπίστρεψόν με, καί, πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Περιθέσθαι ἠνέσχου, χλαῖναν πρὸ τοῦ πάθους σου, Σῶτερ παιζόμενος, τὴν τοῦ πρωτοπλάστου, περιστέλλων ἀσχήμονα γύμνωσιν, καὶ γυμνὸς παγῆναι, ἐν τῷ Σταυρῷ ἀπαμφιάζων, τὸν χιτῶνα Χριστὲ τῆς νεκρώσεως.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἐκ χοὸς τοῦ θανάτου, σὺ τὴν πεπτωκυῖάν μου ἀνῳκοδόμησας, ἀναστὰς οὐσίαν, καὶ ἀγήρω Χριστὲ κατεσκεύασας, ἀναδείξας πάλιν, βασιλικὴν ὥσπερ εἰκόνα, ἀφθαρσίας φωτὶ ἀπαστράπτουσαν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Μητρικὴν παρρησίαν, τὴν πρὸς τὸν Υἱόν σου κεκτημένη Πάναγνε, συγγενοῦς προνοίας, τῆς ἡμῶν μὴ παρίδῃς δεόμεθα, ὅτι σὲ καὶ μόνην, Χριστιανοὶ πρὸς τὸν Δεσπότην, ἱλασμὸν εὐμενῆ προβαλλόμεθα.
ᾨδὴ ε' 
Ἁγίασμα ἔνδοξον, καὶ ἱερὸν ἀνάθημα, σήμερον ἡ πάναγνος Παρθένος, ἀνατεθεῖσα ἐν τῷ Ναῷ τοῦ Θεοῦ, τῷ παμβασιλεῖ ἡμῶν Θεῷ, μόνῳ εἰς ἐνοίκησιν, συντηρεῖται ὡς οἶδεν αὐτός.
Τὸ κάλλος Πανάχραντε, τὸ τῆς ψυχῆς σου βλέπων ποτέ, πίστει Ζαχαρίας ἀνεβόα· Σὺ εἶ τὸ λύτρον, σὺ εἶ ἡ πάντων χαρά, σὺ εἶ ἡ ἀνάκλησις ἡμῶν, δι' ἧς ὁ ἀχώρητος, χωρητὸς μοι ὀφθήσεται.
Ὢ τῶν ὑπὲρ ἔννοιαν, θαυμάτων σου Πανάχραντε! ξένη σου ἡ γέννησις ὑπάρχει, ξένος ὁ τρόπος ὁ τῆς αὐξήσεως, ξένα καὶ παράδοξα τὰ σά, πάντα Θεονύμφευτε, καὶ βροτοῖς ἀνερμήνευτα.
Λυχνία πολύφωτος, ὑπάρχουσα Θεόνυμφε, σήμερον ἐξέλαμψας ἐν οἴκῳ, τῷ τοῦ Κυρίου, καὶ καταυγάζεις ἡμᾶς, τοῖς σεπτοῖς χαρίσμασιν ἁγνή, τοῖς τῶν θαυμασίων σου, Θεοτόκε πανύμνητε.
Τῆς Ἁγίας
ᾨδὴ ε'
Πόθῳ πυρπολουμένη, Μάρτυς παναοίδιμε τῷ τοῦ Δεσπότου σου, καὶ ζητοῦσα τούτου, τὸ ἀμήχανον κάλλος θεάσασθαι, αὐθαιρέτῳ γνώμῃ, τοῖς αἰκισμοῖς σαυτὴν παρέσχες, παρθενίας ἐκλάμπουσα χάρισιν.
Ἄθλοις ἱερωτάτοις, Κόρη καλλιπάρθενε καταλαμπρύνασα, σεαυτὴν προφρόνως, ἀνελήλυθας πρὸς τὴν οὐράνιον, τοῦ Χριστοῦ παστάδα, καὶ νῦν φαιδρῶς τῷ σῷ Νυμφίῳ, γηθομένη συνήφθης πανόλβιε.
Νεᾶνις φαιδροτάτη, ὤφθης ἀγαπήσασα μόνον ἐράσιμον, καὶ ὀπίσω τούτου, συντονώτατον δρόμον διήνυσας, εἰς ὀσμὴν τοῦ μύρου, σοῦ νοητῶς τοῦ κενωθέντος, ἐκβοῶσα δραμοῦμαι Νυμφίε μου.
Θεοτοκίον
Ἀληθῆ Θεοτόκον, πάντες ἐπιγνόντες σε, πάναγνε Δέσποινα, τὸν ἐκ σοῦ τεχθέντα, Θεὸν Λόγον εἰδότες κηρύττομεν, ἐν δυσὶν οὐσίαις, θελητικαῖς αὐτεξουσίαις, γνωριζόμενον Κόρη Θεόνυμφε.

ᾨδὴ ς'
Ὁ Εἱρμὸς
«Ἱλάσθητί μοι Σωτήρ∙ πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι∙ πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Διὰ ξύλου κραταιῶς, καθεῖλέ με ὁ ἀρχέκακος, αὐτὸς δὲ ἀναρτηθεὶς Χριστὲ κραταιότερον, Σταυρῷ καταβέβληκας, δειγματίσας τοῦτον, τὸν πεσόντα δὲ ἀνέστησας.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σὺ ᾤκτειρας τὴν Σιών, ἐξανατείλας τοῦ μνήματος, καινὴν ἀντὶ παλαιᾶς, τελέσας ὡς εὔσπλαγχνος, τῷ θείῳ σου αἵματι, καὶ νῦν βασιλεύεις, ἐν αὐτῇ εἰς τοὺς αἰῶνας Χριστέ.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ῥυσθείημεν τῶν δεινῶν, πταισμάτων ταῖς ἱκεσίαις σου, Θεογεννῆτορ ἁγνή, καὶ τύχοιμεν Πάναγνε, τῆς θείας ἐλλάμψεως, τοῦ ἐκ σοῦ ἀφράστως, σαρκωθέντος Υἱοῦ τοῦ Θεοῦ.
ᾨδὴ ς' 
Ὁ πάντα φέρων τῷ ῥήματι, εὐχῆς τῆς τῶν Δικαίων ἐπήκουσε· διὸ στειρώσεως, λύσας τὴν νόσον ὡς εὔσπλαγχνος, τὴν τῆς χαρᾶς αἰτίαν τούτοις δεδώρηται.
Γνωρίσαι θέλων ὁ Κύριος, τοῖς ἔθνεσιν αὐτοῦ τὸ σωτήριον, τὴν Ἀπειρόγαμον, νῦν ἐξ ἀνθρώπων παρέλαβε, καταλλαγῆς σημεῖον καὶ ἀναπλάσεως.
Ὡς οἶκος οὖσα τῆς χάριτος, ἐν ᾧ οἱ θησαυροὶ ἐναπόκεινται, τῆς ἀπορρήτου Θεοῦ, οἰκονομίας Πανάχραντε, ἐν τῷ Ναῷ μετέσχες τῆς ἀκηράτου τρυφῆς.
Διάδημά σε βασίλειον, δεξάμενος Ναὸς Θεονύμφευτε, κατεφαιδρύνετο, καὶ ὑπεχώρει τοῖς κρείττοσι, τῶν προρρηθέντων βλέπων ἐν σοὶ τὴν ἔκβασιν.
Τῆς Ἁγίας
ᾨδὴ ς'  
Ὅλην σε περικαλῆ, παρθενίας ἀπαστράπτουσαν αἴγλῃ, μαρτυρικοῖς τε Κόρη, φοινιχθεῖσαν ἐν αἵμασι, καθορῶν ὁ ἀγαθός, Λόγος καὶ ἄχραντος, ἐν θαλάμοις, ἐπουρανίοις κατεσκήνωσεν.
Ἰσχύσας διὰ Σταυροῦ, τῶν Τυράννων καταλῦσαι τὸ κράτος, καὶ κοσμικῆς σοφίας, διελέγξαι τὸ μάταιον, θεοπνεύστου διδαχῆς, βρύουσα δόγματα, μεγαλόφρον Αἰκατερῖνα πανοίδιμε.
Δόλῳ πρώην τὸν Ἀδάμ, Παραδείσου τῆς τρυφῆς ἐκβαλόντα, τῶν αἰκισμῶν τοὺς πόνους, καρτερῶς ὑπομείνασα, καταβέβηκας εἰς γῆν, Μάρτυς πανένδοξε, καὶ στεφάνοις, τῆς Βασιλείας ἐστεφάνωσαι.
Θεοτοκίον
Ἵλεών μοι τὸν Κριτήν, τὸν Υἱόν σου Θεοτόκε Παρθένε, ταῖς σαῖς λιταῖς γενέσθαι, ἐν ἡμέρᾳ τῆς κρίσεως, λυτρωτήν τε τῶν δεινῶν, Μῆτερ ἀπέργασαι· σοὶ γὰρ μόνῃ, τὰ τῆς ἐλπίδος ἀνατίθημι.
Κοντάκιον Ἦχος πλ. δ'
Ὡς ἀπαρχὰς τῆς φύσεως
Ἐξαναστὰς τοῦ μνήματος, τοὺς τεθνεῶτας ἥγειρας, καὶ τὸν Ἀδὰμ ἀνέστησας, καὶ ἡ Εὔα χορεύει ἐν τῇ σῇ Ἀναστάσει, καὶ κόσμου τὰ πέρατα πανηγυρίζουσι, τῇ ἐκ νεκρῶν Ἐγέρσει σου Πολυέλεε.
Ὁ Οἶκος
Τὰ τοῦ ᾍδου σκυλεύσας βασίλεια, καὶ νεκροὺς ἀναστήσας Μακρόθυμε, Γυναιξὶ Μυροφόροις συνήντησας, ἀντὶ λύπης, χαρὰν κομισάμενος, καὶ Ἀποστόλοις σου ἐμήνυσας τὰ τῆς νίκης σύμβολα, Σωτήρ μου ζωοδότα, καὶ τὴν κτίσιν ἐφώτισας φιλάνθρωπε∙ διὰ τοῦτο καὶ κόσμος συγχαίρει, τῇ ἐκ νεκρῶν Ἐγέρσει σου πολυέλεε.

Συναξάριον
Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς ἁγίας Μεγαλομάρτυρος Αἰκατερίνης.
Στίχοι
Αἰκατερῖνα, καὶ σοφὴ καὶ παρθένος·
Ἐκ δὲ ξίφους, καὶ Μάρτυς, ὦ καλὰ τρία!
Εἰκάδι πέμπτῃ ἄορ κατέπεφνεν ῥήτορα Κούρην,
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἑκατὸν πεντήκοντα Ῥήτορες, οἱ διὰ τῆς Ἁγίας Αἰκατερίνης πιστεύσαντες τῷ Χριστῷ, πυρὶ τελειοῦνται.
Στίχοι
Αἱ πρὶν πλάνης Ῥήτορσιν ἀνδράσι στάσεις,
Εἰς πῦρ θανοῦσι, τῶν στεφάνων εὑρέσεις.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Βασίλισσα, ἡ γαμετὴ Μαξεντίου, ξίφει τελειοῦται.
Στίχοι
Τμηθεῖσα θνητοῦ σύζυγος Βασιλέως,
Ἄφθαρτον εὗρε νυμφῶνα Βασιλέως.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Πορφύριος, ὁ Στρατηλάτης, σὺν τοῖς διακοσίοις στρατιώταις, ξίφει τελειοῦνται.
Στίχοι
Σὺν τῷ στρατῷ σου Πορφύριε πρὸς ξίφος
Πρόθυμος ἥκεις, οἷά περ Στρατηλάτης.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Μεγαλομάρτυρος Μερκουρίου.
Στίχοι
Εἰ καὶ πατάσσῃ Μερκούριε τῷ ξίφει,
Καὶ νεκρὸν ἐχθρὸν σὺ πατάσσεις Κυρίου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Πέτρου τοῦ Ἡσυχαστοῦ.
Στίχοι
Ἡσύχως βίου το πέλαγος ἀνύσας,
Πρὸς ἡσύχιον Πέτρε λιμένα φθάνεις.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἑξακόσιοι ἑβδομήκοντα Μάρτυρες ξίφει τελειοῦνται.
Στίχοι
Τέμνουσιν ἀνδρῶν εἰκάδας τριπλῶς δέκα,
Μεθ' ὧν καὶ ἄλλους ἂνδρας ἑπτάκις δέκα.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'
Ὁ Εἱρμὸς
«Θεοῦ συγκατάβασιν τὸ πῦρ ᾐδέσθη ἐν Βαβυλῶνί ποτέ∙ διὰ τοῦτο οἱ Παῖδες ἐν τῇ καμίνῳ ἀγαλλομένῳ ποδὶ ὡς ἐν λειμῶνι χορεύοντες ἔψαλλον∙ Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἡ ἔνδοξος κένωσις ὁ θεῖος πλοῦτος, τῆς σῆς πτωχείας Χριστὲ καταπλήττει Ἀγγέλους, Σταυρῷ ὁρῶντάς σε καθηλούμενον, διὰ τὸ σῶσαι, τοὺς πίστει κραυγάζοντας∙ Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τῇ θείᾳ καθόδῳ σου, φωτὸς ἐπλήσθη τὰ καταχθόνια, καὶ τὸ σκότος ἠλάθη, τὸ πρὶν διῶκον∙ ὅθεν ἀνέστησαν, οἱ ἀπ' αἰῶνος δεσμῶται κραυγάζοντες∙ Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Τριαδικὸν
Στίχ. Ἁγία Τριὰς ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς.

Ἁπάντων μὲν Κύριον, ἑνὸς δὲ μόνου μονογενοῦς Υἱοῦ, ὀρθοδόξως Πατέρα, θεολογοῦντές σε καταγγέλλομεν, καὶ ἓν εἰδότες, σοῦ ἐκπορευόμενον, Πνεῦμα εὐθές, συμφυές καὶ συναΐδιον.

Ὀδὴ ζ' 
Ἰδοὺ σήμερον, ἐπέλαμψε τοῖς πέρασιν, ἔαρ, εὐφρόσυνον, καταφαιδρῦνον ἡμῶν, ψυχὴν καὶ διάνοιαν, καὶ νοῦν τῇ χάριτι, ἡ πανήγυρις, τῆς Θεοτόκου σήμερον, μυστικῶς εὐωχηθῶμεν.
Δορυφορείτωσαν, σήμερον τὰ σύμπαντα, τῇ Βασιλίδι Μητρί, ὁ οὐρανὸς καὶ ἡ γῆ, Ἀγγέλων τὰ τάγματα, καὶ τῶν βροτῶν ἡ πληθύς, καὶ βοάτωσαν, ἐν τῷ Ναῷ εἰσάγεται, ἡ χαρὰ καὶ ἡ λύτρωσις.
Ὁ τοῦ γράμματος, παρέδραμεν ἐξέλιπε, νόμος καθάπερ σκιά, καὶ αἱ τῆς χάριτος, ἀκτῖνες ἐπέλαμψαν, ἐν τῷ Ναῷ τοῦ Θεοῦ, εἰσαχθείσης σου, Παρθενομῆτορ Ἄχραντε, εἰσαεὶ εὐλογημένη.
Ὑποτέτακται, τῷ τόκῳ σου Πανάχραντε, ὡς Ποιητῇ καὶ Θεῷ, ὁ οὐρανὸς καὶ ἡ γῆ, καὶ τὰ καταχθόνια, καὶ πᾶσα γλῶσσα βροτῶν, ὅτι Κύριος, ὁμολογεῖ ἐπέφανεν, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Της Ἁγίας
ᾨδὴ ζ'  
Μαρτύρων τὸ καύχημα, τῆς εὐσεβείας μύστης γεγένησαι, τῷ λαμπρῷ σου Νυμφίῳ, Μαρτύρων δῆμον πρασαγαγοῦσα Χριστῷ· μεθ' οὗ κραυγάζεις πανεύφημε ψάλλουσα· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἤμών.
Ὁ λόγος σου Πάνσοφε, πρὸς σωτηρίαν πολλοὺς ἐξήρπασεν, ἐξ εἰδωλομανίας, καὶ φωτοφόρους ἔδειξε Μάρτυρας, μεγαλοφώνως σὺν σοὶ ἀνακράζοντας· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Νεᾶνις ὀπίσω σου, ἀκολουθοῦσά σοι προσενήνεκται, διὰ ξίφους τμηθεῖσα, σὸν μιμουμένη πάθος τὸ ἄχραντον, καὶ σοὶ τῷ Κτίστῃ βοῶσα καὶ λέγουσα· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Ἁγίων ὁ Ἅγιος, ἐν σοὶ ἁγίως κατασκηνώσας ἁγνή, Θεοτόκε Παρθένε, σεσαρκωμένος ἐκ σοῦ γεγέννηται, διὰ τὸ σῶσαι τοὺς πίστει κραυγάζοντας· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

 ᾨδὴ η'
Ὁ Εἱρμὸς
«Ἑπταπλασίως κάμινον, των Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν δημιουργὸν καὶ λυτρωτήν ἀνεβόα∙ οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τῆς Ἰησοῦ Θεότητος, ἡ ὑπέρθεος δύναμις, ἐν τοῖς καθ' ἡμᾶς, θεοπρεπῶς ἐξέλαμψε∙ σαρκὶ γὰρ γευσάμενος, ὑπὲρ παντὸς θανάτου Σταυροῦ, ἔλυσε τοῦ ᾅδου τὴν ἰσχύν, ὃν ἀπαύστως, οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὁ σταυρωθεὶς ἐγήγερται, ὁ μεγάλαυχος πέπτωκεν, ὁ καταπεσών, καὶ συντριβεὶς ἀνώρθωται, φθορὰ ἐξωστράκισται, καὶ ἀφθαρσία ἤνθησεν∙ ὑπὸ τῆς ζωῆς γάρ, τὸ θνητόν κατεπόθη, οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τριαδικὸν
Στίχ. Ἁγία Τριὰς ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς.

Τρισσοφαῆ Θεότητα, ἑνιαίαν ἐκλάμπουσαν, αἴγλην ἐκ μιᾶς, τρισυποστάτου φύσεως, Γεννήτορα ἄναρχον, ὁμοφυᾶ τε Λόγον Πατρός, καὶ συμβασιλεῦον, ὁμοούσιον Πνεῦμα· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ η' 
Ἄχραντον ναὸν ἐν οἴκῳ Θεοῦ, προσάγουσα Ἄννα ποτέ, Βοῶσα ἔφη, ἐν πίστει τῷ Ἱερεῖ, Γονὴν τὴν ὑπὸ Θεοῦ, δοθεῖσαν κἀμοί, Δεδεγμένος νῦν εἰσάγαγε, ἐν τῷ ναῷ τοῦ Κτίστου σου, καὶ χαίρων ψάλλε αὐτῷ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ἔφησεν ἰδὼν τῇ Ἄννῃ ποτέ, ἐν πνεύματι ὁ Ζαχαρίας· Ζωῆς Μητέρα, εἰσάγεις ἀληθινήν. Ἥν περ τηλαυγῶς οἱ Προφῆται Θεοῦ, Θεοτόκον προεκήρυξαν, καὶ πῶς Ναός χωρήσει αὐτήν; διὸ θαυμάζων βοῶ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ἱκέτις Θεοῦ κατέστην ἐγώ, ἀντέφησεν Ἄννα αὐτῷ· Καλοῦσα τοῦτον ἐν πίστει καὶ προσευχῇ, Λαβεῖν τῆς ἐμῆς ὠδῖνος καρπόν· Μετὰ τόκον δὲ τὸ κύημα, προσάγειν τῷ παρέχοντι· διὸ σκιρτῶσα βοῶ·Νόμιμον ὄντως τὸ ἔργον ἐστίν,
Ἱερεὺς ἔφη αὐτῇ· Ξένον δὲ πάντῃ, τὸ πρᾶγμα κατανοῶ. Ὁρῶν τὴν προσαγομένην ἐν οἴκῳ Θεοῦ, Παραδόξως ὑπερβαίνουσαν, τὰ Ἅγια τῇ χάριτι· διὸ καὶ χαίρων βοῶ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ῥώννυμαι ἔφη ἡ Ἄννα αὐτῷ, μανθάνουσα ἅπερ λαλεῖς. Συνεὶς γὰρ ταῦτα τῷ Πνεύματι τοῦ Θεοῦ. Τρανῶς τὰ τῆς Παρθένου ἐκήρυξας. Υποδέχου οὖν τὴν ἄχραντον, ἐν τῷ Ναῷ τοῦ Κτίστου σου, καὶ χαίρων ψάλλε αὐτῷ. Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Φωσφόρος ἡμῖν ἀνῆψε λαμπάς, ἐβόησεν ὁ Ἱερεύς. Χαρὰν μεγίστην ἐκλάμπουσαν ἐν Ναῷ. Ψυχαὶ Προφητῶν συνευφραινέσθωσαν. Ὡς παράδοξα θεώμεναι, τελούμενα ἐν οἴκῳ Θεοῦ, καὶ ἐκβοάτωσαν νῦν. Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Τῆς Ἁγίας
ᾨδὴ η'  
Σαῖς διδαχαῖς Βασίλισσα, πειθαρχοῦσα προσέδραμε, τῇ θεοσεβείᾳ, καὶ στερρῶς ὑπέμεινε, τῶν πόνων τὴν αἴσθησιν, καὶ βασιλείας τῶν οὐρανῶν, τῆς ἀδιαδόχου, προφανῶς ἠξιώθη, βοῶσα· Τὸν Δεσπότην, Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Μετὰ μαρτύρων γένοιτο, τῶν πιστῶν τὰ αἰτήματα· ἡ γὰρ Ἀθληφόρος, τῷ Χριστῷ παρίσταται, αἰτοῦσα τὰ κρείττονα, καὶ σωτηρίας πρόξενα, τοῖς τὴν παναγίαν, καὶ σεπτὴν αὐτῆς μνήμην, προθύμως ἐκτελοῦσι, καὶ πιστῶς μελῳδοῦσι· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ἀναπετάσας δέχεται, ὁ Νυμφίος σε Πάνσοφε, πύλας Παραδείσου, καὶ παστάδα πάνσεμνον, οἰκεῖν παρεσκεύασε, καὶ βασιλείας μέτοχον, ὡς συγκοινωνόν, τῶν παθημάτων δεικνύει· ᾧ νῦν παρισταμένη, Βασιλέων θυγάτηρ, λαμπρῶς, πεποικιλμένη, ἡμῶν μὴ ἐπιλάθῃ.
Σεσοφισμένοις ῥήμασιν, ἐπειρᾶτο ὁ τύραννος, πιθανολογίαις, ὁ δεινὸς χρησάμενος, ἐκλύειν τὴν ἔνστασιν, τὴν σὴν ἐλπίσας, Ἔνδοξε· ἀλλὰ νυμφευθῆναι, τῷ Χριστῷ βουλομένη, ἐβόας· Τὸν Δεσπότην, ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Ἱερωτέρα πέφηνας, Θεοτόκε πανάμωμε, τῆς ὑπερκοσμίου, τῶν Ἀγγέλων τάξεως· τὸν τούτων γὰρ τέτοκας, Δημιουργὸν καὶ Κύριον, ἐκ παρθενικῆς, ἀπειρογάμου νηδύος, ἐν δύο ταῖς οὐσίαις, ἀσυγχύτως ἀτρέπτως, μιᾷ δὲ ὑποστάσει, Θεὸν σεσαρκωμένον.
Καταβασίες
Ὠδὴ α’.  Ἦχος α’.
Χριστὸς γεννᾶται δοξάσατε· Χριστὸς ἐξ οὐρανῶν ἀπαντήσατε· Χριστὸς ἐπὶ γῆς ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται.

Ἔσωσε λαόν, θαυματουργῶν Δεσπότης,
Ὑγρὸν θαλάσσης κῦμα, χερσώσας πάλαι.
Ἑκὼν δὲ τεχθείς, ἐκ Κόρης τρίβον βατήν,
Πόλου τίθησιν ἡμῖν· ὅν κατ’ οὐσίαν,
Ἴσόν τε Πατρί, καὶ βροτοῖς δοξάζομεν.
 Ὠδὴ γ’.
Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ, καὶ ἐπ’ ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε.

Νεῦσον πρὸς ὕμνους, οἰκετῶν εὐεργέτα,
Ἐχθροῦ ταπεινῶν, τὴν ἐπηρμένην ὀφρύν,
Φέρων τε παντεπόπτα, τῆς ἁμαρτίας
Ὕπερθεν ἀκλόνητον, ἐστηριγμένους,
Μάκαρ μελῳδούς, τῇ βάσει τῆς πίστεως.
Ὠδὴ δ’.
Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς, Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος· ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄυλος καὶ Θεός. Δόξα τῇ δυνάμει Σου Κύριε.

Γένους βροτείου, τὴν ἀνάπλασιν πάλαι,
ᾌδων προφήτης, Ἀββακοὺμ προμηνύει,
Ἰδεῖν ἀφράστως, ἀξιωθεὶς τὸν τύπον·
Νέον βρέφος γάρ, ἐξ ὄρους τῆς Παρθένου,
Ἐξῆλθε λαῶν, εἰς ἀνάπλασιν Λόγος.
Ὠδὴ ε’.
Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης βουλῆς Σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτὸς ὀρθρίζοντες, δοξολογοῦμέν Σε, Φιλάνθρωπε.

Ἐκ νυκτὸς ἔργων, ἐσκοτισμένης πλάνης,
Ἱλασμὸν ἡμῖν, Χριστὲ τοῖς ἐγρηγόρως,
Νῦν Σοι τελοῦσιν, ὕμνον ὡς εὐεργέτῃ,
Ἔλθοις πορίζων, εὐχερῆ τε τὴν τρίβον,
Καθ’ ἣν ἀνατρέχοντες, εὕροιμεν κλέος.
Ὠδὴ ς’.
Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο· τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος, καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γὰρ οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν κατέσχεν ἀπήμαντον.

Ναίων Ἰωνᾶς, ἐν μυχοῖς θαλαττίοις,
Ἐλθεῖν ἐδεῖτο, καὶ ζάλην ἀπαρκέσαι.
Νυγεὶς ἐγὼ δέ, τῷ τυραννοῦντος βέλει,
Χριστὲ προσαυδῶ, τὸν κακῶν ἀναιρέτην,
Θᾶττον μολεῖν Σε, τῆς ἐμῆς ῥᾳθυμίας.
Ὠδὴ ζ’.
Οἱ Παῖδες, εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ’ ἐν μέσῳ τῆς φλογός, ἑστῶτες ἔψαλλον· Ὁ τῶν πατέρων, Θεὸς εὐλογητὸς εἶ.

Τῷ παντάνακτος, ἐξεφαύλισαν πόθῳ,
Ἄπλητα θυμαίνοντος, ἠγκιστρωμένοι,
Παῖδες τυράννου, δύσθεον γλωσσαλγίαν·
Οἷς εἴκαθε πῦρ, ἄσπετον τῷ Δεσπότῃ,
Λέγουσιν· Εἰς αἰῶνας εὐλογητὸς εἶ.
Ὠδὴ η’.
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω, ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.


Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις τιμώντες μεγαλύνωμεν.

Ήχος α'
Μεγαλύνει η ψυχή μου τόν Κύριον, καί ηγαλλίασε τό πνεύμά μου επί τώ Θεώ τώ σωτήρί μου.
·        ·      Τήν Τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.
Ότι επέβλεψεν επί τήν ταπείνωσιν τής δούλης αυτού, ιδού γάρ από τού νύν μακαριούσί με πάσαι γενεαί,
·        ·      Τήν Τιμιωτέραν τών Χερουβείμ...
Ότι εποίησέ μοι μεγαλεία ο Δυνατός, καί άγιον τό όνομα αυτού, καί τό έλεος αυτού εις γενεάν, καί γενεάν τοίς φοβουμένοις αυτόν.
·        ·      Τήν Τιμιωτέραν τών Χερουβείμ...
Εποίησε κράτος εν βραχίονι αυτού, διεσκόρπισεν υπερηφάνους διανοία καρδίας αυτών.
·        ·      Τήν Τιμιωτέραν τών Χερουβείμ...
Καθείλε δυνάστας από θρόνων, καί ύψωσε ταπεινούς, πεινώντας ενέπλησεν αγαθών, καί πλουτούντας εξαπέστειλε κενούς.
·        ·      Τήν Τιμιωτέραν τών Χερουβείμ...
Αντελάβετο Ισραήλ παιδός αυτού, μνησθήναι ελέους, καθώς ελάλησε πρός τούς πατέρας ημών, τώ Αβραάμ, καί τώ σπέρματι αυτού έως αιώνος.

ᾨδὴ θ'
Μεγαλυνάριον
Ἄγγελοι τὴν Εἴσοδον τῆς Πανάγνου, ὁρῶντες ἐξεπλήττοντο πῶς ἡ Παρθένος εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.
Ὁ Εἱρμὸς
«Ὡς ἐμψύχῳ Θεοῦ κιβωτῷ, ψαυέτω μηδαμῶς χεὶρ ἀμυήτων, χείλη δὲ πιστῶν, τῇ Θεοτόκῳ ἀσιγήτως, φωνὴν τοῦ Ἀγγέλου ἀναμέλποντα, ἐν ἀγαλλιάσει βοάτω· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή».
Ἄγγελοι τὴν Εἴσοδον τῆς Πανάγνου, ὁρῶντες ἐξεπλήττοντο, πῶς μετὰ δόξης εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.
Ὡς ὑπέρλαμπρον Θεοτόκε ἁγνή, Ψυχῆς τὸ καθαρὸν ἔχουσα κάλλος· Χάριτος Θεοῦ δ' ἐμπιπλαμένη οὐρανόθεν· Φωτὶ ἀϊδίῳ καταυγάζεις ἀεί, τοὺς ἐν εὐφροσύνῃ βοῶντας· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.
Ἄγγελοι τὴν Εἴσοδον τῆς Παρθένου, ὁρῶντες ἐξεπλήττοντο, πῶς παραδόξως εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.
Ὑπερίπταται Θεοτόκε ἁγνή Τὸ θαῦμά σου τὴν δύναμιν τῶν λόγων· Σῶμα γὰρ ἐν σοὶ κατανοῶ ὑπὲρ λόγον, Ῥοῆς ἁμαρτίας ἀνεπίδεκτον· ὅθεν εὐχαρίστως βοῷ σοι· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.
Ἄγγελοι καὶ ἄνθρωποι τῆς Παρθένου, τὴν Εἴσοδον τιμήσωμεν, ὅτι ἐν δόξῃ εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.
Παραδόξως προδιετύπου Ἁγνή, ὁ Νόμος σε σκηνὴν καὶ θείαν στάμνον, Ξένην κιβωτόν, καὶ καταπέτασμα καὶ ῥάβδον, Ναὸν ἀκατάλυτον, καὶ πύλην Θεοῦ· Ὅθεν ἐκδιδάσκει σοι κράζειν· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.
Ἄγγελοι τὴν Εἴσοδον τῆς Παρθένου, ὁρῶντες κατεπλήττοντο, πῶς θεαρέστως εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.
Μελῳδῶν σοι προεκελάδει Δαυῒδ, Λαλῶν σε θυγατέρα Βασιλέως, Κάλλει ἀρετῶν, ἐκ δεξιῶν παρισταμένην, ἰδὼν τοῦ Θεοῦ πεποικιλμένην σε· ὅθεν προφητεύων ἐβόα· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.
Ἄγγελοι σκιρτήσατε σὺν Ἁγίοις, Παρθένοι συγχορεύσατε· ἡ γὰρ Θεόπαις εἰσῆλθεν, εἰς τὰ Ἅγια των Ἁγίων.
Θεοδόχον προθεωρῶν Σολομῶν, Ἠνοίξατο σε πύλην Βασιλέως, Ζῶσάν τε πηγὴν ἐσφραγισμένην, Ἐξ ἧς τὸ ἀθόλωτον ἡμῖν προῆλθεν, ὕδωρ τοῖς ἐν πίστει βοῶσιν· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.
Ἄγγελοι καὶ ἄνθρωποι τὴν Παρθένον, ἐν ὕμνοις μεγαλύνωμεν· θεοπρεπῶς γὰρ εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.
Διανέμοις τῶν χαρισμάτων τὴν σήν, Γαλήνην Θεοτόκε τῇ ψυχῇ μου, βρύουσα ζωήν, τοῖς σὲ τιμῶσι κατὰ χρέος, Αὐτὴ περιέπουσα καὶ σκέπουσα, καὶ διατηροῦσα βοᾶν σοι· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.
Τῆς Ἁγίας
ᾨδὴ θ'  
Μετέστης πρὸς θαλάμους φωτοειδεῖς, νυμφικοῖς κοσμουμένη στολίσμασι, παρθενικήν, ἔχουσα λαμπάδα τῇ δεξιᾷ, τῇ δὲ ἑτέρᾳ φέρουσα, τὴν ἀποτμηθεῖσάν σου κεφαλήν, καὶ νῦν παρισταμένη, Χριστῷ τῷ σῷ Νυμφίῳ, τοὺς σὲ ὑμνοῦντας περιφρούρησον.
Ἐδέχθη σου θεόφρον ἡ προσευχή· τοὺς γὰρ πίστει τὴν σὴν ὀνομάζοντας, κλῆσιν σεμνή, σῴζει ὁ Δεσπότης ἐκ πειρασμῶν, καὶ εὐρωστίαν δίδωσι, νόσων ἀπαλλάττων παντοδαπῶν, ψυχῶν τε καὶ σωμάτων· διὸ σε γεγηθότες, Αἰκατερῖνα μακαρίζομεν.
Λιμένι καθωρμίσθης νῦν γαληνῷ, εὐσταλῶς τε καὶ κούφως τὴν θάλασσαν, τὴν κοσμικήν, Μάρτυς διελθοῦσα Τρικυμιῶν, μὴ πειρασθεῖσα πάνσοφε, πλοῦτον πολυποίκιλον τῷ Χριστῷ, προσφέρουσα Παρθένε, τὸν δῆμον τῶν Μαρτύρων, Αἰκατερῖνα παμμακάριστε.
Παστάδων οὐρανίων ἔνδον τανῦν, σὺν παρθένων χορείᾳ χορεύουσα, μαρτυρικαῖς, περιλαμπομένη μαρμαρυγαῖς, Αἰκατερῖνα πάνσοφε, λῦσον τῶν πταισμάτων μου τὰς σειράς, προθύμως δυσωποῦσα, τὸν πάντων Εὐεργέτην, δι' ὃν τὸ αἵμά σου ἐξέχεας.
Θεοτοκίον
Ὡράθης ὦ Παρθένε Μήτηρ Θεοῦ, ὑπὲρ φύσιν τεκοῦσα ἐν σώματι, τὸν ἀγαθόν, Λόγον ἐκ καρδίας τῆς ἑαυτοῦ, ὃν ὁ πατὴρ ἠρεύξατο, πάντων πρὸ αἰώνων ὡς ἀγαθός· ὅν νῦν καὶ τῶν σωμάτων, ἐπέκεινα νοοῦμεν, εἰ καὶ τὸ σῶμα περιβέβληται.
Μεγάλυνον, ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω Στρατευμάτων.
 «Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον, οὐρανὸν τὸ σπήλαιον θρόνον Χερουβικὸν τὴν Παρθένον τὴν φάτνην χωρίον· ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός, ὅν ἀνυμνοῦντες μεγαλύνομεν».


Άγιος Κύριος ο Θεός ημών,
Άγιος Κύριος ο Θεός ημών.
Υψούτε Κύριον τόν Θεόν ημών, καί προσκυνείτε τώ υποποδίω τών ποδών  αυτού.
Ότι Άγιός εστιν
 ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Γ'
Ὅτι Χριστὸς ἐγήγερται, μή τις διαπιστείτω· ἐφάνη τῇ Μαρίᾳ γάρ, ἔπειτα καθωράθη, τοῖς εἰς ἀγρὸν ἀπιοῦσι, Μύσταις δὲ πάλιν ὤφθη, ἀνακειμένοις ἕνδεκα, οὕς βαπτίζειν ἐκπέμψας, εἰς Οὐρανούς· ὅθεν καταβέβηκεν ἀνελήφθη, ἐπικυρῶν τὸ κήρυγμα, πλήθεσι τῶν σημείων.
Ἐξαποστειλάριον τῆς Ἁγίας
Ἐν πνεύματι τῷ Ἱερῷ
Ἐνεύρωσας τὸ φρόνημα, γυναικῶν ὦ παρθένε, Αἰκατερῖνα πάντιμε, ἀθλοφόρων ἡ δόξα, καὶ Φιλοσόφων ἄνοιαν, ἐν Θεῷ διήλεγξας, ὡς λῆρον οὖσαν καὶ μῦθον, τὴν Πανάμωμον ὄντως, καὶ Μητέρα τοῦ Θεοῦ, συλλήπτορα κεκτημένη.
 Τῆς ἑορτῆς, ὅμοιον
Τοῦ Ἱεροῦ σε σήμερον, Θεοτόκε Παρθένε, δέχεται τὰ ἐνδότερα, χερσὶν Ἀρχιερέως, ἐν οἷς τριῶν ἀπὸ χρόνων, ἕως δύο καὶ δέκα, διέμεινας τρεφομένη, χερσὶ θείου Ἀγγέλου, ὡς ἁγία κιβωτός, τοῦ πάντα τεκτηναμένου.


ΨΑΛΜΟΣ ΡΜΗ' (148)

--Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὺτὸν ἐν τοῖς ὑψἰστοις· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
--Αἰνεῖτε αὐτὸν πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Αἶνοι Ἦχος πλ. δ'
1. τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
-- Κύριε, εἰ καὶ κριτηρίῳ παρέστης, ὑπὸ Πιλάτου κρινόμενος, ἀλλ' οὐκ ἀπελείφθης τοῦ θρόνου, τῷ Πατρὶ συγκαθεζόμενος, καὶ ἀναστὰς ἐκ νεκρῶν, τὸν κόσμον ἠλευθέρωσας, ἐκ τῆς δουλείας τοῦ ἀλλοτρίου, ὡς οἰκτίρμων καὶ Φιλάνθρωπος.  
ΨΑΛΜΟΣ ΡΝ' (l50)
2. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
-- Κύριε, εἰ καὶ ὡς νεκρὸν ἐν μνημείῳ, Ἰουδαῖοί σε κατέθεντο, ἀλλ' ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶταί σε ἐφύλαττον, καὶ ὡς ζωῆς θησαυρόν, σφραγῖδι ἐσφραγίσαντο, ἀλλὰ ἀνέστης καὶ παρέσχες, ἀφθαρσίαν ταῖς ψυχαῖς ἡμῶν.
3. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
-- Κύριε, ὅπλον κατὰ τοῦ διαβόλου, τὸν Σταυρόν σου ἡμῖν δέδωκας· φρίττει γὰρ καὶ τρέμει, μὴ φέρων καθορᾶν αὐτοῦ τὴν δύναμιν, ὅτι νεκροὺς ἀνιστᾷ καὶ θάνατον κατήργησε· διὰ τοῦτο προσκυνοῦμεν, τὴν Ταφήν σου καὶ τὴν Ἔγερσιν.
4. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων
Λαμπαδηφόροι παρθένοι, τὴν Ἀειπάρθενον, φαιδρῶς ὁδοποιοῦσαι, προφητεύουσιν ὄντως, ἐν Πνεύματι τὸ μέλλον· ναὸς γὰρ Θεοῦ, ἡ Θεοτόκος ὑπάρχουσα, πρὸς τὸν ναόν μετὰ δόξης Παρθενικῆς, νηπιόθεν ἐμβιβαζεται.
5. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων
Λαμπαδηφόροι παρθένοι, τὴν Ἀειπάρθενον, φαιδρῶς ὁδοποιοῦσαι, προφητεύουσιν ὄντως, ἐν Πνεύματι τὸ μέλλον· ναὸς γὰρ Θεοῦ, ἡ Θεοτόκος ὑπάρχουσα, πρὸς τὸν ναόν μετὰ δόξης Παρθενικῆς, νηπιόθεν ἐμβιβαζεται.


6. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Ἦχος δ' Ἔδωκας σημείωσιν
Μνήμην τὴν πανίερον, Αἰκατερῖνα πανεύφημε, τῆς σεπτῆς σου ἀθλήσεως, τελοῦντες δοξάζομεν, ἐν φωναῖς ἀπαύστοις, τὸν δεδωρημένον, ὑπομονὴν σοι καρτεράν, καὶ νικηφόρον σε ἀναδείξαντα, καὶ λόγον χορηγήσαντα, καταπτοοῦντα τοὺς ῥήτορας, Ἰησοῦν τὸν φιλάνθρωπον, καὶ Σωτῆρα καὶ Κύριον.

α΄.– «Ὑπομένων ὑπέμεινα τόν Κύριον καί προσέσχε μοι καί εἰσήκουσε τῆς δεήσεώς μου».
Μάρτυς ἐθελούσιος, Αἰκατερῖνα πανένδοξε, καθωράθης τὸν τύραννον, εὐτόνως ἐλέγξασα, καὶ δεινὴν μανίαν, τῆς πολυθεΐας, θεογνωσίας φωτισμῷ, καταβαλοῦσα, καὶ θείᾳ χάριτι, ἐντεῦθεν καὶ ὡς Μάρτυρα, καὶ ὡς Παρθένον πανάμωμον, ὁ Χριστὸς ἐστεφάνωσεν, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

β΄.– «Καί ἔστησεν ἐπί πέτραν τούς πόδας μου καί κατηύθυνεν τά διαβήματά μου».
Χάριν τὴν τοῦ Πνεύματος, Αἰκατερῖνα πανένδοξε, ἐν ἀνοίξει τοῦ στόματος, ἐδέξω καθάρασα, σεαυτὴν προθύμως, διὰ πολιτείας, καὶ λογισμῷ καρτερικῷ, τὴν τῶν τυράννων ὀφρύν, κατέσπασας· καὶ κάλλει τῷ τοῦ σώματος, τὴν ψυχικὴν ὡραιότητα, θεοφρόνως ἀντέθηκας, Ἀθλητῶν ἐγκαλλώπισμα.
Δόξα Ἦχος β' Λέοντος Μαΐστορος
Σήμερον τῷ Ναῷ προσάγεται, ἡ Πανάμωμος Παρθένος, εἰς κατοικητήριον τοῦ παντάνακτος Θεοῦ, καὶ πάσης τῆς ζωῆς ἡμῶν τροφοῦ. Σήμερον τὸ καθαρώτατον ἁγίασμα, ὡς τριετίζουσα δάμαλις, εἰς τὰ Ἅγια τῶν Ἁγίων εἰσάγεται· ταύτῃ ἐκβοήσωμεν, ὡς ὁ Ἄγγελος· Χαῖρε μόνη ἐν γυναιξὶν εὐλογημένη.


          
Καὶ νῦν ... Θεοτοκίον
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

Δόξα σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ, καί επί γής ειρήνη, εν ανθρώποις ευδοκία.
Υμνούμέν σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν μεγάλην σου δόξαν.
Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, καί Άγιον Πνεύμα,
Κύριε ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο αίρων τήν αμαρτίαν τού κόσμου, ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.
Πρόσδεξαι τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον ημάς.
Ότι σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.
Καθ' εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου εις τόν αιώνα, καί εις τόν αιώνα τού αιώνος.
Καταξίωσον, Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους φυλαχθήναι ημάς.
Ευλογητός εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον τό όνομά σου εις τούς αιώνας. Αμήν.
Γένοιτο, Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σέ.
Ευλογητός εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').
Κύριε, καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι ήμαρτόν σοι.
Κύριε, πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου.
Ότι παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.
Παράτεινον τό έλεός σου τοίς γινώσκουσί σε.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ γ').
Δόξα... Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.

 Σήμερον σωτηρία τώ κόσμω γέγονεν. Άσωμεν τώ αναστάντι εκ τάφου καί αρχηγώ τής ζωής ημών, καθελών γάρ τώ θανάτω τόν θάνατον, τό νίκος έδωκεν ημίν, καί τό μέγα έλεος.

Είς την λειτουργίαν

                                             ΑΝ Τ Ι Φ Ω Ν Α
  
Ἀντίφωνον α'
Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Δεδοξασμένα ἐλαλήθη περί σοῦ ἡ πόλις τοῦ Θεοῦ.
 Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Ὁ Θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Καθάπερ ἠκούσαμεν, οὕτω καὶ εἴδομεν.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 
Ἀντίφωνον β'
Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ ὕψιστος.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ αναστάς...

Ἁγιωσύνη καὶ μεγαλοπρέπεια ἐν τῷ ἁγιάσματι αὐτοῦ.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ αναστάς...

Αὕτη ἡ πύλη Κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ αναστάς...

Ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ αναστάς...


Δόξα... Καί νύν...

Ο Μονογενής Υιός και Λόγος του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν σωτηρίαν σαρκοθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας, σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της Αγίας Τριάδος, συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.

Αντίφωνον γ’
      Το πρόσωπόν σου λιτανεύσουσιν οί πλούσιοι τού λαού.

Ήχος δ’
Σήμερον τής ευδοκίας Θεού τό προοίμιον, καί τής τών ανθρώπων σωτηρίας η προκήρυξις. Εν Ναώ τού Θεού τρανώς η Παρθένος δείκνυται, καί τόν Χριστόν τοίς πάσι προκαταγγέλλεται, Αυτή καί ημείς μεγαλοφώνως βοήσωμεν. Χαίρε τής οικονομίας τού Κτίστου η εκπλήρωσις.

Εισοδικόν

Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ. Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι Αλληλούϊα

Ἀπολυτίκιον Ἦχος πλ. δ'
Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν. Ἡ ζωὴ καὶ ἡ Ἀνάστασις ἡμῶν, Κύριε δόξα σοι.
Ήχος δ’
Σήμερον τής ευδοκίας Θεού τό προοίμιον, καί τής τών ανθρώπων σωτηρίας η προκήρυξις. Εν Ναώ τού Θεού τρανώς η Παρθένος δείκνυται, καί τόν Χριστόν τοίς πάσι προκαταγγέλλεται, Αυτή καί ημείς μεγαλοφώνως βοήσωμεν. Χαίρε τής οικονομίας τού Κτίστου η εκπλήρωσις.
Τῆς Ἁγίας
Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον
Τὴν πανεύφημον νύμφην Χριστοῦ ὑμνήσωμεν, Αἰκατερῖναν τὴν θείαν καὶ πολιοῦχον Σινᾶ, τὴν βοήθειαν ἡμῶν καὶ ἀντίληψιν, ὅτι ἐφίμωσε λαμπρῶς, τοὺς κομψοὺς τῶν ἀσεβῶν, τοῦ Πνεύματος τῇ μαχαίρᾳ, καὶ νῦν ὡς Μάρτυς στεφθεῖσα, αἰτεῖται πᾶσι τὸ μέγα ἔλεος.

καὶ τοῦ ναοῦ…
Κοντάκιον. Ήχος δ΄. Ο υψωθείς εν τω Σταυρώ.
Ο καθαρώτατος ναός του Σωτήρος, η πολυτίμητος παστάς και Παρθένος, το ιερόν θησαύρισμα της δόξης του Θεού, σήμερον εισάγεται, εν τω οίκω Κυρίου, την χάριν συνεισάγουσα, την εν Πνεύματι Θείω. ην ανυμνούσιν Aγγελοι Θεού. Αύτη υπάρχει σκηνή επουράνιος.

Τό Τρισάγιον...

                                        
Ἀπόστολος: Τῆς Ἁγίας· «Πρό τοῦ ἐλθεῖν τήν πίστιν...» (Γαλ. γ΄ 23-29, δ΄ 1-5), ζήτει τοῦτον τῇ Πέμπτῃ ιε΄ ἑβδομάδος Ἐπιστολῶν.

 

Εὐαγγέλιον: Κυριακῆς ιγ΄ ἑβδομάδος Λουκᾶ· «Ἄνθρωπός τις προσ­ῆλθε τῷ Ἰησοῦ...» (Λουκ. ιη΄ 18-27).
Εἰς τό Ἐξαιρέτως: Μεγαλυνάριον
Ἄγγελοι τὴν Εἴσοδον τῆς Πανάγνου, ὁρῶντες ἐξεπλήττοντο πῶς ἡ Παρθένος εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.
Ὁ Εἱρμὸς
«Ὡς ἐμψύχῳ Θεοῦ κιβωτῷ, ψαυέτω μηδαμῶς χεὶρ ἀμυήτων, χείλη δὲ πιστῶν, τῇ Θεοτόκῳ ἀσιγήτως, φωνὴν τοῦ Ἀγγέλου ἀναμέλποντα, ἐν ἀγαλλιάσει βοάτω· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή».
Κοινωνικόν: «Ποτήριον σωτηρίου...».
«Εἴδομεν τό φῶς...»













Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου