2-12-2012
† ΚΥΡΙΑΚΗ ΚΣΤ΄ (ΙΔ΄ ΛΟΥΚΑ). ᾿Αββακοὺμ προφήτου (700 π.Χ.).
Θεοφίλου ὁσίου (†251), Μυρόπης μάρτυρος (δ΄ αἰ.). ῏Ηχος
α΄, ἑωθινὸν δ΄.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Θεός
Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, α'.
Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός
Κύριος, καί επέφανεν ημίν...
Στίχ, β'.
Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς,
Θεός
Κύριος, καί επέφανεν ημίν...
Στίχ, γ'.
Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός
Κύριος, καί επέφανεν ημίν...
Ἀπολυτίκιον. Ἦχος α’.
Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῷ κόσμῳ τὴν ζωήν. Διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν
ἐβόων σοι Ζωοδότα· Δόξα τῇ ἀναστάσει σου Χριστέ, δόξα τῇ Βασιλείᾳ σου, δόξα τῇ
οἰκονομίᾳ σου, μόνε Φιλάνθρωπε.
Δόξα
το αυτό
Καὶ νῦν... Θεοτοκίον
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.
Μετὰ τὴν α’ Στιχολογίαν,
Καθίσματα Ἀναστάσιμα. Ἦχος α’.
Τὸν τάφον σου Σωτήρ, στρατιῶται τηροῦντες, νεκροὶ τῇ ἀστραπῇ, τοῦ ὀφθέντος Ἀγγέλου, ἐγένοντο κηρύττοντος, γυναιξὶ τὴν ἀνάστασιν. Σὲ δοξάζομεν, τὸν τῆς φθορᾶς καθαιρέτην· σοὶ προσπίπτομεν,
τῷ ἀναστάντι ἐκ τάφου, καὶ μόνῳ Θεῷ ἡμῶν.
Δόξα.
Σταυρῷ προσηλωθείς, ἑκουσίως Οἰκτίρμον, ἐν μνήματι τεθείς, ὡς θνητὸς Ζωοδότα, τὸ κράτος συνέτριψας, Δυνατὲ τῷ θανάτῳ σου. Σὲ γὰρ ἔφριξαν,
οἱ πυλωροὶ οἱ τοῦ ᾅδου· σὺ συνήγειρας, τοὺς ἀπ’ αἰῶνος θανόντας, ὡς μόνος φιλάνθρωπος.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν,
βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ·
δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.
Μετὰ τὴν β’ Στιχολογίαν, ἕτερα.
Τοῦ λίθου σφραγισθέντος.
Γυναῖκες πρὸς τὸ μνῆμα παρεγένοντο ὄρθριαι, καὶ ἀγγελικὴν ὀπτασίαν θεασάμεναι ἔτρεμον· ὁ τάφος ἐξήστραπτε ζωήν, τὸ θαῦμα κατέπληττεν αὐτάς· διὰ τοῦτο ἀπελθοῦσαι, τοῖς μαθηταῖς ἐκήρυττον τὴν ἔγερσιν. Τὸν ᾅδην ἐσκύλευσε Χριστός, ὡς μόνος κραταιὸς καὶ δυνατός,
καὶ φθαρέντας συνήγειρε πάντας, τὸν τῆς κατακρίσεως φόβον, λύσας δυνάμει Σταυροῦ.
Δόξα.
Ἐν τῷ Σταυρῷ προσηλωθεὶς ἡ ζωὴ τῶν ἁπάντων, καὶ ἐν νεκροῖς λογισθεὶς ὁ ἀθάνατος Κύριος, ἀνέστης τριήμερος Σωτήρ, καὶ ἢγειρας Ἀδὰμ ἐκ τῆς φθορᾶς· διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν ἐβόων σοι Ζωοδότα· Δόξα τοῖς σοῖς παθήμασι Χριστέ· δόξα τῇ ἀναστάσει σου· δόξα τῇ συγκαταβάσει σου, μόνε Φιλάνθρωπε.
Καὶ νῦν. Θεοτοκίον.
Τὸν τάφον σου Σωτήρ.
Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων. Σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ
προστασία, καὶ σῴζεις τοὺς δούλους σου.
ΕΥΛΟΓΗΤΑΡΙΑ
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις. Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ, ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.
Δόξα...
Τριαδικὸν
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.
Καὶ νῦν
... Θεοτοκίον
Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (ἐκ γ')
ἡ Ὑπακοή.
Ἡ τοῦ λῃστοῦ μετάνοια, τὸν Παράδεισον ἐσύλησεν, ὁ δὲ θρῆνος
τῶν Μυροφόρων τὴν χαρὰν ἐμήνυσεν· ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ
μέγα ἔλεος.
Οἱ Ἀναβαθμοί. Ἀντίφωνον Α’.
Ἐν τῷ θλίβεσθαί με, εἰσάκουσόν μου τῶν ὀδυνῶν, Κύριε σοὶ κράζω.
Τοῖς ἐρημικοῖς, ἄπαυστος ὁ θεῖος πόθος ἐγγίνεται, κόσμου οὖσι
τοῦ ματαίου ἐκτός.
Δόξα. Καὶ νῦν.
Ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα, ὥσπερ Πατρί, πρέπει ἅμα καὶ Υἱῷ· διὰ τοῦτο ᾂσωμεν τῇ Τριαδικῇ Μονοκρατορίᾳ.
Ἀντίφωνον Β’.
Εἰς τὰ ὄρη τῶν σῶν, ὕψωσάς με νόμων, ἀρεταῖς ἐκλάμπρυνον, ὁ Θεός, ἵνα ὑμνῶ σε.
Δεξιᾷ σου χειρὶ λαβὼν σὺ Λόγε, φύλαξόν με, φρούρησον, μὴ πῦρ
με φλέξῃ τῆς ἁμαρτίας.
Δόξα. Καὶ νῦν.
Ἁγίῳ Πνεύματι, πᾶσα ἡ κτίσις καινουργεῖται, παλινδρομοῦσα εἰς τὸ πρῶτον· ἰσοσθενὲς γάρ ἐστι Πατρὶ καὶ Λόγῳ.
Ἀντίφωνον Γ’.
Ἐπὶ τοῖς εἰρηκόσι μοι· Ὁδεύσωμεν εἰς τὰς αὐλὰς τοῦ Κυρίου· εὐφράνθη μου τὸ πνεῦμα, συγχαίρει ἡ καρδία.
Ἐπὶ οἶκον Δαυΐδ, φόβος μέγας· ἐκεῖ γὰρ θρόνων ἐκτεθέντων,
κριθήσονται, ἅπασαι αἱ φυλαὶ τῆς γῆς καὶ γλῶσσαι.
Δόξα. Καὶ νῦν.
Ἁγίῳ Πνεύματι, τιμὴν προσκύνησιν, δόξαν καὶ κράτος, ὡς Πατρί τε ἄξιον, καὶ τῷ Υἱῷ δεῖ προσφέρειν· Μονὰς γάρ ἐστιν ἡ Τριὰς τῇ φύσει, ἀλλ’ οὐ προσώποις.
Προκείμενον.
Νῦν ἀναστήσομαι λέγει Κύριος, θήσομαι ἐν σωτηρίῳ, παρρησιάσομαι ἐν αὐτῷ.
Στίχ.
Τὰ λόγια Κυρίου λόγια ἁγνά, ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ,
κεκαθαρισμένον ἑπταπλασίως.
Ή Τάξις τού Εωθινού Ευαγγελίου
Ιερεύς Τού Κυρίου δεηθώμεν.
Χορός Κύριε, ελέησον.
Ιερεύς Ότι Άγιος εί ο Θεός ημών, και εν αγίοις επαναπαύη, και σοι
την δόξαν αναπέμπωμεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί
και εις τους αιώνας των αιώνων.
Χορός Αμήν.
Πάσα πνοή αινεσάτω τόν Κύριον (εκ γ').
Ιερεύς Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου
Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.
Χορός Κύριε, ελέησον (γ').
Ιερεύς Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.
Ιερεύς Ειρήνη πάσι.
Χορός Καί τώ Πνεύματί σου.
Ιερεύς Εκ τού κατά αγίου
Ευαγγελίου...
Ιερεύς Πρόσχωμεν.
Χορός Δόξα σοι, Κύριε, δόξα σοι.
Ευαγγελιον Εωθινόν δ’
Ανάστασιν Χριστού θεασάμενοι…
Ν' Ψαλμός
·
Ελέησόν
με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον
τό ανόμημά μου
·
επί
πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
·
ότι
τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
·
σοί
μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς
λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε
·
ιδού
γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
·
ιδού
γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
·
ραντιείς
με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
·
ακουτιείς
με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
·
απόστρεψον
τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
·
καρδίαν
καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
·
μή
απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ'
εμού
·
απόδος
μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
·
διδάξω
ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
·
ρύσαί
με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν
δικαιοσύνην σου
·
κύριε
τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου
·
ότι
ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις
·
θυσία
τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός
ουκ εξουθενώσει
·
αγάθυνον
κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
·
τότε
ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό
θυσιαστήριόν σου μόσχους
Δόξα... Ήχος β'
Ταίς τών Αποστόλων, πρεσβείαις
Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.
Καί νύν... Ήχος ο αυτός
Ταίς τής Θεοτόκου, πρεσβείαις
Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.
Ελέησόν με ο Θεός κατά τό μέγα έλεός
σου καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου.
Aναστάς ο Ιησούς από τού τάφου…
Κανὼν Ἀναστάσιμος.
Ἦχος α’. ᾨδὴ α’. Ὁ Εἱρμός.
Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχύϊ δεδόξασται· αὕτη γὰρ Ἀθάνατε, ὡς πανσθενὴς ὑπεναντίους ἔθραυσε, τοῖς Ἰσραηλίταις, ὁδὸν βυθοῦ καινουργήσασα.
Τροπάρια.
Στίχ.
Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Ὁ χερσὶν ἀχράντοις ἐκ χοός, θεουργικῶς κατ’ ἀρχὰς διαπλάσας
με, χεῖρας διεπέτασας ἐν τῷ Σταυρῷ, ἐκ γῆς ἀνακαλούμενος, τὸ φθαρέν μου σῶμα, ὃ
ἐκ Παρθένου προσείληφας.
Στίχ.
Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Νέκρωσιν ὑπέστη δι’ ἐμέ, καὶ τὴν ψυχὴν τῷ θανάτῳ προδίδωσιν,
ὁ ἐμπνεύσει θείᾳ ψυχήν μοι ἐνθείς· καὶ λύσας αἰωνίων δεσμῶν, καὶ συναναστήσας,
τῇ ἀφθαρσίᾳ ἐδόξασε.
Θεοτοκίον.
Στίχ.
Ὑπεραγία Θεοτόκε σῷσον ἡμᾶς.
Χαῖρε ἡ τῆς χάριτος Πηγή· χαῖρε ἡ κλῖμαξ καὶ πύλη οὐράνιος·
χαῖρε ἡ λυχνία καὶ στάμνος χρυσῆ, καὶ ὄρος ἀλατόμητον, ἡ τὸν Ζωοδότην, Χριστὸν
τῷ κόσμῳ κυήσασα.
Του Μηναίου
ᾨδὴ α'
Ἦχος δ'
Σόφισόν
με Κύριε ὁ Θεός μου, τὸν σὸν Προφήτην Ἀββακούμ, ὑμνῆσαι τὸν θεῖον, καὶ χάριτί
σου λάμπρυνον, ἀγαθὲ τὴν καρδίαν μου.
Ἕως
τίνος Κύριε ὁ Προφήτης, λέγει βοήσομαι πρὸς σέ, καὶ οὐκ εἰσακούσῃ; ἵνα τὶ δὲ
μοι ἔδειξας, τῶν κριτῶν τὴν ἀσέβειαν.
Τὸ
σεπτὸν μνημόσυνόν σου Προφῆτα, τοὺς ἐκτελοῦντας εὐλαβῶς, ταῖς σαῖς ἱκεσίαις,
κινδύνων ἀπολύτρωσαι, καὶ δεινῶν περιστάσεων.
Θεοτοκίον
Ὁ
Θεὸς ὁ Ἅγιος ἐπεφάνη, ἐν τῷ ἐγγίζειν τὸν καιρόν, ἐκ σοῦ Θεοτόκε, γενόμενος ἄνθρωπος,
ἵνα σώσῃ τὸν ἄνθρωπον.
ᾨδὴ γ’. Ὁ Εἱρμός.
Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾶν σοι· Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀχράντου σου δόξης Φιλάνθρωπε.
Στίχ.
Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Θεός μου ὑπάρχων Ἀγαθέ, πεσόντα κατῳκτείρησας, καὶ καταβῆναι
πρός με ηὐδόκησας, ἀνύψωσάς με διὰ σταυρώσεως, τοῦ βοᾶν σοι· Ἅγιος, ὁ τῆς δόξης
Κύριος, ὁ ἀνείκαστος ἐν ἀγαθότητι.
Στίχ.
Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Ζωὴ ἐνυπόστατος Χριστέ, ὑπάρχων καὶ φθαρέντα με, ὡς συμπαθὴς
Θεὸς ἐνδυσάμενος, εἰς χοῦν θανάτου καταβὰς Δέσποτα, τὸ θνητὸν διέρρηξας, καὶ
νεκροὺς τριήμερος, ἀναστὰς ἀφθαρσίαν ἠμφίεσας.
Θεοτοκίον.
Στίχ. Ὑπεραγία Θεοτόκε
σῶσον ἡμᾶς.
Θεὸν συλλαβοῦσα ἐν γαστρί, Παρθένε διὰ Πνεύματος, τοῦ παναγίου
ἔμεινας ἄφλεκτος· ἐπεί σε βάτος τῷ νομοθέτῃ Μωσῇ, φλεγομένη ἄκαυστα, σαφῶς
προεμήνυσε, τήν τὸ πῦρ δεξαμένην τὸ ἄστεκτον.
ᾨδὴ γ'
Νεύσει
πρὸς Θεὸν ὑψούμενος, καὶ φωτοδοσίαις, ταῖς παρ' αὐτοῦ φωτιζόμενος, τῶν μελλόντων
προεθεώρεις, Θεοφάντορ τὴν προτύπωσιν.
Πᾶσαν
ἀρετὴν ἐξήσκησας, πᾶσαν δὲ κακίαν, ἐκ διανοίας ἐμίσησας, καὶ δικαίως τοὺς ἀδικοῦντας,
ἐβδελύξω Παμμακάριστε.
Ῥήσεις
τοῦ Ἁγίου Πνεύματος, σὺ ὡς καθαρός, ἐπιστεύθης τρανότατα, προθεσπίζων τῶν ἐσομένων,
τὰς ἐκβάσεις Ἀξιάγαστε.
Θεοτοκίον
Ὄρος
ἀρεταῖς κατάσκιον, ἐξ οὗ ὁ Δεσπότης, δουλοπρεπῶς ἐπεδήμησε, τῆς δουλείας ἐλευθερῶσαι,
τοὺς ἀνθρώπους ὤφθης Πάναγνε.
Κάθισμα Ἦχος δ'
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Ἐπὶ
τῆς θείας φυλακῆς ἔστης μάκαρ, καὶ κατενόησας Θεοῦ παρουσίαν, προφητικοῖς ἐν ὄμμασι
θεόπνευστε· ὅθεν καὶ ἐβόησας, Ἀββακοὺμ μετὰ φόβου, Κύριε ἀκήκοα, τὴν φρικτὴν ἔλευσίν
σου, καὶ ἀνυμνῶ σε σάρκα χοϊκήν, ἐκ τῆς Παρθένου, φορέσαι θελήσαντα.
Θεοτοκίον
Καταφυγὴ
τῶν ἐν δεινοῖς ὑπαρχόντων, καταλλαγὴ πρὸς τὸν Θεὸν τῶν πταιόντων, ὑπεραγία Δέσποινα
περίσωζε ἡμᾶς, πάσης περιστάσεως, καὶ κακίας ἀνθρώπων, καὶ φρικτῆς κολάσεως, καὶ
παθῶν ἀτιμίας, τοὺς ἀδιστάκτῳ πίστει σε ἀεί, προσκαλουμένους, Παρθένε πανύμνητε.
ᾨδὴ δ’. Ὁ Εἱρμός.
Ὄρος σε τῇ χάριτι, τῇ θείᾳ κατάσκιον, προβλεπτικοῖς ὁ Ἀββακούμ,
κατανοήσας ὀφθαλμοῖς, ἐκ σοῦ ἐξελεύσεσθαι, τοῦ Ἰσραὴλ προανεφώνει τὸν ἅγιον, εἰς
σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.
Στίχ.
Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Τίς οὗτος, Σωτήρ, ὁ ἐξ Ἐδὼμ ἀφικόμενος, στεφηφορῶν ἐξ ἀκανθῶν,
πεφοινιγμένος τὴν στολήν, ἐν ξύλῳ κρεμάμενος; Τοῦ Ἰσραὴλ ὑπάρχει οὗτος ὁ Ἅγιος,
εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.
Στίχ.
Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Ἴδετε λαὸς τῶν ἀπειθῶν, καὶ αἰσχύνθητε· ὃν ὡς κακοῦργον γὰρ
ὑμεῖς, ἀναρτηθῆναι ἐν Σταυρῷ, Πιλάτῳ ᾐτήσασθε φρενοβλαβῶς, θανάτου λύσας τὴν δύναμιν,
θεοπρεπῶς ἐξανέστη τοῦ μνήματος.
Στίχ. Ὑπεραγία Θεοτόκε
σῶσον ἡμᾶς.
Ξύλον σε Παρθένε τῆς ζωῆς ἐπιστάμεθα· οὐ γὰρ τῆς βρώσεως
καρπός, θανατηφόρος τοῖς βροτοῖς, ἐκ σοῦ ἀνεβλάστησεν, ἀλλὰ ζωῆς τῆς ἀϊδίου ἀπόλαυσις,
εἰς σωτηρίαν ἡμῶν τῶν ὑμνούντων σε.
ᾨδὴ δ'
Φωτοειδὴς
δι' ἀρετῆς ὤφθης θεόπνευστε, καὶ τὸ φῶς τὸ ἀνέσπερον ἐμήνυσας, ᾧ νῦν ἐν πίστει
κράζομεν· Δόξα τῇ δυνάμει σου Κύριε.
Ἡ
τοῦ παντὸς φωτιστικὴ χάρις τοῦ Πνεύματος, δαψιλῶς ἐνοικήσασά σοι Πάνσοφε, Προφήτην
ἀπετέλεσε, πᾶσι τὸν Σωτῆρα μηνύοντα.
Τὴν
ἀκοὴν ἐνηχηθεὶς τοῦ Παντοκράτορος, εὐλαβῶς ἐφοβήθης θαυμάσιε, κατανόησας ἔργα δὲ
τούτου, ἐν ἐκστάσει γεγένησαι.
Θεοτοκίον
Ἡ
Κιβωτὸς τοῦ μαρτυρίου σε Πανάμωμε, διαγράφει τὸν ἄρτον τῆς ὄντως ζωῆς, τὴν
δεξαμένην, Ἄχραντε, Λόγον τῷ Πατρὶ συναΐδιον.
ᾨδὴ ε’ Ὁ Εἱρμός.
Ὁ φωτίσας τῇ ἐλλάμψει, τῆς σῆς παρουσίας Χριστέ, καὶ φαιδρύνας τῷ Σταυρῷ σου, τοῦ κόσμου τὰ πέρατα, τὰς καρδίας φώτισον, φωτὶ τῆς σῆς θεογνωσίας, τῶν ὀρθοδόξως ὑμνούντων σε.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει
σου Κύριε.
Τὸν ποιμένα τῶν προβάτων, τὸν μέγαν καὶ Κύριον, Ἰουδαῖοι διὰ
ξύλου σταυροῦ ἐθανάτωσαν· ἀλλ’ αὐτὸς ὡς πρόβατα νεκρούς, ἐν ᾅδῃ τεθαμμένους, κράτους
θανάτου ἐρρύσατο.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει
σου Κύριε.
Τῷ Σταυρῷ σου τὴν εἰρήνην, εὐαγγελισάμενος, καὶ κηρύξας αἰχμαλώτοις
Σωτήρ μου τὴν ἄφεσιν, τὸν κρατοῦντα ᾔσχυνας, Χριστέ, γυμνὸν ἠπορημένον, δείξας
τῇ θείᾳ ἐγέρσει σου.
Θεοτοκίον.
Στίχ. Ὑπεραγία Θεοτόκε
σῶσον ἡμᾶς.
Τὰς αἰτήσεις τῶν πιστῶς αἰτουμένων, Πανύμνητε, μὴ παρίδῃς, ἀλλὰ
δέχου, καὶ ταύτας προσάγαγε, τῷ Υἱῷ σου Ἄχραντε Θεῷ, τῷ μόνῳ εὐεργέτῃ· σὲ γὰρ
προστάτιν κεκτήμεθα.
ᾨδὴ ε'
Νῦν
ἐπαρθέντα ὁρᾷ, ἡ σεπτὴ Ἐκκλησία, τὸν Ἥλιον ἐν ξύλῳ, ὡς προεθέσπισας, Ἀββακοὺμ Ἱερώτατε.
Ἀναπτερώσας
τὸν νοῦν, ἐπὶ τῆς φυλακῆς σου, Πανόλβιε παρέστης, καὶ ἀπεσκόπευσας, τοῦ Κυρίου
τὴν ἔλευσιν.
Μεγαλοφώνως
σοφέ, ἐπὶ Θεῷ Σωτῆρι, χαρήσομαι ἐβόας, καὶ εὐφρανθήσομαι, Ἀββακοὺμ παμμακάριστε.
Θεοτοκίον
Βεβαρυμμένος
σειραῖς, τῶν πολλῶν μου πταισμάτων, ἐπὶ σὲ καταφεύγω, σῶσόν με Δέσποινα, τῶν
πιστῶν τὸ κραταίωμα.
ᾨδὴ ς' Ὁ Εἱρμὸς
«Ἐκύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος· οὐκ ἔστιν ὁ ῥυόμενος· ἑλογίσθημεν
ὡς πρόβατα σφαγῆς. Σῶσον τὸν λαόν σου ὁ Θεὸς ἡμῶν· σὺ γὰρ ἰσχὺς τῶν ἀσθενούντων,
καὶ ἐπανόρθωσις.».
Στίχ.
Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Τῷ πταίσματι τοῦ πρωτοπλάστου Κύριε, δεινῶς ἐτραυματίσθημεν·
τῷ δὲ μώλωπι ἰάθημεν τῷ σῷ, ᾧ ὑπὲρ ἡμῶν ἐτραυματίσθης Χριστέ· σὺ γὰρ ἰσχὺς τῶν ἀσθενούντων,
καὶ ἐπανόρθωσις.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει
σου Κύριε.
Ἀνήγαγες ἡμᾶς ἐξ ᾅδου Κύριε, τὸ κῆτος χειρωσάμενος, τὸ παμφάγον
Παντοδύναμε, τῷ σῷ κράτει καθελὼν αὐτοῦ τὴν δύναμιν· σὺ γὰρ ζωὴ καὶ φῶς ὑπάρχεις,
καὶ ἡ ἀνάστασις.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε
σῶσον ἡμᾶς.
Εὐφραίνονται ἐν σοί, Παρθένε ἄχραντε, τοῦ γένους οἱ προπάτορες,
τὴν Ἐδὲμ ἀπολαβόντες διὰ σοῦ, ἣν ἐκ παραβάσεως ἀπώλεσαν· σὺ γὰρ ἁγνή, καὶ πρὸ
τοῦ τόκου, καὶ μετὰ γέννησιν.
ᾨδὴ ς'
Ἀπὸ
Θαιμάν, ὁ Θεὸς σαρκωθεὶς ἐπεδήμησεν, ὡς προέφης, παρ' αὐτοῦ τηλαυγῶς φωτιζόμενος,
Ἀββακοὺμ τρισμάκαρ, καὶ τὸν κόσμον φωτὶ κατελάμπρυνεν.
Καταύγασον,
ὁ Θεὸς τὰς ψυχὰς τῶν ὑμνούντων σε, ταῖς πρεσβείαις,, Ἀββακοὺμ τοῦ σεπτοῦ καὶ θεόφρονος,
ὁ ἐμπνεύσει θείᾳ, καταλάμψας αὐτοῦ τὴν διάνοιαν.
Ὁ
φθόγγος σου, καὶ ῥημάτων τῶν θείων ἡ δύναμις, θεηγόρε, διελήλυθε πάντα τὰ πέρατα,
τὴν τοῦ Λόγου θείαν, παρουσίαν ἡμῖν προθεσπίζοντα.
Θεοτοκίον
Ὑπάρχοντα,
τῷ Πατρὶ τὸν Υἱὸν ὁμοούσιον, καὶ ἀνάρχως, τῷ Τεκόντι σαφῶς συννοούμενον, ἐπ' ἐσχάτων
σάρκα, γεγονότα Παρθένε γεγέννηκας.
Κοντάκιον Ἦχος α'
Ὅταν ἔλθῃς ὁ Θεὸς
Ἐξανέστης ὡς Θεός, ἐκ τοῦ τάφου ἐν δόξῃ, καὶ κόσμον συνανέστησας,
καὶ ἡ φύσις τῶν βροτῶν ὡς Θεόν σε ἀνύμνησε, καὶ θάνατος ἠφάνισται, καὶ ὁ Ἀδὰμ
χορεύει, Δέσποτα, καὶ ἡ Εὔα νῦν ἐκ τῶν δεσμῶν λυτρουμένη, χαίρει κράζουσα· Σὺ εἶ
ὁ πᾶσι παρέχων, Χριστὲ τὴν ἀνάστασιν.
Ὁ Οἶκος
Τὸν ἀναστάντα τριήμερον ἀνυμνήσωμεν, ὡς Θεὸν παντοδύναμον,
καὶ πύλας τοῦ ᾅδου συντρίψαντα, καὶ τοὺς ἀπ’ αἰῶνος ἐκ τάφου ἐγείραντα, Μυροφόροις
ὀφθέντα καθὼς ηὐδόκησε, πρώταις ταύταις τό, Χαίρετε, φήσας· καὶ Ἀποστόλοις χαρὰν
μηνύων, ὡς μόνος ζωοδότης. Ὅθεν πίστει αἱ γυναῖκες, Μαθηταῖς σύμβολα νίκης εὐαγγελίζονται,
καὶ ᾅδης στενάζει, καὶ θάνατος ὀδύρεται, καὶ κόσμος ἀγάλλεται, καὶ πάντες συγχαίρουσι·
Σὺ γὰρ παρέσχες πᾶσι, Χριστὲ τὴν ἀνάστασιν.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ
Β' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Προφήτου Ἀββακούμ.
Στίχοι
· Τάττει
Θεὸς σοι τοὺς πόδας τεθνηκότι,
· Εἰς
συντέλειαν Ἀββακούμ, καθὼς ἔφης.
· Δευτερίῃ
Ἀββακοὺμ ἀνεβήσατο εἰς Θεοῦ ἄστυ.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν καὶ ἐρημιτῶν, Ἰωάννου, Ἡρακλαίμονος, Ἀνδρέου
καὶ Θεοφίλου.
Στίχοι
· Ἀνδρῶν
τετρακτὺς εἰς ἄλυπον χωρίον,
· Ἐκ
θλίψεως γέμοντος ἦλθε χωρίου.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Μυρόπης.
Στίχοι
· Ὄντως
μύρον πέφηνε Χριστῷ Μυρόπη,
· Σῶμα
προσδοῦσα διὰ τοῦτον βασάνοις.
Μνήμη
τοῦ ὁσίου πατρὸς ἡμῶν Κυρίλλου Φιλεώτου ἀσκήσαντος ἐν ἔτει 1060.
Ἡ
ἁγία Μυρόπη ἐν τῇ φυλακῇ τελειοῦται.
Ὁ
ἅγιος Ἄβιβος ὁ νέος ἐν πυρὶ τελειοῦται.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ' Ὁ Εἱρμὸς
«Σὲ νοητήν, Θεοτόκε κάμινον, κατανοοῦμεν οἱ πιστοί· ὡς γὰρ παῖδας ἔσωσε τρεῖς, ὁ ὑπερυψούμενος, ὅλον με τὸν ἄνθρωπον, ἐν τῇ γαστρί σου ἀνέπλασεν, ὁ αἰνετός τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος.».
Στίχ.
Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Ἔφριξε γῆ, ἀπεστράφη ἥλιος, καὶ συνεσκότασε τὸ φῶς, διερράγη
τὸ τοῦ Ναοῦ θεῖον καταπέτασμα, πέτραι δὲ ἐσχίσθησαν· διὰ Σταυροῦ γὰρ ᾖρται ὁ δίκαιος,
ὁ αἰνετός τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Στίχ.
Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Σὺ γεγονώς, ὡσεὶ ἀβοήθητος, καὶ τραυματίας ἐν νεκροῖς, ἑκουσίως
τὸ καθ’ ἡμᾶς, ὁ ὑπερυψούμενος, πάντας ἠλευθέρωσας, καὶ κραταιᾷ χειρὶ συνανέστησας,
ὁ αἰνετός τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε
σῶσον ἡμᾶς.
Χαῖρε πηγή, ἀειζώου νάματος· Χαῖρε Παράδεισε τρυφῆς· Χαῖρε
τεῖχος τὸ τῶν πιστῶν· Χαῖρε Ἀπειρόγαμε· Χαῖρε ἡ παγκόσμιος χαρά, δι’ ἧς ἡμῖν ἐξανέτειλεν,
ὁ αἰνετός τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
ᾨδὴ ζ'
Μεμυημένος
σοφέ, τὴν ὑπὲρ λόγον γνῶσιν, καὶ προφητείας τὴν πολύφωτον, λαμπάδα κραυγάζεις νῦν·
ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Μαρμαρυγῆς
τριλαμποῦς, καὶ ἀνεκφράστου δόξης, τὴν μετουσίαν σοι δεδώρηται, Θεὸς ὃν ἐδόξασας,
ὁ τῶν Πατέρων βοῶν· Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον
Ἐν
γενεαῖς γενεῶν, Μήτηρ Παρθένος ὤφθης, εὐλογημένη ὑπὲρ ἔννοιαν, τὸν Λόγον κυήσασα,
σεσαρκωμένον Θεόν, ὑπερφυῶς Παρθένε.
ᾨδὴ η' Ὁ Εἱρμὸς
«Ἐν καμίνῳ παῖδες Ἰσραήλ, ὡς ἐν χωνευτηρίῳ, τῷ κάλλει τῆς εὐσεβείας,
καθαρώτερον χρυσοῦ, ἀπέστιλβον λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε,
καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
Στίχ.
Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Ὁ βουλήσει ἅπαντα ποιῶν, ὁ καὶ μετασκευάζων, ἐκτρέπων σκιὰν
θανάτου, εἰς αἰώνιον ζωήν, τῷ πάθει σου Λόγε Θεοῦ, σὲ ἀπαύστως πάντα τὰ ἔργα, ὡς
Κύριον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Στίχ.
Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Σὺ καθεῖλες σύντριμμα Χριστέ, καὶ τὴν ταλαιπωρίαν, ἐν πύλαις
καὶ ὀχυρώμασι τοῦ ᾅδου, ἀναστὰς ἐκ τάφου τριήμερος. Σὲ ἀπαύστως πάντα τὰ ἔργα, ὡς
Κύριον ὑμνοῦσι, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε
σῶσον ἡμᾶς.
Τὴν ἀσπόρως καὶ ὑπερφυῶς, ἐξ ἀστραπῆς τῆς θείας, τεκοῦσαν τὸν
μαργαρίτην, τὸν πολύτιμον Χριστόν, ὑμνήσωμεν λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα,
τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ η'
Λελαμπρυσμένος
τῷ φωτί, τῷ τρισηλίῳ ἠξιώθης Πανόλβιε, θείων καὶ ὑπερφυῶν θαυμάτων, κραυγάζων· Ὑμνεῖτε
τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Πίνων
χειμάρρουν τῆς τρυφῆς, καὶ τῆς ἀΰλου θεωρίας πληρούμενος, δόξης τε προφητικῆς,
καὶ προεδρίας μετέχων, χαίρων ἀνυμνεῖς, τὸν Θεὸν εἰς τοὺς αἰῶνας.
Ὢ
τῆς ἐνθέου καὶ σεπτῆς, τῆς τοῦ Προφήτου Ἀββακοὺμ ὡραιότητος! οὗτος γάρ, Ἀγγελικαῖς,
συγχορεύων δυνάμεσι, χαίρων ἀνυμνεῖ, τὸν Θεὸν εἰς τους αἰῶνας.
Θεοτοκίον
Μήτηρ
ἐδείχθης ἀληθῶς, τοῦ πρὸ αἰώνων ἐκ Πατρὸς ἀνατείλαντος· μόνη γὰρ ἀξιωτέρα, γεγένησαι
τῶν ἀσωμάτων Νοῶν, εὐλογημένη ἁγνὴ Παρθένε.
ᾨδὴ θ' Ὁ Εἱρμὸς
«Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος ἔδειξεν ἄφλεκτος·
καὶ νῦν καθ’ ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον,
ἵνα σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνομεν.».
Στίχ.
Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Ὢ πῶς ὁ λαὸς ὁ ἄνομος, ὁ ἀπειθὴς καὶ πονηρὰ βουλευσάμενος,
τὸν ἀλάστορα καὶ ἀσεβῆ ἐδικαίωσε, τὸν δὲ δίκαιον ξύλῳ κατέκρινε, τὸν Κύριον τῆς
δόξης! Ὃν ἐπαξίως μεγαλύνομεν.
Στίχ.
Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Σῶτερ, ὁ ἀμνὸς ὁ ἄμωμος, ὁ τὴν τοῦ κόσμου ἁμαρτίαν ἀράμενος,
σὲ δοξάζομεν τὸν ἀναστάντα τριήμερον, σὺν Πατρὶ καὶ τῷ θείῳ σου Πνεύματι, καὶ Κύριον
τῆς δόξης, θεολογοῦντες μεγαλύνομεν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε
σῶσον ἡμᾶς.
Σῶσον τὸν λαόν σου Κύριε, ὅν περ ἐκτήσω τῷ τιμίῳ σου αἵματι,
κατ’ ἐχθρῶν ἰσχὺν τῷ βασιλεῖ χαριζόμενος, καὶ ταῖς σαῖς Ἐκκλησίαις Φιλάνθρωπε,
βραβεύων τὴν εἰρήνην, τῆς Θεοτόκου ταῖς ἐντεύξεσιν.
ᾨδὴ θ'
Ἀστράπτει
ἡ μνήμη σου Προφῆτα, λαμπρὰν ἀποπέμπουσα τὴν αἴγλην, τῆς σῆς θεηγορίας, καὶ τῆς
σῆς μυσταγωγίας καὶ προφητείας, τοῖς σὲ τιμῶσιν, Ἀββακοὺμ μακαριώτατε.
Κηρύξας
τὸν Κύριον τῆς δόξης, καὶ τούτου προειπὼν τὴν παρουσίαν, ἐξ ἁγίας Παρθένου,
προφανῶς γεγενημένην καὶ δεδειγμένην, βλέπων εὐφραίνου, Ἀββακοὺμ μακαριώτατε.
Ἀγάλλονται
πάντες οἱ Προφῆται, ἐπὶ τῇ σῇ χαρμοσύνῳ ἡμέρᾳ, γεγηθότες θεόφρον, τῆς χαρᾶς σοι
κοινωνοῦντες καὶ θείας δόξης· οἷς συμπρεσβεύων, τοὺς ὑμνοῦντάς σε περίσῳζε.
Θεοτοκίον
Ῥανίσιν
Ἁγνὴ τῶν οἰκτιρμῶν σου, ψυχῆς μου ἀπόπλυνον τὸν ῥύπον, καὶ κρουνοὺς μοι δακρύων
ἀναβλύζειν, ἀενάως ποίησον Κόρη, τὰς τῶν παθῶν μου, ἀναβλύσεις ἀναστέλλουσα.
Καταβασίες
Ὠδὴ α’. Ἦχος α’
Χριστὸς
γεννᾶται δοξάσατε· Χριστὸς ἐξ οὐρανῶν ἀπαντήσατε· Χριστὸς ἐπὶ γῆς ὑψώθητε. ᾌσατε
τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται.
Ὠδὴ γ’.
Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ, καὶ ἐπ’ ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε.
Ὠδὴ δ’.
Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς, Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος· ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄυλος καὶ Θεός. Δόξα τῇ δυνάμει Σου Κύριε.
Ὠδὴ ε’.
Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης βουλῆς Σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτὸς ὀρθρίζοντες, δοξολογοῦμέν Σε, Φιλάνθρωπε.
Ὠδὴ ς’.
Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο· τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος, καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γὰρ οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν κατέσχεν ἀπήμαντον.
Ὠδὴ ζ’.
Οἱ Παῖδες, εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ’ ἐν μέσῳ τῆς φλογός, ἑστῶτες ἔψαλλον· Ὁ τῶν πατέρων, Θεὸς εὐλογητὸς εἶ.
Ὠδὴ η’.
Αἰνοῦμεν,
εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω, ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις τιμώντες μεγαλύνωμεν.
Ήχος α΄
Μεγαλύνει
η ψυχή μου τόν Κύριον, καί ηγαλλίασε τό πνεύμά μου επί τώ Θεώ τώ σωτήρί μου.
·
Τήν
Τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν
αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.
Ότι
επέβλεψεν επί τήν ταπείνωσιν τής δούλης αυτού, ιδού γάρ από τού νύν μακαριούσί
με πάσαι γενεαί,
·
Τήν
Τιμιωτέραν τών Χερουβείμ...
Ότι
εποίησέ μοι μεγαλεία ο Δυνατός, καί άγιον τό όνομα αυτού, καί τό έλεος αυτού
εις γενεάν, καί γενεάν τοίς φοβουμένοις αυτόν.
·
Τήν
Τιμιωτέραν τών Χερουβείμ...
Εποίησε
κράτος εν βραχίονι αυτού, διεσκόρπισεν υπερηφάνους διανοία καρδίας αυτών.
·
Τήν
Τιμιωτέραν τών Χερουβείμ...
Καθείλε
δυνάστας από θρόνων, καί ύψωσε ταπεινούς, πεινώντας ενέπλησεν αγαθών, καί
πλουτούντας εξαπέστειλε κενούς.
·
Τήν
Τιμιωτέραν τών Χερουβείμ...
Αντελάβετο Ισραήλ παιδός
αυτού, μνησθήναι ελέους, καθώς ελάλησε πρός τούς πατέρας ημών, τώ Αβραάμ, καί
τώ σπέρματι αυτού έως αιώνος.
Ὠδὴ θ’.
Μεγάλυνον
ψυχή μου, τὴν Τιμιωτέραν, καὶ ἐνδοξοτέραν, τῶν
ἄνω στρατευμάτων.
Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον· οὐρανὸν τὸ σπήλαιον· θρόνον, χερουβικόν τὴν Παρθένον· τὴν φάτνην χωρίον, ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός· ὃν ἀνυμνοῦντες μεγαλύνομεν.
q Άγιος Κύριος ο Θεός
ημών, γ’
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Δ'
Ταῖς ἀρεταῖς ἀστράψαντες, ἴδωμεν ἐπιστάντες, ἐν ζωηφόρῳ μνήματι, ἄνδρας ἐν ἀστραπτούσαις, ἐσθήσεσι Μυροφόροις, κλινούσαις εἰς γῆν ὄψιν, τοῦ οὐρανοῦ δεσπόζοντος, ἔγερσιν διδαχθῶμεν, καὶ πρὸς ζωήν, ἐν μνημείῳ δράμωμεν σὺν τῷ Πέτρῳ, καὶ τὸ πραχθὲν θαυμάσαντες, μείνωμεν Χριστὸν βλέψαι.
Θεοτοκίον
Τὸ χαίρετε φθεγξάμενος, διημείψω τὴν λύπην, τῷν Προπατόρων Κύριε, τὴν χαρὰν ἀντεισάγων, ἐγέρσεώς σου ἐν κόσμῳ, ταύτης οὖν ζωοδότα, διὰ τῆς κυησάσης σε, φῶς φωτίζον καρδίας, φῶς οἰκτιρμῶν, τῷν σῶν ἐξαπόστειλον τοῦ βοᾶν σοι· Φιλάνθρωπε, Θεάνθρωπε, δόξα τῇ σῇ Ἐγέρσει.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν
οὐρανῶν αἰνεῖτε αὺτὸν ἐν τοῖς ὑψἰστοις·
Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Αἰνεῖτε αὐτὸν πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ
Δυνάμεις αὐτοῦ· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Αἶνοι
Ἦχος δ'
1. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
-- Ὁ σταυρὸν ὑπομείνας καὶ θάνατον, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, παντοδύναμε Κύριε, δοξάζομέν σου τὴν Ἀνάστασιν.
ΨΑΛΜΟΣ ΡΝ' (l50)
2. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
-- Ἐν τῷ σταυρῷ σου Χριστέ, τῆς ἀρχαίας κατάρας ἠλευθέρωσας ἡμᾶς, καὶ ἐν τῷ θανάτῳ σου, τὸν τὴν φύσιν ἡμῶν τυραννήσαντα, διάβολον κατήργησας, ἐν δὲ τῇ Ἐγέρσει σου, χαρᾶς τὰ πάντα ἐπλήρωσας· διὸ βοῶμέν σοι, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.
3. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
-- Τῷ σῷ Σταυρῷ Χριστὲ Σωτήρ, ὁδήγησον ἡμᾶς ἐπὶ τὴν ἀλήθειάν σου, καὶ ῥῦσαι ἡμᾶς, τῶν παγίδων τοῦ ἐχθροῦ, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἀνάστησον ἡμᾶς πεσόντας τῇ ἁμαρτίᾳ, ἐκτείνας τὴν χεῖρά σου, φιλάνθρωπε Κύριε, τῇ πρεσβείᾳ τῶν Ἁγίων σου.
4. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
-- Τῶν Πατρικῶν σου κόλπων, μὴ χωρισθεὶς μονογενὲς Λόγε τοῦ Θεοῦ, ἦλθες ἐπὶ γῆς διὰ φιλανθρωπίαν, ἄνθρωπος γενόμενος ἀτρέπτως, καὶ Σταυρὸν καὶ θάνατον ὑπέμεινας σαρκί, ὁ ἀπαθὴς τῇ Θεότητι, ἀναστὰς δὲ ἐκ νεκρῶν ἀθανασίαν παρέσχες τῷ γένει τῶν ἀνθρώπων, ὡς μόνος παντοδύναμος.
5. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,
-- Θάνατον κατεδέξω σαρκί, ἡμῖν ἀθανασίαν πραγματευσόμενος Σωτήρ, καὶ ἐν τάφῳ ᾤκησας, ἵνα ἡμᾶς τοῦ ᾅδου ἐλευθερώσῃς, συναναστήσας ἑαυτῷ, παθών, μὲν ὡς ἄνθρωπος, ἀλλ' ἀναστὰς ὡς Θεός. Διὰ τοῦτο βοῶμεν· Δόξα σοι ζωοδότα Κύριε, μόνε Φιλάνθρωπε.
6. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
-- Πέτραι ἐσχίσθησαν Σωτήρ, ὅτε ἐν τῷ Κρανίῳ ὁ Σταυρός σου ἐπάγη, ἔφριξαν ᾅδου πυλωροί, ὅτε ἐν τῷ μνημείῳ ὡς θνητὸς κατετέθης· καὶ γάρ τοῦ θανάτου καταργήσας τὴν ἰσχύν, τοῖς τεθνεῶσι πᾶσιν ἀφθαρσίαν παρέσχες, τῇ Ἀναστάσει σου Σωτήρ, Ζωοδότα Κύριε δόξα σοι.
7. Ἀνάστηθι, Κύριε, ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.
-- Ἐπεθύμησαν Γυναῖκες, ἰδεῖν σου τὴν Ἀνάστασιν, Χριστὲ ὁ Θεός, ἦλθε προλαβοῦσα Μαρία ἡ Μαγδαληνή, εὗρε τὸν λίθον ἀποκυλισθέντα τοῦ μνήματος, καὶ τὸν Ἄγγελον καθεζόμενον καὶ λέγοντα· Τὶ ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν, ἀνέστη ὡς Θεός, ἵνα σώσῃ τὰ σύμπαντα.
8.
Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.
--
Ποῦ ἐστιν Ἰησοῦς, ὃν ἑλογίσασθε φυλάττειν; εἴπατε Ἰουδαῖοι, ποῦ ἐστιν, ὃν ἐθήκατε
ἐν τῷ μνήματι, τὸν λίθον σφραγίσαντες, δότε τὸν νεκρόν, οἱ τὴν ζωήν ἀρνησάμενοι,
δότε τὸν ταφέντα, ἢ πιστεύσατε τῷ ἀναστάντι. Κἄν ὑμεῖς σιγήσητε τοῦ Κυρίου τὴν Ἔγερσιν,
οἱ λίθοι κεκράξονται, μάλιστα ὁ ἀποκυλισθεὶς ἐκ τοῦ μνήματος. Μέγα σου τὸ ἔλεος!
Μέγα τὸ μυστήριον τῆς οἰκονομίας σου! Σωτὴρ ἡμῶν δόξα σοι.
Δόξα... ΕΩΘΙΝΟΝ Δ' Ἦχος δ'
Ὄρθρος ἦν βαθύς, καὶ αἱ Γυναῖκες ἦλθον ἐπὶ τὸ μνῆμά σου Χριστέ, ἀλλά τὸ σῶμα οὐχ εὑρέθη, τὸ ποθούμενον αὐταῖς· διὸ ἀπορουμέναις, οἱ ταῖς ἀστραπτούσαις ἐσθήσεσιν ἐπιστάντες. Τί τὸν ζῶντα μετὰ τῷν νεκρῶν
ζητεῖτε; ἔλεγον. Ἠγέρθη ὡς προεῖπε, τί ἀμνημονεῖτε τῶν ῥημάτων αὐτοῦ; Οἷς
πεισθεῖσαι, τὰ ὁραθέντα ἐκήρυττον, ἀλλ' ἐδόκει λῆρος τὰ εὐαγγέλια, οὕτως ἦσαν ἔτι
νωθεῖς οἱ Μαθηταί· ἀλλ' ὁ Πέτρος ἔδραμε, καὶ ἰδὼν ἐδόξασέ σου, πρὸς ἑαυτὸν τὰ
θαυμάσια.
Καὶ
νῦν... Θεοτοκίον
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε·
διὰ γὰρ τοῦ ἐκ
σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται,
ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.
ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ
Δόξα
σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ, καί επί γής ειρήνη, εν ανθρώποις
ευδοκία.
Υμνούμέν
σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν
μεγάλην σου δόξαν.
Κύριε
βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ,
καί Άγιον Πνεύμα,
Κύριε
ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο αίρων τήν αμαρτίαν τού κόσμου,
ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.
Πρόσδεξαι
τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον ημάς.
Ότι
σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.
Καθ'
εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου εις τόν αιώνα, καί εις τόν
αιώνα τού αιώνος.
Καταξίωσον,
Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους φυλαχθήναι ημάς.
Ευλογητός
εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον τό όνομά σου
εις τούς αιώνας. Αμήν.
Γένοιτο,
Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σέ.
Ευλογητός
εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').
Κύριε,
καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ
είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι ήμαρτόν σοι.
Κύριε,
πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου.
Ότι
παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.
Παράτεινον
τό έλεός σου τοίς γινώσκουσί σε.
Άγιος
ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ
γ').
Δόξα...
Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος
ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.
Σήμερον
σωτηρία τώ κόσμω γέγονεν. Άσωμεν τώ αναστάντι εκ τάφου καί αρχηγώ τής ζωής
ημών, καθελών γάρ τώ θανάτω τόν θάνατον, τό νίκος έδωκεν ημίν, καί τό μέγα
έλεος.
Είς την λειτουργίαν
Τα αντίφωνα
Α΄.Ήχος β΄
Στίχ. α'. Ευλόγει η
ψυχή μου, τόν Κύριον, καί πάντα τά εντός μου τό όνομα τό άγιον αυτού.
Ταίς πρεσβείαις τής Θεοτόκου, Σώτερ σώσον ημάς.
Στίχ. β'. Ευλόγει,
η ψυχή μου, τόν Κύριον, καί μή επιλανθάνου πάσας τάς ανταποδόσεις αυτού.
Ταίς πρεσβείαις τής Θεοτόκου...
Στίχ. γ'. Κύριος εν
τώ ουρανώ ητοίμασε τόν θρόνον αυτού, καί η Βασιλεία αυτού πάντων δεσπόζει.
Ταίς πρεσβείαις τής Θεοτόκου...
Δόξα... Καί νύν...
Ταίς πρεσβείαις τής Θεοτόκου...
Β΄. Ήχος β'
Στίχ. α'. Αίνει, η
ψυχή μου, τόν Κύριον, αινέσω Κύριον εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.
Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι.
Αλληλούια.
Στίχ. β'. Μακάριος,
ού ο Θεός Ιακώβ βοηθός αυτού, η ελπίς αυτού επί Κύριον τόν Θεόν αυτού.
Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...
Στίχ. γ'. Βασιλεύσει
Κύριος εις τόν αιώνα, ο Θεός σου, Σιών, εις γενεάν καί γενεάν.
Σώσον, ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...
Δόξα... Καί νύν...
Ο Μονογενής Υιός και
Λόγος του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν σωτηρίαν
σαρκοθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας,
σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της Αγίας Τριάδος,
συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.
Ἀπολυτίκιον. Ἦχος α’.
Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῷ κόσμῳ τὴν ζωήν. Διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν
ἐβόων σοι Ζωοδότα· Δόξα τῇ ἀναστάσει σου Χριστέ, δόξα τῇ Βασιλείᾳ σου, δόξα τῇ
οἰκονομίᾳ σου, μόνε Φιλάνθρωπε.
Εισοδικόν
Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ. Σώσον ημάς, Υιέ Θεού, ο
αναστάς εκ νεκρών,
ψάλλοντάς σοι Αλληλούϊα
Ἀπολυτίκιον. Ἦχος α’.
Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῷ κόσμῳ τὴν ζωήν. Διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν
ἐβόων σοι Ζωοδότα· Δόξα τῇ ἀναστάσει σου Χριστέ, δόξα τῇ Βασιλείᾳ σου, δόξα τῇ
οἰκονομίᾳ σου, μόνε Φιλάνθρωπε.
Είτα του
ναού
Κοντάκιον Ἦχος γ'
Ἡ
Παρθένος
σήμερον,
τὸν προαιώνιον Λόγον, ἐν Σπηλαίῳ ἔρχεται, ἀποτεκεῖν ἀπορρήτως. Χόρευε ἡ οἰκουμένη ἀκουτισθεῖσα, δόξασον μετὰ Ἀγγέλων καὶ
τῶν Ποιμένων, βουληθέντα ἐποφθῆναι, Παιδίον νέον, τὸν πρὸ αἰώνων Θεόν.
ΑΠΟΣΤΟΛΟΣ
Προκείμενον.Ήχος α’. (Ψαλμός λβ’).
Γένοιτο, Κύριε, το έλεος σου εφ΄ ημάς
Στίχ. Αγαλλιάσθε δίκαιοι, εν Κυρίω
Πρός Εφεσίους Επιστολής Παύλου το Ανάγνωσμα.
Ἀδελφοί, 8. ὡς τέκνα φωτὸς
περιπατεῖτε· 9. ὁ γὰρ καρπὸς τοῦ Πνεύματος ἐν πάσῃ ἀγαθωσύνῃ καὶ
δικαιοσύνῃ καὶ ἀληθείᾳ· 10. δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ. 11.
καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ
ἐλέγχετε· 12. τὰ γὰρ κρυφῇ γινόμενα ὑπ' αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν· 13.
τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται· πᾶν γὰρ τὸ φανερούμενον φῶς
ἐστι. 14. διὸ λέγει· ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ
ἐπιφαύσει σοι ὁ Χριστός. 15. Βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε, μὴ ὡς
ἄσοφοι, ἀλλ' ὡς σοφοί, 16. ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι
πονηραί εἰσι. 17. διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ
θέλημα τοῦ Κυρίου. 18. καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ
πληροῦσθε ἐν Πνεύματι, 19. λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ
ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ.
Αλληλούϊα
(γ’)
Ευαγγέλιον
Κυρ. ιδ΄ Λουκᾶ, «᾿Εγένετο ἐν τῷ ἐγγίζειν τὸν ᾿Ιησοῦν εἰς ᾿Ιεριχώ»
(Λκ. ιη΄ 35-43).
Είς το Εξαιρέτως...Άξιον Εστί
Κοινωνικὸν
<<Αινείτε τον Κύριον.>>
<<Είδομεν το
φώς>>...
Είη το όνομα
Κυρίου
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου