26-8-2012
† ΚΥΡΙΑΚΗ ΙΒ΄. Τῶν Ἁγίων Μαρτύρων Ἀδριανοῦ καί
Ναταλίας καί τοῦ Ὁσίου Πατρός ἡμῶν Ἰωάσαφ. ῏Ηχος γ΄.
῾Εωθινὸν α΄
ΕΙΣ ΤΟΝ
ΟΡΘΡΟΝ
Θεός
Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, α'. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός
Κύριος, καί επέφανεν ημίν...
Στίχ, β'. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς,
Θεός
Κύριος, καί επέφανεν ημίν...
Στίχ, γ'. Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός
Κύριος, καί επέφανεν ημίν...
Ἀπολυτίκιον
Ἦχος γ'
Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα... Ἀπολυτίκιον
Ἦχος γ'
Θείας πίστεως
Ἀναφαίρετον
ὄλβον ἡγήσω, τὴν σωτήριον πίστιν τρισμάκαρ, καταλιπὼν τὴν πατρῴαν ἀσέβειαν, καὶ
τῷ Δεσπότῃ κατ' ἴχνος ἑπόμενος, κατεπλουτίσθης ἐνθέοις χαρίσμασιν, Ἀδριανὲ ἔνδοξε,
Χριστὸν τὸν Θεὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Και νυν...
Θεοτοκίον
Σὲ
τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Καθίσματα
Ἦχος γ'
Χριστὸς ἐκ νεκρῶν ἐγήγερται, ἡ ἀπαρχὴ τῶν κεκοιμημένων. Ὁ Πρωτότοκος τῆς κτίσεως, καὶ Δημιουργὸς πάντων τῶν γεγονότων, τὴν καταφθαρεῖσαν φύσιν τοῦ γένους ἡμῶν, ἐν ἑαυτῷ ἀνεκαίνισεν. Οὐκ ἔτι θάνατε κυριεύεις· ὁ γὰρ τῶν ὅλων Δεσπότης, τὸ κράτος σου κατέλυσε.
Δόξα...
Σαρκὶ
τοῦ θανάτου γευσάμενος Κύριε, τὸ πικρὸν τοῦ θανάτου ἐξέτεμες τῇ Ἐγέρσει σου, καὶ τὸν ἄνθρωπον κατ' αὐτοῦ ἐνισχύσας, τῆς ἀρχαίας κατάρας τὴν ἥτταν ἀνακαλούμενος, ὁ ὑπερασπιστὴς τῆς ζωῆς ἡμῶν, Κύριε δόξα σοι.
Καὶ νῦν... Θεοτοκίον
Τὴν ὡραιότητα τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγεὶς ἐβόα σοι Θεοτόκε· Ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον, τί δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.
Τὴν ὡραιότητα τῆς παρθενίας σου
Τὸ ἀναλλοίωτον τὸ τῆς Θεότητος, καὶ τὸ ἑκούσιον πάθος σου Κύριε, εἰς ἑαυτὸν καταπλαγείς, ὁ ᾍδης ἐπωδύρετο. Τρέμω τὴν τοῦ σώματος, μὴ φθαρεῖσαν ὑπόστασιν, βλέπω τὸν ἀόρατον, μυστικῶς πολεμοῦντά με· διὸ καὶ οὓς κατέχω κραυγάζουσι· Δόξα Χριστὲ τῇ Ἀναστάσει σου.
Δόξα...
Τὸ ἀκατάληπτον τὸ τῆς Σταυρώσεως, καὶ ἀνερμήνευτον τὸ τῆς Ἐγέρσεως, θεολογοῦμεν οἱ πιστοί, ἀπόρρητον Μυστήριον· σήμερον γὰρ θάνατος, καὶ ὁ ᾍδης ἐσκύλευται, γένος δὲ ἀνθρώπινον ἀφθαρσίαν ἐνδέδυται· διὸ καὶ εὐχαρίστως κραυγάζομεν· Δόξα Χριστὲ τῇ Ἀναστάσει σου.
Καὶ νῦν... Θεοτοκίον
Τὸν ἀκατάληπτον καὶ ἀπερίγραπτον, τὸν ὁμοούσιον Πατρὶ καὶ Πνεύματι, ἐν τῇ γαστρί σου μυστικῶς, ἐχώρησας Θεομῆτορ, μίαν καὶ ἀσύγχυτον, τῆς Τριάδος ἐνέργειαν, ἔγνωμεν τῷ Τόκῳ σου, ἐν τῷ κόσμῳ, δοξάζεσθαι· διὸ καὶ εὐχαρίστως βοῶμέν σοι· Χαῖρε ἡ Κεχαριτωμένη.
ΕΥΛΟΓΗΤΑΡΙΑ
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις. Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ, ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.
Δόξα...
Τριαδικὸν
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.
Καὶ νῦν
... Θεοτοκίον
Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (ἐκ γ')
Ἡ Ὑπακοὴ
Ἦχος γ'
Ἐκπλήττων τῇ ὁράσει, δροσίζων τοῖς ῥήμασιν, ὁ ἀστράπτων Ἄγγελος, ταῖς μυροφόροις ἔλεγε· Τὸν ζῶντα τί ζητεῖτε ἐν μνήματι; ἡγέρθη κενώσας τὰ μνήματα τῆς φθορᾶς ἀλλοιωτήν, γνῶτε τὸν ἀναλλοίωτον, εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου! ὅτι τὸ γένος ἔσωσας τῶν ἀνθρώπων.
Οἱ Ἀναβαθμοὶ
Ἀντίφωνον Α'
Τὴν αἰχμαλωσίαν Σιών, σὺ ἐξείλου ἐκ Βαβυλῶνος κᾀμὲ ἐκ τῶν παθῶν, πρός ζωήν ἕλκυσον Λόγε.
Ἐν τῷ Νότῳ οἱ σπείροντες δάκρυσιν ἐνθέοις, θεριοῦσι στάχυας, ἐν χαρᾷ ἀειζωΐας.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, πᾶσα ἀγαθοδωρία, ὡς Πατρὶ καὶ Υἱῷ συναστράπτει, ἐν ᾧ τὰ πάντα ζῇ καὶ κινεῖται.
Ἀντίφωνον Β'
Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον τῶν ἀρετῶν, μάτην κοπιῶμεν, τὴν δὲ ψυχὴν σκέποντος, οὐδεὶς ἡμῶν πορθεῖται τὴν πόλιν.
Τοῦ καρποῦ τῆς γαστρός, τῷ Πνεύματι υἱοποιητῶς σοι τῷ Χριστῷ, ὡς Πατρὶ οἱ Ἅγιοι πάντοτε εἰσί.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, ἐνθεωρεῖται πᾶσα ἁγιότης σοφία· οὐσιοῖ πᾶσαν γὰρ κτίσιν· αὐτῷ λατρεύσωμεν· Θεὸς γάρ, ὡς Πατρί τε καὶ Λόγῳ.
Ἀντίφωνον Γ'
Οἱ φοβούμενοι τὸν Κύριον, μακάριοι τρίβους βαδιοῦνται, τῶν ἐντολῶν φάγονται· ζωηρὰν γὰρ παγκαρπίαν.
Κύκλῳ τῆς τραπέζης σου εὐφράνθητι, καθορῶν σου Ποιμενάρχα, τὰ ἔκγονα φέροντα, κλάδους ἀγαθοεργίας.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, ὁ πᾶς πλοῦτος τῆς δόξης, ἐξ οὗ χάρις καὶ ζωὴ πάσῃ τῇ κτίσει· σὺν Πατρὶ γάρ, ἀνυμνεῖται καὶ τῷ Λόγῳ.
Προκείμενον
Εἴπατε ἐν τοῖς ἔθνεσιν, ὅτι Κύριος ἐβασίλευσε· καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
Στίχ. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν.
Ή Τάξις τού Εωθινού Ευαγγελίου
Ιερεύς Τού Κυρίου δεηθώμεν.
Χορός Κύριε, ελέησον.
Ιερεύς Ότι Άγιος εί ο Θεός ημών, και εν αγίοις επαναπαύη, και σοι
την δόξαν αναπέμπωμεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί
και εις τους αιώνας των αιώνων.
Χορός Αμήν.
Πάσα πνοή αινεσάτω τόν Κύριον (εκ γ').
Ιερεύς Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου
Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.
Χορός Κύριε, ελέησον (γ').
Ιερεύς Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.
Ιερεύς Ειρήνη πάσι.
Χορός Καί τώ Πνεύματί σου.
Ιερεύς Εκ τού κατά ....
αγίου Ευαγγελίου...
Ιερεύς Πρόσχωμεν.
Χορός Δόξα σοι, Κύριε, δόξα σοι.
Ευαγγελιον Εωθινόν α’
Ανάστασιν Χριστού θεασάμενοι…
Ν' Ψαλμός
·
Ελέησόν
με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον
τό ανόμημά μου
·
επί
πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
·
ότι
τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
·
σοί
μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς
λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε
·
ιδού
γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
·
ιδού
γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
·
ραντιείς
με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
·
ακουτιείς
με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
·
απόστρεψον
τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
·
καρδίαν
καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
·
μή
απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ'
εμού
·
απόδος
μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
·
διδάξω
ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
·
ρύσαί
με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν
δικαιοσύνην σου
·
κύριε
τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου
·
ότι
ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις
·
θυσία
τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός
ουκ εξουθενώσει
·
αγάθυνον
κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
·
τότε
ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό
θυσιαστήριόν σου μόσχους
Δόξα... Ήχος β'
Ταίς τών Αποστόλων, πρεσβείαις
Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.
Καί νύν... Ήχος ο αυτός
Ταίς τής Θεοτόκου, πρεσβείαις
Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.
Ελέησόν με ο Θεός κατά τό μέγα έλεός
σου καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου.
Aναστάς ο Ιησούς από τού τάφου…
Κανὼν Ἀναστάσιμος
ᾨδὴ α' Ἦχος
γ'
Ὁ Εἱρμὸς
«Ὁ τὰ
ὕδατα πάλαι, νεύματι θείῳ, εἰς μίαν συναγωγὴν συναθροίσας, καὶ τεμὼν θάλασσαν Ἰσραηλίτῃ λαῷ, οὗτος ὁ Θεὸς ἡμῶν, δεδοξασμένος ὑπάρχει, αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ὁ τὴν γῆν κατακρίνας, τῷ παραβάντι, ἱδρῶτος φέρειν καρπὸν τὰς ἀκάνθας, ἀκανθῶν στέφανον ἐκ παρανόμου χειρός, οὗτος ὁ Θεὸς ἡμῶν, σωματικῶς δεδεγμένος, τήν κατάραν ἔλυσεν, ὅτι δεδόξασται.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Νικητὴς τροπαιοῦχος, κατὰ θανάτου, ὁ θάνατος δεδοικὼς ἀνεδείχθη· παθητὴν σάρκα γάρ, ἐμψυχωμένην λαβών, οὗτος ὁ Θεὸς ἡμῶν, καὶ συμπλακεὶς τῷ τυράννῳ, πάντας συνανέστησεν, ὅτι δεδόξασται.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἀληθῆ
Θεοτόκον, πάντα τὰ ἔθνη, δοξάζει σε τὴν ἀσπόρως τεκοῦσαν· ὑποδὺς μήτραν γὰρ ἡγιασμένην τὴν σήν, οὗτος ὁ Θεὸς ἡμῶν, τὸ καθ' ἡμᾶς οὐσιώθη, καὶ Θεός καὶ ἄνθρωπος, ἐκ σοῦ γεγέννηται.
τῶν Ἁγίων ὁ παρών
ᾨδὴ α' Ἦχος πλ. β'
Ὡς ἐν ἠπείρῳ
Ἐν
τῇ νυκτὶ με τοῦ βίου ὕπνῳ δεινῷ συσχεθέντα πράξεσι, μετανοίας πρὸς τὸ φῶς, ὁ Θεὸς
ἐξέγειρον εὐχαῖς, τῶν μαρτύρων σου Χριστέ, ἵνα δοξάζω σε.
Ἀπὸ
χειλέων σταζόντων τὸν γλυκασμὸν τῆς ἐνθέου γνώσεως, γλυκανθεὶς Ἀδριανέ, τὸν ἰὸν
ἐξήμεσας τῆς πρὶν ἀγνωσίας ἀληθῶς θεομακάριστε.
Ἀνατολῆς
λαμπροτέραν ἡλιακῆς, τὴν ψυχὴν ὡς ἔχουσα, τῆς ἀθλήσεως πρὸς φῶς, συνωθεῖς ὁμόζυγον
τὸν σόν, Ναταλία, γυναικῶν τὸ ἐγκαλλώπισμα.
Θεοτοκίον
Τὸν
σεαυτῆς δεξαμένη Δημιουργόν, ὡς αὐτὸς ἠθέλησεν, ἐξ ἀσπόρου σου γαστρός, ὑπὲρ νοῦν
σαρκούμενον Ἁγνή, τῶν κτισμάτων, ἀληθῶς ἐδείχθης Δέσποινα.
ᾨδὴ γ'
Ὁ Εἱρμὸς
«Ὁ ἐκ μὴ
ὄντων τὰ
πάντα παραγαγών, τῷ Λόγῳ κτιζόμενα, τελειούμενα Πνεύματι, Παντοκράτορ Δέσποτα, ἐν τῇ ἀγάπῃ τῇ σῇ στερέωσόν με».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Διὰ Σταυροῦ σου ᾐσχύνθη ὁ ἀσεβής· εἰργάσατο βόθρον γάρ, ὃν ὀρύξας εἰσπέπτωκε, ταπεινῶν ὑψώθη δὲ Χριστέ, τὸ κέρας ἐν τῇ σῇ Ἀναστάσει.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Τῆς εὐσεβείας τὸ κήρυγμα τῶν ἐθνῶν, ὡς ὕδωρ ἐκάλυψε τὰς θαλάσσας φιλάνθρωπε· ἀναστὰς ἐκ τάφου γάρ, τὸ τῆς Τριάδος ἀπεκάλυψας φέγγος.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Δεδοξασμένα λελάληνται περὶ σοῦ, ἡ πόλις ἡ ἔμψυχος, τοῦ ἀεὶ βασιλεύοντος· διὰ σοῦ γὰρ Δέσποινα, τοῖς ἐπὶ γῆς Θεὸς συνανεστράφη.
ᾨδὴ γ'
Οὐκ ἔστιν Ἅγιος ὡς σὺ
Δεσμὰ
φυγὼν εἰδωλικῆς, ματαιότητος μάρτυς, συνεδέθης τῷ πόθῳ, τῆς ἀγάπης τοῦ Χριστοῦ,
καὶ τοῖς δεσμοῖς τῶν αὐτοῦ, ἀθλοφόρων, χαίρων ἐκοινώνησας.
Μοχλῷ
τὰ σκέλη σιδηρῷ, συνθλαττόμενοι πάντες, ἀθλοφόροι Κυρίου, ἀσεβείας τὰ ὀστᾶ, ὑπομονῆς
τῷ μοχλῷ, καὶ ἀνδρείας, ὄντως συνετρίψατε.
Πυρὶ
ἀγάπης θεϊκῆς, τὴν ψυχὴν φλεγομένη, τοῦ συζύγου ἐξῆψας, τὸν ἔρωτα εἰς Χριστόν,
τὸν πόθον τὸν τῆς σαρκὸς Ναταλία, τέλεον μιμήσασα.
Θεοτοκίον
Τοῦ
θείου τόκου σου Ἁγνὴ πᾶσαν φύσεως τάξιν, ὑπερβαίνει τὸ θαῦμα· Θεὸν γὰρ ὑπερφυῶς,
συνέλαβες ἐν γαστρί, καὶ τεκοῦσα, μένεις ἀειπάρθενος.
Κάθισμα Ἦχος πλ. δ'
Τὴν Σοφίαν
Τῶν
μαρτύρων τοῖς πόνοις περιπλακείς, καὶ ἀνδρείως τῇ πίστει καθοπλισθείς, προθύμως
ἀνέθηκας, σεαυτὸν τῷ Κυρίω σου, καὶ τοῦ ἐχθροῦ κατέβαλες, τὸ θράσος τῇ χάριτι, Ἀδριανὲ
παμμάκαρ, Χριστοῦ μάρτυς ἔνδοξε· ὅθεν Ναταλία, ἐναθλοῦντα ὁρῶσα, ἐπήλειφε λόγοις
σε, σωτηρίοις πανεύφημε. Διὰ τοῦτο βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν
πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα... Καὶ νῦν...
Θεοτοκίον
Παναγία
Παρθένε Μήτηρ Θεοῦ, τῆς ψυχῆς μου τὰ πάθη τὰ χαλεπά, θεράπευσον δέομαι, καὶ
συγγνώμην παράσχου μοι, τῶν ἐμῶν πταισμάτων, ἀφρόνως ὧν ἔπραξα, τήν ψυχὴν καὶ τὸ
σῶμα, μολύνας ὁ ἄθλιος· Οἴμοι! τὶ ποιήσω, ἐν ἐκείνῃ τῇ ὥρᾳ, ἡνίκα οἱ Ἄγγελοι, τὴν
ψυχήν μου χωρίζουσιν, ἐκ τοῦ ἀθλίου μου σώματος: Τότε Δέσποινα, βοήθειά μου
γενοῦ, καὶ προστάτης θερμότατος· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ δοῦλός σου ἄχραντε.
ᾨδὴ δ'
Ὁ Εἱρμὸς
«Ἔθου πρὸς ἡμᾶς, κραταιὰν ἀγάπησιν Κύριε· τὸν μονογενῆ γάρ σου Υἱόν, ὑπὲρ ἡμῶν εἰς θάνατον δέδωκας· διό σοι κραυγάζομεν, εὐχαριστοῦντες· Δόξα τῇ δυνάμει σου Κύριε».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Στίγματα Χριστέ, συμπαθῶς καὶ μώλωπας ἤνεγκας, ὕβριν ῥαπισμάτων καρτερῶν, καὶ μακροθύμως φέρων ἐμπτύσματα, δι' ὧν κατειργάσω μοι τὴν σωτηρίαν· Δόξα τῇ δυνάμει σου Κύριε.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Σώματι θνητῷ, ἡ ζωὴ θανάτῳ ὡμίλησας, τῆς ταλαιπωρίας τῶν πτωχῶν, καὶ στεναγμοῦ πενήτων σου ἕνεκεν, καὶ φθείρας τὸν φθείραντα δεδοξασμένε, πάντας συνανέστησας, μόνε φιλάνθρωπε.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Μνήσθητι Χριστέ, ἧς ἐκτησω ποίμνης τῷ πάθει σου, τῆς δεδοξασμένης σου Μητρός, τὰς συμπαθεῖς ἐντεύξεις δεξάμενος, καὶ ἐπισκεψάμενος, κεκακωμένην ῥῦσαι, τῇ δυνάμει σου Κύριε.
ᾨδὴ δ'
Χριστός μου δύναμις
Χριστὸν
οἱ μάρτυρες, ἰσχὺν τιθέμενοι, τὸ ἀνίσχυρον θράσος τῶν διωκτῶν, ὄντως κατεπάτησαν,
καὶ τὰ βραβεῖα τῆς νίκης, οὐρανόθεν ἐκομίσαντο.
Οἰκείοις
αἵμασι, στολὴν ἐξύφανας, σεαυτῷ ἀφθαρσίας ἀποβαλών, τῆς φθορᾶς τὸ ἔνδυμα, καὶ τῷ
Θεῷ Ἀδριανέ, μετὰ δόξης νῦν παρίστασαι.
Ἰχῶρσι
πάντοθεν, περιρρεόμενον, τῶν Ἁγίων τὸ αἷμα, μύρον Θεῷ, ὄντως προσενήνεκται, τὴν
σηπεδόνα τῆς πλάνης, ἐκκαθαῖρον κραταιότατα.
Δολίοις
ῥήμασιν, Ἀδὰμ πεπλάνηται, τῆς συζύγου, τοῖς σοῖς δὲ Ἀδριανός, πλάνης ἀπαλλάττεται,
καὶ πρὸς Παράδεισον χαρά, Ναταλία εἰσοικίζεται.
Θεοτοκίον
Ὡς
ὄντως ἄφθεγκτα, καὶ ἀκατάληπτα, τὰ τῆς σῆς Θεοτόκε θεοπρεποῦς, πέφυκε κυήσεως,
τοῖς ἐπὶ γῆς καὶ οὐρανοῦ, ἀειπαρθένε μυστήρια.
ᾨδὴ ε'
Ὁ Εἱρμὸς
«Πρὸς σὲ ὀρθρίζω, τὸν τοῦ παντὸς Δημιουργόν, τὴν ὑπερέχουσαν πάντα νοῦν εἰρήνην, διότι φῶς τὰ προστάγματά σου, ἐν οἷς με καθοδήγησον».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Κριτῇ
ἀδίκῳ, Ἑβραίων φθόνῳ προδοθεὶς ὁ παντεπόπτης, καὶ ἅπασαν δικαίως, κρίνων τὴν γῆν, τὸν Ἀδὰμ τῆς πάλαι, ἐρρύσω κατακρίσεως.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Τὴν σὴν εἰρήνην, ταῖς Ἐκκλησίαις σου Χριστέ, τῇ ἀηττήτῳ δυνάμει τοῦ Σταυροῦ σου, ὁ ἐκ νεκρῶν ἀναστὰς παράσχου, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σκηνὴ
ἁγία, καὶ πλατυτέρα οὐρανῶν, ὡς τὸν ἐν πάσῃ ἀχώρητον τῇ κτίσει, Λόγον Θεοῦ δεξαμένη, μόνη ἐδείχθης Ἀειπάρθενος.
ᾨδὴ ε'
Τῶ θείῳ φέγγει σου ἀγαθὲ
Δεκὰς
διπλῆ ἡ τῶν ἀθλητῶν, σὺν ἁπλῇ τριάδι τῷ Χριστῷ νῦν συνδεόμενοι ἔλυσαν, δέσιν ἀσεβείας
ὄντως ἀνίσχυρον, ἰσχὺϊ τῆς Τριάδος οἱ γενναιότατοι.
Ἥλιος
ὥσπερ μέσον ἑστώς, ἄστρων φαεινῶν, Ἀδριανὲ τῶν σῶν συνάθλων ἀπήστραψας, φέγγος
εὐσεβείας, τῆς ἀσεβείας ἀχλύν, διώξας καὶ φωτίσας κόσμου τὰ πέρατα.
Δρόσος
ῥημάτων σου τῶν σεπτῶν, ἴαμα τῶν πόνων ἀληθῶς, τοῦ σοῦ συζύγου γεγένηται, ἀπογενομένων
τῇ τῶν κρειττόνων στοργῇ, θεόφρον Ναταλία μαρτύρων σύσκηνε.
Θεοτοκίον
Τοὺς
Θεοτόκον σε ἐκ ψυχῆς, Δέσποινα τοῦ κόσμου ἀγαθή, ὑμνολογοῦντας διάσωσον· σὲ γὰρ
προστασίαν ἀκαταμάχητον, κεκτήμεθα, τὴν ὄντως Θεογεννήτριαν.
ᾨδὴ ς'
Ὁ Εἱρμὸς
«Ἄβυσσος ἐσχάτη ἁμαρτιῶν ἐκύκλωσέ με, καὶ ἐκλείπει τὸ πνεῦμά μου, ἀλλ' ἐκτείνας Δέσποτα, σὸν ὑψηλὸν βραχίονα, ὡς τὸν Πέτρον με, κυβερνῆτα διάσωσον».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἄβυσσος ἐλέους καὶ οἰκτιρμῶν, ἐκύκλωσέ με, τῇ εὐσπλάγχνῳ καθόδῳ σου· σαρκωθεὶς γὰρ Δέσποτα, καὶ γεγονὼς ἐν δούλου μορφῇ, ἐθεούργησας, καὶ σεαυτῷ συνεδόξασας.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Νέκρωσιν ὑπέστη ὁ νεκρωτής, τὸν νεκρωθέντα ζωωθέντα θεώμενος, τῆς σῆς Ἀναστάσεως, ταῦτα Χριστὲ τὰ σύμβολα, καὶ τοῦ Πάθους σου, τοῦ ἀχράντου τὰ ἔπαθλα.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Πάναγνε ἡ μόνη τῷ πλαστουργῷ, καὶ τοῖς ἀνθρώποις, ὑπὲρ νοῦν μεσιτεύσασα, τὸν Υἱόν σου ἵλεων, τοῖς ἐπταικόσι δούλοις σου, καὶ ὑπέρμαχον, χρηματίσαι δυσώπησον.
ᾨδὴ ς'
Τοῦ βίου τὴν θάλασσαν
Χριστοῦ
κυβερνώμενοι, τῇ παλάμῃ ἀβλαβῶς, τῆς ἀθεΐας πέλαγος, διήλθετε καὶ ὅρμῳ τῷ γαληνῷ,
τῆς ἄνω λαμπρότητος, ἀθληταὶ τοῦ Κυρίου προσωρμίσθητε.
Ὡς
ἄνθη μυρίζουσι, τῶν ἀγώνων σου σοφέ, τὰ ὑπὲρ φύσιν ἔπαθλα· καὶ γὰρ Θεοῦ ἐδείχθης,
Ἀδριανέ, εὐῶδες θυμίαμα, τῷ πυρὶ τῶν βασάνων πυρπολούμενος.
Τῷ
κάλλει τῆς πίστεως, ἡ ἁγία σου ψυχή, ὡραϊσμένη πάνσεμνε, καὶ τὸ κάλλος ζητοῦσα,
ὡς ἀληθῶς, Χριστοῦ τὸ ἀμήχανον, Ναταλία τοῦ πόθου οὐ διήμαρτες.
Θεοτοκίον
Ἡ
πάναγνος Δέσποινα, ἡ τεκοῦσα τοῖς βροτοῖς, τὸν κυβερνήτην Κύριον, τῶν παθῶν μου
τὸν ἄστατον καὶ δεινόν, κατεύνασον τάραχον, καὶ γαλήνην παράσχου τῇ καρδίᾳ μου.
Κοντάκιον Ἦχος γ'
‘Εξανέστης
σήμερον, ἀπὸ τοῦ τάφου Οἰκτίρμον, καὶ ἡμᾶς ἐξήγαγες, ἐκ τῶν πυλῶν τοῦ θανάτου, σήμερον Ἀδὰμ χορεύει, καὶ χαίρει Εὔα, ἅμα δέ, καὶ οἱ Προφῆται, σὺν Πατριάρχαις, ἀνυμνοῦσιν ἀκαταπαύστως, τὸ θεῖον κράτος τῆς ἐξουσίας σου.
Ὁ Οἶκος
Ὁ
οὐρανὸς καὶ ἡ γῆ σήμερον χορευέτωσαν, καὶ Χριστὸν τὸν Θεὸν ὁμοφρόνως ὑμνείτωσαν, ὅτι τοὺς δεσμίους ἐκ τῶν τάφων ἀνέστησε. Συγχαίρει πᾶσα ἡ κτίσις, προσφέρουσα ἐπάξια ᾄσματα, τῷ πάντων Κτίστῃ καὶ Λυτρωτῇ ἡμῶν, ὅτι τοὺς βροτοὺς ἐξ ᾅδου σήμερον, ὡς Ζωοδότης συνανελκύσας, πρὸς οὐρανοὺς συνανυψοῖ, καὶ καταράσσει τοῦ ἐχθροῦ τὰς ἐπάρσεις, καὶ πύλας τοῦ ᾅδου διαθλάττει, τῷ θείῳ κράτει τῆς ἐξουσίας αὐτοῦ.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων μαρτύρων, Ἀδριανοῦ καὶ
Ναταλίας καὶ τῆς συνοδίας αὐτῶν.
Στίχοι
Ἀδριανοῦ
τέμνουσι χεῖρας καὶ πόδας
Χεῖρες
πονηρῶν, ὧν φονοδρόμοι πόδες.
Ἐν
τῷ βίῳ σύνευνος, ἐν δὲ τῷ πόλῳ
Ἀδριανῷ
σύσκηνος ἡ Ναταλία.
Ἀδριανὸς
τμήθη χεῖρας πόδας εἰκάδι ἕκτῃ.
Τῇ αὐτῇ ἡμέρᾳ οἱ συναθλήσαντες τῷ Ἁγίῳ Ἀδριανῷ ξίφει τελειοῦνται.
Στίχοι
Τέμνουσιν
ἀνδρῶν εἰκοσιτριῶν ἄκρα,
Τὰ
τετράκις τοσαῦτα χεῖρας καὶ πόδας.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων μαρτύρων Ἀττικοῦ καὶ Σισινίου καὶ
τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰβιστίωνος.
Στίχοι
Συσταδιοδρομοῦσιν
ἀθληταὶ δύο,
Ξίφους
δραμόντες στάδιον κουφοδρόμως.
Ῥυφθεὶς
ὑσσώπῳ δακρύων, Ἰβιστίων,
Εὔθυμος
εἰς ἄδακρυ χωρεῖς χωρίον.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη ἑτέρου μάρτυρος Ἀδριανοῦ.
Στίχοι
Ἀδριανὸν
τμηθέντα κοσμήσει στέφος,
Ἐν
τῇ μεγίστῃ τῶν στεφάνων ἡμέρᾳ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἰωάσαφ, υἱοῦ Ἀβενὴρ τοῦ Βασιλέως.
Στίχοι
Ζήλῳ
τὰ βασίλεια Παμβασιλέως,
ᾬκησεν
υἱὸς γηΐνου βασιλέως.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Τιθόης ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Οὐκ
εἶχεν, οἶμαι, σάρκα Τιθόης ὅλως.
Κἂν
εἶχε, τήξας, οὐκ ἐᾷ βρῶσιν τάφῳ.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'
Ὁ Εἱρμὸς
«Ὡς πάλαι τοὺς εὐσεβεῖς, τρεῖς Παῖδας ἐδρόσισας, ἐν τῇ φλογὶ τῇ Χαλδαϊκῇ, τῷ φωτιστικῷ τῆς Θεότητος πυρί, καὶ ἡμᾶς καταύγασον· Εὐλογητὸς εἶ κράζοντας· ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἐρράγη τὸ τοῦ Ναοῦ, φαιδρὸν καταπέτασμα, ἐν τῷ Σταυρῷ τοῦ Δημιουργοῦ, τὴν ἐγκεκρυμμένην τῷ γράμματι δηλοῦν, τοῖς πιστοῖς ἀλήθειαν· Εὐλογητὸς εἶ κράζουσιν, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Νυγείσης σου τῆς πλευρᾶς, ῥανίδες θεόρρυτοι, ζωοποιοῦ αἵματος Χριστέ, οἰκονομικῶς ἀποστάζουσαι εἰς γῆν, τοὺς ἐκ γῆς ἀνέπλασαν. Εὐλογητὸς εἶ κράζοντας, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Τριαδικὸν
Τὸ Πνεῦμα τὸ ἀγαθόν, Πατρὶ συνδοξάσωμεν, καὶ τῷ Υἱῷ τῷ μονογενεῖ, μίαν ἐν τρισί, πιστοὶ σέβοντες ἀρχήν, καὶ μίαν Θεότητα. Εὐλογητὸς εἶ κράζοντες, ὁ Θεός ὁ τῶν Πατέρων ἡμῶν.
ᾨδὴ ζ'
Δροσοβόλον μὲν τὴν κάμινον
Ἀκαθαίρετοι
ὡς πύργοι ἀνεδείχθητε, Σιὼν τῆς ἄνω μάρτυρες, ἐδαφίσαντες, ἑλεπόλεις πάσας τοῦ ἐχθροῦ,
μοχλῷ τῆς ἀθλήσεως ὑμῶν· διὸ τιμῶμεν εὐσεβῶς ὑμῶν τήν μνήμην ἀεί.
Βοηθός,
Ἀδριανῷ ἡ Ναταλία ὡς καὶ σύμψυχος, παρὰ Θεοῦ δεδώρηται, ἀνελκύουσα, ἐμπαρέντα
τοῦτον τῷ βυθῷ, τῆς πλάνης καὶ πείθουσα βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός ὁ τῶν Πατέρων
ἡμῶν.
Ὡς
πολύτιμον θησαύρισμα τοῦ μάρτυρος, τὴν χεῖρα θησαυρίσασα, οὐ προέδωκας, σωφροσύνης
σου τὸν θησαυρόν, συλῆσαι τοῖς σπεύδουσι Σεμνή, κυβερνωμένη τῇ χειρὶ τοῦ τῶν ἁπάντων
Θεοῦ.
Θεοτοκίον
Νεανίας
τρεῖς ἡ κάμινος οὐκ ἔφλεξε, γέννησιν προτυποῦσα τὴν σήν· τὸ γὰρ θεῖον πῦρ σε μὴ
φλέξαν, ᾤκησεν ἐν σοί, καὶ πάντας ἐφώτισε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός ὁ τῶν Πατέρων
ἡμῶν.
ᾨδὴ η'
Ὁ Εἱρμὸς
«Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείᾳ προεστῶτες νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἐρράγη ναοῦ ἡ φαιδρότης, ὅτε ὁ Σταυρός σου ἐπάγη ἐν Κρανίῳ, καὶ ἡ κτίσις συνεκλονεῖτο, φόβῳ ἀναμέλπουσα· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἀνέστης Χριστὲ ἐκ τοῦ τάφου, καὶ τὸν πεπτωκότα τῇ ἀπάτῃ, διὰ ξύλου ἀνωρθώσω θείᾳ δυνάμει, κράζοντα καὶ λέγοντα· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ναὸς τοῦ Θεοῦ ἀνεδείχθης, ἔμψυχον χωρίον κιβωτός τε, τὸν Ποιητήν· τοῖς βροτοῖς γὰρ Θεογεννῆτορ, ἄχραντε κατήλλαξας, καὶ ἀξίως πάντα τὰ ἔργα ὑμνοῦμέν σε, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ η'
Ἐκ φλογὸς τοῖς Ὁσίοις
Τῷ
πυρὶ τῶν βασάνων ὁλοκαυτούμενοι, ἀσεβείας τὴν φλόγα πᾶσαν ἐσβέσατε, αἵμασιν ὑμῶν,
ἀθλοφόροι κραυγάζοντες· Σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.
Οἱ
κρουνοὶ τῶν αἱμάτων τῶν ἀθλοφόρων σου, ποταμοὶ ἰαμάτων κόσμῳ γεγόνασι, θάλασσαν
δεινῶν, παθημάτων ξηραίνοντες, οὓς ἀνευφημοῦντες, Χριστὲ σὲ εὐλογοῦμεν.
Γυναικὸς
θαυμασίας τὶς οὐ θαυμάσειε, τὸ πρὸς Κύριον φίλτρον, ὅπως ἐμίσησεν, ἔρωτα σαρκός,
καὶ τὸν σύζυγον ἔπεισε, σέβειν καὶ δοξάζειν, Χριστὸν εἰς τούς αἰῶνας.
Θεοτοκίον
Ἐκ
φωτὸς φωτοδότην Λόγον συνέλαβες, καὶ τεκοῦσα ἀφράστως τοῦτον δεδόξασαι· Πνεῦμα
γὰρ ἐν σοί, Κόρη θεῖον ἐσκήνωσεν, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ'
Ὁ Εἱρμὸς
«Καινὸν τὸ θαῦμα καὶ θεοπρεπές! τῆς Παρθένου γὰρ τὴν κεκλεισμένην πύλην, σαφῶς διοδεύει Κύριος, γυμνὸς ἐν εἰσόδῳ, καὶ σαρκοφόρος ὤφθη ἐν ἐξόδῳ Θεός, καὶ μένει ἡ πύλη κεκλεισμένη· ταύτην ἀφράστως, ὡς Θεομήτορα μεγαλύνομεν».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Φρικτὸν ἰδέσθαι σὲ τὸν ποιητήν, ἐπὶ ξύλου ἀναρτηθέντα Λόγε Θεοῦ, σαρκικῶς δὲ πάσχοντα, Θεὸν ὑπὲρ δούλων, καὶ ἐν μνημείῳ ἄπνουν κατακείμενον, νεκροὺς δὲ τοῦ ᾅδου λελυκότα· ὅθεν Χριστέ σε, ὡς παντοδύναμον μεγαλύνομεν.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Φθορᾶς θανάτου ἔσωσας Χριστέ, τοὺς προπάτορας, κατατεθεὶς ἐν τάφῳ νεκρός, καὶ ζωὴν ἐξήνθησας, νεκροὺς ἀναστήσας, χειραγωγήσας φύσιν τὴν βροτείαν πρὸς φῶς, καὶ θείαν ἐνδύσας ἀφθαρσίαν· ὅθεν πηγήν σε, φωτὸς ἀειζώου μεγαλύνομεν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ναὸς καὶ θρόνος ὤφθης τοῦ Θεοῦ, ἐν ᾧ ᾤκησεν ὁ ἐν ὑψίστοις πέλων, τεχθεὶς ἀπειράνδρως Πάναγνε, σαρκὸς μὴ ἀνοίξας ὅλως σου πύλας· ὅθεν ταῖς ἀλήκτοις, σεμνὴ λιταῖς σου, τὰ φῦλα τῶν βαρβάρων, θᾶττον εἰς τέλος, τῷ Βασιλεῖ ἡμῶν καθυπόταξον.
ᾨδὴ θ'
Θεὸν ἀνθρώποις
Μελῶν
στρεβλώσεις δεινῶν ἐπίτασις, ξίφος οὐ πῦρ οὐ θάνατος, σαρκὸς ὁ ἐπίκηρος, τοῦ
Χριστοῦ τῆς ἀγάπης χωρίσαι ὑμᾶς, ἔνδοξοι ἀθλοφόροι, ὅλως οὐκ ἴσχυσεν· ὅθεν εἰς
αἰῶνας, σὺν αὐτῷ ἀεὶ εὐφραίνεσθε.
Στρατὸς
ἐχθροῖς πᾶσιν ἀπροσμάχητος, πόλις Θεοῦ, καὶ κατωχυρωμένον βασίλειον, κεκλεισμένος
Παράδεισος ἄσυλος, φάλαγξ τροπαιοφόρος, δῆμος θεόλεκτος, στῦλοι Ἐκκλησίας, ἀρραγεῖς
μάρτυρες ὤφθητε.
Λαμπὰς
θεόφωτος ἄστρα φαίνοντα, λύχνος ἡμῖν τὸ φῶς τῆς εὐσεβείας πυρσεύοντες, τοῦ ἡλίου
τῆς δόξης αὐγάσματα, τέκνα τῆς ἀνεσπέρου μακαριότητος, μάρτυρες ἐδείχθητε,
Χριστοῦ σεβασμιώτατοι.
Πηγὴ
ναμάτων πλήρης τοῦ Πνεύματος, καὶ ποταμὸς ἐνθέων, χαρισμάτων πληρούμενος, καὶ
κρατὴρ ἀθλήσεως, προχέων κρουνούς, πέλαγος σωτηρίας, μάρτυρες ὤφθητε, ζάλης
πειρασμῶν, παντοδαπῶν ἡμᾶς λυτρούμενοι.
Χοροῖς
μαρτύρων Χριστοῦ πανεύφημε, παρεστηκὼς τῷ θρόνῳ, τοῦ τῶν ὅλων δεσπόζοντος, τοὺς
τελοῦντας σὴν μνήμην περίσῳζε, πίστει καὶ προθυμίᾳ, πάντων λυτρούμενος, τῶν
παρενοχλούντων, πειρασμῶν ταῖς ἱκεσίαις σου.
Θεοτοκίον
Νεκροῖς
ἀνάστασις νῦν δεδώρηται, διὰ τῆς σῆς ἀφράστου, καὶ ἀρρήτου κυήσεως, Θεοτόκε πάνσεμνε·
ζωὴ γὰρ ἐκ σοῦ, σάρκα περικειμένη, πᾶσιν ἐξέλαμψε, καὶ τὸ τοῦ θανάτου, ἀμειδὲς
σαφῶς διέλυσεν.
Καταβασίες
Ὠδὴ α’.
Σταυρὸν χαράξας Μωσῆς, ἐπ’ εὐθείας ῥάβδῳ, τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι· τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι, κροτήσας ἥνωσεν, ἐπ’ εὔρους διαγράψας, τὸ ἀήττητον ὅπλον· διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
Ὠδὴ γ’.
Ῥάβδος εἰς τύπον, τοῦ μυστηρίου, παραλαμβάνεται· τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα· τῇ στειρευούσῃ δὲ πρῴην, Ἐκκλησίᾳ νῦν ἐξήνθησε, ξύλον Σταυροῦ, εἰς κράτος καὶ στερέωμα.
Ὠδὴ δ’.
Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας Σου τὸ
μυστήριον, κατενόησα τὰ ἔργα Σου, καὶ ἐδόξασά Σου τὴν Θεότητα.
Ὠδὴ ε’.
Ὦ τρισμακάριστον Ξύλον! ἐν ᾧ ἐτάθη Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος· δι’ οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.
Ὠδὴ ς’.
Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος, προδιετύπου σαφῶς· ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον Ἀνάστασιν, ὑπεζωγράφησε,
τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει, τὸν κόσμον
φωτίσαντος.
Ὠδὴ ζ’.
Ἔκνοον πρόσταγμα τυράννου δυσσεβοῦς,
λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς, καὶ δυσφημίας θεοστυγοῦς· ὅμως Τρεῖς Παῖδας, οὐκ
ἐδειμάτωσε, θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον· ἀλλ’ ἀντηχοῦντι, δροσοβόλῳ
πνεύματι, πυρὶ συνόντες ἔψαλλον· Ὁ ὑπερύμνητος, τῶν πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς
εἶ.
Ὠδὴ η’.
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Εὐλογεῖτε Παῖδες, τῆς Τριάδος ἰσάριθμοι,
δημιουργὸν Πατέρα Θεόν· ὑμνεῖτε, τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον
μεταποιήσαντα· καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας.
Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις τιμώντες μεγαλύνωμεν.
Ήχος πλ. δ.΄
Μεγαλύνει
η ψυχή μου τόν Κύριον, καί ηγαλλίασε τό πνεύμά μου επί τώ Θεώ τώ σωτήρί μου.
·
Τήν
Τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν
αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.
Ότι
επέβλεψεν επί τήν ταπείνωσιν τής δούλης αυτού, ιδού γάρ από τού νύν μακαριούσί
με πάσαι γενεαί,
·
Τήν
Τιμιωτέραν τών Χερουβείμ...
Ότι
εποίησέ μοι μεγαλεία ο Δυνατός, καί άγιον τό όνομα αυτού, καί τό έλεος αυτού
εις γενεάν, καί γενεάν τοίς φοβουμένοις αυτόν.
·
Τήν
Τιμιωτέραν τών Χερουβείμ...
Εποίησε
κράτος εν βραχίονι αυτού, διεσκόρπισεν υπερηφάνους διανοία καρδίας αυτών.
·
Τήν
Τιμιωτέραν τών Χερουβείμ...
Καθείλε
δυνάστας από θρόνων, καί ύψωσε ταπεινούς, πεινώντας ενέπλησεν αγαθών, καί
πλουτούντας εξαπέστειλε κενούς.
·
Τήν
Τιμιωτέραν τών Χερουβείμ...
Αντελάβετο Ισραήλ παιδός
αυτού, μνησθήναι ελέους, καθώς ελάλησε πρός τούς πατέρας ημών, τώ Αβραάμ, καί
τώ σπέρματι αυτού έως αιώνος.
Καταβασία
Μυστικὸς εἶ Θεοτόκε παράδεισος, ἀγεωργήτως
βλαστήσασα Χριστόν, ὑφ’ οὗ τὸ τοῦ Σταυροῦ, ζωηφόρον ἐν γῇ, πεφυτούργηται
δένδρον· δι’ οὗ νῦν ὑψουμένου, προσκυνοῦντες Αὐτόν, Σὲ μεγαλύνομεν.
Άγιος Κύριος ο Θεός ημών,
Άγιος Κύριος ο Θεός ημών.
Υψούτε Κύριον τόν Θεόν
ημών, καί προσκυνείτε τώ υποποδίω τών ποδών
αυτού.
Ότι Άγιός εστιν
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Α'
Τοῖς
Μαθηταῖς
συνέλθωμεν, ἐν ὄρει Γαλιλαίας, πίστει Χριστὸν θεάσασθαι, λέγοντα ἐξουσίαν, λαβεῖν
τῶν ἄνω καὶ κάτω, μάθωμεν πῶς διδάσκει, βαπτίζειν εἰς τὸ ὄνομα τοῦ Πατρός,
ἔθνη πάντα, καὶ τοῦ Υἱοῦ, καὶ ἁγίου Πνεύματος, καὶ συνεῖναι, τοῖς Μύσταις ὡς
ὑπέσχετο, ἕως τῆς συντελείας.
Ἐξαποστειλάριον
Τοῖς Μαθηταῖς συνέλθωμεν
Ἀδριανὸς
ὁ πάνσοφος, καὶ ἀήττητος μάρτυς, ὡς ἀθλητῶν ἑδραίωμα, παρ' ἡμῶν δοξαζέσθω, σὺν
τῇ σεπτῇ Ναταλίᾳ, τούτοις τε συνεκλάμπει, μαρτύρων δῆμος Ἅγιος, φάλαγξ τροπαιοφόρος,
ὧν τὴν λαμπράν, ἐκτελοῦντες μνήμην τούτους ὑμνοῦμεν· καὶ γὰρ αὐτοὶ πρεσβεύουσι,
τῷ Χριστῷ ὑπὲρ πάντων.
Θεοτοκίον
Σὲ
προστασίαν ἄμαχον, καὶ φρουρὰν Παναγία, καὶ σκέπην καὶ κραταίωμα, καὶ ἀπόρθητον
τεῖχος, καὶ ἀρραγῆ σωτηρίαν, καὶ ὀχύρωμα θεῖον, ὁ κόσμος ἅπας κέκτηται, ἐν ἀνάγκαις,
ποικίλαις. Ἀλλ' ὦ Θεοῦ, τοῦ παμβασιλέως Μήτηρ καὶ δούλη, σῴζοις κᾀμὲ τὸν δοῦλόν
σου, ἐκ παντοίων κινδύνων.
ΨΑΛΜΟΣ ΡΜΗ' (148)
--Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὺτὸν ἐν τοῖς ὑψἰστοις·
Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
--Αἰνεῖτε αὐτὸν πάντες οἱ Ἄγγελοι αὐτοῦ·
αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ· Σοὶ πρέπει ὕμνος
τῷ Θεῷ.
Αἶνοι Ἦχος γ'
1.
Τοῦ
ποιῆσαι
ἐν
αὐτοῖς
κρῖμα
ἔγγραπτον. Δόξα
αὕτη
ἔσται
πᾶσι
τοῖς
ὁσίοις
αὐτοῦ.
-- Δεῦτε πάντα τὰ ἔθνη, γνῶτε τοῦ φρικτοῦ μυστηρίου τὴν δύναμιν· Χριστὸς γὰρ ὁ Σωτὴρ ἡμῶν, ὁ ἐν ἀρχῇ Λόγος, ἐσταυρώθη δι' ἡμᾶς, καὶ ἑκὼν ἐτάφη, καὶ ἀνέστη ἐκ νεκρῶν, τοῦ σῶσαι τὰ σύμπαντα. Αὐτὸν προσκυνήσωμεν.
2.
Αἰνεῖτε
τὸν
Θεὸν
ἐν
τοῖς
Ἁγίοις
αὐτοῦ, αἰνεῖτε
αὐτὸν
ἐν
στερεώματι
τῆς
δυνάμεως
αὐτοῦ.
-- Διηγήσαντο πάντα τὰ θαυμάσια, οἱ φύλακές σου Κύριε, ἀλλὰ τὸ συνέδριον τῆς ματαιότητος, πληρῶσαν δώρων τὴν δεξιὰν αὐτῶν, κρύπτειν ἐνόμιζον τὴν ἀνάστασίν σου, ἣν ὁ κόσμος δοξάζει. Ἐλέησον ἡμᾶς.
3.
Αἰνεῖτε
αὐτὸν
ἐπὶ ταῖς
δυναστείαις
αὐτοῦ, αἰνεῖτε
αὐτὸν
κατὰ τὸ πλῆθος
τῆς
μεγαλωσύνης
αὐτοῦ.
-- Χαρᾶς τὰ πάντα πεπλήρωται, τῆς Ἀναστάσεως τὴν πεῖραν εἰληφότα. Μαρία γὰρ ἡ Μαγδαληνή, ἐπὶ τὸ μνῆμα ἦλθεν, εὗρεν Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τοῖς ἱματίοις ἐξαστράπτοντα καὶ λέγοντα· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν, οὒκ ἔστιν ᾧδε, ἀλλ' ἐγήγερται, καθὼς εἶπε, προάγων ἐν τῇ Γαλιλαίᾳ.
4.
Αἰνεῖτε
αὐτὸν
ἐν
ἤχῳ, σάλπιγγος, αἰνεῖτε
αὐτὸν
ἐν
ψαλτηρίῳ καὶ κιθάρᾳ.
-- Ἐν τῷ
φωτί
σου Δέσποτα, ὀψόμεθα φῶς φιλάνθρωπε· ἀνέστης γὰρ ἐκ τῶν νεκρῶν, σωτηρίαν τῷ γένει τῶν ἀνθρώπων δωρούμενος, ἵνα σε πᾶσα κτίσις δοξολογῇ, τόν μόνον ἀναμάρτητον. Ἐλέησον ἡμᾶς.
5.
Αἰνεῖτε
αὐτὸν
ἐν
τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε
αὐτὸν
ἐν
χορδαῖς
καὶ ὀργάνῳ.
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου
Ἀδριανὲ
γενναιότατε, τῆς τοῦ Δεσπότου φωνῆς, πληρωτὴς ἐχρημάτισας, κοσμικὴν τερπνότητα,
ἀποθέμενος ἅπασαν, καὶ τὸν Σταυρὸν ἐπ' ὤμων ἀράμενος, τῶν παθῶν τούτου κοινωνὸς
γέγονας· ἐν ἀμφοτέροις γάρ, ὤφθης ὄντως δόκιμος· ὅθεν πιστοί, σήμερον γεραίρομεν,
τὴν θείαν μνήμην σου.
6.
Αἰνεῖτε
αὐτὸν
ἐν
κυμβάλοις
εὐήχοις, αἰνεῖτε
αὐτὸν
ἐν
κυμβάλοις
ἀλαλαγμοῦ. Πᾶσα
πνοὴ αἰνεσάτω
τὸν
Κύριον.
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου
Ἀδριανὲ
γενναιότατε, τῆς τοῦ Δεσπότου φωνῆς, πληρωτὴς ἐχρημάτισας, κοσμικὴν τερπνότητα,
ἀποθέμενος ἅπασαν, καὶ τὸν Σταυρὸν ἐπ' ὤμων ἀράμενος, τῶν παθῶν τούτου κοινωνὸς
γέγονας· ἐν ἀμφοτέροις γάρ, ὤφθης ὄντως δόκιμος· ὅθεν πιστοί, σήμερον γεραίρομεν,
τὴν θείαν μνήμην σου.
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν
τοῖς ἁγίοις αὐτοῦ.
Ἀδριανὲ καρτερώτατε, πελάγει τῶν αἰκισμῶν, συνεχῶς κυματούμενος,
πηδαλιουχοῦσάν σε, σοῦ τὴν σύνοικον ἔσχηκας, καὶ πρὸς γαλήνης, ὅρμον ἰθύνουσαν,
τῇ ἄνω πόλει προσεμβιβάζουσαν, ἐν ᾗ πανεύφημε, μάρτυς αὐλιζόμενος, ὑπὲρ ἡμῶν,
πρέσβευε δεόμεθα, τῶν εὐφημούντων σε.
Στίχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ
ἐθαυμάστωσεν ὁ Κύριος
Μέχρι
δεσμῶν καὶ στρεβλώσεων, καὶ τῶν μελῶν ἐκκοπῆς, καρτερῶς ἀνθιστάμενοι, τὰς ψυχὰς
τῷ Κτίσαντι, ἀποδόντες εἰλήφατε, τὴν αἰωνίαν ὄντως ἀνάπαυσιν, καὶ τὴν ἀγήρω
μακαριότητα. Ὢ ἧς ἐτύχατε, θείας ἀντιδόσεως παρὰ Χριστοῦ, μάρτυρες πανένδοξοι,
σεβασμιώτατοι!
Δόξα...
ΕΩΘΙΝΟΝ Α' Ἦχος α'
Εἰς τὸ ὄρος τοῖς Μαθηταῖς ἐπειγομένοις, διὰ τὴν χαμόθεν ἔπαρσιν,
ἐπέστη ὁ Κύριος, καὶ προσκυνήσαντες αὐτὸν καὶ τὴν δοθεῖσαν ἐξουσίαν, πανταχοῦ
διδαχθέντες, εἰς τὴν ὑπ' οὐρανὸν ἐξαπεστέλλοντο, κηρῦξαι τὴν ἐκ νεκρῶν Ἀνάστασιν
, καὶ τὴν εἰς Οὐρανοὺς ἀποκατάστασιν· οἷς καὶ συνδιαιωνίζειν, ὁ ἀψευδὴς ἐπηγγείλατο,
Χριστὸς ὁ Θεός, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν...
Θεοτοκίον
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ
σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται,
ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες
βοῶμεν· Εὐλογητὸς Χριστὸς
ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.
ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ
Δόξα
σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ, καί επί γής ειρήνη, εν ανθρώποις
ευδοκία.
Υμνούμέν
σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν
μεγάλην σου δόξαν.
Κύριε
βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ,
καί Άγιον Πνεύμα,
Κύριε
ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο αίρων τήν αμαρτίαν τού κόσμου,
ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.
Πρόσδεξαι
τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον ημάς.
Ότι
σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός.
Αμήν.
Καθ'
εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου εις τόν αιώνα, καί εις τόν
αιώνα τού αιώνος.
Καταξίωσον,
Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους φυλαχθήναι ημάς.
Ευλογητός
εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον τό όνομά σου
εις τούς αιώνας. Αμήν.
Γένοιτο,
Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σέ.
Ευλογητός
εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').
Κύριε,
καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ
είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι ήμαρτόν σοι.
Κύριε,
πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου.
Ότι
παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.
Παράτεινον
τό έλεός σου τοίς γινώσκουσί σε.
Άγιος
ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ
γ').
Δόξα...
Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος
ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.
Σήμερον
σωτηρία τώ κόσμω γέγονεν. Άσωμεν τώ αναστάντι εκ τάφου καί αρχηγώ τής ζωής
ημών, καθελών γάρ τώ θανάτω τόν θάνατον, τό νίκος έδωκεν ημίν, καί τό μέγα
έλεος.
Είς την λειτουργίαν
Τα αντίφωνα
Α΄.Ήχος β΄
Στίχ. α'. Ευλόγει η
ψυχή μου, τόν Κύριον, καί πάντα τά εντός μου τό όνομα τό άγιον αυτού.
Ταίς πρεσβείαις τής Θεοτόκου, Σώτερ
σώσον ημάς.
Στίχ. β'. Ευλόγει,
η ψυχή μου, τόν Κύριον, καί μή επιλανθάνου πάσας τάς ανταποδόσεις αυτού.
Ταίς πρεσβείαις τής Θεοτόκου...
Στίχ. γ'. Κύριος εν
τώ ουρανώ ητοίμασε τόν θρόνον αυτού, καί η Βασιλεία αυτού πάντων δεσπόζει.
Ταίς πρεσβείαις τής Θεοτόκου...
Δόξα... Καί νύν...
Ταίς
πρεσβείαις τής Θεοτόκου...
Β΄. Ήχος β'
Στίχ. α'. Αίνει, η
ψυχή μου, τόν Κύριον, αινέσω Κύριον εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.
Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ
νεκρών, ψάλλοντάς σοι. Αλληλούια.
Στίχ. β'. Μακάριος,
ού ο Θεός Ιακώβ βοηθός αυτού, η ελπίς αυτού επί Κύριον τόν Θεόν αυτού.
Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ
νεκρών...
Στίχ. γ'. Βασιλεύσει
Κύριος εις τόν αιώνα, ο Θεός σου, Σιών, εις γενεάν καί γενεάν.
Σώσον, ημάς, Υιέ Θεού, ο αναστάς εκ
νεκρών...
Δόξα... Καί νύν...
Ο Μονογενής Υιός και
Λόγος του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν σωτηρίαν
σαρκοθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας,
σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της Αγίας Τριάδος,
συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.
Ἀπολυτίκιον Ἦχος γ'
Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε κόσμῳ τὸ μέγα ἔλεος.
Εισοδικόν
Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ. Σώσον ημάς, Υιέ Θεού, ο
αναστάς εκ νεκρών, ψάλλοντάς
σοι Αλληλούϊα
Ἀπολυτίκιον Ἦχος γ'
Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε κόσμῳ τὸ μέγα ἔλεος.
Ἀπολυτίκιον Ἦχος γ'
Θείας πίστεως
Ἀναφαίρετον
ὄλβον ἡγήσω, τὴν σωτήριον πίστιν τρισμάκαρ, καταλιπὼν τὴν πατρῴαν ἀσέβειαν, καὶ
τῷ Δεσπότῃ κατ' ἴχνος ἑπόμενος, κατεπλουτίσθης ἐνθέοις χαρίσμασιν, Ἀδριανὲ ἔνδοξε,
Χριστὸν τὸν Θεὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Είτα του ναού
Κοντάκιον
Ήχος δ'. Αυτόμελον.
Ιωακείμ και Άννα ονειδισμού ατεκνίας, και Αδάμ
και Εύα εκ της φθοράς του θανάτου, ηλευθερώθησαν Άχραντε, εν τη αγία Γεννήσει
σου. Αυτήν εορτάζει και ο λαός σου, ενοχής των πταισμάτων, λυτρωθείς εν τω
κράζειν σοι. Η Στείρα τίκτει την Θεοτόκον, και τροφόν της ζωής ημών
ΑΠΟΣΤΟΛΟΣ
Προκείμενον.Ήχος γ’.
Ψάλλατε τώ Θεώ ημών, ψάλλατε.
Στίχ. Πάντα τα έθνη κροτήσατε χείρας.
Πρός
Κορινθίους Α’ Επιστολής Παύλου το
Ανάγνωσμα.
Ἀδελφοί, γνωρίζω ὑμῖν τὸ εὐαγγέλιον ὃ εὐηγγελισάμην
ὑμῖν, ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε, δι' οὗ καὶ σώζεσθε, τίνι λόγῳ
εὐηγγελισάμην ὑμῖν εἰ κατέχετε, ἐκτὸς εἰ μὴ εἰκῆ ἐπιστεύσατε. παρέδωκα γὰρ ὑμῖν
ἐν πρώτοις, ὃ καὶ παρέλαβον, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ
τὰς γραφάς, καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς
γραφάς, καὶ ὅτι ὤφθη Κηφᾷ, εἶτα τοῖς
δώδεκα· ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ, ἐξ ὧν οἱ πλείους
μένουσιν ἕως ἄρτι, τινὲς δὲ καὶ ἐκοιμήθησαν· ἔπειτα ὤφθη Ἰακώβῳ, εἶτα τοῖς
ἀποστόλοις πᾶσιν· ἔσχατον δὲ πάντων ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη κἀμοί. ἐγὼ γάρ
εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι
ἐδίωξα τὴν ἐκκλησίαν τοῦ Θεοῦ· χάριτι δὲ Θεοῦ εἰμι ὅ εἰμι· καὶ ἡ χάρις αὐτοῦ ἡ
εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη, ἀλλὰ περισσότερον αὐτῶν πάντων ἐκοπίασα, οὐκ ἐγὼ δέ,
ἀλλ' ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί. εἴτε οὖν ἐγὼ εἴτε ἐκεῖνοι, οὕτω κηρύσσομεν
καὶ οὕτως ἐπιστεύσατε.
Αλληλούϊα (γ’)
ΕΥΑΓΓΕΛΙΟΝ
Κυριακή ΙΒ΄ Ματθαίου (Ματθ.
19,16-26)
Είς το Εξαιρέτως... << Άξιον εστίν>>.
Κοινωνικὸν
Αινείτε.
<<Είδομεν το φώς>>...
Είη το όνομα Κυρίου
Βιβλιογραφία:
analogion.gr/glt/
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου