2-9-2012
† ΚΥΡΙΑΚΗ ΙΓ’ ΜΑΤΘΑΙΟΥ.Μνήμη τοῦ Ἁγίου Μάρτυρος Μάμαντος,
καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Νηστευτοῦ. ῏Ηχος δ΄, ἑωθινὸν β΄.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ἦχος δ’
Θεός Κύριος, καί
επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, α'.
Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός Κύριος, καί
επέφανεν ημίν...
Στίχ, β'.
Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς,
Θεός Κύριος, καί
επέφανεν ημίν...
Στίχ, γ'.
Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, καί
επέφανεν ημίν...
Ἀπολυτίκιον Ἦχος δ'
Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι
αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοῖς Ἀποστόλοις
καυχώμεναι ἔλεγον· Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ
τὸ μέγα ἔλεος.
Δόξα Ἀπολυτίκιον τοῦ Μάρτυρος
Ἦχος δ′ Ταχὺ προκατάλαβε
Ὁ Μάρτυς σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτοῦ, τὸ στέφος ἐκομίσατο
τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους
καθεῖλεν· ἔθραυσε καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση, αὐτοῦ ταῖς ἱκεσίαις Χριστέ,
σῶσον τὰς ψυχὰς ἡμῶν.
Καί νύν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον·
διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος,
καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον,
ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Καθίσματα Ἦχος δ'
Ἀναβλέψασαι τοῦ τάφου τὴν εἴσοδον, καὶ τὴν φλόγα τοῦ Ἀγγέλου
μὴ φέρουσαι, αἱ Μυροφόροι σὺν τρόμῳ ἐξίσταντο λέγουσαι· Ἆρα ἐκλάπη, ὁ τῷ Λῃστῇ ἀνοίξας
Παράδεισον, ἆρα ἡγέρθη, ὁ καὶ πρὸ πάθους κηρύξας τὴν Ἔγερσιν, ἀληθῶς ἀνέστη
Χριστὸς ὁ Θεός, τοῖς ἐν ᾅδῃ παρέχων ζωὴν καὶ ἀνάστασιν.
Δόξα... Κατεπλάγη Ἰωσήφ
Ἑκουσίᾳ σου βουλῇ, Σταυρὸν ὑπέμεινας Σωτήρ, καὶ ἐν μνήματι
καινῷ, ἄνθρωποι ἔθεντο θνητοί, τὸν διὰ λόγου τὰ πέρατα συστησάμενον· ὅθεν
δεσμευθεὶς ὁ ἀλλότριος, θάνατος δεινῶς ἐσκυλεύετο, καὶ οἱ ἐν ᾅδῃ ἅπαντες ἐκραύγαζον,
τῇ ζωηφόρῳ Ἐγέρσει σου· Χριστὸς ἀνέστη, ὁ ζωοδότης, μένων εἰς τοὺς αἰῶνας.
Καὶ νῦν... Κάθισμα Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ
Πλατυτέρα οὐρανῶν, ἀναδειχθεῖσα ἐπὶ γῆς, ἡ τεκοῦσα ἐν σαρκί,
τὸν τοῦ παντὸς Δημιουργόν, νῦν εἰς αὐτὰ τὰ οὐράνια ἐκ γῆς μετέστης. Δικαίων δὲ
ψυχαὶ καθορῶσαί σε, Ἀγγέλων οἱ χοροὶ κατοπτεύοντες, ὡς Βασιλίδι αἴνεσιν ἀξίως,
διὰ παντὸς σοι προσάγουσι. Διὸ πρεσβεύειν, μὴ διαλίπῃς, ὑπὲρ τῶν ἀνυμνούντων
σε.
Ταχὺ προκατάλαβε
Ἀνέστης ὡς ἀθάνατος, ἀπὸ τοῦ ᾅδου Σωτήρ, συνήγειρας τὸν κόσμον
σου, τῇ Ἀναστάσει τῇ σῇ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἔθραυσας ἐν ἰσχύϊ, τοῦ θανάτου τὸ
κράτος, ἔδειξας Ἐλεῆμον, τὴν Ἀνάστασιν πᾶσι· διό σε καὶ δοξάζομεν, μόνε Φιλάνθρωπε.
Δόξα... Κατεπλάγη Ἰωσὴφ
Ἐκ τῶν ἄνω κατελθών, τῶν ὑψωμάτων Γαβριήλ, καὶ τῇ πέτρα
προσελθών, ἔνθα ἡ πέτρα τῆς ζωῆς, λευχειμονῶν ἀνεκραύγαζε ταῖς κλαιούσαις· Παύσασθε
ὑμεῖς, τῆς θρηνώδους κραυγῆς, ἔχουσαι ἀεί, τὸ εὐσυμπάθητον· ὃν γὰρ ζητεῖτε κλαίουσαι,
θαρσεῖτε, ὡς ἀληθῶς ἐξεγήγερται· διὸ βοᾶτε, τοῖς Ἀποστόλοις, ὅτι ἀνέστη ὁ Κύριος.
Καὶ νῦν Κάθισμα ὅμοιον
Ἀποστόλων ὁ χορός, διεσπαρμένος ἐν τῇ γῇ, συνηθροίσθη ἐν Σιών,
ἵνα προπέμψῃ ἀπὸ γῆς, τὴν Θεοτόκον πρὸς τὸν Ὕψιστον, ὃν περ ἔτεκε, Δυνάμεις οὐρανῶν,
αἱ ὑπερκόσμιαι, προέτρεχον ὁμοῦ, καὶ συνεχόρευον, πνευματικῶς κραυγάζουσαι. Εὐφραίνεσθε,
οἱ οὐρανοὶ προσδεχόμενοι, Θεοῦ Μητέρα, δι' οὗ δεσπόζει, ὁρατὰ καὶ ἀόρατα.
ΕΥΛΟΓΗΤΑΡΙΑ
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά
σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα,
τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ
ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά
σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε;
ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις. Ἴδετε ὑμεῖς τὸν
τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι·
ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε,
τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου,
Σῶτερ, ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζῶντα
λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.
Δόξα... Τριαδικὸν
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον
Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό·
Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.
Καὶ νῦν ... Θεοτοκίον
Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας,
χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην
δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
(ἐκ γ')
Ἡ Ὑπακοὴ Ἦχος δ'
Τὰ τῆς σῆς παραδόξου Ἐγέρσεως, προδραμοῦσαι αἱ Μυροφόροι,
τοῖς Ἀποστόλοις ἐκήρυττον Χριστέ, ὅτι ἀνέστης ὡς Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα
ἔλεος.
Οἱ Ἀναβαθμοὶ
Ἀντίφωνον Α'
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ,
καὶ σῶσον Σωτήρ μου.
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ,
πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται,
τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
Ἀντίφωνον Β'
Ἐκέκραξά σοι Κύριε, θερμῶς ἐκ βάθους ψυχῆς μου, κᾀμοὶ γενέσθω,
πρὸς ὑπακοὴν τὰ θεῖά σου ὦτα.
Ἐπὶ τὸν Κύριον ἐλπίδα πᾶς τις κεκτημένος, ὑψηλότερος ἐστί,
πάντων τῶν λυπούντων.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν
τὴν κτίσιν πρὸς ζωογονίαν.
Ἀντίφωνον Γ'
Ἡ καρδία μου πρὸς σὲ Λόγε ὑψωθήτω, καὶ οὐδὲν θέλξει με, τῶν
τοῦ κόσμου τερπνῶν πρὸς χαμαιζηλίαν.
Ἐπὶ τὴν μητέρα αὐτοῦ, ὡς ἔχει τις στοργήν, ἐπὶ τῷ Κυρίῳ
θερμότερον φίλτρον χρεωστοῦμεν.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, θεογνωσίας πλοῦτος, θεωρίας καὶ σοφίας· πάντα
γὰρ ἐν τούτῳ τὰ πατρῷα δόγματα, ὁ Λόγος ἐκκαλύπτει.
Προκείμενον
Ἀνάστα Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς, ἕνεκεν τῆς
δόξης τοῦ ὀνόματός σου.
Στίχ. ὁ Θεός, ἐν τοῖς
ὠσὶν ἡμῶν ἠκούσαμεν.
Ή Τάξις τού
Εωθινού Ευαγγελίου
Ιερεύς Τού Κυρίου δεηθώμεν.
Χορός Κύριε, ελέησον.
Ιερεύς Ότι Άγιος εί ο Θεός ημών, και εν
αγίοις επαναπαύη, και σοι την δόξαν αναπέμπωμεν, τω Πατρί και τω Υιώ και τω
Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.
Χορός Αμήν.
Πάσα πνοή
αινεσάτω τόν Κύριον (εκ γ').
Ιερεύς Και υπέρ του καταξιωθήναι ημάς της
ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.
Χορός Κύριε, ελέησον (γ').
Ιερεύς Σοφία. Ορθοί, ακούσωμεν τού αγίου
Ευαγγελίου.
Ιερεύς Ειρήνη πάσι.
Χορός
Καί τώ Πνεύματί σου.
Ιερεύς Εκ τού κατά ... αγίου Ευαγγελίου...
Ιερεύς
Πρόσχωμεν.
Χορός
Δόξα σοι, Κύριε, δόξα
σοι.
Ευαγγελιον
Εωθινόν β’
Ανάστασιν
Χριστού θεασάμενοι…
Ν' Ψαλμός
Ελέησόν με
ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον τό
ανόμημά μου
επί πλείον
πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
ότι τήν
ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
σοί μόνω
ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς λόγοις σου
καί νικήσης εν τώ κρίνεσθαί σε
ιδού γάρ εν
ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
ιδού γάρ
αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
ραντιείς με
υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
ακουτιείς
με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
απόστρεψον
τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
καρδίαν
καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
μή
απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ'
εμού
απόδος μοι
τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
διδάξω
ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
ρύσαί με εξ
αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν
δικαιοσύνην σου
κύριε τά
χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου
ότι ει
ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις
θυσία τώ
Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ
εξουθενώσει
αγάθυνον
κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
τότε
ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό
θυσιαστήριόν σου μόσχους
Δόξα... Ήχος β'
Ταίς τών
Αποστόλων, πρεσβείαις Ελεήμον, εξάλειψον τα πλήθη, τών εμών εγκλημάτων.
Καί νύν...
Ταίς τής
Θεοτόκου, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.
Στίχ. Ελέησόν με, ο Θεός, κατά τό μέγα
έλεός σου, καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου.
Πεντηκοστάριον
Ήχος ο αυτός
Αναστάς ο
Ιησούς από τού τάφου, καθώς προείπεν, έδωκεν ημίν, τήν αιώνιον ζωήν καί μέγα
έλεος.
Κανὼν Ἀναστάσιμος.
ᾨδὴ α' Ἦχος δ'
Ὁ Εἱρμὸς
«Θαλάσσης, τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν,
ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν
τῇ ἐρήμῳ ἐτροπώσατο».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει
σου, Κύριε.
Ὑψώθης, τὴν ἡμετέραν ἔκπτωσιν, ἐπανορθούμενος, ἐν τῷ ἀχράντῳ
ξύλῳ τοῦ Σταυροῦ, τὴν ἐν ξύλῳ ἰώμενος, πανωλεθρίαν Δέσποτα, ὡς ἀγαθὸς καὶ
παντοδύναμος.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει
σου, Κύριε.
Ἐν τάφῳ, σωματικῶς, ἐν ᾅδῃ δὲ μετὰ ψυχῆς ὡς Θεός, ἐν Παραδείσῳ
δὲ μετὰ Λῃστοῦ, καὶ ἐν θρόνῳ ὑπῆρχες Χριστέ, μετὰ Πατρὸς καὶ Πνεύματος, πάντα
πληρῶν ὁ ἀπερίγραπτος.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε,
σῶσον ἡμᾶς.
Ἀσπόρως, τῷ τοῦ Πατρὸς βουλήματι, ἐκ θείου Πνεύματος, τὸν
τοῦ Θεοῦ συνείληφας Υἱόν, καὶ σαρκὶ ἀπεκύησας, τὸν ἐκ Πατρὸς ἀμήτορα, καὶ δι' ἡμᾶς
ἐκ σοῦ ἀπάτορα.
Ὁ Κανὼν τοῦ Μάρτυρος
ᾨδὴ α´ Ἦχος πλ. δ´
Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος,
σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν,
ᾆσμα τῷ Θεῷ ἀναμέλποντα.
Τοὺς οὐρανοὺς περιπολῶν ὡς ἄριστος, μάρτυς γενόμενος, καὶ
τριφεγγοῦς αἴγλης, ἔνδοξε πληρούμενος, τοὺς ἐπὶ γῆς τιμῶντάς σου, τὴν σεπτὴν καὶ
φωσφόρον, ἡμέραν τῆς τελειώσεως, θείου φωτισμοῦ καταξίωσον.
Τὸ εὐγενὲς καὶ κατὰ πάντα τέλειον, τῆς διανοίας σου, ὁ
προειδὼς Λόγος, Μάμα ἐκ σπαργάνων σε, συνέσεως ἐπλήρωσε, καὶ καλῶν ταῖς ἰδέαις,
πολυειδῶς κατεκόσμησε, μάρτυς ἀθλοφόρε πανεύφημε.
Οἱ σοὶ γενέται ἀμωμήτου πίστεως, προκινδυνεύοντες, ἐν διωγμῷ
πλάνης, καὶ ἐγκαθειργνύμενοι, ἔνθα καὶ τελευτήσαντες, ὑπὲρ τοῦ θείου πόθου,
βλαστάνουσι σὲ τὸν λύσαντα, τῆς πολυθεΐας τὸν σύνδεσμον.
Θεοτοκίον
Δεδοξασμένα περὶ σοῦ λελάληνται, ἐν γενεαῖς γενεῶν, ἡ τὸν
Θεὸν Λόγον, ἐν γαστρὶ χωρήσασα, ἁγνὴ δὲ διαμείνασα, Θεοτόκε Μαρία· διὸ σε πάντες
γεραίρομεν, τήν μετὰ Θεὸν προστασίαν ἡμῶν.
ᾨδὴ γ'
Ὁ Εἱρμὸς
«Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα·
Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει
σου, Κύριε.
Τὸ ξύλον τὸ τῆς ζωῆς, ἡ νοητὴ καὶ ἀληθὴς ἄμπελος, ἐπὶ
Σταυροῦ κρέμαται, πᾶσιν ἀμβροσίαν πηγάζουσα.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει
σου, Κύριε.
Ὡς μέγας, ὡς φοβερός, ὡς τὸ τοῦ ᾅδου καθελὼν φρύαγμα, καὶ ὡς
Θεὸς ἄφθαρτος, νῦν σωματικῶς ἐξεγήγερται.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε,
σῶσον ἡμᾶς.
Σὺ μόνη τοῖς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος, Μήτηρ
Θεοῦ γέγονας· ὅθεν σοι τὸ Χαῖρε, προσάγομεν.
Τοῦ Μάρτυρος
ᾨδὴ γ´
Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας Δομῆτορ,
σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα,
μόνε φιλάνθρωπε.
Φωταυγῆ ὡς ἀστέρα, τὸν ἀθλητὴν Μάμαντα, ἔθετο Χριστὸς ἐν τῷ
ὕψει, τῆς Ἐκκλησίας αὐτοῦ, ἄθλων λαμπρότησι, καὶ παραδόξων θαυμάτων, πᾶσαν τὴν ὑφήλιον
καταλαμπρύνοντα.
Ἀνελθὼν ἐν τῷ ὄρει, τῆς ἀληθοῦς γνώσεως, καὶ καταστραφθεὶς
θεωρίαις, νοῦ καθαρότητι, φύσιν τὴν ἄλογον, πρὸς λογικὴν ὑμνῳδίαν, θεϊκαῖς
προστάξεσι Μάρτυς διήγειρας.
Νεανίας ὡραῖος, περικαλὴς πέφηνας· ὅθεν τοῖς ἀνόμως ζητοῦσι,
τοῦ συλλαβέσθαι σε, ὤφθης ἀπρόσιτος, ἐθελοντὶ πρὸς τὸ πάθος, ὡς ὁ πάντων Κύριος
παραγενόμενος.
Θεοτοκίον
Οὐρανὸν ὁ τανύσας, καὶ τὸν τῆς γῆς Ἄχραντε, γῦρον ὁ κατέχων
ἁπάσης, φύσει θεότητος, ἐν ταῖς ἀγκάλαις σου, σωματικῶς κατεσχέθη, καὶ πιστοῖς
σε στήριγμα πᾶσιν ἀνέδειξεν.
Κάθισμα τοῦ Μάρτυρος
Ἦχος πλ. δ´
Τὴν Σοφίαν καὶ Λόγον
Εὐσεβείας ὑπάρχων γόνος σεπτός, ἀσεβείας ἐδείχθης ἐκμειωτής,
ὦ Μάμα πανεύφημε, τῇ δυνάμει τοῦ Πνεύματος· ἐν γὰρ σταδίῳ πλάνην, εἰδώλων διήλεγξας,
καὶ εὐθαρσῶς Τριάδα, ὑμνεῖσθαι ἐκήρυξας· ὅθεν καὶ θηρίοις, ἐκδοθεὶς ἀθλοφόρε, τὸν
θῆρα ἐνέκρωσας, καὶ ἀρχέκακον δράκοντα· διὰ τοῦτο βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ
Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην
σου.
ᾨδὴ δ'
Ὁ Εἱρμὸς
«Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν
Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει
σου Κύριε».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει
σου, Κύριε.
Ἀνελήλυθας τὰ πάθη μου θεραπεύσων, ἐπὶ Σταυροῦ τῷ πάθει τῆς
ἀχράντου σαρκός σου, ἣν ἑκὼν ἐφόρεσας· διό σοι κραυγάζομεν· Δόξα τῇ δυνάμει σου
Κύριε.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει
σου, Κύριε.
Ἀναμαρτήτου ὁ θάνατος γεγευμένος, ζωοποιοῦ τε σώματος τοῦ
σοῦ ἐπαξίως, Δέσποτα νενέκρωται, ἡμεῖς δὲ βοῶμέν σοι· Δόξα τῇ δυνάμει σου Κύριε.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε,
σῶσον ἡμᾶς.
Ἀπειρογάμως ἐκυησας ὦ Παρθένε, καὶ μετὰ τόκον ὤφθης παρθενεύουσα
πάλιν· ὅθεν ἀσιγήτοις φωναῖς, τὸ χαῖρέ σοὶ Δέσποινα, πίστει ἀδιστάκτῳ κραυγάζομεν.
Τοῦ Μάρτυρος
ᾨδὴ δ´
Σύ μου ἰσχὺς Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου
ἀγαλλίαμα, ὁ πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος·
διὸ σύν τῷ Προφήτῃ Ἀββακοὺμ σοι κραυγάζω, τῇ δυνάμει σου δόξα φιλάνθρωπε.
Αὐτοθελῶς, πρὸς τοὺς ἀγῶνας ἐχώρησας, ἀπτοήτῳ, Ἔνδοξε φρονήματι·
τὸν γὰρ Χριστόν, εἶχες συνεργόν, θείᾳ δυναστείᾳ, τὸ ἀσθενές σου ῥωννύοντα, καὶ
Μάρτυρα δεικνύντα, τῶν αὐτοῦ παθημάτων, καὶ τῆς ἄνω λαμπρότητος μέτοχον.
Ὡς συνεργός, ὁ ἐκ Θεοῦ συνοδίτης σοι, καθυπείκει, οἷα λογικώτατος,
ἄγριος θήρ· θείᾳ γὰρ στοργῇ, σὺ καθυποτάξας, τὰ πάθη τὰ ἀλογώτατα, ὡραῖος ἀπεφάνθης,
λογισμῷ σοφωτάτῳ, ἀλογίαν ἐχθρῶν τροπωσάμενος.
Δικαστικῶν, σὺ πρὸ βημάτων παρίστασο, τὴν τοῦ Λόγου, σάρκωσιν
Μακάριε, διαπρυσίως ἀναφωνῶν, καὶ τῆς ἀθεΐας ἀπομαραίνων τὸ φρύαγμα· καὶ πάντας
ἀδιστάκτως, μελῳδεῖν ἐκδιδάσκων· Τῇ δυνάμει σου δόξα φιλάνθρωπε.
Θεοτοκίον
Τῷ τοκετῷ, τῆς ὑπὲρ φύσιν λοχείας σου, τῶν ὠδίνων, λέλυται
τὸ ἔγκλημα, καὶ τῆς ἀρᾶς ἡ τῶν γηγενῶν, φύσις ἀπηλλάγη, Θεοκυῆτορ πανάμωμε, καὶ
ἤνοικται τοῖς κάτω, διὰ σοῦ τὰ τῶν ἄνω, καὶ Ἀγγέλοις βροτοὶ συγχορεύουσι.
ᾨδὴ ε'
Ὁ Εἱρμὸς
Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον
ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει
σου, Κύριε.
Σὺ Κύριε πρὸς γῆν, συμπαθῶς κατελήλυθας, σὺ ὕψωσας τὴν πεσοῦσαν,
τῶν ἀνθρώπων οὐσίαν, ἐν ξύλῳ ἀναρτώμενος.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει
σου, Κύριε.
Σὺ ᾖράς μου Χριστέ, τῶν πταισμάτων τὸ ἔγκλημα, σὺ ἔλυσας τὰς
ὀδύνας, τοῦ θανάτου Οἰκτίρμον, τῇ θείᾳ Ἀναστάσει σου.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε,
σῶσον ἡμᾶς.
Σὲ ὅπλον ἀρραγές, κατ' ἐχθρῶν προβαλλόμεθα, σὲ ἄγκυραν καὶ ἐλπίδα,
τῆς ἡμῶν σωτηρίας, Θεόνυμφε κεκτήμεθα.
Τοῦ Μάρτυρος
ᾨδὴ ε´
Ἴνα τὶ με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ
ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον, ἀλλ᾿ ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς
τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι.
Ξεομένου οὐδόλως, σώματος ὁ ἔνδοξος Μάμας ἐφρόντισε, τῆς φθορᾶς
τὸ πάχος, τῷ σπαράττεσθαι ἀποβαλλόμενος, καὶ τοὺς δερματίνους, ἀποδυόμενος χιτῶνας,
καὶ στολὴν ἀφθαρσίας δεχόμενος.
Χαριστήριον αἶνον, ἔμελπες τῷ Κτίστῃ σου ἐξορυττόμενος, τὰς
πλευρὰς Παμμάκαρ, καὶ φωνὴν οὐρανόθεν ἀκήκοας, βεβαιοῦσαν μᾶλλον, τὸν λογισμόν
σου πρὸς τὸ κρεῖττον, καὶ τῶν πόνων τὸ ἄχθος κουφίζουσαν.
Ἐν εἱρκτῇ συγκλεισθέντι, ὤφθη οὐρανόθεν σοι ἐπικομίζουσα,
παραδόξῳ θέᾳ, Ἀθλοφόρε παμμάκαρ πολύαθλε, βρῶσιν ἀφθαρσίας, περιστερὰ ὡραιοτάτη·
τῆς φθορᾶς γάρ τοὺς ὅρους ἐκβέβηκας.
Θεοτοκίον
Σωματώσεως θείας, καὶ καταλλαγῆς ἀνεκφράστου, γέγονας πρόξενος,
ἡ τὸν πρὸ ἡλίου, ἐκ Πατρὸς γεννηθέντα κυήσασα· διὰ σοῦ γὰρ φύσις, ἡ τῶν βροτῶν
Θεῷ συνήφθη, καὶ ἐν θρόνῳ τῆς δόξης καθίδρυται.
ᾨδὴ ς'
Ὁ Εἱρμὸς
«Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία
βοᾷ σοι· ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι
αἵματι».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει
σου, Κύριε.
Ἀνῆλθες, ἐν Σταυρῷ δυναστείαν ζωσάμενος, καὶ συμπλακεὶς τῷ
τυράννῳ, ὡς Θεὸς ἐξ ὕψους κατέρραξας, τὸν Ἀδὰμ δέ, ἀηττήτῳ, παλάμῃ ἀνέστησας.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει
σου, Κύριε.
Ἀνέστης, ἐξαστράπτων ὡραῖος ἐκ τάφου Χριστέ, καὶ διεσκέδασας
πάντας, τοὺς ἐχθροὺς τῇ θείᾳ σου δυναστείᾳ, καὶ τὰ πάντα, ὡς Θεός, εὐφροσύνης ἐπλήρωσας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε,
σῶσον ἡμᾶς.
Ὢ θαῦμα, τῶν ἁπάντων θαυμάτων καινότερον! ὅτι Παρθένος ἐν μήτρᾳ,
τὸν τὰ σύμπαντα περιέποντα, ἀπειράνδρως, συλλαβοῦσα, οὐκ ἐστενοχώρησεν.
Τοῦ Μάρτυρος
ᾨδη ς´
Ἱλάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ
τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς
σωτηρίας μου.
Τῷ ζήλῳ τῷ πρὸς Θεόν, πυρούμενος ἱερώτατε, τῆς ὑφαπτούσης
πυρᾶς, οὐδόλως ἐφρόντισας, θείῳ δροσιζόμενος, οὐρανόθεν ὄμβρῳ, ἀθλοφόρε γενναιότατε.
Ὁ νεανίαις τρισί, μεταποιήσας τὴν κάμινον, εἰς δρόσον
φωτοφανῶς, θεόφρον πανόλβιε, φλογὸς ἐξαρπάζει σε, καὶ πυρὸς δεικνύει, παραδόξως
δυνατώτερον.
Μεγίστοις ἐγκαρτερῶν, ἀγῶσιν ὤφθης παμμέγιστος, ἐν ἀθληταῖς
θαυμαστός, ἐν Μάρτυσι δόκιμος· διὸ καὶ μεγίστων σε, ὁ ἀγωνοθετης, ἀντιδόσεων ἠξίωσε.
Θεοτοκίον
Γεγόναμεν κοινωνοί, τῆς θείας φύσεως Ἄχραντε, τῷ θείῳ σου
τοκετῷ, καὶ λῆξιν οὐράνιον σὺν Ἀγγέλων τάξεσιν, οἱ σὲ εὐφημοῦντες, ἐν Χριστῷ ἐκληρωσάμεθα.
Κοντάκιον Ἦχος δ'
Ἐπεφάνης σήμερον
Ὁ Σωτὴρ καὶ ῥύστης μου, ἀπὸ τοῦ τάφου, ὡς Θεὸς ἀνέστησεν, ἐκ
τῶν δεσμῶν τοὺς γηγενεῖς, καὶ πύλας ᾅδου συνέτριψε, καὶ ὡς Δεσπότης ἀνέστη τριήμερος.
Ὁ Οἶκος
Τὸν ἀναστάντα ἐκ νεκρῶν Χριστὸν τὸν ζωοδότην, τριήμερον ἐκ
τάφου, καὶ πύλας τοῦ θανάτου σήμερον συνθλάσαντα, τῇ δυνάμει τῇ αὐτοῦ, τὸν ᾅδην
τε νεκρώσαντα, καὶ τὸ κέντρον τοῦ θανάτου συντρίψαντα, καὶ τὸν Ἀδὰμ σὺν τῇ Εὔᾳ ἐλευθερώσαντα,
ὑμνήσωμεν πάντες οἱ γηγενεῖς, εὐχαρίστως βοῶντες αἶνον ἐκτενῶς. Αὐτὸς γὰρ ὡς μόνος
κραταιὸς Θεός, καὶ Δεσπότης ἀνέστη τριήμερος.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ Β´ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Μάμαντος.
Στίχοι
Ἀκμαῖος ὢν Τριάδος εἰς πίστιν Μάμας,
Ἀκμαῖς τριαίνης καρτερεῖ τετρωμένος.
Δευτερίῃ χολάδες Μάμαντος χῦντο τριαίνῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου,
Πατριάρχου Κωνσταντινουπόλεως τοῦ Νηστευτοῦ.
Στίχοι
Τοῖς μὴ ῥέουσιν ἐντρυφᾷς νῦν ἡδέσι,
Νηστευτὰ ῥευστῶν ἡδονῶν Ἰωάννη.
Ὁ Ἅγιος Διομήδης σπαθιζόμενος τελειοῦται.
Στίχοι
Σίδηρος εἰς σίδηρον ὢν Διομήδης,
Πρὸς τοὺς σπαθισμοὺς ἀνδρικῶς ἐκαρτέρει.
Ὁ Ἅγιος
Ἰουλιανός, ξύλῳ θλασθεὶς τὴν κεφαλήν, τελειοῦται.
Στίχοι
Ἰουλιανός, συντριβεὶς κάραν ξύλῳ,
Τὸν πρὸς Θεὸν νοῦν σῶος εἰς τέλος μένει.
Ὁ Ἅγιος
Φίλιππος ξίφει τελειοῦται.
Στίχοι
Ἵππον ταχὺν Φίλιππος τὴν τομὴν ἔχων,
Πρὸς τὸν φιλοῦντα θᾶττον ἦλθε Δεσπότην.
Ὁ Ἅγιος
Εὐτυχιανὸς ἐν ἐσχάρᾳ πυρὸς τελειοῦται.
Στίχοι
Εὐτυχιανός, πυρποληθεὶς ἐσχάρᾳ,
Εἰς εὐτυχῆ μετῆλθε κλῆρον Μαρτύρων.
Ὁ Ἅγιος
Ἡσύχιος ἀπαγχονισθεὶς τελειοῦται.
Στίχοι
Ποθῶν τὸν ὄντως Ἡσύχιος Δεσπότην,
Καὶ τὸν δι᾿ αὐτὸν ἡσύχως φέρει βρόχον.
Ὁ Ἅγιος Λεωνίδης πυρὶ τελειοῦται.
Στίχοι
Τοῦ πρὸς Θεὸν σε φλὸξ πόθου, Λεωνίδη,
Ἔπειθε ῥᾷστα καὶ φλογὸς φέρειν βίαν.
Ὁ Ἅγιος
Εὐτύχιος σταυρωθεὶς τελειοῦται.
Στίχοι
Βαίνων κατ᾿ ἴχνος Εὐτύχιος Κυρίου,
Δίκην ἐκείνου καρτερεῖ σταυροῦ πάθος.
Ὁ Ἅγιος Φιλάδελφος, λίθῳ τὸν τράχηλον βαρυνθείς, τελειοῦται.
Στίχοι
Σαρκὸς βάρος πᾶν ἐκλιπὼν λίθου βάρει,
Ἀνῆλθε κοῦφος Φιλάδελφος εἰς πόλον.
Ὁ Ἅγιος Μελάνιππος πυρὶ τελειοῦται.
Στίχοι
Εἴπερ τι Μελάνιππος εἶχε καὶ μέλαν,
Κάθαρσιν εὗρεν, εἰς τὸ πῦρ βεβλημένος.
Ἡ Ἁγία Παρθαγάπη ἐν
τῇ θαλάσσῃ τελειοῦται.
Στίχοι
Θνῄσκεις θαλάσσης ἔνδον, ὦ Παρθαγάπη,
Καὶ δωρεῶν θάλασσαν εὑρίσκεις ἄνω.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν δικαίων ἱερέων, Ἐλεαζάρου καὶ Φινεές,
καὶ τῶν Ἁγίων Μαρτύρων Ἀειθαλᾶ καὶ Ἀμμοῦν.
Ταῖς αὐτῶν ἁγίαις
πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'
Ὁ Εἱρμὸς
«Ἐν τῇ καμίνῳ, Ἀβραμιαῖοι Παῖδες τῇ Περσικῇ, πόθῳ
εὐσεβείας μᾶλλον, ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ
Ναῷ τῆς δόξης σου Κύριε».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει
σου, Κύριε.
Πρὸς ἀφθαρσίαν, ἡ ἀνθρωπότης ἀνακέκληται, θείῳ λουσαμένη αἵματι
τοῦ Χριστοῦ, εὐχαρίστως ἀναμέλπουσα· Εὐλογημένος εἶ, ἐν τῷ Ναῷ τῆς δόξης σου Κύριε.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει
σου, Κύριε.
Ὡς ζωηφόρος, ὡς Παραδείσου ὡραιότερος, ὄντως καὶ παστάδος πάσης
βασιλικῆς, ἀναδέδεικται λαμπρότερος, Χριστὲ ὁ τάφος σου, ἡ πηγὴ τῆς ἡμῶν ἀναστάσεως.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε,
σῶσον ἡμᾶς.
Τὸ τοῦ Ὑψίστου, ἡγιασμένον θεῖον σκήνωμα Χαῖρε· διὰ σοῦ γὰρ
δέδοται ἡ χαρά, Θεοτόκε τοῖς κραυγάζουσιν· Εὐλογημένη σὺ ἐν γυναιξίν, ὑπάρχεις
Πανάμωμε Δέσποινα.
Τοῦ Μάρτυρος
ᾨδὴ ζ´
Θεοῦ συγκατάβασιν, τὸ πῦρ ᾐδέσθη ἐν Βαβυλῶνι ποτέ, διὰ τοῦτο
οἱ παῖδες ἐν τῇ καμίνῳ, ἀγαλλομένῳ ποδί, ὡς ἐν λειμῶνι χορεύοντες ἔψαλλον· Εὐλογητὸς
ὁ Θεός ὁ τῶν Πατέρων ἡμῶν.
Καμίνου τὸ εἶδός σοι, θαλάμου ὥσπερ χρείαν ἐπλήρωσεν· εἰς ἡμέρας
γὰρ πλείους, ἐν ταύτῃ Μάκαρ κατακλειόμενος, οὐ κατεφλέχθης, βοῶν τῷ ποιήσαντι·
Εὐλογητός ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Ἀγγέλους συλλήπτορας, συγχορευτὰς καὶ συγκοινωνοῦντάς σοι, ἀπορρήτων
ᾀσμάτων, φλογὸς ἐν μέσῳ, Μάρτυς ἐκέκτησο, μεθ᾿ ὧν τῷ πάντων Δεσπότῃ ἐκραύγαζες·
Εὐλογητός ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Ὡς ῥόδον ἀμάραντον, ὡς ἐκ παστάδος νυμφίος πρόεισιν, ὡραιότατος
ὄντως, ἐκ τῆς καμίνου φλέξας τοὺς ἄφρονας, καὶ τοὺς ὁρῶντας φωτίσας κραυγάζοντας·
Εὐλογητός ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Ἰδοὺ νῦν πεπλήρωται, τοῦ θεηγόρου ἡ προαγόρευσις· ἐν γαστρὶ
γὰρ Παρθένε, τὸν Θεὸν Λόγον ἔσχες καὶ τέτοκας, τὸν ζωοδότην, ᾧ πάντες κραυγάζομεν·
Εὐλογητός ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
ᾨδὴ η'
Ὁ Εἱρμὸς
«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ
ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί,
Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει
σου, Κύριε.
Χεῖρας ἐκπετάσας ἐν Σταυρῷ, τὰ ἔθνη ἅπαντα ἐπισυνήγαγες, καὶ
μίαν ἔδειξας Δέσποτα, Ἐκκλησίαν ἀνυμνοῦσάν σε, τοῖς ἐπὶ γῆς καὶ οὐρανοῦ, συμφώνως
ψάλλουσιν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει
σου, Κύριε.
Λευχείμων ὡράθη γυναιξί, τῷ ἀπροσίτῳ φωτὶ τῆς Ἀναστάσεως,
καταστραπτόμενος Ἄγγελος. Τί τὸν ζῶντα ἐν τῷ τάφῳ βοῶν, ἐπιζητεῖτε ὡς θνητόν, ὄντως
ἡγέρθη Χριστός, ᾧ βοῶμεν· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε,
σῶσον ἡμᾶς.
Σὺ μόνη ἐν πάσαις γενεαῖς, Παρθένε Ἄχραντε, Μήτηρ ἐδείχθης
Θεοῦ, σὺ τῆς Θεότητος γέγονας, ἐνδιαίτημα Πανάμωμε, μὴ φλογισθεῖσα τῷ πυρί, τοῦ
ἀπροσίτου φωτός· ὅθεν πάντες σέ, εὐλογοῦμεν, Μαρία Θεόνυμφε.
Τοῦ Μάρτυρος
Ὠδὴ η᾿
Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ Τύραννος, τοῖς θεοσεβέσιν
ἐμμανῶς ἐξέκαυσε· δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργὸν
καὶ Λυτρωτήν ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς
πάντας τοὺς αἰῶνας.
Ὡς Δανιὴλ τὰ χάσματα, τῶν θηρίων ἐφίμωσας, θείᾳ τοῦ Δεσπότου
ἐπικλήσει ἔνδοξε, τὸν ὄφιν ἐνέκρωσας· τοὺς δυσσεβεῖς κατῄσχυνας· καὶ ὡς νικητής,
τοὺς οὐρανούς ἀναμέλπων, οἰκεῖς ἐν εὐφροσύνῃ· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε,
εἰς πάντας τοὺς αἰῶνας.
Λιθολευστοῦσι μάκαρ σε, οἱ τοῖς λίθοις λατρεύοντες, καὶ
πεπωρωμένοι, τὴν ψυχὴν παράνομοι, τὸ ὄμμα ἐρείδοντα, τῆς ἱερᾶς σου Μάμα ψυχῆς,
πρὸς τὴν ἀρραγῆ καὶ ἀταπείνωτον πέτραν, καὶ μέλποντα προθύμως· ἱερεῖς εὐλογεῖτε,
λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ἀγωνοθέτης ἄνωθεν, σοὶ προτείνων τὸν στέφανον, οἷα νικητῇ,
καὶ τὸν καλὸν ἀνύσαντι, ἀγῶνα πανόλβιε, ἐπιφωνεῖ σοι τὴν πρὸς αὐτόν, στείλασθαι
σεπτήν, καὶ γλυκυτάτην πορείαν, προθύμως μελῳδοῦντι· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψούτε,
εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Ὑπερφυῶς συνέλαβες, τὸν ἐκ Πατρὸς ἀμήτορα, μείνασα παρθένος,
μετὰ τόκον Ἄχραντε· Θεοῦ γὰρ ἡ ἕνωσις, καινοποιεῖ τὰς φύσεις ἐν σοί, καὶ
καινοποιοῦνται τῆς οὐσίας οἱ ὅροι· διὸ σε ὀρθοδόξως, ὡς Θεὸν τετοκυῖαν, κυρίως
Θεοτόκον, ὑμνοῦμεν εἰς αἰῶνας.
ᾨδὴ θ'
Ὁ Εἱρμὸς
«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου
Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι,
σὲ Θεοτόκε μεγαλύνομεν».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει
σου, Κύριε.
Ὅλον με ἀνείληφας ὅλος, ἐν συναφείᾳ ἀσυγχύτῳ, ὅλῳ μοι διδοὺς
ὁ Θεός μου, τὴν σωτηρίαν διὰ τοῦ πάθους σου, ὁ ἐν Σταυρῷ ὑπέμεινας, σωματικῶς
δι' εὐσπλαγχνίαν πολλήν.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει
σου, Κύριε.
Οἱ σοὶ μαθηταὶ καθορῶντες, ἀνεῳγμένον σου τὸν τάφον, καὶ τὰς
θεοφόρους σινδόνας, κεκενωμένας τῇ Ἀναστάσει σου, σὺν τῷ Ἀγγέλῳ ἔλεγον· Ὄντως ἐγήγερται
ὁ Κύριος!
Τριαδικὸν
Στίχ. Ἁγία Τριὰς ὁ Θεὸς
ἐλέησον καὶ σῶσον ἡμᾶς.
Μονάδα μὲν θείας οὐσίας, ἀλλ' ὑποστάσεων Τριάδα, πάντες οἱ
πιστοὶ προσκυνοῦμεν, ἐν ἀσυγχύτοις ταῖς ὑποστάσεσιν, ἰσοσθενῆ ὁμότιμον, ἣν εὐσεβοῦντες
μεγαλύνομεν.
Τοῦ Μάρτυρος
ᾨδὴ θ´
Ἐξέστη ἐπὶ τούτῳ ὁ Οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα,
ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα
τῶν Οὐρανῶν· διὸ σε Θεοτόκε, Ἀγγέλων καὶ Ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσι.
Παρέθου τὴν ψυχήν σου τῷ Λυτρωτῇ, καὶ πρὸς τοῦτον προθύμως ἀνέδραμες,
ταῖς καλλοναῖς, κατηγλαϊσμένος περιφανῶς, τῶν ἱερῶν ἀγώνων σου, καὶ τῶν παλαισμάτων
τῶν θαυμαστῶν, πανεύφημε Ὁπλῖτα, φωστὴρ τῆς οἰκουμένης, τῆς Ἐκκλησίας ἐγκαλλώπισμα.
Συνήφθης τοῖς Ἀγγέλοις ἀγγελικήν, ἐπὶ γῆς πολιτείαν κτησάμενος,
καὶ σὺν αὐτοῖς, μέλπεις ἐν αἰνέσει χαρμονικῶς, τὸ ἱερὸν μελῴδημα, Μάμα τῇ Τριάδι
πανευκλεῶς, θεούμενος ταῖς θείαις, μεθέξεσι καὶ δόξης, ἀδιαδόχου ἐμφορούμενος.
Ὡς ἔχων παρρησίαν πρὸς τὸν Θεόν, τῶν τὴν θείαν σου ταύτην
πανήγυριν, περιχαρῶς, Μάρτυς ἐκτελούντων καὶ τὴν σεπτήν, καὶ ἱεράν σου ἄθλησιν,
πίστει εὐφημούντων εἰλικρινεῖ, μνημόνευε παμμάκαρ, καὶ ζάλης καὶ κινδύνων, καὶ
πειρασμοῦ ἡμᾶς διάσωσον.
Θεοτοκίον
Ἀπείρανδρον μητέρα τῶν ἐπὶ γῆς, παιδοτόκον τὶς ἤκουσε πώποτε,
καὶ τὸ τεχθέν, ἄναρχον Θεόν τε καὶ συμφυᾶ, Πατρὶ τῷ προανάρχῳ τε, καὶ τῇ τετοκυίᾳ
ὑπερφυῶς; ὢ ξένου μυστηρίου! ὢ θείας κοινωνίας! δι᾿ ἧς Θεῷ συνανεκράθημεν.
Ὠδὴ α’. Ἦχος πλ. δ'.
Σταυρὸν χαράξας Μωσῆς, ἐπ’ εὐθείας ῥάβδῳ, τὴν Ἐρυθρὰν
διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι· τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι,
κροτήσας ἥνωσεν, ἐπ’ εὔρους διαγράψας, τὸ ἀήττητον ὅπλον· διὸ Χριστῷ ᾄσωμεν, τῷ
Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
Ὠδὴ γ’.
Ῥάβδος εἰς τύπον, τοῦ μυστηρίου, παραλαμβάνεται· τῷ βλαστῷ
γὰρ προκρίνει τὸν ἱερέα· τῇ στειρευούσῃ δὲ πρῴην, Ἐκκλησίᾳ νῦν ἐξήνθησε, ξύλον
Σταυροῦ, εἰς κράτος καὶ στερέωμα.
Ὠδὴ δ’.
Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας Σου τὸ μυστήριον, κατενόησα
τὰ ἔργα Σου, καὶ ἐδόξασά Σου τὴν Θεότητα.
Ὠδὴ ε’.
Ὦ τρισμακάριστον Ξύλον! ἐν ᾧ ἐτάθη Χριστός, ὁ Βασιλεὺς καὶ
Κύριος· δι’ οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ ἐν σοὶ δελεασθείς, Θεῷ τῷ
προσπαγέντι σαρκί, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.
Ὠδὴ ς’.
Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας Ἰωνᾶς, σταυροειδῶς
διεκπετάσας, τὸ σωτήριον πάθος, προδιετύπου σαφῶς· ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον
Ἀνάστασιν, ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει,
τὸν κόσμον φωτίσαντος.
Ὠδὴ ζ’.
Ἔκνοον πρόσταγμα τυράννου δυσσεβοῦς, λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς,
καὶ δυσφημίας θεοστυγοῦς· ὅμως Τρεῖς Παῖδας, οὐκ ἐδειμάτωσε, θυμὸς θηριώδης, οὐ
πῦρ βρόμιον· ἀλλ’ ἀντηχοῦντι, δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον· Ὁ ὑπερύμνητος,
τῶν πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὠδὴ η’.
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Εὐλογεῖτε Παῖδες, τῆς Τριάδος ἰσάριθμοι, δημιουργὸν Πατέρα
Θεόν· ὑμνεῖτε, τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα· καὶ
ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας.
Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις τιμώντες μεγαλύνωμεν.
Ήχος α'
Μεγαλύνει η
ψυχή μου τόν Κύριον, καί ηγαλλίασε τό πνεύμά μου επί τώ Θεώ τώ σωτήρί μου.
· Τήν Τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασυγκρίτως
τών Σεραφείμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ
μεγαλύνομεν.
Ότι
επέβλεψεν επί τήν ταπείνωσιν τής δούλης αυτού, ιδού γάρ από τού νύν μακαριούσί
με πάσαι γενεαί,
·
Τήν Τιμιωτέραν τών Χερουβείμ...
Ότι εποίησέ
μοι μεγαλεία ο Δυνατός, καί άγιον τό όνομα αυτού, καί τό έλεος αυτού εις
γενεάν, καί γενεάν τοίς φοβουμένοις αυτόν.
·
Τήν Τιμιωτέραν τών Χερουβείμ...
Εποίησε
κράτος εν βραχίονι αυτού, διεσκόρπισεν υπερηφάνους διανοία καρδίας αυτών.
·
Τήν Τιμιωτέραν τών Χερουβείμ...
Καθείλε
δυνάστας από θρόνων, καί ύψωσε ταπεινούς, πεινώντας ενέπλησεν αγαθών, καί
πλουτούντας εξαπέστειλε κενούς.
·
Τήν Τιμιωτέραν τών Χερουβείμ...
Αντελάβετο
Ισραήλ παιδός αυτού, μνησθήναι ελέους, καθώς ελάλησε πρός τούς πατέρας ημών, τώ
Αβραάμ, καί τώ σπέρματι αυτού έως αιώνος.
Καταβασία
Μυστικὸς εἶ Θεοτόκε παράδεισος, ἀγεωργήτως βλαστήσασα
Χριστόν, ὑφ’ οὗ τὸ τοῦ Σταυροῦ, ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον· δι’ οὗ νῦν
ὑψουμένου, προσκυνοῦντες Αὐτόν, Σὲ μεγαλύνομεν.
Άγιος
Κύριος ο Θεός ημών,
Άγιος
Κύριος ο Θεός ημών.
Υψούτε
Κύριον τόν Θεόν ημών, καί προσκυνείτε τώ υποποδίω τών ποδών αυτού.
Ότι
Άγιός εστιν
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Β'
Τὸν λίθον θεωρήσασαι, ἀποκεκυλισμένον, αἱ Μυροφόροι ἔχαιρον·
εἶδον γὰρ Νεανίσκον, καθήμενον ἐν τῷ τάφῳ, καὶ αὐτὸς ταύταις ἔφη· Ἰδοὺ Χριστὸς ἐγήγερται,
εἴπατε σὺν τῷ Πέτρῳ, τοῖς Μαθηταῖς· Ἐν τῷ ὄρει φθάσατε
Γαλιλαίας, ἐκεῖ ὑμῖν ὀφθήσεται, ὡς προεῖπε τοῖς φίλοις.
Τοῦ Μάρτυρος
Τῶν Μαθητῶν ὁρώντων σε
Τῷ γάλακτι ἐτράφης τῷ τῶν ἐλάφων, ὄρεσι διαιτώμενος Μάρτυς
Μάμα· ἀλλ᾿ ὤφθης ὡς γενναῖος ἐν τῷ σταδίῳ, ἀθλήσας προθυμότατα· καὶ νίκης ἄρας
βραβεῖα, πρός Κύριον παρεγένου.
Θεοτοκίον Ὅμοιον
Ὁ τῆς ζωῆς τῆς θείας καὶ μακαρίας, φθονήσας μοι τῆς πάλαι ἐν
Παραδείσῳ, ἐχθρὸς ὁ δολιώτατος καὶ πανοῦργος, καὶ τῆς Ἐδὲμ ἐξόριστον, ποιήσας
με θανατοῦται, τῇ σῇ γεννήσει Παρθένε.
ΨΑΛΜΟΣ ΡΜΗ' (148)
--Πᾶσα
πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὺτὸν ἐν τοῖς
ὑψἰστοις· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
--Αἰνεῖτε
αὐτὸν πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ· Σοὶ
πρέπει ὕμνος τῷ Θεῷ.
Αἶνοι Ἦχος β'
1. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς
ὁσίοις αὐτοῦ.
-- Πᾶσα πνοή, καὶ πᾶσα κτίσις, σὲ δοξάζει Κύριε, ὅτι διὰ τοῦ
Σταυροῦ τὸν θάνατον κατήργησας, ἵνα δείξῃς τοῖς λαοῖς, τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν,
ὡς μόνος φιλάνθρωπος.
ΨΑΛΜΟΣ ΡΝ' (l50)
2. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι
τῆς δυνάμεως αὐτοῦ.
-- Εἰπάτωσαν Ἰουδαῖοι, πῶς οἱ στρατιῶται ἀπώλεσαν τηροῦντες
τὸν Βασιλέα; διατὶ γὰρ ὁ λίθος οὐκ ἐφύλαξε τὴν πέτραν τῆς ζωῆς; ἢ τὸν ταφέντα δότωσαν,
ἢ ἀναστάντα προσκυνείτωσαν, λέγοντες σὺν ἡμῖν· Δόξα τῷ πλήθει τῶν οἰκτιρμῶν
σου, Σωτὴρ ἡμῶν δόξα σοι.
3. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ
πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
-- Χαίρετε λαοί, καὶ ἀγαλλιᾶσθε, Ἄγγελος ἐκάθισεν εἰς τὸν λίθον
τοῦ μνήματος, αὐτὸς ἡμᾶς εὐηγγελίσατο εἰπών· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, ὁ Σωτὴρ
τοῦ κόσμου, καὶ ἐπλήρωσε τὰ σύμπαντα εὐωδίας. Χαίρετε Λαοί, καὶ ἀγαλλιᾶσθε.
4. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ
κιθάρᾳ.
-- Ἄγγελος μὲν τὸ Χαῖρε, πρὸ τῆς σῆς συλλήψεως Κύριε, τῇ
Κεχαριτωμένῃ ἐκόμισεν, Ἄγγελος δὲ τὸν λίθον τοῦ ἐνδόξου σου μνήματος, ἐν τῇ σῇ Ἀναστάσει
ἐκύλισεν. Ὁ μὲν ἀντὶ τῆς λύπης, εὐφροσύνης σύμβολα μηνύων, ὁ δὲ ἀντὶ θανάτου,
Δεσπότην ζωοδότην κηρύττων ἡμῖν. Διὸ βοῶμέν σοι· Εὐεργέτα τῶν ἁπάντων, Κύριε δόξα
σοι.
5. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ
ὀργάνῳ,
-- Ἔρραναν μύρα μετὰ δακρύων, ἐπὶ τὸ μνῆμά σου αἱ Γυναῖκες,
καὶ ἐπλήσθη χαρᾶς τὸ στόμα αὐτῶν, ἐν τῷ λέγειν· Ἀνέστη ὁ Κύριος.
6. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
-- Αἰνεσάτωσαν ἔθνη καὶ λαοὶ Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν ἑκουσίως
δι΄ ἡμᾶς σταυρὸν ὑπομείναντα, καὶ ἐν τῷ ᾅδῃ τριημερεύσαντα, καὶ προσκυνησάτωσαν
αὐτοῦ τήν ἐκ νεκρῶν Ἀνάστασιν, δι' ἧς, πεφώτισται πάντα τοῦ κόσμου τὰ πέρατα.
7. Ἀνάστηθι, Κύριε, ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν
πενήτων σου εἰς τέλος.
-- Ἐσταυρώθης, ἐτάφης, Χριστέ, ὡς ἠβουλήθης, ἐσκύλευσας τὸν
θάνατον, ὡς Θεὸς καὶ Δεσπότης, δωρούμενος τῷ κόσμῳ ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔλεος.
8. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα
τὰ θαυμάσιά σου.
-- Ὄντως παράνομοι σφραγίσαντες τὸν λίθον, μείζονος ἡμᾶς θαύματος
ἠξιώσατε, ἔχουσι τὴν γνῶσιν οἱ φύλακες, σήμερον προῆλθε τοῦ μνήματος, καὶ ἔλεγον·
Εἴπατε, ὅτι ἡμῶν κοιμωμένων, ἦλθον οἱ Μαθηταί, καὶ ἔκλεψαν αὐτόν. Καὶ τὶς κλέπτει
νεκρόν, μάλιστα δὲ καὶ γυμνόν; Αὐτὸς ἀνέστη αὐτεξουσίως ὡς Θεός, καταλιπὼν καὶ ἐν
τῷ τάφῳ τὰ ἐντάφια αὐτοῦ. Δεῦτε ἴδετε Ἰουδαῖοι, πῶς οὐ διέρρηξε τὰς σφραγῖδας, ὁ
τὸν θάνατον πατήσας, καὶ ἐν τῷ γένει τῶν ἀνθρώπων, τὴν ἀτελεύτητον ζωήν δωρούμενος,
καὶ τὸ μέγα ἔλεος.
Δόξα... ΕΩΘΙΝΟΝ Β' Ἦχος
β'
Μετὰ μύρων προσελθούσαις, ταῖς περὶ Μαριὰμ Γυναιξί, καὶ
διαπορουμέναις, πῶς ἔσται αὐταῖς τυχεῖν τοῦ ἐφετοῦ, ὡράθη ὁ λίθος μετηρμένος,
καὶ θεῖος Νεανίας, καταστέλλων τὸν θόρυβον αὐτῶν τῆς ψυχῆς. Ἠγέρθη γὰρ φήσιν, Ἰησοῦς
ὁ Κύριος· διὸ κηρύξατε τοῖς κήρυξιν αὐτοῦ Μαθηταῖς τὴν Γαλιλαίαν δραμεῖν, καὶ ὄψεσθε
αὐτόν, ἀναστάντα ἐκ νεκρῶν, ὡς ζωοδότην καὶ Κύριον.
Καὶ νῦν ... Θεοτοκίον
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ
σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα
ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν·
Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.
ΜΕΓΑΛΗ
ΔΟΞΟΛΟΓΙΑ
Δόξα σοι τώ
δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ, καί επί γής ειρήνη, εν ανθρώποις
ευδοκία.
Υμνούμέν
σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν
μεγάλην σου δόξαν.
Κύριε
βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ,
καί Άγιον Πνεύμα,
Κύριε ο
Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο αίρων τήν αμαρτίαν τού κόσμου,
ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.
Πρόσδεξαι
τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον ημάς.
Ότι σύ εί
μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.
Καθ'
εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου εις τόν αιώνα, καί εις τόν
αιώνα τού αιώνος.
Καταξίωσον,
Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους φυλαχθήναι ημάς.
Ευλογητός
εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον τό όνομά σου
εις τούς αιώνας. Αμήν.
Γένοιτο,
Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σέ.
Ευλογητός
εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').
Κύριε,
καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ είπα.
Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι ήμαρτόν σοι.
Κύριε, πρός
σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου.
Ότι παρά
σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.
Παράτεινον
τό έλεός σου τοίς γινώσκουσί σε.
Άγιος ο
Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ
γ').
Δόξα... Καί
νύν... Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος ο
Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.
Σήμερον
σωτηρία τώ κόσμω γέγονεν. Άσωμεν τώ αναστάντι εκ τάφου καί αρχηγώ τής ζωής ημών,
καθελών γάρ τώ θανάτω τόν θάνατον, τό νίκος έδωκεν ημίν, καί τό μέγα έλεος.
Είς την
λειτουργίαν
ΑΝ Τ Ι Φ Ω Ν Α
Α΄
Ήχος β΄
Στίχ. α'. Ευλόγει η
ψυχή μου, τόν Κύριον, καί πάντα τά εντός μου τό όνομα τό άγιον αυτού.
Ταίς πρεσβείαις τής Θεοτόκου, Σώτερ
σώσον ημάς.
Στίχ. β'. Ευλόγει,
η ψυχή μου, τόν Κύριον, καί μή επιλανθάνου πάσας τάς ανταποδόσεις αυτού.
Ταίς πρεσβείαις τής Θεοτόκου...
Στίχ. γ'. Κύριος εν
τώ ουρανώ ητοίμασε τόν θρόνον αυτού, καί η Βασιλεία αυτού πάντων δεσπόζει.
Ταίς πρεσβείαις τής Θεοτόκου...
Δόξα... Καί νύν...
Ταίς
πρεσβείαις τής Θεοτόκου...
Β΄
Ήχος β'
Στίχ. α'. Αίνει, η
ψυχή μου, τόν Κύριον, αινέσω Κύριον εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.
Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ
νεκρών, ψάλλοντάς σοι. Αλληλούια.
Στίχ. β'. Μακάριος,
ού ο Θεός Ιακώβ βοηθός αυτού, η ελπίς αυτού επί Κύριον τόν Θεόν αυτού.
Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ
νεκρών...
Στίχ. γ'. Βασιλεύσει
Κύριος εις τόν αιώνα, ο Θεός σου, Σιών, εις γενεάν καί γενεάν.
Σώσον, ημάς, Υιέ Θεού, ο αναστάς εκ
νεκρών...
Δόξα... Καί νύν...
Ο Μονογενής Υιός και Λόγος του Θεού,
αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν σωτηρίαν σαρκοθήναι εκ της
αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας, σταυρωθείς τε,
Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της Αγίας Τριάδος, συνδοξαζόμενος
τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.
Εισοδικόν
Δεύτε
προσκυνήσωμεν και προσπέσωμεν Χριστώ. Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ
νεκρών, ψάλλοντάς σοι Αλληλούϊα
Ἀπολυτίκιον Ἦχος δ'
Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι
αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοῖς Ἀποστόλοις
καυχώμεναι ἔλεγον· Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ
τὸ μέγα ἔλεος.
Ἀπολυτίκιον τοῦ Μάρτυρος
Ἦχος δ′ Ταχὺ προκατάλαβε
Ὁ Μάρτυς σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτοῦ, τὸ στέφος ἐκομίσατο
τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους
καθεῖλεν· ἔθραυσε καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση, αὐτοῦ ταῖς ἱκεσίαις Χριστέ,
σῶσον τὰς ψυχὰς ἡμῶν.
Του ναού…
Κοντάκιον
Ήχος δ'.
Αυτόμελον.
Ιωακείμ και
Άννα ονειδισμού ατεκνίας, και Αδάμ και Εύα εκ της φθοράς του θανάτου,
ηλευθερώθησαν Άχραντε, εν τη αγία Γεννήσει σου. Αυτήν εορτάζει και ο λαός σου,
ενοχής των πταισμάτων, λυτρωθείς εν τω κράζειν σοι. Η Στείρα τίκτει την
Θεοτόκον, και τροφόν της ζωής ημών
Τό Τρισάγιον...
ΑΠΟΣΤΟΛΟΣ
Προκείμενον.Ήχος
γ’.
Ώς
εμεγαλύνθη τα έργα Κύριε πάντα εν σοφία εποιήσας.
Στίχ. Ευλόγει, η ψυχή μου τον Κύριον.
Προς Κορινθίους Α’ Επιστολής Παύλου το Ανάγνωσμα.
Ἀδελφοί,
γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε. πάντα ὑμῶν ἐν ἀγάπῃ
γινέσθω. Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί· οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ
τῆς Ἀχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς· ἵνα καὶ ὑμεῖς
ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι. χαίρω δὲ ἐπὶ
τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φουρτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ ὑμῶν ὑστέρημα οὗτοι ἀνεπλήρωσαν·
ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. ἐπιγινώσκετε οὖν τοὺς τοιούτους.
Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας. ἀσπάζονται ὑμᾶς ἐν Κυρίῳ πολλὰ Ἀκύλας
καὶ Πρίσκιλλα σὺν τῇ κατ' οἶκον αὐτῶν ἐκκλησίᾳ. ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ
πάντες. ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. εἴ
τις οὐ φιλεῖ τὸν Κύριον Ἰησοῦν Χριστόν, ἤτω ἀνάθεμα. μαρὰν ἀθά. Ἡ χάρις τοῦ
Κυρίου Ἰησοῦ Χριστοῦ μεθ' ὑμῶν. ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ Ἰησοῦ·
ἀμήν.
Ευαγγέλιον
Κυριακή ΙΓ΄ Ματθαίου
(Ματθ. 21,33-42)
Είς το Εξαιρέτως... Άξιον Εστί
Κοινωνικὸν
«Αινείτε»·
«Εἴδομεν τὸ φῶς».
Βιβλιογραφία:
1.
analogion.gr/glt/
2.
ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΙΣ
ΤΩΝ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ
ΕΤΟΥΣ 2012
ΑΠΟΣΤΟΛΟΥ Ε. ΠΑΠΑΧΡΗΣΤΟΥ
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου