5 -8-2012
† ΚΥΡΙΑΚΗ Θ΄ ΜΑΤΘΑΙΟΥ. Τά Προεόρτια τῆς Θ. Μεταμορφώσεως
τοῦ Κυρίου καί Θεοῦ καί Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Τοῦ Ἁγίου Μάρτυρος
Εὐσιγνίου καί τοῦ Ὁσίου Πατρός ἡμῶν Εὐγενίου τοῦ Αἰτωλοῦ καί τοῦ ἐν Ἁγίοις
Πατρός ἡμῶν Εὐθυμίου, Πατριάρχου Κωνσταντινουπόλεως. Τοῦ Ἁγίου Νεομάρτυρος
Χρήστου, τοῦ ἐκ Πρεβέζης. ῏Ηχος πλ. δ’ ἑωθινὸν θ΄.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ἦχος πλ. δ’
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι
Κυρίου.
Στίχ, α'. Εξομολογείσθε τώ Κυρίω,
καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, β'. Πάντα τά έθνη
εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς,
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, γ'. Παρά Κυρίου εγένετο
αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.
Ἀπολυτίκιον Ἦχος
πλ. δ'
Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος,
ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν. Ἡ ζωὴ καὶ ἡ Ἀνάστασις
ἡμῶν, Κύριε δόξα σοι.
Δόξα...
Ἀπολυτίκιον Ἦχος
πλ. δ'
Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος,
ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν. Ἡ ζωὴ καὶ ἡ Ἀνάστασις
ἡμῶν, Κύριε δόξα σοι.
Καὶ νῦν...
Ἀπολυτίκιον
Ἦχος δ'
Χριστοῦ τὴν Μεταμόρφωσιν προϋπαντήσωμεν,
φαιδρῶς πανηγυρίζοντες τὰ προεόρτια, πιστοὶ καὶ βοήσωμεν· Ἤγγικεν ἡ ἡμέρα τῆς ἐνθέου
εὐφροσύνης, ἄνεισιν εἰς τὸ ὄρος τὸ Θαβὼρ ὁ Δεσπότης, τῆς Θεότητος αὐτοῦ ἀπαστράψαι
τὴν ὡραιότητα.
Καθίσματα Ἦχος πλ.
δ'
Ἀνέστης ἐκ νεκρῶν, ἡ ζωὴ τῶν
ἁπάντων, καὶ Ἄγγελος φωτός, ταῖς Γυναιξὶν ἐβόα∙ Παύσασθε τῶν δακρύων, τοῖς Ἀποστόλοις
εὐαγγελίσασθε, κράξατε ἀνυμνοῦσαι· Ὅτι ἀνέστη Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι
ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.
Δόξα...
Τὴν σοφίαν καὶ Λόγον
Ἀναστὰς ἐκ τοῦ τάφου ὡς ἀληθῶς,
ταῖς ὁσίαις προσέταξας Γυναιξί, κηρῦξαι τὴν Ἔγερσιν, Ἀποστόλοις ὡς γέγραπται,
καὶ δρομαῖος ὁ Πέτρος, ἐπέστη τῷ μνήματι, καὶ τὸ φῶς ἐν τῷ τάφῳ, ὁρῶν κατεπλήττετο∙
ὅθεν καὶ κατεῖδε, τὰ ὀθόνια μόνα, χωρὶς τοῦ θείου σώματος, ἐν αὐτῷ κατακείμενᾳ,
καὶ πιστεύσας ἐβόησε∙ Δόξα σοι Χριστὲ ὁ Θεός, ὅτι σῴζεις ἅπαντας Σωτὴρ ἡμῶν∙ τοῦ
Πατρὸς γὰρ ὑπάρχεις ἀπαύγασμα.
Καὶ νῦν... Ἦχος γ'
Τὴν ὡραιότητα
Ἡ εὐκλεέστατος καὶ ἀξιέπαινος,
Ἄννα ἡ ἔνθεος, καὶ πανσεβάσμιος, γῆθεν ἀρθεῖσα ἐκ ζωῆς, προσκαίρου διαιωνίζει,
εἰς ζωὴν ἀθάνατον, μέτ' Ἀγγέλων χορεύουσα, σὺν τῇ θυγατρὶ αὐτῆς, καὶ ἀχράντῳ
Μητρὶ τοῦ Θεοῦ, πρεσβεύουσα ἀπαύστως σωθῆναι, τοὺς πίστει ταύτην μακαρίζοντας.
Ἄνθρωποι τὸ μνῆμά σου, Σωτὴρ
ἐσφραγίσαντο, Ἄγγελος τὸν λίθον, ἐκ τῆς θύρας ἀπεκύλισε. Γυναῖκες ἐθεάσαντο, ἐγηγερμένον
ἐκ νεκρῶν, καὶ αὗται εὐηγγελίσαντο τοῖς Μαθηταῖς σου ἐν Σιών. Ὅτι ἀνέστης ἡ ζωὴ
τῶν ἁπάντων, καὶ διελύθη τὰ δεσμὰ τοῦ θανάτου. Κύριε δόξα σοι.
Δόξα...
Τὰ μύρα τῆς ταφῆς, αἱ Γυναῖκες
κομίσασαι, φωνῆς Ἀγγελικῆς, ἐκ τοῦ τάφου ἤκουον. Παύσασθε τῶν δακρύων, καὶ ἀντὶ
λύπης χαρὰν κομίσασθε, κράξατε ἀνυμνοῦσαι, ὅτι ἀνέστη Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας
σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.
Καὶ νῦν... Ἦχος α'
Τὸν τάφον σου
Σωτὴρ
Τὰς νόμου ἐντολάς, θεαρέστως
τηροῦσα, μητέρας Ἰσραήλ, ὑπερῆρας ἁπάσας, τὴν μόνην ἀειπάρθενον, Θεοτόκον κυήσασα,
ἁγιόλεκτε, Ἄννα Προμῆτορ Κυρίου, μεταστᾶσα δέ, ἐκ γῆς πρὸς θεῖον νυμφῶνα, Δικαίων
ὑπέρκεισαι.
ΕΥΛΟΓΗΤΑΡΙΑ
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη
ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ
σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς
δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς
Μυροφόροις. Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον,
πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε·
θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες, μετὰ μύρων
ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ, ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς
φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.
Δόξα... Τριαδικὸν
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν
τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς
Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.
Καὶ νῦν ... Θεοτοκίον
Ζωοδότην τεκοῦσα, ἐλυτρώσω
Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα
ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.
Δόξα σοι ὁ Θεός. (ἐκ γ')
Ἡ Ὑπακοὴ Ἦχος πλ.
δ'
Αἱ Μυροφόροι τοῦ Ζωοδότου ἐπιστᾶσαι
τῷ μνήματι, τὸν Δεσπότην ἐζήτουν, ἐν νεκροῖς τὸν ἀθάνατον, καὶ χαρᾶς εὐαγγέλια,
ἐκ τοῦ Ἀγγέλου δεξάμεναι, τοῖς Ἀποστόλοις ἐμήνυον∙ Ὅτι ἀνέστη Χριστὸς ὁ Θεός,
παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Οἱ Ἀναβαθμοὶ
Ἀντίφωνον Α'
Ἐκ νεότητός μου ὁ ἐχθρός με πειράζει,
ταῖς ἡδοναῖς φλέγει με· ἐγὼ δὲ πεποιθώς, ἐν σοὶ Κύριε τροποῦμαι τοῦτον.
Οἱ μισοῦντες Σιών, γενηθήτωσαν
δή, πρὶν ἐκσπασθῆναι ὡς χόρτος∙ συγκόψει γὰρ Χριστός, αὐχένας αὐτῶν, τομῇ βασάνων.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, τὸ ζῇν τὰ πάντα,
φῶς ἐκ φωτός, Θεὸς μέγας, σὺν Πατρὶ ὑμνοῦμεν αὐτὸ καὶ τῷ Λόγῳ.
Ἀντίφωνον Β'
Ἡ καρδία μου τῷ φόβῳ σου
σκεπέσθω, ταπεινοφρονοῦσα, μὴ ὑψωθεῖσα ἀποπέσῃ, ἐκ σοῦ Πανοικτίρμον.
Ἐπὶ τὸν Κύριον ὁ ἐσχηκὼς ἐλπίδα,
οὐ δείσει τότε, ὅτε πυρὶ τὰ πάντα κρινεῖ καὶ κολάσει.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, πᾶς τις θεῖος
βλέπει καὶ προλέγει, τερατουργεῖ ὕψιστα, ἐν τρισὶν ἕνα Θεὸν μέλπων∙ εἰ γὰρ καὶ
τριλαμπεῖ, μοναρχεῖ τὸ θεῖον.
Ἀντίφωνον Γ'
Ἐκέκραξά σοι Κύριε, πρόσχες,
κλῖνόν μοι τὸ οὖς σου βοῶντι, καὶ κάθαρον πρὶν ἄρῃς με, ἀπὸ τῶν ἐνθένδε.
Ἐπὶ τὴν μητέρα αὐτοῦ γῆν, δύνων
πᾶς αὖθις ἀναλύσει, τοῦ λαβεῖν βασάνους, ἢ γέρα τῶν βεβιωμένων.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, θεολογία μονὰς
τρισαγία∙ ὁ Πατὴρ γὰρ ἄναρχος, ἐξ οὗ ἔφυ ὁ Υἱὸς ἀχρόνως, καὶ τὸ Πνεῦμα σύμμορφον,
σύνθρονον, ἐκ Πατρὸς συνεκλάμψαν.
Ἀντίφωνον Δ'
Ἰδοὺ δὴ τί καλόν, ἢ τί τερπνόν,
ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἅμα; ἐν τούτῳ γὰρ Κύριος, ἐπηγγείλατο ζωὴν αἰωνίαν.
Τοῦ ἐνδύματος αὐτοῦ, ὁ τὰ κρίνα
τοῦ ἀγροῦ κοσμῶν, κελεύει μὴ δεῖν φροντίζειν.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, ἑνοειδεῖ αἰτίᾳ,
πάντα ἔχεται εἰρηνοβραβεύτως. Θεὸς τοῦτο γάρ ἐστι, Πατρί τε καὶ Υἱῷ, ὁμοούσιον
κυρίως.
Προκείμενον
Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα,
ὁ Θεός σου Σιών, εἰς γενεὰν καὶ γενεάν.
Στίχ. Αἴνει ἡ ψυχή μου τὸν Κύριον.
Ή Τάξις τού Εωθινού Ευαγγελίου
Ιερεύς Τού Κυρίου δεηθώμεν.
Χορός Κύριε, ελέησον.
Ιερεύς Ότι Άγιος εί ο Θεός
ημών, και εν αγίοις επαναπαύη, και σοι την δόξαν αναπέμπωμεν, τω Πατρί και τω
Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.
Χορός Αμήν.
Πάσα πνοή αινεσάτω τόν Κύριον (εκ γ').
Ιερεύς Και υπέρ του
καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών
ικετεύσωμεν.
Χορός Κύριε, ελέησον (γ').
Ιερεύς Σοφία. Ορθοί,
ακούσωμεν τού αγίου Ευαγγελίου.
Ιερεύς Ειρήνη πάσι.
Χορός Καί τώ Πνεύματί σου.
Ιερεύς Εκ τού κατά ... αγίου Ευαγγελίου...
Ιερεύς Πρόσχωμεν.
Χορός Δόξα σοι, Κύριε, δόξα
σοι.
Ευαγγελιον Εωθινόν θ’
Ανάστασιν Χριστού θεασάμενοι…
Ν' Ψαλμός
Ελέησόν με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των
οικτιρμών σου εξάλειψον τό ανόμημά μου
επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου
καθάρισόν με
ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά
παντός
σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής
εν τοίς λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε
ιδού γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ
μου
ιδού γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου
εδήλωσάς μοι
ραντιείς με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα
λευκανθήσομαι
ακουτιείς με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
απόστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας
μου εξάλειψον
καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν
τοίς εγκάτοις μου
μή απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή
αντανέλης απ' εμού
απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ
στήρισόν με
διδάξω ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
ρύσαί με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η
γλώσσά μου τήν δικαιοσύνην σου
κύριε τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου
ότι ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις
θυσία τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί
τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει
αγάθυνον κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη
Ιερουσαλημ
τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε
ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους
Δόξα... Ήχος β'
Ταίς τών Αποστόλων, πρεσβείαις Ελεήμον, εξάλειψον τα πλήθη, τών εμών
εγκλημάτων.
Καί νύν...
Ταίς τής Θεοτόκου, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών
εγκλημάτων.
Στίχ. Ελέησόν με, ο Θεός, κατά τό μέγα έλεός σου, καί κατά τό
πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου.
Πεντηκοστάριον
Ήχος ο αυτός
Αναστάς ο Ιησούς από τού τάφου, καθώς προείπεν, έδωκεν ημίν, τήν
αιώνιον ζωήν καί μέγα έλεος.
Κανὼν Ἀναστάσιμος
ᾨδὴ α' Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς
«Ἁρματηλάτην Φαραὼ ἐβύθισε,
τερατουργοῦσά ποτε, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν,
Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾆσμα τῷ Θεῷ ἀναμέλποντα».
Στίχ. Δόξα τῇ Ἁγίᾳ
Ἀναστάσει σου, Κύριε.
Τὴν παντοδύναμον Χριστοῦ Θεότητα,
πῶς μὴ θαυμάσωμεν, ἐκ μὲν παθῶν πᾶσι, τοῖς πιστοῖς ἀπάθειαν, καὶ ἀφθαρσίαν βλύζουσαν,
ἐκ πλευρᾶς δὲ ἁγίας, πηγὴν ἀθάνατον στάζουσαν, καὶ ζωὴν ἐκ τάφου ἀΐδιον.
Στίχ. Δόξα τῇ Ἁγίᾳ
Ἀναστάσει σου, Κύριε.
Ὡς εὐπρεπὴς ταῖς Γυναιξὶν ὁ Ἄγγελος,
νῦν ἐμπεφάνισται, καὶ τηλαυγῆ φέρων, τῆς ἐμφύτου σύμβολα, ἀΰλου καθαρότητος, τῇ
μορφῇ δὲ μηνύων, τὸ φέγγος τῆς Ἀναστάσεως, κράζει∙ Ἐξηγέρθη ὁ Κύριος.
Θεοτοκίον
Στίχ. Ὑπεραγία
Θεοτόκε, σῶσον ἡμᾶς.
Δεδοξασμένα περὶ σοῦ λελάληνται,
ἐν γενεαῖς γενεῶν, ἡ τὸν Θεὸν Λόγον, ἐν γαστρὶ χωρήσασα, ἁγνὴ δὲ διαμείνασα,
Θεοτόκε Παρθένε∙ διό σε πάντες γεραίρομεν, τὴν μετὰ Θεὸν προστασίαν ἡμῶν.
Κανὼν Προεόρτιος
ᾨδὴ α' Ἦχος δ'
Ἀνοίξω τὸ στόμα μου
Ἀστράφθητι
κάτωθεν, φῶς οὐρανοῦ ὑπὲρ ἥλιον, καὶ γῆ ἀκουτίσθητι, ῥήματα ζῶντος Θεοῦ· τὴν Υἱότητα,
τῷ μεταμορφουμένῳ, Πατὴρ μαρτυρήσει γάρ, ἐπὶ τοῦ ὄρους Θαβώρ.
Βροτὸς
τὸ ὁρώμενον, ἀλλὰ Θεὸς τὸ κρυπτόμενον, ἐπὶ τὸ Θαβώριον, Χριστὸς ἀνέρχεται, τῆς
Θεότητος, αὐγὴν παραγυμνῶσαι, ταῖς ὑπὲρ τὸν ἥλιον, δόξης λαμπρότησι.
Γνωστῶς
νῦν προέρχεται, ἐμφανισθῆναι Μωσῇ Χριστός, καὶ δόξαν τὴν ἄρρητον, δεῖξαι ἓν ὄρει
Θαβώρ, τῇ πρὸς πρόσωπον, ἀμέσως ὁμιλίᾳ. Γηθόμενοι σήμερον προεορτάσωμεν.
ᾨδὴ γ'
Ὁ Εἱρμὸς
«Ὁ στερεώσας κατ' ἀρχάς, τοὺς
οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας, ἐν τῇ πέτρᾳ με Χριστέ, τῶν
ἐντολῶν σου στήριξον· ὅτι οὐκ ἔστι πλήν σου, ἅγιος μόνε Φιλάνθρωπε».
Στίχ. Δόξα τῇ Ἁγίᾳ
Ἀναστάσει σου, Κύριε.
Κατακριθέντα τὸν Ἀδάμ, τῇ γεύσει
τῆς ἁμαρτίας, τῆς σαρκός σου τὸ σωτήριον πάθος, ἐδικαίωσε Χριστέ∙ αὐτὸς γὰρ οὐχ
ὑπεύθυνος, τῇ τοῦ θανάτου πείρᾳ, πέφηνας ὁ ἀναμάρτητος.
Στίχ. Δόξα τῇ Ἁγίᾳ
Ἀναστάσει σου, Κύριε.
Τῆς Ἀναστάσεως τὸ φῶς, ἐξέλαμψε
τοῖς ἐν σκότει, τοῦ θανάτου καὶ σκιᾷ καθημένοις, ὁ Θεός μου Ἰησοῦς, καὶ τῇ αὐτοῦ
Θεότητι, τὸν ἰσχυρὸν δεσμεύσας, τούτου τὰ σκεύη διήρπασε.
Θεοτοκίον
Στίχ. Ὑπεραγία
Θεοτόκε, σῶσον ἡμᾶς.
Τῶν Χερουβεὶμ καὶ Σεραφείμ, ἐδείχθης
ὑψηλοτέρα, Θεοτόκε∙ σὺ γὰρ μόνη ἐδέξω, τὸν ἀχώρητον Θεόν, ἐν σῇ γαστρὶ ἀμόλυντε∙
διὸ πιστοί σε πάντες, ὕμνοις ἀεὶ μακαρίζομεν.
Τῆς Ἁγίας
Προεόρτιος
ᾨδὴ γ'
Τους σοὺς ὑμνολόγους
Δεσπόζων
τῆς κτίσεως ἁπάσης, ὡράθης μορφὴν δούλου λαβών, ἐν ᾗ τὸ τῆς Θεότητος, ἀπρόσιτον
ἀπαύγασμα, τοῖς Μαθηταῖς παρέδειξας, καθὼς ἐχώρουν θεάσασθαι.
Ἐν
ὄρει ἐπείγεται ἀστράψαι, τῆς δόξης ὁ ἥλιος Χριστός, καὶ τὸν ἐξ ὕψους λάμποντα,
φωστῆρα ἀμαυρῶσαι φωτί, οὗ ταῖς αὐγαῖς λαμπόμενοι, προερτάσωμεν σήμερον.
Ζωῆς
αἰωνίου ἐκπληρώσων, τὰ ῥήματα πάρεστι Χριστός, ἅπερ δεικνύων πράγματα, τοῖς φίλοις
ἐπιγνώσεσθαι, ἐν ἑαυτῷ ηὐδόκησε, τὴν πατρικὴν δόξαν ἀστράπτουσαν.
Κάθισμα Προεόρτιον
Ἦχος δ'
Ἐπεφάνης σήμερον
Ἐπεφάνη
ἤστραψε, τοῖς ἐν τῷ σκότει, ὁ τῆς δόξης Ἥλιος, τὰς τῆς Θεότητος αὐγάς, ἐν τῷ
Θαβὼρ ἀνερχόμενος, οὗ τὴν φωσφόρον, τιμήσωμεν ἔλευσιν.
ᾨδὴ δ'
Ὁ Εἱρμὸς
«Σύ μου ἰσχύς, Κύριε, σύ μου
καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ Πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν
ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος∙ διὸ σύν τῷ Προφήτῃ, Ἀββακούμ σοι κραυγάζω∙ τῇ
δυνάμει σου δόξα Φιλάνθρωπε».
Στίχ. Δόξα τῇ Ἁγίᾳ
Ἀναστάσει σου, Κύριε.
Σὺ δυσμενῆ, ὄντα με λίαν ἠγάπησας,
σὺ κενώσει, ξένῃ καταβέβηκας, ἐπὶ τῆς γῆς, εὔσπλαγχνε Σωτήρ, τῆς ἐσχατιᾶς μου,
τὴν ὕβριν μὴ ἀνηνάμενος, καὶ μείνας ἐν τῷ ὕψει, τῆς ἀφράστου σου δόξης, τὸν πρὶν
ἠτιμωμένον ἐδόξασας.
Στίχ. Δόξα τῇ Ἁγίᾳ
Ἀναστάσει σου, Κύριε.
Τίς καθορῶν, Δέσποτα νῦν οὐκ
ἐξίσταται, διὰ πάθους, θάνατον λυόμενον, διὰ Σταυροῦ, φεύγουσαν φθοράν, καὶ διὰ
θανάτου, τὸν ᾅδην πλούτου κενούμενον, τῆς θείας δυναστείας, σοῦ τοῦ Ἐσταυρωμένου,
τὸ ἐξαίσιον ἔργον φιλάνθρωπε.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σὺ τῶν πιστῶν, καύχημα πέλεις
Ἀνύμφευτε, σὺ προστάτις, σὺ καὶ καταφύγιον, Χριστιανῶν, τεῖχος καὶ λιμήν∙ πρὸς
γὰρ τὸν Υἱόν σου, ἐντεύξεις φέρεις Πανάμωμε, καὶ σῴζεις ἐκ κινδύνων, τοὺς ἐν πίστει
καὶ πόθῳ, Θεοτόκον ἁγνήν σε γινώσκοντας.
Προεόρτιος
ᾨδὴ δ'
Ὁ καθήμενος ἐν δόξῃ
Ἡ
οὐράνιος χορεία, τοῖς γηΐνοις συγγέγηθε, καὶ προεορτάζει, τὴν τοῦ Φωτοδότου ἐπίλαμψιν,
ἣν ἀσυγκρίτως ἀστράψει ἀμειβόμενος, τὴν βροτείαν μορφήν, ἐν Θαβώρ ὡς ηὐδόκησε.
Θεανθρώπῳ
παρουσίᾳ τοῖς ἀνθρώποις ὡμίλησας, καὶ θαυμάτων πλήθει, κόσμον μυστικῶς κατεφώτισας,
ἐξαστραπτούσῃ δὲ δόξᾳ τῆς Θεότητος, ὑπερέλαμψας ἐν τῷ Θαβώρ ἀπροσίτῳ φωτί.
Ἰησοῦς
Ναυῆ ὁ γόνος, πρὶν τὸν ἥλιον ἔστησε, προτυπῶν ἡμέραν, τὴν τοῦ θείου Πάθους, σὺ
δὲ Σωτήρ, πρὸ τοῦ Τιμίου Σταυροῦ σου, σέλας ἔκρυψας τοῦ ἡλίου, αὐγῇ τοῦ προσώπου
σου Κύριε.
ᾨδὴ ε'
Ὁ Εἱρμὸς
«Ἵνα τί με ἀπώσω, ἀπὸ τοῦ
προσώπου σου, τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον,
ἀλλ' ἐπίστρεψόν με, καί, πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον
δέομαι».
Στίχ. Δόξα τῇ Ἁγίᾳ
Ἀναστάσει σου, Κύριε.
Περιθέσθαι ἠνέσχου, χλαῖναν
πρὸ τοῦ πάθους σου, Σῶτερ παιζόμενος, τὴν τοῦ πρωτοπλάστου, περιστέλλων ἀσχήμονα
γύμνωσιν, καὶ γυμνὸς παγῆναι, ἐν τῷ Σταυρῷ ἀπαμφιάζων, τὸν χιτῶνα Χριστὲ τῆς
νεκρώσεως.
Στίχ. Δόξα τῇ Ἁγίᾳ
Ἀναστάσει σου, Κύριε.
Ἐκ χοὸς τοῦ θανάτου, σὺ τὴν
πεπτωκυῖάν μου ἀνῳκοδόμησας, ἀναστὰς οὐσίαν, καὶ ἀγήρω Χριστὲ κατεσκεύασας, ἀναδείξας
πάλιν, βασιλικὴν ὥσπερ εἰκόνα, ἀφθαρσίας φωτὶ ἀπαστράπτουσαν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία
Θεοτόκε, σῶσον ἡμᾶς.
Μητρικὴν παρρησίαν, τὴν πρὸς
τὸν Υἱόν σου κεκτημένη Πάναγνε, συγγενοῦς προνοίας, τῆς ἡμῶν μὴ παρίδῃς δεόμεθα,
ὅτι σὲ καὶ μόνην, Χριστιανοὶ πρὸς τὸν Δεσπότην, ἱλασμὸν εὐμενῆ προβαλλόμεθα.
Προεόρτιος
ᾨδὴ ε'
Ἐξέστη τὰ σύμπαντα
Κυρίῳ
γηθόμενοι, πιστῶς ἀκολουθήσωμεν· ἰδοὺ γὰρ ἀνέρχεται πρὸς ὄρος, μύστας προκρίτους
συνεπαγόμενος οἷς ἐν ἀπροσίτῳ καλλονῇ, λάμψας ὑπὲρ ἥλιον, ὑποδείξει τὴν δόξαν αὐτοῦ.
Λαμπρύνθητι
σήμερον, ὁ οὐρανὸς φαιδρότερον· ἄνεισιν ἰδοὺ γὰρ πρὸς τὸ ὄρος· ὅθεν ἀστράψει
Χριστὸς ἀπλέτῳ φωτί, τὰς ἡλιακὰς μαρμαρυγάς, δόξῃ τῆς Θεότητος, ἀμαυρῶν ὡς φωτὸς
χορηγός.
Μυστήριον
δείκνυσι, Χριστὸς τοῖς Μαθηταῖς ἐν Θαβώρ, λάμψας ὑπὲρ αἴγλην τῷ προσώπῳ, τῷ
στολισμῷ δὲ τῶν ἱματίων αὐτοῦ, λευκανθεὶς φαιδρῶς ὥσπερ χιών, ὁ ἀναβαλλόμενος, ὡς
ἱμάτιον φῶς ψαλμικῶς.
ᾨδὴ ς'
Ὁ Εἱρμὸς
«Ἱλάσθητί μοι Σωτήρ∙ πολλαὶ
γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι∙ πρὸς σὲ γὰρ ἐβόησα,
καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου».
Στίχ. Δόξα τῇ Ἁγίᾳ
Ἀναστάσει σου, Κύριε.
Διὰ ξύλου κραταιῶς, καθεῖλέ
με ὁ ἀρχέκακος, αὐτὸς δὲ ἀναρτηθεὶς Χριστὲ κραταιότερον, Σταυρῷ καταβέβληκας,
δειγματίσας τοῦτον, τὸν πεσόντα δὲ ἀνέστησας.
Στίχ. Δόξα τῇ Ἁγίᾳ
Ἀναστάσει σου, Κύριε.
Σὺ ᾤκτειρας τὴν Σιών, ἐξανατείλας
τοῦ μνήματος, καινὴν ἀντὶ παλαιᾶς, τελέσας ὡς εὔσπλαγχνος, τῷ θείῳ σου αἵματι,
καὶ νῦν βασιλεύεις, ἐν αὐτῇ εἰς τοὺς αἰῶνας Χριστέ.
Θεοτοκίον
Στίχ. Ὑπεραγία
Θεοτόκε, σῶσον ἡμᾶς.
Ῥυσθείημεν τῶν δεινῶν,
πταισμάτων ταῖς ἱκεσίαις σου, Θεογεννῆτορ ἁγνή, καὶ τύχοιμεν Πάναγνε, τῆς θείας
ἐλλάμψεως, τοῦ ἐκ σοῦ ἀφράστως, σαρκωθέντος Υἱοῦ τοῦ Θεοῦ.
Προεόρτιος
ᾨδὴ ς'
Τὴν θείαν ταύτην
Νυμφῶνα
δόξης μελλούσης χαράς, τοῖς φίλοις εὐτρεπίζων ἀνέρχεται, ἐπὶ τὸ ὄρος Χριστός,
πρὸς πολιτείαν μετάρσιον, ἐκ βίου χαμαιζήλου, ἀνακομίζων αὐτούς.
Ξενίζων
φρένας Χριστὸς Μαθητῶν, οὐράνιον ἐν γῇ σέλας ἤστραψε, νόμου καὶ Προφητῶν,
δουλοπρεπῶς παριστῶν ἀρχηγούς, ὑφ' ὧν νεκρῶν καὶ ζώντων, προσμαρτυρεῖται Θεός.
Ὁ
λύχνος φᾶναι νῦν ἄρχεται, Χριστὸς ἐν αὐχμηρῷ τόπῳ φαύσεσι, τῆς θεϊκῆς ἀστραπῆς,
οὗ πρὸς τὴν λάμψιν ὁδεύσωμεν, ἐν αἴγλῃ τοῦ προσώπου, αὐτοῦ γηθόμενος.
Κοντάκιον Ἦχος πλ.
δ'
Ὡς ἀπαρχὰς τῆς φύσεως
Ἐξαναστὰς τοῦ μνήματος, τοὺς
τεθνεῶτας ἥγειρας, καὶ τὸν Ἀδὰμ ἀνέστησας, καὶ ἡ Εὔα χορεύει ἐν τῇ σῇ Ἀναστάσει,
καὶ κόσμου τὰ πέρατα πανηγυρίζουσι, τῇ ἐκ νεκρῶν Ἐγέρσει σου Πολυέλεε.
Ὁ Οἶκος
Τὰ τοῦ ᾍδου σκυλεύσας βασίλεια,
καὶ νεκροὺς ἀναστήσας Μακρόθυμε, Γυναιξὶ Μυροφόροις συνήντησας, ἀντὶ λύπης, χαρὰν
κομισάμενος, καὶ Ἀποστόλοις σου ἐμήνυσας τὰ τῆς νίκης σύμβολα, Σωτήρ μου ζωοδότα,
καὶ τὴν κτίσιν ἐφώτισας φιλάνθρωπε∙ διὰ τοῦτο καὶ κόσμος συγχαίρει, τῇ ἐκ νεκρῶν
Ἐγέρσει σου πολυέλεε.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ Ε´τοῦ αὐτοῦ μηνός, προεόρτια τῆς Ἁγίας
Μεταμορφώσεως τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ μνήμη τοῦ
Ἁγίου Μάρτυρος Εὐσιγνίου.
Στίχοι
Εὐσίγνιον
τέμνουσι τὸν Χριστοῦ φίλον,
Τομῆς
μέχρι κράζοντα, Χριστὸς μοι σέβας.
Πέμπτῃ
Εὐσιγνίοιο κάρη κονίῃσιν ἐμίχθη.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι δύο Μάρτυρες καὶ αὐτάδελφοι,
Καττίδιος καὶ Καττιδιανός, λιθοβολιθέντες τελειοῦνται.
Στίχοι
Βουνοὺς
λίθων ἔστησαν ὑψηλοὺς Λόγε,
Δι'
ὧν ἀνῆλθον πρὸς σὲ σύγγονοι δύο.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Νόννα, ἡ μήτηρ τοῦ Ἁγίου
Γρηγορίου τοῦ Θεολόγου, ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Νόννῃ
θανούσῃ τῇ καλῇ καλὸς γόνος,
Καλὸν
δίδωσιν ἐντάφιον τοὺς λόγους.
Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Μάρτυς Σόλεβ ὁ Αἰγύπτιος,
βέλει τοξευθείς, τελειοῦται.
Στίχοι
Ἄν
συλλαβισθῇς ἐξόπισθεν ὦ Σόλεβ,
Βέλος
συνάξεις ὄργανον τοῦ σοῦ τέλους.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Φάβιος, Ἀρχιεπίσκοπος Ῥώμης,
ξίφει τελειοῦται.
Στίχοι
Κεῖται
Φάβιος νεκρὸς ὁ Χριστοῦ θύτης,
Χριστῷ
προσαχθεὶς θῦμα καινὸν ἐκ ξίφους.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'
Ὁ Εἱρμὸς
«Θεοῦ συγκατάβασιν τὸ πῦρ ᾐδέσθη
ἐν Βαβυλῶνί ποτέ∙ διὰ τοῦτο οἱ Παῖδες ἐν τῇ καμίνῳ ἀγαλλομένῳ ποδὶ ὡς ἐν λειμῶνι
χορεύοντες ἔψαλλον∙ Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».
Στίχ. Δόξα τῇ Ἁγίᾳ
Ἀναστάσει σου, Κύριε.
Ἡ ἔνδοξος κένωσις ὁ θεῖος
πλοῦτος, τῆς σῆς πτωχείας Χριστὲ καταπλήττει Ἀγγέλους, Σταυρῷ ὁρῶντάς σε καθηλούμενον,
διὰ τὸ σῶσαι, τοὺς πίστει κραυγάζοντας∙ Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Στίχ. Δόξα τῇ Ἁγίᾳ
Ἀναστάσει σου, Κύριε.
Τῇ θείᾳ καθόδῳ σου, φωτὸς ἐπλήσθη
τὰ καταχθόνια, καὶ τὸ σκότος ἠλάθη, τὸ πρὶν διῶκον∙ ὅθεν ἀνέστησαν, οἱ ἀπ' αἰῶνος
δεσμῶται κραυγάζοντες∙ Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Τριαδικὸν
Στίχ. Ἁγία Τριὰς ὁ Θεὸς ἐλέησον
καὶ σῶσον ἡμᾶς.
Ἁπάντων μὲν Κύριον, ἑνὸς δὲ
μόνου μονογενοῦς Υἱοῦ, ὀρθοδόξως Πατέρα, θεολογοῦντές σε καταγγέλλομεν, καὶ ἓν
εἰδότες, σοῦ ἐκπορευόμενον, Πνεῦμα εὐθές, συμφυές καὶ συναΐδιον.
Προεόρτιος
ᾨδὴ ζ'
Οὐκ ἐλάτρευσαν
Πρὸς
μετάρσιον ψυχῆς ὕψος ἀνάγοντι, τῶν Μαθητῶν ἐκλογήν, ἀκολουθήσωμεν νῦν, Χριστῷ
κατοπτεύσοντες ξένα θεάματα, θαμβηθέντες δέ, σὺν αὐτοῖς ἐκβοήσωμεν· ὁ Θεὸς εὐλογητὸς
εἶ.
Ῥυπωθεῖσαν
ἐκκαθάρας φύσιν βρότειον, ὕδατί τε καὶ πυρί, ἐν τῇ οἰκείᾳ σαρκί, τὴν ταύτης
λαμπρότητα ὑποδεικνύεις Σωτήρ, τῷ προσώπῳ σου, λάμψας ὑπὲρ τὸν ἥλιον, εἰς μελλούσης
δόξης τύπον.
Συνανέλθωμεν
Χριστῷ εἰς ὄρος ἅγιον, συναναφέροντι, τοὺς Ζεβεδαίου υἱούς, καὶ Πέτρον τὸν πρόκριτον,
οὓς ἐξελέξατο, δόξης μάρτυρας, τῆς ἑαυτοῦ κραυγάζοντας· ὁ Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η'
Ὁ Εἱρμὸς
«Ἑπταπλασίως κάμινον, των
Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι,
περισωθέντας τούτους ἰδών, τὸν δημιουργὸν καὶ λυτρωτήν ἀνεβόα∙ οἱ Παῖδες εὐλογεῖτε,
Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
Στίχ. Δόξα τῇ Ἁγίᾳ
Ἀναστάσει σου, Κύριε.
Τῆς Ἰησοῦ Θεότητος, ἡ ὑπέρθεος
δύναμις, ἐν τοῖς καθ' ἡμᾶς, θεοπρεπῶς ἐξέλαμψε∙ σαρκὶ γὰρ γευσάμενος, ὑπὲρ παντὸς
θανάτου Σταυροῦ, ἔλυσε τοῦ ᾅδου τὴν ἰσχύν, ὃν ἀπαύστως, οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς
ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Στίχ. Δόξα τῇ Ἁγίᾳ
Ἀναστάσει σου, Κύριε.
Ὁ σταυρωθεὶς ἐγήγερται, ὁ
μεγάλαυχος πέπτωκεν, ὁ καταπεσών, καὶ συντριβεὶς ἀνώρθωται, φθορὰ ἐξωστράκισται,
καὶ ἀφθαρσία ἤνθησεν∙ ὑπὸ τῆς ζωῆς γάρ, τὸ θνητόν κατεπόθη, οἱ Παῖδες εὐλογεῖτε,
Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τριαδικὸν
Στίχ. Ἁγία Τριὰς ὁ
Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς.
Τρισσοφαῆ Θεότητα, ἑνιαίαν ἐκλάμπουσαν,
αἴγλην ἐκ μιᾶς, τρισυποστάτου φύσεως, Γεννήτορα ἄναρχον, ὁμοφυᾶ τε Λόγον Πατρός,
καὶ συμβασιλεῦον, ὁμοούσιον Πνεῦμα· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς
ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Προεόρτιος
ᾨδὴ η'
Παῖδας εὐαγεῖς
Τὶς
μὴ ἐκπλαγῇ παντάναξ Λόγε, τὴν μεγαλοπρέπειαν, τῆς δόξης σου; ἣν μεταμορφούμενος,
ἔδειξας τοῖς φίλοις σου, ταῖς θεϊκαῖς λαμπρότησι, περιαστράψας αὐτούς, μεθ' ὧν
προεορτάζοντας πίστει, λάμπρυνον φωτί σου, ἡμᾶς τοὺς σὲ ὑμνοῦντας.
Ὕψος
οὐρανίου πολιτείας, καὶ δόξης τῆς ἀϊδίου θείαν ἔλλαμψιν, δώρησαι τοῖς δούλοις
σου, νῦν προεορτάζουσι, τῆς σῆς Μεταμορφώσεως λαμπρὰν πανήγυριν, ἐν ᾗ φῶς ἀπαστράπτων
φαιδρύνεις, τοὺς σὲ ἀνυμνουντας, Χριστὸν τὸν φωτοδότην.
Φωτὸς
χορηγὸς καὶ φῶς ὑπάρχων, ἀπρόσιτον καὶ ἀΐδιον προάναρχε, ὁ ἀναβαλλόμενος, φῶς ὥσπερ
ἱμάτιον, φῶς ἐν τῷ κόσμῳ ἔλαμψας, μετὰ σαρκὸς προελθών, καὶ φῶς ἐπὶ τοῦ ὄρους ἀστράπτεις,
δόξης τῆς πατρῴας, δεικνὺς τὸν χαρακτῆρα.
ᾨδὴ θ'
Ὁ Εἱρμὸς
«Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός,
καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ
γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν∙ διό σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων,
ταξιαρχίαι μεγαλύνουσι».
Στίχ. Δόξα τῇ Ἁγίᾳ
Ἀναστάσει σου, Κύριε.
Τῇ θείᾳ καὶ ἀνάρχῳ φύσει ἁπλοῦς,
πεφυκὼς συνετέθης προσλήψει σαρκός, ἐν σεαυτῷ, ταύτην ὑποστήσας Λόγε Θεοῦ, καὶ
πεπονθὼς ὡς ἄνθρωπος, ἔμεινας ἐκτὸς πάθους ὡς Θεός∙ διό σε ἐν οὐσίαις, δυσὶν ἀδιαιρέτως,
καὶ ἀσυγχύτως μεγαλύνομεν.
Στίχ. Δόξα τῇ Ἁγίᾳ
Ἀναστάσει σου, Κύριε.
Πατέρα κατ' οὐσίαν τὴν θεϊκήν,
ὡς δὲ φύσει γενόμενος ἄνθρωπος, ἔφης Θεόν, Ὕψιστε τοῖς δούλοις συγκατιὼν ἐξαναστὰς
τοῦ μνήματος, χάριτι Πατέρα τῶν γηγενῶν, τιθεὶς τὸν κατὰ φύσιν, Θεόν τε καὶ
Δεσπότην, μεθ' οὗ σε πάντες μεγαλύνομεν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία
Θεοτόκε, σῶσον ἡμᾶς.
Ὠράθης ὦ Παρθένε Μήτηρ Θεοῦ,
ὑπὲρ φύσιν τεκοῦσα ἐν σώματι, τὸν ἀγαθόν, Λόγον ἐκ καρδίας τῆς ἑαυτοῦ, ὃν ὁ Πατὴρ
ἠρεύξατο, πάντων πρὸ αἰώνων ὡς Ἀγαθός, ὅν νῦν καὶ τῶν σωμάτων, ἐπέκεινα νοοῦμεν,
εἰ καὶ τὸ σῶμα περιβέβληται.
Προεόρτιος
ᾨδὴ θ'
Ἅπας γηγενὴς
Χαίρει
οὐρανός, ἐκ γῆς ἀνατέλλοντα νῦν προαισθόμενος, Ἥλιον τὸν ἄδυτον, καὶ θείᾳ δόξῃ ἀμβλῦναι
μέλλοντα ἡλιακὰς φαιδρότητας, γῆ δὲ χορεύει φαιδρῶς, οὐρανίῳ αἴγλῃ καὶ λαμπρότητι,
λαμπομένη καὶ φῶς χρηματίζουσα.
Ψάλλων
ὁ Δαυΐδ, τὴν σὴν Μεταμόρφωσιν προανεφώνησε· Τὶς ὁμοιωθήσεται, σοὶ τῷ Κυρίῳ, λέγων
υἱοῖς ἐν Θεοῦ; σὺ γὰρ ἐνδοξαζόμενος ἐν ταῖς Ἁγίων βουλαῖς, μέγας ὤφθης ἐν τοῖς
περικύκλῳ σου, φοβερὸς ἐν τῇ δόξῃ τῆς θείας μορφῆς.
Ὦ
Λόγε Θεοῦ, σοφία καὶ δύναμις, καὶ χαρακτὴρ τοῦ Πατρός, ὦ Θεὲ νοούμενε, πιστοῖς
καὶ ἄνθρωπε γνωριζόμενε, τῆς σῆς Μεταμορφώσεως ἡμᾶς ἀξίωσον, ἐκτελέσαι, τὴν
φαιδρὰν πανήγυριν, ἐν φωτὶ καλῶν ἔργων ἐκλάμποντας.
Ὠδὴ α’. Ἦχος δ’.
Χοροὶ Ἰσραήλ, ἀνίκμοις ποσί, πόντον ἐρυθρόν, καὶ ὑγρὸν βυθὸν διελάσαντες, ἀναβάτας τριστάτας, δυσμενεῖς ὁρῶντες ἐν αὐτῷ ὑποβρυχίους, ἐν ἀγαλλιάσει ἔμελπον· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
Ὠδὴ γ’.
Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες, περιεζώσαντο
δύναμιν· διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου.
Ὠδὴ δ’.
Εἰσακήκοα τὴν ἔνδοξον οἰκονομίαν σου Χριστὲ
ὁ Θεός, ὅτι ἐτέχθης ἐκ τῆς Παρθένου, ἵνα ἐκ πλάνης ῥύσῃ τοὺς
κραυγάζοντας· Δόξα τῇ δυνάμει σου Κύριε.
Ὠδὴ ε’.
Ὁ τοῦ φωτὸς διατμήξας τὸ πρωτόγονον
χάος, ὡς ἐν φωτὶ τὰ ἔργα ὑμνεῖ σε Χριστέ, τὸν Δημιουργόν,
ἐν τῷ φωτί σου τὰς ὁδοὺς ἡμῶν εὔθυνον.
Ὠδὴ ς’.
Ἐν τῷ θλίβεσθαί με, ἐβόησα πρὸς Κύριον, καὶ
ἐπήκουσέ μου, ὁ Θεὸς τῆς σωτηρίας μου.
Ὠδὴ ζ’.
Ἀβραμιαῖοι ποτέ, ἐν Βαβυλῶνι Παῖδες, καμίνου
φλόγα κατεπάτησαν, καὶ ὑμνοῦντες ἔψαλλον· ὁ τῶν Πατέρων Θεὸς
εὐλογητὸς εἶ.
Ὠδὴ η’.
Αἰνοῦμεν, εὐλογοῦμεν
καὶ προσκυνοῦμεν τὸν Κύριον.
Οἱ ἐν Βαβυλῶνι Παῖδες, τῷ θείῳ πυρπολούμενοι
ζήλῳ, τυράννου καὶ φλογὸς ἀπειλήν, ἀνδρείως κατεπάτησαν, καὶ μέσον
πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογεῖτε πάντα τὰ ἔργα
Κυρίου τὸν Κύριον.
Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός,
εν ύμνοις τιμώντες μεγαλύνωμεν.
Ήχος δ'
Μεγαλύνει η ψυχή μου τόν Κύριον, καί
ηγαλλίασε τό πνεύμά μου επί τώ Θεώ τώ σωτήρί μου.
·
·
Τήν Τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν
αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.
Ότι επέβλεψεν επί τήν ταπείνωσιν τής
δούλης αυτού, ιδού γάρ από τού νύν μακαριούσί με πάσαι γενεαί,
·
·
Τήν Τιμιωτέραν τών Χερουβείμ...
Ότι εποίησέ μοι μεγαλεία ο Δυνατός,
καί άγιον τό όνομα αυτού, καί τό έλεος αυτού εις γενεάν, καί γενεάν τοίς
φοβουμένοις αυτόν.
·
·
Τήν Τιμιωτέραν τών Χερουβείμ...
Εποίησε κράτος εν βραχίονι αυτού,
διεσκόρπισεν υπερηφάνους διανοία καρδίας αυτών.
·
·
Τήν Τιμιωτέραν τών Χερουβείμ...
Καθείλε δυνάστας από θρόνων, καί
ύψωσε ταπεινούς, πεινώντας ενέπλησεν αγαθών, καί πλουτούντας εξαπέστειλε
κενούς.
·
·
Τήν Τιμιωτέραν τών Χερουβείμ...
Αντελάβετο Ισραήλ παιδός αυτού,
μνησθήναι ελέους, καθώς ελάλησε πρός τούς πατέρας ημών, τώ Αβραάμ, καί τώ
σπέρματι αυτού έως αιώνος.
Καταβασία
Ὁ τόκος σου ἄφθορος ἐδείχθη, Θεὸς ἐκ
λαγόνων σου προῆλθε, σαρκοφόρος, ὃς ὤφθη ἐπὶ γῆς, καὶ τοῖς ἀνθρώποις
συνανεστράφη, σὲ Θεοτόκε· διὸ πάντες μεγαλύνομεν.
Άγιος Κύριος ο Θεός ημών,
Άγιος Κύριος ο Θεός ημών.
Υψούτε Κύριον τόν Θεόν
ημών, καί προσκυνείτε τώ υποποδίω τών ποδών
αυτού.
Ότι Άγιός εστιν
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Θ'
Συγκεκλεισμένων Δέσποτα, τῶν
θυρῶν ὡς εἰσῆλθες, τοὺς Ἀποστόλους ἔπλησας, Πνεύματος παναγίου, εἰρηνικῶς ἐμφυσήσας,
οἷς δεσμεῖν τε καὶ λύειν, τὰς ἁμαρτίας εἴρηκας, καὶ ὀκτὼ μεθ' ἡμέρας, τὴν σὴν
πλευράν, τῷ Θωμᾷ ὑπέδειξας καὶ τὰς χεῖρας. Μεθ' οὗ βοῶμεν· Κύριος, καὶ Θεὸς σὺ ὑπάρχεις.
Προεόρτιον
Οἱ
δόξης ἐφιέμενοι, ὁλικῶς τῆς ἐνθέου, τὸ νέφος διακόψωμεν, τοῦ γεώδους σαρκίου,
μετάρσιοι πρὸς τὸ ὄρος, τὸ Θαβὼρ ἀνελθόντες, καὶ Μωϋσεῖ Ἠλίᾳ τε, Μαθητῶν τοῖς
πρωτάρχαις συμμετασχεῖν, θεϊκῆς ἐλλάμψεως ἀπροσίτου, ἀξιωθῆναι σπεύσωμεν, φῶς
φωτὶ προσλαβόντες.
ΨΑΛΜΟΣ ΡΜΗ'
(148)
--Πᾶσα πνοὴ αἰνεσάτω
τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὺτὸν ἐν τοῖς ὑψἰστοις·
Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
--Αἰνεῖτε αὐτὸν
πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ· Σοὶ πρέπει ὕμνος
τῷ Θεῷ.
Αἶνοι Ἦχος πλ. δ'
1. τοῦ ποιῆσαι ἐν
αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
-- Κύριε, εἰ καὶ κριτηρίῳ
παρέστης, ὑπὸ Πιλάτου κρινόμενος, ἀλλ' οὐκ ἀπελείφθης τοῦ θρόνου, τῷ Πατρὶ
συγκαθεζόμενος, καὶ ἀναστὰς ἐκ νεκρῶν, τὸν κόσμον ἠλευθέρωσας, ἐκ τῆς δουλείας
τοῦ ἀλλοτρίου, ὡς οἰκτίρμων καὶ Φιλάνθρωπος.
ΨΑΛΜΟΣ ΡΝ' (l50)
2. Αἰνεῖτε τὸν Θεὸν
ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
-- Κύριε, εἰ καὶ ὡς νεκρὸν ἐν
μνημείῳ, Ἰουδαῖοί σε κατέθεντο, ἀλλ' ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶταί σε ἐφύλαττον,
καὶ ὡς ζωῆς θησαυρόν, σφραγῖδι ἐσφραγίσαντο, ἀλλὰ ἀνέστης καὶ παρέσχες, ἀφθαρσίαν
ταῖς ψυχαῖς ἡμῶν.
3. Αἰνεῖτε αὐτὸν ἐπὶ
ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
-- Κύριε, ὅπλον κατὰ τοῦ
διαβόλου, τὸν Σταυρόν σου ἡμῖν δέδωκας· φρίττει γὰρ καὶ τρέμει, μὴ φέρων καθορᾶν
αὐτοῦ τὴν δύναμιν, ὅτι νεκροὺς ἀνιστᾷ καὶ θάνατον κατήργησε· διὰ τοῦτο προσκυνοῦμεν,
τὴν Ταφήν σου καὶ τὴν Ἔγερσιν.
4. Αἰνεῖτε αὐτὸν ἐν
ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
-- Ὁ Ἄγγελός σου Κύριε, ὁ τὴν
Ἀνάστασιν κηρύξας, τοὺς μὲν φύλακας ἐφόβησε, τὰ δὲ Γύναια ἐφώνησε λέγων· Τὶ
ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν, ἀνέστη Θεός ὤν, καὶ τῇ οἰκουμένῃ ζωὴν ἐδωρήσατο.
5. Αἰνεῖτε αὐτὸν ἐν
τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων
Τῆς
παναγίας ἐνδόξου Μεταμορφώσεως, προϋπαντὴν ποιοῦντες, τῇ παρούσῃ ἡμέρᾳ, Χριστὸν
δοξολογοῦμεν τὸν τὴν ἡμῶν, τῷ πυρὶ τῆς Θεότητος, ἀναμορφώσαντα φύσιν, καὶ ὡς τὸ
πρίν, ἀφθαρσίαν ἀπαστράψαντα.
6. Αἰνεῖτε αὐτὸν ἐν
κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν
Κύριον.
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων
Τῆς
παναγίας ἐνδόξου Μεταμορφώσεως, προϋπαντὴν ποιοῦντες, τῇ παρούσῃ ἡμέρᾳ, Χριστὸν
δοξολογοῦμεν τὸν τὴν ἡμῶν, τῷ πυρὶ τῆς Θεότητος, ἀναμορφώσαντα φύσιν, καὶ ὡς τὸ
πρίν, ἀφθαρσίαν ἀπαστράψαντα.
Στίχ. Ἔλεος καὶ ἀλήθεια συνήντησαν,
δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν.
Ἐπὶ
τὸ ἅγιον ὄρος δεῦτε ἀπίωμεν, καὶ τὴν παμφαεστάτην, Μεταμόρφωσιν πίστει, κατίδωμεν
Κυρίου, τοῦτον πιστῶς, προσκυνοῦντες καὶ λέγοντες· Σὺ εἶ Θεὸς ἡμῶν μόνος, ὁ
σαρκωθείς, καὶ θεώσας τὸ ἀνθρώπινον.
Στίχ. Κύριε, ἐν τῷ φωτὶ τοῦ προσώπου
σου πορεύσονται.
Αὕτη
ἐστὶν ἡ ἡμέρα, ἡ προεόρτιος, μεθ' ἣν μεταμορφοῦται, ὁ Χριστὸς συμπαρόντων, Μωσέως
καὶ Ἠλία, καὶ τῶν αὐτοῦ Μαθητῶν ἐν τῷ ὄρει Θαβώρ, φωνῆς δὲ θείας λαλούσης· Οὗτός
ἐστιν, ἀληθῶς ὁ ἐκλεκτός μου Υἱός.
Δόξα... ΕΩΘΙΝΟΝ
Θ' Ἦχος πλ. α'
Ὡς ἐπ' ἐσχάτων τῶν χρόνων, οὔσης
ὀψίας Σαββάτων, ἐφίστασαι τοῖς φίλοις Χριστέ, καὶ θαύματι θαῦμα βεβαιοῖς, τῇ
κεκλεισμένῃ εἰσόδῳ τῶν θυρῶν, τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν· ἀλλ' ἔπλησας χαρᾶς
τοὺς Μαθητάς, καὶ Πνεύματος ἁγίου μετέδωκας αὐτοῖς, καὶ ἐξουσίαν ἔνειμας ἀφέσεως
ἁμαρτιῶν, καὶ τὸν Θωμᾶν οὐ κατέλιπες, τῷ τῆς ἀπιστίας καταβαπτίζεσθαι κλύδωνι.
Διὸ παράσχου καὶ ἡμῖν, γνῶσιν ἀληθῆ, καὶ ἄφεσιν πταισμάτων, εὔσπλαγχνε Κύριε.
Καὶ νῦν ... Θεοτοκίον
Ὑπερευλογημένη ὑπάρχεις,
Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται,
ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν·
διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα
σοι.
ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ
Δόξα σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ, καί επί γής ειρήνη,
εν ανθρώποις ευδοκία.
Υμνούμέν σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε,
ευχαριστούμέν σοι, διά τήν μεγάλην σου δόξαν.
Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές,
Ιησού Χριστέ, καί Άγιον Πνεύμα,
Κύριε ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο αίρων τήν αμαρτίαν
τού κόσμου, ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.
Πρόσδεξαι τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον
ημάς.
Ότι σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν
Θεού Πατρός. Αμήν.
Καθ' εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου εις τόν αιώνα,
καί εις τόν αιώνα τού αιώνος.
Καταξίωσον, Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους φυλαχθήναι ημάς.
Ευλογητός εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον
τό όνομά σου εις τούς αιώνας. Αμήν.
Γένοιτο, Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σέ.
Ευλογητός εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').
Κύριε, καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι ήμαρτόν σοι.
Κύριε, πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ
εί ο Θεός μου.
Ότι παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.
Παράτεινον τό έλεός σου τοίς γινώσκουσί σε.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ γ').
Δόξα... Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.
Σήμερον σωτηρία τώ κόσμω γέγονεν. Άσωμεν τώ αναστάντι εκ τάφου
καί αρχηγώ τής ζωής ημών, καθελών γάρ τώ θανάτω τόν θάνατον, τό νίκος έδωκεν
ημίν, καί τό μέγα έλεος.
Είς την λειτουργίαν
ΑΝ Τ Ι Φ Ω Ν Α
Ήχος β΄
Στίχ. α'. Ευλόγει η
ψυχή μου, τόν Κύριον, καί πάντα τά εντός μου τό όνομα τό άγιον αυτού.
Ταίς πρεσβείαις τής Θεοτόκου, Σώτερ σώσον ημάς.
Στίχ. β'. Ευλόγει,
η ψυχή μου, τόν Κύριον, καί μή επιλανθάνου πάσας τάς ανταποδόσεις αυτού.
Ταίς πρεσβείαις τής Θεοτόκου...
Στίχ. γ'. Κύριος εν
τώ ουρανώ ητοίμασε τόν θρόνον αυτού, καί η Βασιλεία αυτού πάντων δεσπόζει.
Ταίς πρεσβείαις τής Θεοτόκου...
Δόξα... Καί νύν...
Ταίς πρεσβείαις τής Θεοτόκου...
Β΄. Ήχος β'
Στίχ. α'. Αίνει, η
ψυχή μου, τόν Κύριον, αινέσω Κύριον εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.
Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι.
Αλληλούια.
Στίχ. β'. Μακάριος,
ού ο Θεός Ιακώβ βοηθός αυτού, η ελπίς αυτού επί Κύριον τόν Θεόν αυτού.
Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...
Στίχ. γ'. Βασιλεύσει
Κύριος εις τόν αιώνα, ο Θεός σου, Σιών, εις γενεάν καί γενεάν.
Σώσον, ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...
Δόξα... Καί νύν...
Ο Μονογενής Υιός και Λόγος του Θεού,
αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν σωτηρίαν σαρκοθήναι εκ της
αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας, σταυρωθείς τε,
Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της Αγίας Τριάδος, συνδοξαζόμενος
τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.
Ἀπολυτίκιον Ἦχος
πλ. δ'
Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος,
ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν. Ἡ ζωὴ καὶ ἡ Ἀνάστασις
ἡμῶν, Κύριε δόξα σοι.
Εισοδικόν
Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ. Σώσον ημάς, Υιέ Θεού, ο
αναστάς εκ νεκρών, ψάλλοντάς
σοι Αλληλούϊα
Ἀπολυτίκιον Ἦχος
πλ. δ'
Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος,
ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν. Ἡ ζωὴ καὶ ἡ Ἀνάστασις
ἡμῶν, Κύριε δόξα σοι.
Ἀπολυτίκιον
Ἦχος δ'
Χριστοῦ
τὴν Μεταμόρφωσιν προϋπαντήσωμεν, φαιδρῶς πανηγυρίζοντες τὰ προεόρτια, πιστοὶ καὶ
βοήσωμεν· Ἤγγικεν ἡ ἡμέρα τῆς ἐνθέου εὐφροσύνης, ἄνεισιν εἰς τὸ ὄρος τὸ Θαβὼρ ὁ
Δεσπότης, τῆς Θεότητος αὐτοῦ ἀπαστράψαι τὴν ὡραιότητα.
Του
ναού…
Κοντάκιον Προεόρτιον
Ἦχος δ'
Ἐπεφάνης σήμερον
Ἐν
τῇ θείᾳ σήμερον Μεταμορφώσει, ἡ βροτεία ἅπασα, φύσις προλάμπει θεϊκῶς, ἐν εὐφροσύνῃ
κραυγάζουσα· Μεταμορφοῦται Χριστός, σῴζων ἅπαντας.
Τό Τρισάγιον...
ΑΠΟΣΤΟΛΟΣ
Προκείμενον. Ήχος πλ. δ’
Εύξασθε και απόδοτε Κυρίω
τω Θεώ ημών·
Στίχ. Γνωστός εν τη Ιουδαία ο Θεός· εν τω
Ισραήλ μέγα το όνομα αυτού.
Προς Κορινθίους
Α’ Επιστολής Παύλου το Ανάγνωσμα.
Ἀδελφοί, Θεοῦ ἐσμεν συνεργοί· Θεοῦ γεώργιον, Θεοῦ
οἰκοδομή ἐστε. Κατὰ τὴν χάριν τοῦ Θεοῦ
τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα, ἄλλος δὲ ἐποικοδομεῖ·
ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ· θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι
παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός. εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν
θεμέλιον τοῦτον χρυσόν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην, ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται· ἡ γὰρ
ἡμέρα δηλώσει· ὅτι ἐν πυρὶ ἀποκαλύπτεται· καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ
πῦρ δοκιμάσει. εἴ τινος τὸ ἔργον μενεῖ ὃ ἐπῳκοδόμησε, μισθὸν λήψεται· εἴ τινος
τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός.
Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; εἴ τις τὸν
ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός· ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν,
οἵτινές ἐστε ὑμεῖς.
Ευαγγέλιον
Θ΄ Ματθαίου (Ματθ. 14,22-34)
Είς το
Εξαιρέτως... Άξιον Εστί
Κοινωνικὸν
«Αινείτε»·
«Εἴδομεν τὸ φῶς».
Βιβλιογραφία:
1.
analogion.gr/glt/
2.
ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΙΣ
ΤΩΝ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ
ΕΤΟΥΣ 2012
ΑΠΟΣΤΟΛΟΥ Ε. ΠΑΠΑΧΡΗΣΤΟΥ
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου