
Ο Όσιος Ιωάννης εγκαταβίωσε στη μονή Χαρίτωνος, όπου και κοιμήθηκε με ειρήνη.
Ἀπολυτίκιον (Κατέβασμα)
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ἁπαλῶν ἐξ ὀνύχων Χριστὸν ἠγάπησας, καὶ τὴν σὴν κλῆσιν θεόφρον καταλαμπρύνεις σαφῶς, πλήρης χάριτος ὀφθεῖς τοῦ θείου Πνεύματος· ἐκκαθάρας γὰρ τὸν νοῦν, τῶν Ἀγγέλων μιμητής, ἐν σώματι ἀνεδείχθης, Πατὴρ ἠμῶν Ἰωάννη, μεθ' ὧν ἱκέτευε σωθήναι ἠμᾶς.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος πλ. δ’
Ἐν σοί Πάτερ ἀκριβῶς διεσώθη τό κατ᾽ εἰκόνα· λαβών γάρ τόν σταυρόν, ἠκολούθησας τῷ Χριστῷ, καί πράττων ἐδίδασκες, ὑπερορᾷν μέν σαρκός, παρέρχεται γάρ· ἐπιμελεῖσθαι δέ ψυχῆς, πράγματος ἀθανάτoυ· διό καί μετά Ἀγγέλων συναγάλλεται, Ὅσιε Ἰωάννη τό πνεῦμά σου.
Κοντάκιον
Ἦχος β’. Τοὺς ἀσφαλεῖς
Ὡς Ἀσκητῶν, ὑπογραμμόν καὶ σέμνωμα, τῶν οὐρανίων μέτοχον κατὰ χρέος εὐφημοῦμέν σε, ὦ Ἰωάννη παμμακάριστε· ὁσίως γὰρ τὸν βίον διελήλυθας, καὶ χάριτος ἐνθέου κατετρύφησας, ἐξ ἧς Πάτερ δώρησαι τοῖς δούλοις σου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου