
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῷ τῆς πίστεως ζήλω πτερωθεῖς τὴν διάνοιαν, πρὸς ἀθλητικὸς ἀριστείας ἀνδρικῶς προσεχώρησας, καὶ ὤφθης τοῦ Σωτῆρος κοινωνός, βασάνους ὑπὲρ φύσιν ἐνεγκῶν διὰ τοῦτο ἐδοξάσθης παρὰ Θεοῦ, Κρήσκη Θεομακάριστε. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργούντι διὰ σοῦ, πάσιν ἰάματα.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος δ’. Ταχύ προκατάλαβε
Ὁ Μάρτυς σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτοῦ, τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλεν ἔθραυσε καὶ δαιμόνων τὰ ἀνίσχυρα θράση. Αὐτοῦ ταῖς ἱκεσίαις Χριστέ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
Κοντάκιον
Ἦχος πλ. δ’. Εἰ καὶ ἐν τάφῳ
Εἰ καὶ ἐν γήρᾳ ἐδέξω τὴν ἄθλησιν, ἀλλά νεάζον ἐκτήσω τὸ φρόνημα, καὶ τὴν ἔπαρσιν τοῦ ἐχθροῦ, καθεῖλες στεῤῥῶς, συνεργόν ἐν ἀγῶσι τὸν Λόγον κτησάμενος· οὗ τὸ πάθος δοξάσας, τῆς τούτου ἐγέρσεως, μέτοχος ὤφθης, ὦ Κρήσκη πολύαθλε.
πηγή
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου