† ΚΥΡΙΑΚΗ Α΄ ΛΟΥΚΑ. Τοῦ Ἁγίου Ἱερομάρτυρος Φωκᾶ,
Ἐπισκόπου Σινώπης τοῦ Θαυματουργοῦ. Φωκᾶ τοῦ Κηπουροῦ καί τῶν Ἁγίων Μαρτύρων
Ἰσαάκ καί Μαρτίνου. Ήχος δ΄. Εωθινόν β΄.
ΕΙΣ
ΤΟΝ ΟΡΘΡΟΝ
Θεός
Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, α'.
Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός
Κύριος, καί επέφανεν ημίν...
Στίχ, β'.
Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς,
Θεός Κύριος,
καί επέφανεν ημίν...
Στίχ, γ'.
Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός
Κύριος, καί επέφανεν ημίν...
Ἀπολυτίκιον Ἦχος δ'
Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι
αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοῖς Ἀποστόλοις
καυχώμεναι ἔλεγον· Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ
τὸ μέγα ἔλεος.
Δόξα... τοῦ Ἱερομάρτυρος
Ἦχος δ'
Καὶ
τρόπων μέτοχος, καὶ θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες
θεόπνευστε, εἰς θεωρίας ἐπίβασιν· διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν,
καὶ τῇ πίστει ἐνήθλησας μέχρις αἵματος, Ἱερομάρτυς Φωκᾶ, πρέσβευε Χριστῷ τῷ Θεῷ,
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν ...
Θεοτοκίον
Τὸ
ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σού Θεοτόκε τοῖς ἐπὶ
γῆς πεφανέρωται· Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ
ἡμῶν καταδεξάμενος· δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς
ψυχὰς ἡμῶν.
Καθίσματα Ἦχος δ'
Ἀναβλέψασαι τοῦ τάφου τὴν εἴσοδον, καὶ τὴν φλόγα τοῦ Ἀγγέλου
μὴ φέρουσαι, αἱ Μυροφόροι σὺν τρόμῳ ἐξίσταντο λέγουσαι· Ἆρα ἐκλάπη, ὁ τῷ Λῃστῇ ἀνοίξας
Παράδεισον, ἆρα ἡγέρθη, ὁ καὶ πρὸ πάθους κηρύξας τὴν Ἔγερσιν, ἀληθῶς ἀνέστη
Χριστὸς ὁ Θεός, τοῖς ἐν ᾅδῃ παρέχων ζωὴν καὶ ἀνάστασιν.
Δόξα... Κατεπλάγη Ἰωσήφ
Ἑκουσίᾳ σου βουλῇ, Σταυρὸν ὑπέμεινας Σωτήρ, καὶ ἐν μνήματι
καινῷ, ἄνθρωποι ἔθεντο θνητοί, τὸν διὰ λόγου τὰ πέρατα συστησάμενον· ὅθεν
δεσμευθεὶς ὁ ἀλλότριος, θάνατος δεινῶς ἐσκυλεύετο, καὶ οἱ ἐν ᾅδῃ ἅπαντες ἐκραύγαζον,
τῇ ζωηφόρῳ Ἐγέρσει σου· Χριστὸς ἀνέστη, ὁ ζωοδότης, μένων εἰς τοὺς αἰῶνας.
Καὶ νῦν... Θεοτοκίον
Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν,
τὸν ἐπὶ πόκον ὑετὸν, ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε, βάτον ἐν πυρὶ ἀκατάφλεκτον,
ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ μαρτυρῶν ὁ Μνήστωρ σου καὶ φύλαξ, τοῖς Ἱερεύσιν
ἐκραύγαζε· Παρθένος τίκτει, καὶ μετὰ τόκον, πάλιν μένει παρθένος.
Ταχὺ προκατάλαβε
Ἀνέστης ὡς ἀθάνατος, ἀπὸ τοῦ ᾅδου Σωτήρ, συνήγειρας τὸν κόσμον
σου, τῇ Ἀναστάσει τῇ σῇ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἔθραυσας ἐν ἰσχύϊ, τοῦ θανάτου τὸ
κράτος, ἔδειξας Ἐλεῆμον, τὴν Ἀνάστασιν πᾶσι· διό σε καὶ δοξάζομεν, μόνε Φιλάνθρωπε.
Δόξα... Κατεπλάγη Ἰωσὴφ
Ἐκ τῶν ἄνω κατελθών, τῶν ὑψωμάτων Γαβριήλ, καὶ τῇ πέτρα
προσελθών, ἔνθα ἡ πέτρα τῆς ζωῆς, λευχειμονῶν ἀνεκραύγαζε ταῖς κλαιούσαις· Παύσασθε
ὑμεῖς, τῆς θρηνώδους κραυγῆς, ἔχουσαι ἀεί, τὸ εὐσυμπάθητον· ὃν γὰρ ζητεῖτε κλαίουσαι,
θαρσεῖτε, ὡς ἀληθῶς ἐξεγήγερται· διὸ βοᾶτε, τοῖς Ἀποστόλοις, ὅτι ἀνέστη ὁ
Κύριος.
Καὶ νῦν... Θεοτοκίον, ὅμοιον
Κατεπλάγησαν Ἁγνή, πάντες Ἀγγέλων οἱ χοροί, τὸ Μυστήριον τῆς
σῆς, κυοφορίας τὸ φρικτόν, πῶς ὁ τὰ πάντα συνέχων νεύματι μόνῳ, ἀγκάλαις ὡς
βροτός, ταῖς σαῖς συνέχεται, καὶ δέχεται ἀρχὴν ὁ Προαιώνιος, καὶ γαλουχεῖται σύμπασαν
ὁ τρέφων, πνοὴν ἀφάτῳ χρηστότητι, καὶ σὲ ὡς ὄντως, Θεοῦ Μητέρα, εὐφημοῦντες δοξάζουσι.
ΕΥΛΟΓΗΤΑΡΙΑ Ἦχος πλ.
α'
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.
Εὐλογητὸς
εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε;
ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις. Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι·
ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε,
τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
Εὐλογητὸς
εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου,
Σῶτερ, ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.
Δόξα...
Τριαδικὸν
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.
Καὶ νῦν
... Θεοτοκίον
Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (ἐκ γ')
Ἡ Ὑπακοὴ Ἦχος δ'
Τὰ τῆς σῆς παραδόξου Ἐγέρσεως, προδραμοῦσαι αἱ Μυροφόροι,
τοῖς Ἀποστόλοις ἐκήρυττον Χριστέ, ὅτι ἀνέστης
ὡς Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Οἱ Ἀναβαθμοὶ
Ἀντίφωνον Α'
·
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
·
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
Δόξα...
Καὶ νῦν...
Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται,
τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
Ἀντίφωνον Β'
· Ἐκέκραξά σοι Κύριε, θερμῶς ἐκ βάθους
ψυχῆς μου, κᾀμοὶ γενέσθω, πρὸς ὑπακοὴν τὰ θεῖά σου ὦτα.
·
Ἐπὶ τὸν Κύριον ἐλπίδα πᾶς τις κεκτημένος, ὑψηλότερος ἐστί, πάντων τῶν λυπούντων.
Δόξα...
Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν
τὴν κτίσιν πρὸς ζωογονίαν.
Ἀντίφωνον Γ'
· Ἡ καρδία μου πρὸς σὲ Λόγε ὑψωθήτω,
καὶ οὐδὲν θέλξει με, τῶν τοῦ κόσμου τερπνῶν πρὸς χαμαιζηλίαν.
·
Ἐπὶ τὴν μητέρα αὐτοῦ, ὡς ἔχει τις στοργήν, ἐπὶ τῷ Κυρίῳ θερμότερον φίλτρον χρεωστοῦμεν.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, θεογνωσίας πλοῦτος, θεωρίας καὶ σοφίας· πάντα
γὰρ ἐν τούτῳ τὰ πατρῷα δόγματα, ὁ Λόγος ἐκκαλύπτει.
Προκείμενον
Ἀνάστα Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς, ἕνεκεν τῆς
δόξης τοῦ ὀνόματός σου.
Στίχ. ὁ Θεός, ἐν τοῖς ὠσὶν
ἡμῶν ἠκούσαμεν.
Ή Τάξις τού Εωθινού Ευαγγελίου
Ιερεύς Τού Κυρίου δεηθώμεν.
Χορός Κύριε, ελέησον.
Ιερεύς Ότι Άγιος εί ο Θεός ημών, και εν αγίοις επαναπαύη, και σοι
την δόξαν αναπέμπωμεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί
και εις τους αιώνας των αιώνων.
Χορός Αμήν.
Πάσα πνοή αινεσάτω τόν Κύριον (εκ γ').
Ιερεύς Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου
Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.
Χορός Κύριε, ελέησον (γ').
Ιερεύς Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.
Ιερεύς Ειρήνη πάσι
.
Χορός Καί τώ Πνεύματί σου.
Ιερεύς Εκ τού κατά Λουκάν
αγίου Ευαγγελίου...
Ιερεύς Πρόσχωμεν.
Χορός Δόξα σοι, Κύριε, δόξα σοι.
Ευαγγελιον Εωθινόν β’
Ανάστασιν Χριστού θεασάμενοι…
Ν' Ψαλμός
·
Ελέησόν
με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον
τό ανόμημά μου
·
επί
πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
·
ότι
τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
·
σοί
μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς
λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε
·
ιδού
γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
·
ιδού
γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
·
ραντιείς
με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
·
ακουτιείς
με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
·
απόστρεψον
τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
·
καρδίαν
καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
·
μή
απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ'
εμού
·
απόδος
μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
·
διδάξω
ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
·
ρύσαί
με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν
δικαιοσύνην σου
·
κύριε
τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου
·
ότι
ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις
·
θυσία
τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός
ουκ εξουθενώσει
·
αγάθυνον
κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
·
τότε
ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό
θυσιαστήριόν σου μόσχους
Δόξα...
Ήχος β'
Ταίς τών Αποστόλων, πρεσβείαις
Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.
Καί
νύν... Ήχος ο αυτός
Ταίς τής Θεοτόκου, πρεσβείαις
Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.
Ελέησόν με ο Θεός κατά τό μέγα έλεός
σου καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου.
Aναστάς ο Ιησούς από τού τάφου…
Κανὼν Ἀναστάσιμος.
Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ.
ᾨδὴ α' Ἦχος δ'
Ὁ Εἱρμὸς
«Θαλάσσης, τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς
πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ
ἐτροπώσατο».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει
σου, Κύριε.
Ὑψώθης, τὴν ἡμετέραν ἔκπτωσιν, ἐπανορθούμενος, ἐν τῷ ἀχράντῳ
ξύλῳ τοῦ Σταυροῦ, τὴν ἐν ξύλῳ ἰώμενος, πανωλεθρίαν Δέσποτα, ὡς ἀγαθὸς καὶ
παντοδύναμος.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει
σου, Κύριε.
Ἐν τάφῳ, σωματικῶς, ἐν ᾅδῃ δὲ μετὰ ψυχῆς ὡς Θεός, ἐν Παραδείσῳ
δὲ μετὰ Λῃστοῦ, καὶ ἐν θρόνῳ ὑπῆρχες Χριστέ, μετὰ Πατρὸς καὶ Πνεύματος, πάντα
πληρῶν ὁ ἀπερίγραπτος.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε,
σῶσον ἡμᾶς.
Ἀσπόρως, τῷ τοῦ Πατρὸς βουλήματι, ἐκ θείου Πνεύματος, τὸν
τοῦ Θεοῦ συνείληφας Υἱόν, καὶ σαρκὶ ἀπεκύησας, τὸν ἐκ Πατρὸς ἀμήτορα, καὶ δι' ἡμᾶς
ἐκ σοῦ ἀπάτορα.
ᾨδὴ α' Ἦχος δ'
Θαλάσσης τὸ ἐρυθραῖον
Ὑμνῆσαι,
προθυμουμένῳ σήμερον, τὴν θείαν μνήμην σου, φωτιστικαῖς τοῦ Πνεύματος αὐγαῖς, τὴν
ψυχήν μου καταύγασον, ποιμὴν καὶ Μάρτυς ἔνδοξε, τοῦ Παντοκράτορος Θεοῦ ἡμῶν.
Μαρτύρων,
περιφανῶς ἐπλούτησας, τὴν θείαν εὔκλειαν ποιμαντικαῖς ἐκπρέψας καλλοναῖς, καὶ
φοινίξας ἐν αἵματι, τῆς ἱερᾶς ἀθλήσεως, σοῦ τὴν στολὴν θεομακάριστε.
Νευρώσας,
τὸν λογισμὸν ταῖς κρείττοσιν, ἐλπίσι πάνσοφε, τὸν ἐν κακίᾳ ὄντα δυνατόν, παντελῶς
ἐξενεύρισας, καὶ νικηφόρος ἄριστος, πρὸς οὐρανοὺς Φωκᾶ ἀνέδραμες.
Θεοτοκίον
Ἐλύθη,
τῶν Προπατόρων ἄχραντε, τὸ ἐπιτίμιον· τὸν πρὸ αἰώνων τίκτεις γὰρ Θεόν, νέον βρέφος
γινόμενον, καὶ νεουργοῦντα ἅπασαν, τὴν ἀνθρωπίνην ὄντως ὕπαρξιν.
ᾨδὴ γ'
Ὁ Εἱρμὸς
«Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ
μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει
σου, Κύριε.
Τὸ ξύλον τὸ τῆς ζωῆς, ἡ νοητὴ καὶ ἀληθὴς ἄμπελος, ἐπὶ
Σταυροῦ κρέμαται, πᾶσιν ἀμβροσίαν πηγάζουσα.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει
σου, Κύριε.
Ὡς μέγας, ὡς φοβερός, ὡς τὸ τοῦ ᾅδου καθελὼν φρύαγμα, καὶ ὡς
Θεὸς ἄφθαρτος, νῦν σωματικῶς ἐξεγήγερται.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε,
σῶσον ἡμᾶς.
Σὺ μόνη τοῖς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος,
Μήτηρ Θεοῦ γέγονας· ὅθεν σοι τὸ Χαῖρε, προσάγομεν.
Τοῦ Ἱερομάρτυρος
Εὐφραίνεται ἐπὶ σοὶ
Ἰάσεις
ἐπιτελῶν, τῇ ἐπικλήσει τοῦ Χριστοῦ Ὅσιε, πλάνης ἐχθροῦ ἔσωσας, πόλεις καὶ λαοὺς
θείᾳ χάριτι.
Ναὸς
ὑπάρχων Θεοῦ, εἰδωλικοὺς Μάρτυς ναοὺς ἔρριψας, τὴν παντουργὸν δύναμιν, ἔχων
συνεργὸν καὶ συνέριθον.
Στρατὸς
ὡράθη Φωκᾶ, ἀγγελικὸς καὶ φῶς Θεοῦ ἄπλετον, δικαστικῶν θρόνων σε, ἔναντι Κυρίου
δοξάζοντος.
Θεοτοκίον
Ἐκ
σοῦ Θεὸς σαρκωθείς, δι' εὐσπλαγχνίαν τοῖς βροτοῖς ἥνωται, καὶ τὴν ἀρὰν ἔλυσε, μόνη
παντευλόγητε Δέσποινα.
τοῦ Ἱερομάρτυρος
Ἦχος δ'
Ἡ
χάρις τοῦ Πνεύματος, ἐν σοὶ σκηνώσασα, πηγήν σε ἀνέδειξε, πολλῶν χαρίτων Φωκᾶ,
πλουσίως ἐκβλύζουσαν|· ὅθεν καὶ τοῖς πλωτῆρσι, βοηθεῖς καθ' ἑκάστην, πίστει ἐπιζητοῦσι,
σὴν βοήθειαν Πάτερ, σὺν τούτοις καὶ ἡμῖν, ἱλασμὸν νέμοις θεόσοφε.
Δόξα...
Καὶ νῦν... Θεοτοκίον
Παρθένε
πανάμωμε, τὸν ὑπερούσιον, Θεὸν ἡ κυήσασα, σὺν Ἀσωμάτοις αὐτόν, ἀπαύστως ἱκέτευε,
ἄφεσιν τῶν πταισμάτων, καὶ διόρθωσιν βίου, δοῦναι ἡμῖν πρὸ τέλους, τοῖς ἐν πίστει
καὶ πόθῳ, ὑμνοῦσί σε κατὰ χρέος, μόνη πανύμνητε.
ᾨδὴ δ'
Ὁ Εἱρμὸς
«Ἐπαρθέντα σε ἰδοῦσα
ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως
κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε».
Στίχ.
Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἀνελήλυθας τὰ πάθη μου θεραπεύσων, ἐπὶ
Σταυροῦ τῷ πάθει τῆς ἀχράντου σαρκός σου, ἣν ἑκὼν ἐφόρεσας· διό σοι
κραυγάζομεν· Δόξα τῇ δυνάμει σου Κύριε.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἀναμαρτήτου ὁ θάνατος γεγευμένος,
ζωοποιοῦ τε σώματος τοῦ σοῦ ἐπαξίως, Δέσποτα νενέκρωται, ἡμεῖς δὲ βοῶμέν σοι· Δόξα
τῇ δυνάμει σου Κύριε.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἀπειρογάμως ἐκυησας ὦ Παρθένε, καὶ
μετὰ τόκον ὤφθης παρθενεύουσα πάλιν· ὅθεν ἀσιγήτοις φωναῖς, τὸ χαῖρέ σοὶ Δέσποινα,
πίστει ἀδιστάκτῳ κραυγάζομεν.
Τοῦ Ἱερομάρτυρος
Ἐπαρθέντα σε ἰδοῦσα
Φαεινότατον
ἀστέρα σὲ ἐν τῷ ὕψει, τῆς Ἐκκλησίας ἔθετο, Φωκᾶ ὁ Δεσπότης, ἄθλων ἱερώτατε,
θαυμάτων τε λάμψεσι, πάντων τὰς καρδίας φωτίζοντα.
Ὡμολόγησας
τὴν σάρκωσιν τοῦ Δεσπότου, τυραννικοῦ πρὸ βήματος, Μάρτυς ἀθλοφόρε, καὶ λαμπρῶς
κατῄσχυνας, Ἑλλήνων σεβάσματα, καὶ πολυθεΐας τὸ ἄθεον.
Κορυφουμένην
τὴν θάλασσαν τῆς ἀπάτης, πολυθεΐας λαίλαπι, θείᾳ κυβερνήσει, Ἔνδοξε παρέδραμες,
λιμὴν γαληνότατος, πᾶσι γεγονὼς θαλαττεύουσιν.
Θεοτοκίον
Ἀπειρογάμως
ἐκύησας ὦ Παρθένε, καὶ μετὰ τόκον ὤφθης, παρθενεύουσα πάλιν· ὅθεν ἀσιγήτοις
φωναῖς, τὸ Χαῖρέ σοι Δέσποινα, πίστει ἀδιστάκτῳ κραυγάζομεν.
ᾨδὴ ε'
Ὁ Εἱρμὸς
Σὺ Κύριέ μου φῶς,
εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει
ἀνυμνοῦντάς σε.
Στίχ.
Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Σὺ Κύριε πρὸς γῆν, συμπαθῶς κατελήλυθας,
σὺ ὕψωσας τὴν πεσοῦσαν, τῶν ἀνθρώπων οὐσίαν, ἐν ξύλῳ ἀναρτώμενος.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Σὺ ᾖράς μου Χριστέ, τῶν πταισμάτων
τὸ ἔγκλημα, σὺ ἔλυσας τὰς ὀδύνας, τοῦ θανάτου Οἰκτίρμον, τῇ θείᾳ Ἀναστάσει σου.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σὲ ὅπλον ἀρραγές, κατ' ἐχθρῶν
προβαλλόμεθα, σὲ ἄγκυραν καὶ ἐλπίδα, τῆς ἡμῶν σωτηρίας, Θεόνυμφε κεκτήμεθα.
Τοῦ Ἱερομάρτυρος
Σὺ Κύριέ μου φῶς
Πορείας
τοῦ ἐχθροῦ, προφανῶς ὑπεσκέλισας, ἰθύνων σου τὰς πορείας, πρὸ Θεοῦ θελημάτων, τὰς
τρίβους Ἱερώτατε.
Ῥηγνύμενον
πληγαῖς, τὸ πολύαθλον σῶμά σου, διέρρηξεν ἀθεΐας, τοὺς δεσμοὺς θείῳ σθένει, Φωκᾶ
θεομακάριστε.
Ὁλόκληρον
Θεῷ προσενήνεξαι σφάγιον, Πανεύφημε τῷ τυθέντι, καὶ ἐναίμους θυσίας, εἰδώλων
καταπαύσαντι.
Θεοτοκίον
Σοφίᾳ
τοῦ Θεοῦ, ἑαυτῇ ᾠκοδόμησεν, ὦ Δέσποινα Θεοτόκε, ἐξ ἁγνῶν σου αἱμάτων, τὸν οἶκον
ὡς ηὐδόκησεν.
ᾨδὴ ς'
Ὁ Εἱρμὸς
«Θύσω σοι, μετὰ
φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι· ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ
τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».
Στίχ.
Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἀνῆλθες, ἐν Σταυρῷ δυναστείαν ζωσάμενος,
καὶ συμπλακεὶς τῷ τυράννῳ, ὡς Θεὸς ἐξ ὕψους κατέρραξας, τὸν Ἀδὰμ δέ,
ἀηττήτῳ, παλάμῃ ἀνέστησας.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἀνέστης, ἐξαστράπτων ὡραῖος ἐκ τάφου
Χριστέ, καὶ διεσκέδασας πάντας, τοὺς ἐχθροὺς τῇ θείᾳ σου δυναστείᾳ, καὶ τὰ πάντα,
ὡς Θεός, εὐφροσύνης ἐπλήρωσας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὢ θαῦμα, τῶν ἁπάντων θαυμάτων καινότερον!
ὅτι Παρθένος ἐν μήτρᾳ, τὸν τὰ σύμπαντα περιέποντα, ἀπειράνδρως, συλλαβοῦσα, οὐκ
ἐστενοχώρησεν.
Τοῦ Ἱερομάρτυρος
Θύσω σοι, μετὰ φωνῆς
Θάλασσαν,
ἀθεΐας ἐξήρανας Πάνσοφε, πηγὴν ζωῆς ἀναβλύζων, διδαχῶν ὁσίων, νῦν δὲ θαυμάτων, ἐπομβρίαις,
ἀποπλύνεις παθῶν πάντα βόρβορον.
Ἐπήρθης,
ἐπὶ ξύλου δεινῶς σπαθιζόμενος, καὶ ἐξαρθρούμενος μάκαρ, καὶ φωνὴν ἐξ ὕψους σε
δυναμοῦσαν, ἐνωτίσθης, Ἱεράρχα καὶ Μάρτυς πολύαθλε.
Τὸ
πάθος, τοῦ ἀπαθοῦς Φωκᾶ μιμησάμενος, πάθη ποικίλα ἰᾶσαι, καὶ λυτροῦσαι ζάλης καὶ
τρικυμίας, τοὺς πλωτῆρας, ταῖς πρὸς Θεόν σου θείαις ἐντεύξεσιν.
Θεοτοκίον
Ὡς
ὄμβρος, ὁ σωτήριος Λόγος κεκένωται, ἐν τῇ ἀφθόρῳ σου μήτρᾳ, Παναγία Κόρη, καὶ τῆς
κακίας, τοὺς χειμάρρους, θεϊκῇ δυναστείᾳ ἐξήρανε.
Κοντάκιον Ἦχος δ'
Ἐπεφάνης σήμερον
Ὁ Σωτὴρ καὶ ῥύστης
μου, ἀπὸ τοῦ τάφου, ὡς Θεὸς ἀνέστησεν, ἐκ τῶν δεσμῶν τοὺς γηγενεῖς, καὶ πύλας ᾅδου
συνέτριψε, καὶ ὡς Δεσπότης ἀνέστη τριήμερος.
Ὁ Οἶκος
Τὸν ἀναστάντα ἐκ
νεκρῶν Χριστὸν τὸν ζωοδότην, τριήμερον ἐκ τάφου, καὶ πύλας τοῦ θανάτου σήμερον
συνθλάσαντα, τῇ δυνάμει τῇ αὐτοῦ, τὸν ᾅδην τε νεκρώσαντα, καὶ τὸ κέντρον τοῦ
θανάτου συντρίψαντα, καὶ τὸν Ἀδὰμ σὺν τῇ Εὔᾳ ἐλευθερώσαντα, ὑμνήσωμεν πάντες οἱ
γηγενεῖς, εὐχαρίστως βοῶντες αἶνον ἐκτενῶς. Αὐτὸς γὰρ ὡς μόνος κραταιὸς Θεός,
καὶ Δεσπότης ἀνέστη τριήμερος.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΚΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Φωκᾶ
τοῦ θαυματουργοῦ, τοῦ ἐν λουτρῷ σφοδρῶς πυρωθέντι τελειωθέντος.
Στίχοι
· Φωκᾶ,
τὸ λουτρὸν σμήγματος παντὸς δέχου.
· Λουτρὸν
γὰρ ἦν ἀγῶνος, οὐ καθαρσίου.
· Εἰκάδι
δευτερίῃ λουτρὸν πέφνεν ἔνδοθι Φωκᾶν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Φωκᾶ τοῦ κηπουροῦ.
Στίχοι
· ᾜδει
χάριν σοι, σοῦ χάριν θνῄσκων Λόγε,
· Φωκᾶς
ὁ Μάρτυς τῷ διὰ ξίφους τέλει.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰσαάκ, καὶ τοῦ Ἁγίου
Μαρτίνου.
Στίχοι
· Χριστοῦ
τὸ θάρσος ἐμπνέοντος ὑψόθεν,
· Πρὸς
τὴν σπάθην ἔσπευδεν ἐκπνεῖν Μαρτῖνος.
Μνήμη τῶν ἁγίων εἴκοσιν ἓξ ὁσιομαρτύρων Ζωγραφιτῶν, τῶν ἐλεγξάντων
τοὺς Λατινόφρονας Μιχαὴλ τὸν βασιλέα Παλαιολόγον Η' καὶ τὸν πατριάρχην Ἰωάννην
τὸν Βέκκον, ἄνωθεν τοῦ πύργου πυρὶ τελειωθέντων.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'
Ὁ Εἱρμὸς
«Ἐν τῇ καμίνῳ,
Ἀβραμιαῖοι Παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον, ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον·
Εὐλογημένος εἶ, ἐν τῷ Ναῷ τῆς δόξης σου Κύριε».
Στίχ.
Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Πρὸς ἀφθαρσίαν,
ἡ ἀνθρωπότης ἀνακέκληται, θείῳ λουσαμένη αἵματι τοῦ Χριστοῦ, εὐχαρίστως ἀναμέλπουσα·
Εὐλογημένος εἶ, ἐν τῷ Ναῷ τῆς δόξης σου Κύριε.
Στίχ.
Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ὡς ζωηφόρος, ὡς
Παραδείσου ὡραιότερος, ὄντως καὶ παστάδος πάσης βασιλικῆς, ἀναδέδεικται λαμπρότερος,
Χριστὲ ὁ τάφος σου, ἡ πηγὴ τῆς ἡμῶν ἀναστάσεως.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τὸ τοῦ Ὑψίστου, ἡγιασμένον θεῖον σκήνωμα
Χαῖρε· διὰ σοῦ γὰρ δέδοται ἡ χαρά, Θεοτόκε τοῖς κραυγάζουσιν· Εὐλογημένη σὺ ἐν
γυναιξίν, ὑπάρχεις Πανάμωμε Δέσποινα.
Καταβασίες
Ὠδὴ α’. Ἦχος δ’.
Ανοίξω τό
στόμα μου, καί πληρωθήσεται Πνεύματος, καί λόγον ερεύξομαι, τή Βασιλίδι Μητρί,
καί οφθήσομαι, φαιδρώς πανηγυρίζων, καί άσω γηθόμενος, ταύτης τά θαύματα.
Ωδή γ'
Τούς σούς υμνολόγους Θεοτόκε, ως
ζώσα καί άφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικόν στερέωσον, καί εν τή
θεία δόξη σου, στεφάνων δόξης αξίωσον.
Ωδή δ'
Τήν ανεξιχνίαστον θείαν βουλήν, τής
εκ τής Παρθένου σαρκώσεως, σού τού Υψίστου, ο Προφήτης, Αββακούμ, κατανοών
εκραύγαζε. Δόξα τή δυνάμει σου Κύριε.
Ωδή ε'
Εξέστη τά σύμπαντα, επί τή θεία δόξη
σου, σύ γάρ απειρόγαμε Παρθένε, έσχες εν μήτρα, τόν επί πάντων Θεόν, καί
τέτοκας άχρονον Υιόν, πάσι τοίς υμνούσί σε, σωτηρίαν βραβεύοντα.
Ωδή ς'
Τήν θείαν ταύτην καί πάντιμον,
τελούντες εορτήν οι θεόφρονες, τής Θεομήτορος, δεύτε τάς χείρας κροτήσωμεν, τόν
εξ αυτής τεχθέντα Θεόν δoξάζοντες.
Ωδή ζ'
Ουκ ελάτρευσαν τή κτίσει οι
θεόφρονες, παρά τόν Κτίσαντα, αλλά πυρός απειλήν; ανδρείως πατήσαντες,
χαίροντες έψαλλον. Υπερύμνητε, ο τών Πατέρων Κύριος, καί Θεός ευλογητός εί.
Ωδή η' Αινούμεν…
Παίδας ευαγείς εν τή καμίνω, ο τόκος
τής Θεοτόκου διεσώσατο, τότε μέν τυπούμενος, νύν δέ ενεργούμενος, τήν
οικουμένην άπασαν, αγείρει ψάλλουσαν. Τόν Κύριον υμνείτε τά έργα, καί
υπερυψούτε, εις πάντας τούς αιώνας.
Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις
τιμώντες μεγαλύνωμεν.
Ήχος δ΄
Μεγαλύνει
η ψυχή μου τόν Κύριον, καί ηγαλλίασε τό πνεύμά μου επί τώ Θεώ τώ σωτήρί μου.
·
Τήν
Τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν
αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.
Ότι
επέβλεψεν επί τήν ταπείνωσιν τής δούλης αυτού, ιδού γάρ από τού νύν μακαριούσί
με πάσαι γενεαί,
·
Τήν
Τιμιωτέραν τών Χερουβείμ...
Ότι
εποίησέ μοι μεγαλεία ο Δυνατός, καί άγιον τό όνομα αυτού, καί τό έλεος αυτού
εις γενεάν, καί γενεάν τοίς φοβουμένοις αυτόν.
·
Τήν
Τιμιωτέραν τών Χερουβείμ...
Εποίησε
κράτος εν βραχίονι αυτού, διεσκόρπισεν υπερηφάνους διανοία καρδίας αυτών.
·
Τήν
Τιμιωτέραν τών Χερουβείμ...
Καθείλε
δυνάστας από θρόνων, καί ύψωσε ταπεινούς, πεινώντας ενέπλησεν αγαθών, καί
πλουτούντας εξαπέστειλε κενούς.
·
Τήν
Τιμιωτέραν τών Χερουβείμ...
Αντελάβετο Ισραήλ παιδός
αυτού, μνησθήναι ελέους, καθώς ελάλησε πρός τούς πατέρας ημών, τώ Αβραάμ, καί
τώ σπέρματι αυτού έως αιώνος.
Καταβασία
Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι,
λαμπαδουχούμενος· πανηγυριζέτω δέ, ἀύλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ
θαυμάσια, τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ἀειπάρθενε.
q
Άγιος Κύριος ο Θεός ημών, γ’
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Β'
Τὸν
λίθον θεωρήσασαι, ἀποκεκυλισμένον, αἱ Μυροφόροι ἔχαιρον· εἶδον γὰρ Νεανίσκον,
καθήμενον ἐν τῷ τάφῳ, καὶ αὐτὸς ταύταις ἔφη· Ἰδοὺ Χριστὸς ἐγήγερται, εἴπατε σὺν
τῷ Πέτρῳ, τοῖς Μαθηταῖς· Ἐν τῷ ὄρει φθάσατε Γαλιλαίας, ἐκεῖ
ὑμῖν ὀφθήσεται, ὡς προεῖπε τοῖς φίλοις.
Τοῦ Ἱερομάρτυρος
Ὁ οὐρανὸν τοῖς ἄστροις
Ἱεραρχῶν
ἀκρότης, καὶ Ἀθλοφόρων τὸ κλέος, Φωκᾶ καὶ μέγας προστάτης, τοῖς θαλαττεύουσι πέλων,
περίσῳζε ἐκ κινδύνων, τοὺς εὐφημοῦντάς σε μάκαρ.
Θεοτοκίον
Τὸν
Ποιητὴν τῶν αἰώνων, καὶ τῶν Ἀγγέλων Δεσπότην, ἀποτεκοῦσα Παρθένε, τοῦτον ἱκέτευε
δεῖξαι, τῆς δεξιᾶς παραστάτας, μερίδος τοὺς σοὺς οἰκέτας.
Αἶνοι Ἦχος δ'
1.
Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
--
Ὁ σταυρὸν ὑπομείνας καὶ θάνατον, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, παντοδύναμε Κύριε,
δοξάζομέν σου τὴν Ἀνάστασιν.
ΨΑΛΜΟΣ ΡΝ' (l50)
2.
Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως
αὐτοῦ.
--
Ἐν τῷ σταυρῷ σου Χριστέ, τῆς ἀρχαίας κατάρας ἠλευθέρωσας ἡμᾶς, καὶ ἐν τῷ θανάτῳ
σου, τὸν τὴν φύσιν ἡμῶν τυραννήσαντα, διάβολον κατήργησας, ἐν δὲ τῇ Ἐγέρσει
σου, χαρᾶς τὰ πάντα ἐπλήρωσας· διὸ βοῶμέν σοι, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα
σοι.
3.
Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς
μεγαλωσύνης αὐτοῦ.
--
Τῷ σῷ Σταυρῷ Χριστὲ Σωτήρ, ὁδήγησον ἡμᾶς ἐπὶ τὴν ἀλήθειάν σου, καὶ ῥῦσαι ἡμᾶς,
τῶν παγίδων τοῦ ἐχθροῦ, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἀνάστησον ἡμᾶς πεσόντας τῇ ἁμαρτίᾳ,
ἐκτείνας τὴν χεῖρά σου, φιλάνθρωπε Κύριε, τῇ πρεσβείᾳ τῶν Ἁγίων σου.
4.
Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
--
Τῶν Πατρικῶν σου κόλπων, μὴ χωρισθεὶς μονογενὲς Λόγε τοῦ Θεοῦ, ἦλθες ἐπὶ γῆς διὰ
φιλανθρωπίαν, ἄνθρωπος γενόμενος ἀτρέπτως, καὶ Σταυρὸν καὶ θάνατον ὑπέμεινας
σαρκί, ὁ ἀπαθὴς τῇ Θεότητι, ἀναστὰς δὲ ἐκ νεκρῶν ἀθανασίαν παρέσχες τῷ γένει τῶν
ἀνθρώπων, ὡς μόνος παντοδύναμος.
5.
Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,
--
Θάνατον κατεδέξω σαρκί, ἡμῖν ἀθανασίαν πραγματευσόμενος Σωτήρ, καὶ ἐν τάφῳ ᾤκησας,
ἵνα ἡμᾶς τοῦ ᾅδου ἐλευθερώσῃς, συναναστήσας ἑαυτῷ, παθών, μὲν ὡς ἄνθρωπος, ἀλλ'
ἀναστὰς ὡς Θεός. Διὰ τοῦτο βοῶμεν· Δόξα σοι ζωοδότα Κύριε, μόνε Φιλάνθρωπε.
6.
Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα
πνοὴ αἰνεσάτω τὸν Κύριον.
--
Πέτραι ἐσχίσθησαν Σωτήρ, ὅτε ἐν τῷ Κρανίῳ ὁ Σταυρός σου ἐπάγη, ἔφριξαν ᾅδου
πυλωροί, ὅτε ἐν τῷ μνημείῳ ὡς θνητὸς κατετέθης· καὶ γάρ τοῦ θανάτου καταργήσας
τὴν ἰσχύν, τοῖς τεθνεῶσι πᾶσιν ἀφθαρσίαν παρέσχες, τῇ Ἀναστάσει σου Σωτήρ, Ζωοδότα
Κύριε δόξα σοι.
7.
Ἀνάστηθι, Κύριε, ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς
τέλος.
--
Ἐπεθύμησαν Γυναῖκες, ἰδεῖν σου τὴν Ἀνάστασιν, Χριστὲ ὁ Θεός, ἦλθε προλαβοῦσα
Μαρία ἡ Μαγδαληνή, εὗρε τὸν λίθον ἀποκυλισθέντα τοῦ μνήματος, καὶ τὸν Ἄγγελον
καθεζόμενον καὶ λέγοντα· Τὶ ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν, ἀνέστη ὡς Θεός, ἵνα
σώσῃ τὰ σύμπαντα.
8.
Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.
--
Ποῦ ἐστιν Ἰησοῦς, ὃν ἑλογίσασθε φυλάττειν; εἴπατε Ἰουδαῖοι, ποῦ ἐστιν, ὃν ἐθήκατε
ἐν τῷ μνήματι, τὸν λίθον σφραγίσαντες, δότε τὸν νεκρόν, οἱ τὴν ζωήν ἀρνησάμενοι,
δότε τὸν ταφέντα, ἢ πιστεύσατε τῷ ἀναστάντι. Κἄν ὑμεῖς σιγήσητε τοῦ Κυρίου τὴν Ἔγερσιν,
οἱ λίθοι κεκράξονται, μάλιστα ὁ ἀποκυλισθεὶς ἐκ τοῦ μνήματος. Μέγα σου τὸ ἔλεος!
Μέγα τὸ μυστήριον τῆς οἰκονομίας σου! Σωτὴρ ἡμῶν δόξα σοι.
Δόξα... ΕΩΘΙΝΟΝ Β' Ἦχος β'
Μετὰ
μύρων προσελθούσαις, ταῖς περὶ Μαριὰμ Γυναιξί, καὶ διαπορουμέναις, πῶς ἔσται αὐταῖς
τυχεῖν τοῦ ἐφετοῦ, ὡράθη ὁ λίθος μετηρμένος, καὶ θεῖος Νεανίας, καταστέλλων τὸν
θόρυβον αὐτῶν τῆς ψυχῆς. Ἠγέρθη γὰρ φήσιν, Ἰησοῦς ὁ Κύριος· διὸ κηρύξατε τοῖς κήρυξιν
αὐτοῦ Μαθηταῖς τὴν Γαλιλαίαν δραμεῖν, καὶ ὄψεσθε αὐτόν, ἀναστάντα ἐκ νεκρῶν, ὡς
ζωοδότην καὶ Κύριον.
Καὶ
νῦν... Θεοτοκίον
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ
σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται,
ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες
βοῶμεν· Εὐλογητὸς
Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.
ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ
Δόξα
σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ, καί επί γής ειρήνη, εν ανθρώποις
ευδοκία.
Υμνούμέν
σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν
μεγάλην σου δόξαν.
Κύριε
βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ,
καί Άγιον Πνεύμα,
Κύριε
ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο αίρων τήν αμαρτίαν τού κόσμου,
ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.
Πρόσδεξαι
τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον ημάς.
Ότι
σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός.
Αμήν.
Καθ'
εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου εις τόν αιώνα, καί εις τόν
αιώνα τού αιώνος.
Καταξίωσον,
Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους φυλαχθήναι ημάς.
Ευλογητός
εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον τό όνομά σου
εις τούς αιώνας. Αμήν.
Γένοιτο,
Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σέ.
Ευλογητός
εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').
Κύριε,
καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ
είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι ήμαρτόν σοι.
Κύριε,
πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου.
Ότι
παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.
Παράτεινον
τό έλεός σου τοίς γινώσκουσί σε.
Άγιος
ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ
γ').
Δόξα...
Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος
ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.
Σήμερον
σωτηρία τώ κόσμω γέγονεν. Άσωμεν τώ αναστάντι εκ τάφου καί αρχηγώ τής ζωής
ημών, καθελών γάρ τώ θανάτω τόν θάνατον, τό νίκος έδωκεν ημίν, καί τό μέγα
έλεος.
Είς την λειτουργίαν
Τα αντίφωνα
Α΄.Ήχος β΄
Στίχ. α'. Ευλόγει η
ψυχή μου, τόν Κύριον, καί πάντα τά εντός μου τό όνομα τό άγιον αυτού.
Ταίς πρεσβείαις τής Θεοτόκου, Σώτερ σώσον ημάς.
Στίχ. β'. Ευλόγει,
η ψυχή μου, τόν Κύριον, καί μή επιλανθάνου πάσας τάς ανταποδόσεις αυτού.
Ταίς πρεσβείαις τής Θεοτόκου...
Στίχ. γ'. Κύριος εν
τώ ουρανώ ητοίμασε τόν θρόνον αυτού, καί η Βασιλεία αυτού πάντων δεσπόζει.
Ταίς πρεσβείαις τής Θεοτόκου...
Δόξα... Καί νύν...
Ταίς πρεσβείαις τής Θεοτόκου...
Β΄. Ήχος β'
Στίχ. α'. Αίνει, η
ψυχή μου, τόν Κύριον, αινέσω Κύριον εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.
Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι.
Αλληλούια.
Στίχ. β'. Μακάριος,
ού ο Θεός Ιακώβ βοηθός αυτού, η ελπίς αυτού επί Κύριον τόν Θεόν αυτού.
Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...
Στίχ. γ'. Βασιλεύσει
Κύριος εις τόν αιώνα, ο Θεός σου, Σιών, εις γενεάν καί γενεάν.
Σώσον, ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...
Δόξα... Καί νύν...
Ο Μονογενής Υιός και
Λόγος του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν σωτηρίαν
σαρκοθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας,
σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της Αγίας Τριάδος,
συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.
Ἀπολυτίκιον Ἦχος δ'
Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι
αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοῖς Ἀποστόλοις
καυχώμεναι ἔλεγον· Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ
τὸ μέγα ἔλεος.
Εισοδικόν
Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ. Σώσον ημάς, Υιέ Θεού, ο
αναστάς εκ νεκρών,
ψάλλοντάς σοι Αλληλούϊα
Ἀπολυτίκιον Ἦχος δ'
Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι
αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοῖς Ἀποστόλοις
καυχώμεναι ἔλεγον· Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ
τὸ μέγα ἔλεος.
τοῦ Ἱερομάρτυρος
Ἦχος δ'
Καὶ
τρόπων μέτοχος, καὶ θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες
θεόπνευστε, εἰς θεωρίας ἐπίβασιν· διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν,
καὶ τῇ πίστει ἐνήθλησας μέχρις αἵματος, Ἱερομάρτυς Φωκᾶ, πρέσβευε Χριστῷ τῷ Θεῷ,
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Είτα του ναού
Κοντάκιον
Προστασία
των Χριστιανών ακαταίσχυντε,
μεσιτεία προς τον Ποιητήν αμετάθετε,
μη παρίδης αμαρτωλών δεήσεων φωνάς.
αλλά πρόφθασον ως αγαθή, εις την βοήθειαν ημών,
των πιστώς κραυγαζόντων σοι.
τάχυνον εις πρεσβείαν, και σπεύσον εις ικεσίαν,
η προστατεύουσα αεί, Θεοτόκε των τιμώντων σε.
μεσιτεία προς τον Ποιητήν αμετάθετε,
μη παρίδης αμαρτωλών δεήσεων φωνάς.
αλλά πρόφθασον ως αγαθή, εις την βοήθειαν ημών,
των πιστώς κραυγαζόντων σοι.
τάχυνον εις πρεσβείαν, και σπεύσον εις ικεσίαν,
η προστατεύουσα αεί, Θεοτόκε των τιμώντων σε.
Τρισάγιον
Ἀπόστολος: Κυριακῆς ιγ΄ ἑβδομάδος
Ἐπιστολῶν˙ «Γρηγορεῖτε, στήκετε ἐν τῇ
πίστει...» (Α΄ Κορ. ις΄ 13-24).
Εὐαγγέλιον: Κυριακῆς α΄ ἑβδομάδος Λουκᾶ˙ «Ἑστώς ὁ Ἰησοῦς παρά τήν λίμνην
Γεννησαρέτ...» (Λουκ. ε΄ 1-11).
Εἰς τό Ἐξαιρέτως: «Ἄξιόν ἐστιν...».
Κοινωνικόν: «Αἰνεῖτε...».
«Εἴδομεν
τό φῶς...», κτλ.
Ἀπόλυσις: Ἡ τοῦ Ἑσπερινοῦ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου