9-9-2012
† ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ. Ἡ Σύναξις τῶν Ἁγίων καί Δικαίων
Θεοπατόρων Ἰωακείμ καί Ἄννης. Τοῦ Ἁγίου Μάρτυρος Σεβηριανοῦ.῏Ηχος πλ. α΄· ἑωθινὸν γ΄.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ἦχος πλ.α’
Θεός
Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, α'. Εξομολογείσθε τώ Κυρίω, καί
επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός
Κύριος, καί επέφανεν ημίν...
Στίχ, β'. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ
ονόματι Κυρίου ήμυνάμην αυτούς,
Θεός
Κύριος, καί επέφανεν ημίν...
Στίχ, γ'. Παρά Κυρίου εγένετο αύτη, καί εστι
θαυμαστή εν οφθαλμοίς ημών.
Θεός
Κύριος, καί επέφανεν ημίν...
Ἀπολυτίκιον Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου
τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε
σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας,
ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.
Δόξα...
Ἀπολυτίκιον τῶν Ἁγίων
Ἦχος β'
Τῶν δικαίων Θεοπατόρων σου Κύριε,
τὴν μνήμην ἑορτάζοντες, δι᾿ αὐτῶν σὲ δυσωποῦμεν· Σῶσον τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν...
τῆς Εορτῆς
Ἀπολυτίκιον Ἦχος δ'
Ἡ γέννησίς σου Θεοτόκε, χαρὰν ἐμήνυσε
πάσῃ τῇ οἰκουμένῃ· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς
ἡμῶν, καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν εὐλογίαν· καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο
ἡμῖν ζωὴν τὴν αἰώνιον.
Καθίσματα Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον
Τὸν Σταυρὸν τοῦ Κυρίου ἐγκωμιάσωμεν, τὴν ταφὴν τὴν ἁγίαν ὕμνοις
τιμήσωμεν, καὶ τὴν Ἀνάστασιν αὐτοῦ ὑπερδοξάσωμεν, ὅτι συνήγειρε νεκρούς, ἐκ τῶν
μνημάτων ὡς Θεός, σκυλεύσας κράτος θανάτου, καὶ ἰσχὺν διαβόλου, καὶ τοῖς ἐν ᾅδῃ
φῶς ἀνέτειλε.
Δόξα...
Κύριε, νεκρὸς προσηγορεύθης, ὁ νεκρώσας τὸν θάνατον, ἐν μνήματι
ἐτέθης, ὁ κενώσας τὰ μνήματα, ἄνω στρατιῶται τὸν τάφον ἐφύλαττον, κάτω τοὺς ἀπ'
αἰῶνος νεκροὺς ἐξανέστησας, Παντοδύναμε καὶ ἀκατάληπτε, Κύριε δόξα σοι.
Καὶ νῦν ...
Κάθισμα Ἦχος α'
Τοῦ λίθου σφραγισθέντος
Τεχθεῖσα παραδόξως
στειρωτικῶν ἐξ ὠδίνων, παρθενικῶν ἐκ λαγόνων ἐκύησας ὑπὲρ φύσιν· ὡραῖος φανεῖσα
γὰρ βλαστός, ἐξήνθησας τῷ κόσμῳ τὴν ζωήν· διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν, βοῶσί
σοι Θεοτόκε· Δόξα τῇ νῦν προόδῳ σου σεμνή· δόξα τῇ παρθενίᾳ σου· δόξα τῇ κυοφορίᾳ
σου, μόνη πανάχραντε.
Κύριε, μετὰ τὴν τριήμερόν σου Ἀνάστασιν, καὶ τὴν τῶν Ἀποστόλων
προσκύνησιν, ὁ Πέτρος ἐβόα σοι· Γυναῖκες ἀπετόλμησαν, κᾀγὼ ἐδειλίασα. Λῃστὴς ἐθεολόγησε,
κᾀγὼ ἠρνησάμην σε, ἆρα καλέσεις με τοῦ λοιποῦ μαθητήν, ἢ πάλιν δείξεις με ἁλιέα
βυθοῦ; ἀλλὰ μετανοοῦντά με δέξαι, ὁ Θεὸς καὶ σῶσόν με.
Δόξα...
Κύριε, ἐν μέσῳ σε προσήλωσαν, οἱ παράνομοι τῶν καταδίκων,
καὶ λόγχῃ τὴν πλευράν σου ἐξεκέντησαν, ὦ Ἐλεῆμον, ταφὴν δὲ κατεδέξω, ὁ λύσας ᾅδου
τὰς πύλας, καὶ ἀνέστης τριήμερος, ἔδραμον Γυναῖκες ἰδεῖν σε, καὶ ἀπήγγειλαν Ἀποστόλοις
τὴν Ἔγερσιν. Ὑπερυψούμενε Σωτήρ, ὃν ὑμνοῦσιν Ἄγγελοι, εὐλογημένε Κύριε δόξα
σοι.
Καὶ νῦν ...
Κάθισμα Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον
Τὰ οὐράνια πάντα
νῦν ἐπαγάλλονται, τῶν ἀνθρώπων τὸ γένος συνεορτάζει αὐτοῖς, καὶ οἱ Προφῆται
μυστικῶς συνευφραίνονται· ἣν γὰρ προεῖδον τυπικῶς, ἐν ταῖς ἀρχαίαις γενεαῖς, βάτον
καὶ στάμνον καὶ ῥάβδον, νεφέλην πύλην καὶ θρόνον, καὶ μέγα ὄρος, γεννᾶται σήμερον.
ΕΥΛΟΓΗΤΑΡΙΑ
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα,
τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ
ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε;
ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις. Ἴδετε ὑμεῖς τὸν
τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι·
ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε,
τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου,
Σῶτερ, ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζῶντα
λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.
Δόξα... Τριαδικὸν
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον
Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος,
Ἅγιος, Ἅγιος εἶ, Κύριε.
Καὶ νῦν ... Θεοτοκίον
Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας,
χαρμονὴν δὲ τῇ
Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς
Θεὸς καὶ ἄνθρωπος.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (ἐκ γ')
Ἡ Ὑπακοὴ Ἦχος β'
Μετὰ τὸ Πάθος πορευθεῖσαι ἐν τῷ μνήματι πρὸς τὸ μυρίσαι τὸ
σῶμά σου αἱ γυναῖκες Χριστὲ ὁ Θεός, εἶδον Ἀγγέλους ἐν τῷ τάφῳ καὶ ἐξέστησαν·
φωνῆς γὰρ ἤκουον ἐξ αὐτῶν, ὅτι ἀνέστη ὁ Κύριος, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Οἱ Ἀναβαθμοὶ
Ἀντίφωνον Α'
Ἐν τῷ οὐρανῷ τὰ ὄμματα, ἐκπέμπω μου τῆς καρδίας, πρὸς σὲ
Σωτήρ, σῶσόν με σῇ ἐπιλάμψει.
Ἐλέησον ἡμᾶς τοὺς πταίοντάς σοι πολλὰ καθ' ἑκάστην ὥραν, ὦ
Χριστέ μου, καὶ δὸς πρὸ τέλους τρόπους, τοῦ μετανοεῖν σοι.
Δόξα... καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, τὸ βασιλεύειν πέλει, τὸ ἁγιάζειν, τὸ κινεῖν
τὴν κτίσιν· Θεὸς γάρ ἐστιν, ὁμοούσιος Πατρὶ καὶ Λόγῳ.
Ἀντίφωνον Β'
Εἰμὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, τίς ἱκανὸς σῶος φυλαχθῆναι, ἐκ
τοῦ ἐχθροῦ ἅμα, καὶ ἀνθρωποκτόνου;
τοῖς ὁδοῦσιν αὐτῶν, μὴ παραδῷς Σῶτερ τὸν σὸν δοῦλον, λέοντος
τρόπον κατ' ἐμοῦ κινοῦνται· καὶ γὰρ οἱ ἐχθροί μου.
Δόξα... καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, ζωαρχία καὶ γέρας· πάντα γὰρ τὰ κτιστά, ὡς
Θεὸς ὢν δυναμοῖ, συντηρεῖ ἐν Πατρὶ δι' Υἱοῦ δέ.
Ἀντίφωνον Γ'
Οἱ πεποιθότες ἐπὶ Κύριον, ἐοίκασιν ὄρει τῷ ἁγίῳ, οἳ οὐδαμῶς
σαλεύονται, προσβολαῖς τοῦ Βελίαρ.
Ἐν ἀνομίαις χεῖρας αὐτῶν μὴ ἐκτεινάτωσαν οἱ θείως ζῶντες· οὐ
γὰρ ἐᾷ Χριστός, τῇ ῥάβδῳ τὸν κλῆρον αὐτοῦ.
Δόξα... καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, προσπηγάζει πᾶσα σοφία, ἔνθεν χάρις Ἀποστόλοις,
καὶ τοῖς ἄθλοις καταστέφονται Μάρτυρες, καὶ Προφῆται ὁρῶσι.
Προκείμενον
Ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι ᾧ ἐνετείλω, καὶ
συναγωγὴ λαῶν κυκλώσει σε.
Στίχ. Κύριε, ὁ Θεός
μου, ἐπὶ σοὶ ἤλπισα.
Ή Τάξις τού
Εωθινού Ευαγγελίου
Ιερεύς
Τού Κυρίου δεηθώμεν.
Χορός
Κύριε, ελέησον.
Ιερεύς Ότι
Άγιος εί ο Θεός ημών, και εν αγίοις επαναπαύη, και σοι την δόξαν αναπέμπωμεν,
τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των
αιώνων.
Χορός
Αμήν.
Πάσα πνοή αινεσάτω τόν
Κύριον (εκ γ').
Ιερεύς
Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον
Θεόν ημών ικετεύσωμεν.
Χορός
Κύριε, ελέησον (γ').
Ιερεύς
Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.
Ιερεύς
Ειρήνη πάσι.
Χορός
Καί τώ Πνεύματί σου.
Ιερεύς
Εκ τού κατά ... αγίου Ευαγγελίου...
Ιερεύς
Πρόσχωμεν.
Χορός
Δόξα σοι, Κύριε, δόξα σοι.
Ευαγγελιον Εωθινόν
γ’
Ανάστασιν Χριστού
θεασάμενοι…
Ν' Ψαλμός
·
Ελέησόν με ο Θεός κατά τό μέγα
ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον τό ανόμημά μου
·
επί πλείον πλύνόν με από τής
ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
·
ότι τήν ανομίαν μου εγώ γινώσκω καί
η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
·
σοί μόνω ήμαρτον καί τό πονηρόν
ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς λόγοις σου καί νικήσης εν τώ
κρίνεσθαί σε
·
ιδού γάρ εν ανομίαις συνελήμφθην
καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
·
ιδού γάρ αλήθειαν ηγάπησας τά άδηλα
καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
·
ραντιείς με υσσώπω καί
καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
·
ακουτιείς με αγαλλίασιν καί
ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
·
απόστρεψον τό πρόσωπόν σου από τών
αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
·
καρδίαν καθαράν κτίσον εν εμοί ο
Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
·
μή απορρίψης με από τού προσώπου
σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ' εμού
·
απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου
σου καί πνεύματι ηγεμονικώ στήρισόν με
·
διδάξω ανόμους τάς οδούς σου καί
ασεβείς επί σέ επιστρέψουσιν
·
ρύσαί με εξ αιμάτων ο Θεός ο Θεός
τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου
·
κύριε τά χείλη μου ανοίξεις καί τό
στόμα μου αναγγελεί τήν αίνεσίν σου
·
ότι ει ηθέλησας θυσίαν έδωκα άν
ολοκαυτώματα ουκ ευδοκήσεις
·
θυσία τώ Θεώ πνεύμα συντετριμμένον
καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει
·
αγάθυνον κύριε εν τή ευδοκία σου
τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
·
τότε ευδοκήσεις θυσίαν δικαιοσύνης
αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους
Δόξα... Ήχος β'
Ταίς τών
Αποστόλων, πρεσβείαις Ελεήμον, εξάλειψον τα πλήθη, τών εμών εγκλημάτων.
Καί νύν...
Ταίς τής
Θεοτόκου, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.
Στίχ.
Ελέησόν με, ο Θεός, κατά τό μέγα έλεός σου, καί κατά τό πλήθος τών οικτιρμών
σου εξάλειψον τό ανόμημά μου.
Πεντηκοστάριον
Ήχος ο αυτός
Αναστάς ο Ιησούς
από τού τάφου, καθώς προείπεν, έδωκεν ημίν, τήν αιώνιον ζωήν καί μέγα έλεος.
Κανὼν Ἀναστάσιμος
ᾨδὴ α' Ἦχος πλ. α'
Ὁ Εἱρμὸς
«Ἵππον καὶ ἀναβάτην, εἰς θάλασσαν Ἐρυθράν, ὁ συντρίβων πολέμους,
ἐν ὑψηλῷ βραχίονι, Χριστὸς ἐξετίναξεν, Ἰσραὴλ δὲ ἔσωσεν, ἐπινίκιον ὕμνον ᾄδοντα».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει
σου, Κύριε.
Σὲ ἡ ἀκανθηφόρος, Ἑβραίων συναγωγή, οὐ στοργὴν εὐεργέτα, πρὸς
σὲ φυλάξασα, μητρικὴν Χριστὲ ἐστεφάνωσε, τὸν γενάρχην λύοντα, τῆς ἀκάνθης τὸ ἐπιτίμιον.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει
σου, Κύριε.
Ἤγειράς με πεσόντα, τῷ βόθρῳ ἐπικληθείς, ζωοδότα ἀπτώτως,
καὶ τῆς ἐμῆς δυσώδους φθορᾶς, Χριστὲ ἀνασχόμενος, ἀπειράστως θείας οὐσίας, μύρῳ
με εὐωδίασας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε,
σῶσον ἡμᾶς.
Λέλυται ἡ κατάρα, ἡ λύπη πέπαυται· ἡ γὰρ εὐλογημένη, καὶ
κεχαριτωμένη, πιστοῖς χαρὰν ἐξανέτειλεν, εὐλογίαν πᾶσιν ἀνθηφοροῦσα, Χριστὸν τοῖς
πέρασι.
Τῶν
Θεοπατόρων
ᾨδὴ α' Ἦχος β'
Ἐν βυθῷ
Στίχ.«Ἅγιοι
τοῦ Θεοῦ πρεσβεύσατε ὑπέρ ἡμῶν», ἀμφότεροι εἰς 4.
Τὴν λαμπάδα
τὴν τὸν νοητόν, ἥλιον ἀστράψασαν, σωματικῶς ἐξ αὐτῆς ἀνατείλαντα, ἀρετῆς λαμπρότησι,
διαπρέποντες ἐκτεκεῖν ἠξιώθησαν, Ἄννα ἡ θεόφρων, καὶ Ἰωακείμ ὁ παναοίδιμος.
Ὁλοτρόπῳ νεύσει πρὸς Θεόν, ὄντως ὁ
θεόληπτος, Ἰωακεὶμ καὶ ἡ Ἄννα ἡ ἔνθεος, ἀκλινῶς προσέχοντες, τὴν πανάχραντον
Θεοτόκον ἐκύησαν, τὴν ὑπερκειμένην, κτίσεως ἀπάσης ἁγιότητι.
Ὑπερτέραν ἔχοντες ζωήν, βίου τε
λαμπρότητα, πάντων ὁμοῦ γεννητόρων γεγόνατε, γηγενῶν ὑπέρτεροι, τὴν ἀκήρατον
Παρθένον ὡς γεννήσαντες, καὶ Θεοῦ πατέρες, ὄντως διὰ ταύτης χρηματίσαντες.
Σωτηρίας πάσης ἀρχηγοί, ὁ μακαριώτατος,
Ἰωακεὶμ καὶ ἡ Ἄννα ἡ ἔνδοξος, τὴν ἁγνὴν καὶ ἄμωμον, καὶ πανάχραντον Θεοτόκον ἐγέννησαν,
τῆς θεοσεβείας, ταύτην εἰληφότες τὴν ἀντίδοσιν.
ᾨδὴ γ'
Ὁ Εἱρμὸς
«Ὁ πήξας ἐπ' οὐδενὸς τὴν γῆν τῇ προστάξει σου, καὶ μετεωρίσας
ἀσχέτως βρίθουσαν, ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν
σου στερέωσον, μόνε ἀγαθὲ καὶ φιλάνθρωπε».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει
σου, Κύριε.
Χολὴν μὲν οἱ ἐκ πέτρας τὸ μέλι θηλάσαντες, τῷ ἐν τῇ ἐρήμῳ
τερατουργήσαντι, σοὶ προσενηνόχασι Χριστέ, ὄξος δ' ἀντὶ τοῦ μάννα, εὐεργεσίαν
σοι ἠμείψαντο, παῖδες Ἰσραὴλ οἱ ἀγνώμονες.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει
σου, Κύριε.
Οἱ πάλαι φωτοειδεῖ νεφέλῃ σκεπόμενοι, τὴν ζωὴν ἐν τάφῳ
Χριστὲ κατέθεντο, ἀλλ' αὐτεξουσίως ἀναστάς, πᾶσι πιστοῖς παρέσχες, τὴν μυστικῶς
ἐπισκιάζουσαν, ἄνωθεν τοῦ Πνεύματος ἔλλαμψιν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε,
σῶσον ἡμᾶς.
Σὺ Μήτηρ Θεοῦ ἀσυνδυάστως γεγένησαι, τοῦ ἐξ ἀκηράτου Πατρὸς
ἐκλάμψαντος, ἄνευθεν ὠδίνων μητρικῶν· ὅθεν σε Θεοτόκον, σεσαρκωμένον γὰρ ἐκύησας,
Λόγον ὀρθοδόξως κηρύττομεν.
Τῶν Θεοπατόρων
ᾨδὴ γ'
Ἐν πέτρᾳ με τῆς πίστεως
Στειρεύουσα
καὶ παίδων ἀπορουμένη, καὶ δάκρυσι τὸν Κτίστην ἐκδυσωποῦσα, τὴν μόνην ἠξιώθης εὐλογημένην,
τεκεῖν θεόληπτε, Ἄννα κραυγάζουσα· Ὡς οὐκ ἔστιν ἅγιος πλήν σου Κύριε.
Ὁ σύνοικον
πλουτήσας τὴν θείαν χάριν, Ἰωακεὶμ ὁ θεῖος καὶ θεηγόρος, τὴν πρόξενον ἀνθρώποις
τῆς σωτηρίας, τεκεῖν ἠξίωται, πρὸς ἣν κραυγάζομεν· Ὡς οὐκ ἔστιν ἄμεμπτος πλήν
σου Δέσποινα.
Ὑμνήσωμεν τὴν
πάνσεπτον ξυνωρίδα, δι᾿ ἧς ἡμῖν ἐξέλαμψεν ἡ Παρθένος, ἡ πάντων ποιημάτων ἁγιωτέρα·
Θεὸν γὰρ τέτοκε, πρὸς ὃν κραυγάζομεν· Ὡς οὐκ ἔστιν ἅγιος πλήν σου Κύριε.
Στειρώσεως τὸ
ὄνειδος ἐκφυγοῦσα, γεγέννηκεν ἡ Ἄννα τὴν Θεοτόκον, τὸ ὄνειδος τῆς Εὔας νῦν
παραδόξως ἐξαφανίζουσαν, πρὸς ἣν κραυγάζομεν· Ὡς οὐκ ἔστιν ἄμεμπτος πλήν σου Δέσποινα.
Κάθισμα
Τῆς Ἑορτῆς Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον
Ἰωακεὶμ καὶ ἡ
Ἄννα πανηγυρίζουσιν· ἐν Θεῷ γὰρ ἀξίως χάριν ἐφεύραντο, καὶ ἐγέννησαν καρπὸν τὸν
θεοδόχον ναόν, τὴν Παρθένον καὶ ἁγνήν, τὴν Μητέρα τοῦ Θεοῦ, τὴν μόνην εὐλογημένην,
πρεσβεύουσαν ἀενάως, εἰς τὸ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ᾨδὴ δ'
Ὁ Εἱρμὸς
«Τὴν θείαν ἐννοήσας σου κένωσιν, προβλεπτικῶς ὁ Ἀββακούμ,
Χριστὲ ἐν τρόμῳ ἐβόα σοι· Εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου ἐλήλυθας».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει
σου, Κύριε.
Τῆς Μερρᾶς τὰ πικρότατα νάματα, ὡς ἐν εἰκόνι προτυπῶν, τὸν ἄχραντόν
σου Σταυρὸν ἀγαθέ, τῆς ἁμαρτίας νεκροῦντα, τὴν γεῦσιν διὰ ξύλου ἐγλύκανας.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει
σου, Κύριε.
Σταυρὸν κατὰ τοῦ ξύλου τῆς γνώσεως, κατὰ γλυκείας ἐδωδῆς,
χολὴν Σωτήρ μου προσίεσαι, κατὰ φθορᾶς δὲ θανάτου, τὸ αἷμά σου τὸ θεῖον ἐξέχεας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε,
σῶσον ἡμᾶς.
Ἐκτὸς μὲν συναφείας συνέλαβες, ἀδιαφθόρως ἐν γαστρί, καὶ πρὶν
ὠδινῆσαι τέτοκας, καὶ μετὰ τόκον Παρθένος, Θεὸν σαρκὶ τεκοῦσα πεφύλαξαι.
Τῶν Θεοπατόρων
ᾨδὴ δ'
Ἐλήλυθας, ἐκ Παρθένου
Γηθόμενος, τὴν
Παρθένον ἐκ στείρας κομίζεται, δι᾿ ἧς περ ἡ στείρωσις ἡ κοσμικὴ διαλέλυται, τόκῳ
παρθενεύοντι, Ἰωακεὶμ ὁ θεόφρον καὶ θεόληπτος.
Ὁ προπάτωρ, τοῦ Χριστοῦ Ἰωακεὶμ νῦν
πρόκειται, ἡμῖν εἰς ἑστίασιν, πνευματικὴν ὁ πανόλβιος, ὃς τὴν Θεομήτορα, καὶ
πανακήρατον Κόρην ἀπεγέννησε.
Νεκρώσεως, καὶ φθορᾶς τοὺς ἀνθρώπους
τὴν σῴζουσαν, ἡ χάρις προβάλλεται, τὴν ἐσομένην Μητέρα Θεοῦ, Λόγον τὸν ἀΐδιον,
τὴν δεξομένην ἀφράστως σωματούμενον.
Ἐκ τῆς ῥίζης, Ἰεσσαὶ ξυνωρὶς ἀνατέταλκεν,
ἐξ ἧς ἀνεβλάστησε ῥάβδος τὸ ἄνθος ἡ φέρουσα, ὅλον με τὸν ἄνθρωπον, εὐωδιάζον τῷ
μύρῳ τῆς θεότητος.
Ἴθυνόν μου, Θεοτόκε τὸν βίον προστάγμασιν, ἐνθέως
ῥυθμίζουσα, τοῦ σαρκωθέντος Λόγου ἐκ σοῦ, καὶ πρὸς φῶς ὁδήγησον, Παρθενομῆτορ
Μαρία Θεονύμφευτε.
ᾨδὴ ε'
Ὁ Εἱρμὸς
«Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, πρὸς σὲ ὀρθρίζω, καὶ σοὶ
κραυγάζω, τὴν ψυχήν μου φώτισον τὴν ἐσκοτισμένην, Χριστὲ ὡς μόνος εὔσπλαγχνος».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει
σου, Κύριε.
Ὁ τῆς δόξης Κύριος, ἐν ἀδοξίας μορφῇ, ἐπὶ τοῦ ξύλου ἠτιμωμένος,
ἑκουσίως κρέμαται, τὴν θείαν μοι δόξαν, ἀφράστως προμηθούμενος.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει
σου, Κύριε.
Σύ με μετημφίασας, πρὸς ἀφθαρσίαν Χριστέ, φθορᾶς θανάτου ἀδιαφθόρως,
τῇ σαρκὶ γευσάμενος, καὶ ἐξανατείλας τοῦ μνήματος τριήμερος.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε,
σῶσον ἡμᾶς.
Σὺ δικαιοσύνην τε, καὶ ἀπολύτρωσιν ἡμῖν, τεκοῦσα Χριστὸν ἀσπόρως,
ἐλευθέραν ἔδρασας ἀρᾶς, Θεοτόκε τὴν φύσιν τοῦ προπάτορος.
Τῶν Θεοπατόρων
ᾨδὴ ε'
Ὁ φωτισμὸς
Σώφρων δυάς,
καθαρότητος αἴγλῃ λελαμπρυσμένη, τὴν τῆς παρθενίας τῷ θείῳ φέγγει, κατακοσμοῦσαν,
τὴν στειρεύουσαν φύσιν, τῶν ἀνθρώπων ἡμῖν ἐκτέτοκεν, Ἄννα καὶ Ἰωακεὶμ οἱ θεόληπτοι.
Παρθενικόν,
θεοκόσμητον θρόνον τῷ τῶν ἁπάντων, περιδεδραγμένῳ παλάμῃ θείᾳ, τῆς σωφροσύνης ἡ
σεπτὴ συζυγία, καὶ θεόφρων δυὰς ἐκτέτοκεν, Ἄννα καὶ Ἰωακείμ οἱ πανεύφημοι.
Ἀνατολῆς, τῆς ἐξ ὕψους φανείσης εἰς
ὁδηγίαν, τῶν πεπλανημένων τὴν φωτοφόρον, πύλην ὁ θεῖος, Ἰωακεὶμ καὶ Ἄννα, θεοφρόνως
πολιτευσάμενοι, τεκεῖν οἱ θεόπται σαφῶς ἠξιώθησαν.
Νόμου καινοῦ, τὴν θεόγραφον πλάκα
ἐν ᾗ τὴν λύσιν, τῶν ἁμαρτημάτων τοῦ πάλαι νόμου, ὁ θεῖος Λόγος προετύπωσε πρώην,
ὡς ἐκ πέτρας νῦν ἐλατόμησε, νεύματι ὁ πάντων κρατῶν ἐκ στειρώσεως.
Αἴγλῃ τῇ σῇ, Θεομῆτορ τὸν νοῦν
μου καταυγασθῆναι, τὸν ἐσκοτισμένον τῇ ἁμαρτίᾳ νεῦσον Παρθένε, τῆς ἀγνοίας τὸν
ζόφον, καὶ πταισμάτων ἐξαφανίζουσα· ἄλλην γὰρ ἐκτός σου φρουρὸν οὐκ ἐπίσταμαι.
ᾨδὴ ς'
Ὁ Εἱρμὸς
«Μαινομένην κλύδωνι, ψυχοφθόρῳ, Δέσποτα Χριστέ, τῶν παθῶν τὴν
θάλασσαν κατεύνασον, καὶ ἐκ φθορᾶς, ἀνάγαγέ με ὡς εὔσπλαγχνος».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει
σου, Κύριε.
Εἰς φθορὰν κατώλισθεν, ὁ Γενάρχης, Δέσποτα Χριστέ, παρηκόου
βρώσεως γευσάμενος, καὶ πρὸς ζωὴν ἀνῆκται διὰ τοῦ πάθους σου.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει
σου, Κύριε.
Ἡ ζωὴ κατήντησας, πρὸς τὸν ᾍδην, Δέσποτα Χριστέ, καὶ φθορὰ
τῷ φθείραντι γενόμενος, διὰ φθορᾶς ἐπήγασας τὴν Ἀνάστασιν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε,
σῶσον ἡμᾶς.
Ἡ Παρθένος ἔτεκε, καὶ τεκοῦσα, ἔμεινεν ἁγνή, ἐν χερσὶ τὸν φέροντα
τὰ σύμπαντα, ὡς ἀληθῶς παρθένος Μήτηρ βαστάσασα.
Τῶν Θεοπατόρων
ᾨδὴ ς'
Ἐν ἀβύσσῳ
Γονιμώτατον σπόρον ἡ στεῖρα τὸ πρίν,
Ἄννα δεξαμένη ἐκ θείας ἐλλάμψεως, παῖδα τεκεῖν ἠξίωται, τὴν τῶν πάντων κτισμάτων
δεσποζουσαν.
Νῦν ἡ στεῖρα γεννῶσα βουλήσει Θεοῦ,
πείθει παραδέχεσθαι Παρθένον τίκτουσαν, ἄνευ σαρκὸς θελήματος, τοῦ αὐτοῦ βουληθέντος
Θεοῦ προφανῶς.
Ἐλλαμφθεὶς Ἡσαΐας τῷ Πνεύματι, τοῦ
Ἰωακεὶμ καὶ τῆς Ἄννης τὸ κύημα, τόμον καινὸν ἑώρακεν, ᾧ ἐγράφη ὁ Λόγος σαρκούμενος.
Μυστηρίου προτρέχει μυστήριον· πρὶν
γὰρ ἡ στειρεύουσα, χάρις γεγέννηκε, τῆς σωτηρίας πρόξενον, παρθενίας γεννήσει
φανεῖσαν ἡμῖν.
Κοντάκιον Ἦχος πλ. α'
Μιμητὴς ὑπάρχων
Πρὸς
τὸν ᾍδην Σωτήρ μου συγκαταβέβηκας, καὶ τὰς πύλας συντρίψας ὡς παντοδύναμος, τοὺς
θανόντας ὡς Κτίστης συνεξανέστησας, καὶ θανάτου τὸ κέντρον Χριστὲ συνέτριψας,
καὶ Ἀδὰμ τῆς κατάρας ἐρρύσω Φιλάνθρωπε· διὸ πάντες σοι κράζομεν· Σῶσον ἡμᾶς Κύριε.
Ὁ Οἶκος
Ἀκούσασαι
αἱ Γυναῖκες τοῦ Ἀγγέλου τὰ ῥήματα, ἀπεβάλοντο τὸν θρῆνον, προσχαρεῖς γενόμεναι,
καὶ σύντρομοι τὴν Ἀνάστασιν ἔβλεπον, καὶ ἰδοὺ Χριστὸς προσήγγισεν αὐταῖς, λέγων
τό· Χαίρετε, θαρσεῖτε, ἐγὼ τὸν κόσμον νενίκηκα, καὶ τοὺς δεσμίους ἐρρυσάμην·
σπουδάσατε οὖν πρὸς τοὺς Μαθητάς, ἀπαγγέλλουσαι αὐτοῖς, ὅτι προάγω ὑμᾶς, ἐν τῇ
πόλει Γαλιλαίᾳ τοῦ κηρῦξαι. Διὸ πάντες σοι κράζομεν· Σῶσον ἡμᾶς Κύριε.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ Θ' τοῦ αὐτοῦ
μηνός, ἡ Σύναξις τῶν Δικαίων Ἰωακείμ, καὶ Ἄννης.
Στίχοι
Ἰωακεὶμ τέρφθητι σὺν τῇ Συζυγῳ,
Τεκόντες ἄμφω ψυχικὴν τέρψιν κτίσει.
Ἡ δ᾿ ἐννάτη τοκέων Θεομήτορος εὗρε σύναξιν.
Τῇ αὐτῇ ἡμέρᾳ,
ὁ ἅγιος Μάρτυς Σεβηριανός, λίθον παρὰ τοὺς πόδας φέρων, ἐπὶ τοῦ τείχους εἰς τὸν
ἀέρα κρεμασθεὶς τελειοῦται.
Στίχοι
Σεβηριανὸς κἂν λίθων ἀλγῇ βάρει,
Χαίρει κρεμασθείς, ὡς ἀποσπῶν γῆς πόδας.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Θεοφάνους τοῦ Ὁμολογητοῦ, τοῦ πρὸ τοῦ
Διοκλητιανοῦ ἀσκήσαντος.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Χαρίτων ξίφει τελειοῦται.
Στίχοι
Πολλὴ χάρις σοι χριστομάρτυς Χαρίτων,
Χριστοῦ χάριν τράχηλον ἐκκεκομμένῳ.
Μνήμη τῆς ἁγίας
καὶ Οἰκουμενικῆς Τρίτης Συνόδου τῶν ἁγίων διακοσίων Πατέρων, τῶν ἐπὶ τῆς βασιλείας
Θεοδοσίου τοῦ Μικροῦ ἐν Ἐφέσῳ συναχθέντων, καὶ τόν δυσσεβῆ Νεστόριον καθελόντων.
Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, ὁ Θεός, ἐλέησον
ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ
Ὁ Εἱρμὸς
«Ο ὐπερυψούμενος, τῶν Πατέρων Κύριος, τὴν φλόγα κατέσβεσε,
τοὺς Παῖδας ἐδρόσισε, συμφώνως μελῳδοῦντας, ὁ Θεὸς εὐλογητὸς εἶ».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει
σου, Κύριε.
Σάρκα περιθέμενος, ὡς ἀγκίστρῳ δέλεαρ, τῇ θείᾳ δυνάμει σου,
τὸν ὄφιν καθείλκυσας, ἀνάγων τοὺς βοῶντας· ὁ Θεὸς εὐλογητὸς εἶ.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει
σου, Κύριε.
Ὁ τῆς γῆς τὴν ἄπλετον, οὐσιώσας σύστασιν, ἐν τάφῳ καλύπτεται,
σαρκὶ ὁ ἀχώρητος, ᾧ πάντες μελῳδοῦμεν· ὁ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε,
σῶσον ἡμᾶς.
Μίαν μὲν ὑπόστασιν, ἐν δυσὶ ταῖς φύσεσι, Πανάμωμε τέτοκας,
Θεῷ ὃν σωματούμενον, πάντες μελῳδοῦμεν· ὁ Θεὸς εὐλογητὸς εἶ.
Τῶν Θεοπατόρων
ᾨδὴ ζ'
Ἀντίθεον πρόσταγμα
Ἐκ ῥίζης
βλαστήσασα δυὰς ἁγία, Δαυῒδ τοῦ θεόφρονος, τὴν ῥάβδον τὴν πανίερον, Παρθένον τὴν
ἄχραντον, τῷ κόσμῳ τέτοκεν, ἄνθος ἱερώτατον ἡμῖν, Χριστὸν ἀσπόρως ἐξανατέλλουσαν.
Λαμπάδα πολύφωτον τὴν Θεοτόκον, ἡ
Ἄννα ἡ ἔνθεος, καθάπερ χρυσαυγίζουσα, λυχνία βαστάζουσα τὸν κόσμον ἅπαντα, θείῳ
κατελάμπρυνε φωτί, καὶ παρθενίας λαμπροῖς πυρσεύμασι.
Προπάτορες ἔνδοξοι τοῦ σαρκωθέντος,
δι᾿ ἄφατον ἔλεος, Θεοῦ τοῦ παντοκράτορος, παιδὸς ἐκ θεόφρονος ὑμῶν πανόλβιοι, νῦν
μοι τῷ προσφεύγοντι ὑμῖν, πλημμελημάτων λύσιν βραβεύσατε.
Ὡς ὄντες ὑπέρτεροι τῶν γεννητόρων,
τὴν πάντων δεσπόζουσαν, κτισμάτων ἐκτετόκατε, Μαρίαν τὴν ἄχραντον, τὴν τετοκυῖαν
Θεόν, σάρκα περιθέμενον ἡμῖν, ὁμοίαν πάντῃ, δι᾿ εὐσπλαγχνίαν πολλήν.
ᾨδὴ η'
Ὁ Εἱρμὸς
«Σοὶ τῷ παντουργῷ, ἐν τῇ καμίνῳ Παῖδες, παγκόσμιον πλέξαντες,
χορείαν ἔμελπον· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας
τοὺς αἰῶνας».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει
σου, Κύριε.
Σὺ τὸ θελητόν, τοῦ σωτηρίου πάθους, ἀπηύξω ποτήριον, ὥσπερ ἀβούλητον,
δύο θελήσεις· δυσὶ γὰρ καταλλήλαις, φέρεις ταῖς οὐσίαις, Χριστὲ εἰς τοὺς αἰῶνας.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει
σου, Κύριε.
Σοῦ τοῦ παντουργοῦ, τῇ καταβάσει ᾍδης, Χριστὲ καταγέλαστος,
γεγονὼς ἤμεσε, πάντας τοὺς πάλαι, τῇ πλάνῃ νεκρωθέντας, σὲ ὑπερυψοῦντας, εἰς πάντας
τοὺς αἰῶνας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε,
σῶσον ἡμᾶς.
Σὲ τὴν ὑπὲρ νοῦν, θεανδρικῶς τῷ λόγῳ, τεκοῦσαν τὸν Κύριον,
καὶ παρθενεύουσαν, πάντα τὰ ἔργα, Παρθένε εὐλογοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας
τοὺς αἰῶνας.
Τῶν Θεοπατόρων
ᾨδὴ η'
Τὸν ἐν καμίνῳ τοῦ πυρὸς
Πλούτῳ κομῶντες
ἀρετῶν, τὴν ἐν δόξῃ θεϊκῇ πεποικιλμένην, Βασιλίδα Παρθένον, Ἰωακεὶμ ὁ σεπτός,
καὶ Ἄννα ἡ σώφρων τετόκασιν, ἣν πᾶσα ἡ κτίσις, ὑμνεῖ ὡς Θεοτόκον.
Ῥάβδος δυνάμεως
ἡμῖν, δι᾿ ὑμῶν φίλοι Θεοῦ ἐξαπεστάλη, ἡ πανάμωμος νύμφη, δι᾿ ἧς ἐν μέσῳ ἐχθρῶν,
ἀθέων κατακυριεύομεν, τὰς μηχανουργίας αὐτῶν καταπατοῦντες.
Ὅπλον ἡμῖν
παρὰ Θεοῦ, εὐδοκίας διὰ σοῦ ἱερωτάτη, ξυνωρὶς ἐδωρήθη, ᾧ νῦν ἡμεῖς οἱ πιστοὶ ὡραίως
ἀεί, στεφανούμεθα, ἡ Θεὸν τεκοῦσα, ἁγνὴ Παρθενομήτωρ.
Φωτοχυσίαις τοῦ
ἐκ σοῦ, σαρκωθέντος δι᾿ ἡμᾶς λελαμπρυσμένη, ἡ δυὰς ἡ ἀρίστη, τῶν γεννητόρων τῶν
σῶν, γεννῶσί σε πάναγνε Δέσποινα, πρόξενον ἡμῖν, ἀγαθῶν ἐπουρανίων.
Ῥώμῃ Θεοῦ
καρπογονεῖ, ἡ στειρεύουσα γαστὴρ ἀνοιγομένη, καὶ προέρχεται πύλη, παρθενικὴ
παμφαής, ὁ Λόγος δι᾿ ἧς ἐπεδήμησεν, τοῖς ἐπὶ τῆς γῆς, σαρκωθεὶς ἀφράστῳ λόγῳ.
ᾨδὴ θ'
Ὁ Εἱρμὸς
«Ἡσαΐα χόρευε, ἡ Παρθένος ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν υἱὸν
τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον. Ἀνατολή, ὄνομα αὐτῷ, ὃν μεγαλύνοντες, τὴν
Παρθένον μακαρίζομεν».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει
σου, Κύριε.
Τὸν πεσόντα ἄνθρωπον, ἀνεδέξω Δέσποτα Χριστέ, ἐκ μήτρας
παρθενικῆς, ὅλος συναφθείς, μόνος ἁμαρτίας δέ, μὴ μετασχών, ὅλον ἐκ φθορᾶς, σὺ ἠλευθέρωσας,
τοῖς ἀχράντοις σου παθήμασι.
Στίχ. Δόξα τῇ ἁγίᾳ
Σταυρώσει σου Κύριε.
Θεορρήτῳ αἵματι, κενωθέντι Δέσποτα Χριστέ, ἐκ σῆς ἀχράντου
πλευρᾶς, καὶ ζωοποιοῦ, θυσία μὲν πέπαυται, εἰδωλική, πᾶσα δὲ ἡ γῆ, σοῦ τῆς αἰνέσεως,
τὴν θυσίαν ἀναφέρομεν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε,
σῶσον ἡμᾶς.
Οὐ Θεὸν ἀσώματον, οὐδὲ πάλιν ἄνθρωπον ψιλόν, προήγαγεν ἡ ἁγνή,
Κόρη καὶ σεμνή, ἀλλ' ἄνθρωπον τέλειον, καὶ ἀψευδῆ, τέλειον Θεόν, ὃν μεγαλύνομεν,
σὺν Πατρὶ τε καὶ τῷ Πνεύματι.
Τῶν Θεοπατόρων
ᾨδὴ θ'
Ἀνάρχου Γεννήτορος
Ὁμόφρονες σύμψυχοι,
τὴν ἀρετὴν ὑπάρχοντες, τῆς πανάγνου Παρθένου σεπτοὶ γεννήτορες, τοὺς ἐπιτελοῦντας
προθύμως, τὴν εὐκλεῆ καὶ ἔνδοξον μνήμην, ὑμῶν ἱερώτατοι, τοῦ σωθῆναι δυσωπήσατε.
Νομὴν κατεπαύσατε,
τὴν τοῦ θανάτου Ἔνδοξοι, τῆς ζωῆς τὴν Μητέρα, λαμπρῶς γεννήσαντες, τὴν ἐξαφανήσασαν
τούτου, τὴν προσβολήν, καὶ τῆς ἀθανάτου, ζωῆς προξενήσασαν, τὴν ἐλπίδα διὰ πίστεως.
Ὡραῖος ὡς ἥλιος,
Ἰωακεὶμ ἑνούμενος, τῇ φωσφόρῳ σελήνῃ, τῇ Ἄννῃ τέτοκε, τὴν τῆς παρθενίας ἀκτῖνα,
δι᾿ ἧς αὐγὴ τῆς θείας οὐσίας, σαρκὶ καθ' ὑπόστασιν, ἑνωθεῖσα ἡμῖν ἔλαμψε.
Σωφρόνως βιώσαντες,
καὶ εὐσεβῶς Μακάριοι, νῦν τρυφῆς τῆς ἀφράστου, κατηξιώθητε, τῆς θεοφανείας τυχόντες,
τοῦ ἐξ ὑμῶν τῷ κόσμῳ φανέντος· ὃν περ δυσωπήσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Σταυρὸν χαράξας»
Ὠδὴ α’. Ἦχος πλ. δ'.
Σταυρὸν χαράξας Μωσῆς, ἐπ’ εὐθείας ῥάβδῳ,
τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι· τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι,
κροτήσας ἥνωσεν, ἐπ’ εὔρους διαγράψας, τὸ ἀήττητον ὅπλον· διὸ Χριστῷ ᾄσωμεν, τῷ
Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
Ὠδὴ γ’.
Ῥάβδος εἰς τύπον, τοῦ μυστηρίου,
παραλαμβάνεται· τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα· τῇ στειρευούσῃ δὲ πρῴην, Ἐκκλησίᾳ
νῦν ἐξήνθησε, ξύλον Σταυροῦ, εἰς κράτος καὶ στερέωμα.
Ὠδὴ δ’.
Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας Σου
τὸ μυστήριον, κατενόησα τὰ ἔργα Σου, καὶ ἐδόξασά Σου τὴν Θεότητα.
Ὠδὴ ε’.
Ὦ τρισμακάριστον Ξύλον! ἐν ᾧ ἐτάθη
Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος· δι’ οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ ἐν σοὶ
δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.
Ὠδὴ ς’.
Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας
Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος, προδιετύπου σαφῶς· ὅθεν
τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον Ἀνάστασιν, ὑπεζωγράφησε, τοῦ σαρκὶ
προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει, τὸν κόσμον φωτίσαντος.
Ὠδὴ ζ’.
Ἔκνοον πρόσταγμα τυράννου δυσσεβοῦς,
λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς, καὶ δυσφημίας θεοστυγοῦς· ὅμως Τρεῖς Παῖδας, οὐκ
ἐδειμάτωσε, θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον· ἀλλ’ ἀντηχοῦντι, δροσοβόλῳ
πνεύματι, πυρὶ συνόντες ἔψαλλον· Ὁ ὑπερύμνητος, τῶν πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς
εἶ.
Ὠδὴ η’.
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν
τὸν Κύριον.
Εὐλογεῖτε Παῖδες, τῆς Τριάδος ἰσάριθμοι,
δημιουργὸν Πατέρα Θεόν· ὑμνεῖτε, τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον
μεταποιήσαντα· καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας.
Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις τιμώντες
μεγαλύνωμεν.
Ήχος
πλ. δ'
Μεγαλύνει η ψυχή
μου τόν Κύριον, καί ηγαλλίασε τό πνεύμά μου επί τώ Θεώ τώ σωτήρί μου.
·
· Τήν
Τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν
αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.
Ότι επέβλεψεν
επί τήν ταπείνωσιν τής δούλης αυτού, ιδού γάρ από τού νύν μακαριούσί με πάσαι
γενεαί,
·
· Τήν
Τιμιωτέραν τών Χερουβείμ...
Ότι εποίησέ μοι
μεγαλεία ο Δυνατός, καί άγιον τό όνομα αυτού, καί τό έλεος αυτού εις γενεάν,
καί γενεάν τοίς φοβουμένοις αυτόν.
·
· Τήν
Τιμιωτέραν τών Χερουβείμ...
Εποίησε κράτος
εν βραχίονι αυτού, διεσκόρπισεν υπερηφάνους διανοία καρδίας αυτών.
·
· Τήν
Τιμιωτέραν τών Χερουβείμ...
Καθείλε δυνάστας
από θρόνων, καί ύψωσε ταπεινούς, πεινώντας ενέπλησεν αγαθών, καί πλουτούντας
εξαπέστειλε κενούς.
·
· Τήν
Τιμιωτέραν τών Χερουβείμ...
Αντελάβετο
Ισραήλ παιδός αυτού, μνησθήναι ελέους, καθώς ελάλησε πρός τούς πατέρας ημών, τώ
Αβραάμ, καί τώ σπέρματι αυτού έως αιώνος.
Καταβασία
Μυστικὸς εἶ Θεοτόκε παράδεισος, ἀγεωργήτως
βλαστήσασα Χριστόν, ὑφ’ οὗ τὸ τοῦ Σταυροῦ, ζωηφόρον ἐν γῇ, πεφυτούργηται
δένδρον· δι’ οὗ νῦν ὑψουμένου, προσκυνοῦντες Αὐτόν, Σὲ μεγαλύνομεν.
Άγιος
Κύριος ο Θεός ημών,
Άγιος
Κύριος ο Θεός ημών.
Υψούτε
Κύριον τόν Θεόν ημών, καί προσκυνείτε τώ υποποδίω τών ποδών αυτού.
Ότι
Άγιός εστιν
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Γ'
Ὅτι Χριστὸς ἐγήγερται,
μή τις διαπιστείτω· ἐφάνη τῇ Μαρίᾳ γάρ, ἔπειτα καθωράθη, τοῖς εἰς ἀγρὸν ἀπιοῦσι,
Μύσταις δὲ πάλιν ὤφθη, ἀνακειμένοις ἕνδεκα, οὕς βαπτίζειν ἐκπέμψας, εἰς Οὐρανούς·
ὅθεν καταβέβηκεν ἀνελήφθη, ἐπικυρῶν τὸ κήρυγμα, πλήθεσι τῶν σημείων.
Τῆς ἑορτῆς
Γυναῖκες
ἀκουτίσθητε
Ἀδὰμ ἀνακαινίσθητι, καὶ Εὔα μεγαλύνθητι, Προφῆται σὺν Ἀποστόλοις,
χορεύσατε καὶ Δικαίοις, κοινὴ χαρὰ ἐν τῷ κόσμῳ, Ἀγγέλων τε καὶ ἀνθρώπων, ἐκ τῶν
Δικαίων σήμερον, Ἰωακεὶμ καὶ τῆς Ἄννης, γεννᾶται ἡ Θεοτόκος.
ΨΑΛΜΟΣ ΡΜΗ' (148)
--Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε
τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὺτὸν ἐν τοῖς ὑψἰστοις· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
--Αἰνεῖτε αὐτὸν πάντες οἱ Ἄγγελοι αὐτοῦ·
αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ· Σοὶ πρέπει ὕμνος
τῷ Θεῷ.
Αἶνοι Ἦχος πλ.
α'
1. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς
ὁσίοις αὐτοῦ.
Κύριε, ἐσφραγισμένου
τοῦ τάφου ὑπὸ τῶν παρανόμων, προῆλθες ἐκ τοῦ μνήματος, καθὼς ἐτέχθης ἐκ τῆς
Θεοτόκου, οὐκ ἔγνωσαν πῶς ἐσαρκώθης, οἱ ἀσώματοί σου Ἄγγελοι, οὐκ ᾔσθοντο πότε ἀνέστης,
οἱ φυλάσσοντές σε στρατιῶται· ἀμφότερα γὰρ ἐσφράγισται τοῖς ἐρευνῶσι, πεφανέρωται
δὲ τὰ θαύματα, τοῖς προσκυνοῦσιν, ἐν πίστει τὸ μυστήριον· ὅ ἀνυμνοῦσιν, ἀπόδος ἡμῖν
ἀγαλλίασιν, καὶ τὸ μέγα ἔλεος.
ΨΑΛΜΟΣ ΡΝ' (l50)
2. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι
τῆς δυνάμεως αὐτοῦ.
-- Κύριε, τοὺς μοχλοὺς τοὺς αἰωνίους συντρίψας, καὶ δεσμὰ
διαρρήξας, τοῦ μνήματος ἀνέστης, καταλιπών σου τὰ ἐντάφια· εἰς μαρτύριον τῆς ἀληθοῦς
τριημέρου ταφῆς σου, καὶ προῆγες ἐν τῇ Γαλιλαίᾳ, ὁ ἐν σπηλαίῳ τηρούμενος. Μέγα
σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ, ἐλέησον ἡμᾶς.
3. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ
πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
-- Κύριε, αἱ Γυναῖκες ἔδραμον ἐπὶ τὸ μνῆμα, τοῦ ἰδεῖν σε τὸν
Χριστόν, τὸν δι' ἠμᾶς παθόντα, καὶ προσελθοῦσαι, εὗρον Ἄγγελον ἐπὶ τὸν λίθον
καθήμενον, τῷ φόβῳ κυλισθέντα, καὶ πρὸς αὐτὰς ἐβόησε λέγων· Ἀνέστη ὁ Κύριος, εἴπατε
τοῖς μαθηταῖς, ὅτι ἀνέστη ἐκ νεκρῶν, ὁ σώζων τὰς ψυχὰς ἡμῶν.
4. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ
κιθάρᾳ.
-- Κύριε, ὥσπερ ἐξῆλθες ἐσφραγισμένου τοῦ τάφου, οὕτως εἰσῆλθες
καὶ τῶν θυρῶν κεκλεισμένων, πρὸς τοὺς μαθητάς σου, δεικνύων αὐτοῖς τὰ τοῦ σώματος
πάθη, ἅπερ κατεδέξω Σωτὴρ μακροθυμήσας, ὡς ἐκ σπέρματος Δαυΐδ, μώλωπας ὑπήνεγκας,
ὡς Υἱὸς δὲ τοῦ Θεοῦ, κόσμον ἠλευθέρωσας. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ, ἐλέησον
ἡμᾶς.
5. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ
ὀργάνῳ.
Ἦχος α'
Ὢ τοῦ παραδόξου θαύματος
Ὢ τοῦ παραδόξου
θαύματος! ἡ πηγὴ τῆς ζωῆς, ἐκ τῆς στείρας τίκτεται, ἡ χάρις καρπογονεῖν, λαμπρῶς
ἀπάρχεται. Εὐφραίνου Ἰωακείμ, τῆς Θεοτόκου γεννήτωρ γενόμενος, οὐκ ἔστιν ἄλλος ὡς
σύ, τῶν γηγενῶν γεννητόρων θεόληπτε· ἡ γὰρ θεοδόχος Κόρη, τοῦ Θεοῦ τὸ σκήνωμα,
τὸ πανάγιον ὀρος, διὰ σοῦ ἡμῖν δεδώρηται.
6. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ἦχος α'
Ὢ τοῦ παραδόξου θαύματος
Ὢ τοῦ παραδόξου
θαύματος! ἡ πηγὴ τῆς ζωῆς, ἐκ τῆς στείρας τίκτεται, ἡ χάρις καρπογονεῖν, λαμπρῶς
ἀπάρχεται. Εὐφραίνου Ἰωακείμ, τῆς Θεοτόκου γεννήτωρ γενόμενος, οὐκ ἔστιν ἄλλος ὡς
σύ, τῶν γηγενῶν γεννητόρων θεόληπτε· ἡ γὰρ θεοδόχος Κόρη, τοῦ Θεοῦ τὸ σκήνωμα,
τὸ πανάγιον ὀρος, διὰ σοῦ ἡμῖν δεδώρηται.
«Ἄκουσον, θύγατερ, καί ἴδε καί κλῖνον τό οὖς σου
καί ἐπιλάθου τοῦ λαοῦ σου καί τοῦ οἴκου τοῦ πατρός σου»
Ὢ τοῦ παραδόξου
θαυματος! ὁ ἐκ στείρας καρπός, ἀναλάμψας νεύματι, τοῦ πάντων Δημιουργοῦ, καὶ
παντοκράτορος, εὐτόνως τὴν κοσμικήν, τῶν ἀγαθῶν διαλέλυκε στείρωσιν. Μητέρες σὺν
τῇ Μητρί, τῆς Θεοτόκου χορεύσατε κράζουσαι· Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος,
ὁ παρέχων τῷ κόσμῳ, διὰ σοῦ τὸ μέγα ἔλεος.
«Τό πρόσωπόν σου
λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ».
Στήλη σωφροσύνης
ἔμψυχος, καὶ λαμπρὸν δοχεῖον, ἀποστίλβον χάριτι, ἡ Ἄννα ἡ εὐκλεής, φανεῖσα τέτοκε,
τὴν πρόβολον ἀληθῶς, τῆς παρθενίας τὸ θεῖον ἀπάνθισμα, τὴν πάσαις παρθενικαῖς,
καὶ παρθενίας ποθούσαις τὸ χάρισμα, τὸ τῆς παρθενίας κάλλος, ἐμφανῶς βραβεύουσαν,
καὶ παρέχουσαν πᾶσι, τοῖς πιστοῖς τὸ μέγα ἔλεος.
Δόξα... ΕΩΘΙΝΟΝ Γ' Ἦχος γ'
Τῆς Μαγδαληνῆς Μαρίας, τὴν τοῦ Σωτῆρος
εὐαγγελιζομένης, ἐκ νεκρῶν Ἀνάστασιν καὶ ἐμφάνειαν, διαπιστοῦντες οἱ Μαθηταί, ὠνειδίζοντο
τὸ τῆς καρδίας σκληρόν· ἀλλὰ τοῖς σημείοις καθοπλισθέντες καὶ θαύμασι, πρὸς τὸ
κήρυγμα ἀπεστέλλοντο· καὶ σὺ μὲν Κύριε, πρὸς τὸν ἀρχίφωτον ἀνελήφθης Πατέρα, οἱ
δὲ ἐκήρυττον πανταχοῦ τὸν λόγον, τοῖς θαύμασι πιστούμενοι. Διὸ οἱ φωτισθέντες
δι' αὐτῶν δοξάζομέν σου, τὴν ἐκ νεκρῶν Ἀνάστασιν, φιλάνθρωπε Κύριε.
Καὶ νῦν ... Θεοτοκίον
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ
σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα
ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν·
Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.
ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ
Δόξα σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ, καί επί
γής ειρήνη, εν ανθρώποις ευδοκία.
Υμνούμέν σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν
σε, ευχαριστούμέν σοι, διά τήν μεγάλην σου δόξαν.
Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ
μονογενές, Ιησού Χριστέ, καί Άγιον Πνεύμα,
Κύριε ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο αίρων
τήν αμαρτίαν τού κόσμου, ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.
Πρόσδεξαι τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός,
καί ελέησον ημάς.
Ότι σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός,
εις δόξαν Θεού Πατρός. Αμήν.
Καθ' εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου
εις τόν αιώνα, καί εις τόν αιώνα τού αιώνος.
Καταξίωσον, Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους
φυλαχθήναι ημάς.
Ευλογητός εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν
καί δεδοξασμένον τό όνομά σου εις τούς αιώνας. Αμήν.
Γένοιτο, Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν
επί σέ.
Ευλογητός εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').
Κύριε, καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι
ήμαρτόν σοι.
Κύριε, πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά
σου, ότι σύ εί ο Θεός μου.
Ότι παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.
Παράτεινον τό έλεός σου τοίς γινώσκουσί σε.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ γ').
Δόξα... Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.
Σήμερον σωτηρία τώ κόσμω γέγονεν. Άσωμεν τώ αναστάντι
εκ τάφου καί αρχηγώ τής ζωής ημών, καθελών γάρ τώ θανάτω τόν θάνατον, τό νίκος
έδωκεν ημίν, καί τό μέγα έλεος.
Είς την λειτουργίαν
Ἀντίφωνον Α'
Στίχος α'. Μνήσθητι Κύριε τοῦ Δαυῒδ καὶ πάσης τῆς πραότητος αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Στίχος β'. Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθᾷ, εὕρομεν αὐτὴν ἐν τοῖς
πεδίοις τοῦ δρυμοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Στίχος γ'. Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ ἡ πόλις τοῦ Θεοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Στίχος δ'. Ὁ Θεὸς ἐν μέσῳ αὐτῆς καὶ οὐ σαλευθήσεται.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Δόξα... Καὶ νῦν...
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Ἀντίφωνον Β'
Στίχος α'. Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ αναστάς...
Στίχος β'. Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ αναστάς...
Στίχος γ'. Ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυΐδ, ἡτοίμασα λύχνον τῷ
Χριστῷ
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ αναστάς...
Στίχος δ'. Ὅτι ἐξελέξατο Κύριος τὴν Σιών, ᾑρετίσατο αὐτὴν εἰς
κατοικίαν ἑαυτῷ.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ αναστάς...
Δόξα... Καὶ νῦν...
Ο Μονογενής Υιός
και Λόγος του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν
σωτηρίαν σαρκοθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως
ενανθρωπήσας, σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της
Αγίας Τριάδος, συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.
Ἀντίφωνον Γ'
Στίχος α'. Ὧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν.
Ἦχος δ'
Ἡ γέννησίς σου Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ·
ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ λύσας τὴν
κατάραν, ἔδωκε τὴν εὐλογίαν, καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν
αἰώνιον.
Στίχος β'. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος.
Ἡ γέννησίς σου Θεοτόκε...
Στίχος γ'. Ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ.
Ἡ γέννησίς σου Θεοτόκε...
Εισοδικόν
Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ. Σώσον ημάς, Υιέ
Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι Αλληλούϊα
Ἀπολυτίκιον Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου
τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε
σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας,
ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.
τῆς Εορτῆς
Ἀπολυτίκιον Ἦχος δ'
Ἡ γέννησίς σου Θεοτόκε, χαρὰν ἐμήνυσε
πάσῃ τῇ οἰκουμένῃ· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς
ἡμῶν, καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν εὐλογίαν· καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο
ἡμῖν ζωὴν τὴν αἰώνιον.
Ἀπολυτίκιον τῶν Ἁγίων
Ἦχος β'
Τῶν δικαίων Θεοπατόρων σου Κύριε,
τὴν μνήμην ἑορτάζοντες, δι᾿ αὐτῶν σὲ δυσωποῦμεν· Σῶσον τὰς ψυχὰς ἡμῶν.
Του ναού…
ΚΟΝΤΑΚΙΟΝ Ἦχος δ'.
Ιωακείμ και Άννα ονειδισμού ατεκνίας, και Αδάμ και Εύα εκ της
φθοράς του θανάτου, ηλευθερώθησαν Άχραντε, εν τη αγία Γεννήσει σου. Αυτήν
εορτάζει και ο λαός σου, ενοχής των πταισμάτων, λυτρωθείς εν τω κράζειν σοι. Η
Στείρα τίκτει την Θεοτόκον, και τροφόν της ζωής ημών.
Τό Τρισάγιον...
ΑΠΟΣΤΟΛΟΣ
Προκείμενον. Ήχος πλ. α΄(Ψαλμός ια΄)
Σύ, Κύριε, φυλάξαις ημάς και διατηρήσαις ημάς.
Στίχ. Σώσον με, Κύριε,
ότι εκλέλοιπεν όσιος.
Προς Γαλάτας Επιστολής Παύλου το Ανάγνωσμα.
Αδελφοί, Ἴδετε πηλίκοις
ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. ὅσοι
θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵνα
μὴ τῷ σταυρῷ τοῦ Χριστοῦ διώκωνται. οὐδὲ
γὰρ οἱ περιτετμημένοι αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι,
ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται. Ἐμοὶ
δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ
ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ. ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει
οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις. καὶ ὅσοι
τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ' αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ
τοῦ Θεοῦ. Τοῦ λοιποῦ κόπους μοι μηδεὶς
παρεχέτω· ἐγὼ γὰρ τὰ στίγματα τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ
πνεύματος ὑμῶν, ἀδελφοί· ἀμήν.
Ευαγγέλιον
Εὐαγγέλιον Κυρ.
πρὸ τῆς ὑψώσεως, «Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν» (᾿Ιω. γ΄ 13-17).
Είς το Εξαιρέτως... Άξιον Εστί
Κοινωνικὸν
«Αἰνεῖτε...».
«Εἴδομεν τὸ φῶς».
Βιβλιογραφία:
analogion.gr/glt/
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου