24-6-2012
† ΚΥΡΙΑΚΗ Γ΄ ΜΑΤΘΑΙΟΥ. †
Τὸ γενέθλιον
τοῦ προδρόμου καὶ βαπτιστοῦ ᾿Ιωάννου. Παναγιώτου νεομάρτυρος τοῦ Καισαρέως
(†1765). ῏Ηχος β΄· ἑωθινὸν γ΄.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Θεός
Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, α'.
Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός
Κύριος, καί επέφανεν ημίν...
Στίχ, β'.
Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς,
Θεός
Κύριος, καί επέφανεν ημίν...
Στίχ, γ'.
Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός
Κύριος, καί επέφανεν ημίν...
Ἀπολυτίκιον Ἦχος β'
Ὅτε
κατῆλθες πρὸς τὸν θάνατον, ἡ Ζωὴ ἡ
ἀθάνατος, τότε τὸν ᾅδην ἐνέκρωσας
τῇ ἀστραπῇ τῆς Θεότητος, ὅτε δὲ καὶ τοὺς
τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱΔυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον·Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν
δόξα σοι.
Δόξα
Ἀπολυτίκιον Ἦχος δ'
Προφῆτα
καὶ Πρόδρομε, τῆς παρουσίας Χριστοῦ, ἀξίως εὐφημῆσαί σε οὐκ εὐποροῦμεν ἡμεῖς, οἱ
πόθῳ τιμῶντές σε· στείρωσις γὰρ τεκούσης, καὶ πατρὸς ἀφωνία, λέλυνται τῇἐνδόξῳ,
καὶ σεπτῇ σου γεννήσει, καὶ σάρκωσις Υἱοῦ τοῦ Θεοῦ, κόσμῳ κηρύττεται.
Καὶ νῦν... Θεοτοκίον
Τὸ
ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε
τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρἡμῶν καταδεξάμενος, δι' οὗ
ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ
θανάτου τὰς ψυχὰς ἡμῶν.
Μετὰ τὴν α' Στιχολογίαν
Καθίσματα Ἀναστάσιμα
Ἦχος
β'
Ὁ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου
καθελών, τὸ ἄχραντόν σου Σῶμα, σινδόνι καθαρᾷ, εἰλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ, κηδεύσας ἀπέθετο· ἀλλὰ τριήμερος ἀνέστης Κύριε,παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα...
Κάθισμα Ἦχος δ'
Κατεπλάγη
Ἰωσὴφ
Νῦν ἐβλάστησεν
ἡμῖν, τοῦ Ζαχαρίου ὁ βλαστός, καὶ εὐφραίνει νοητῶς, τὰς διανοίας τῶν πιστῶν, τὸ
τῆς ἐρήμου καλλώπισμα, καὶ Προφητῶν ἡ κρηπίς· ὅθεν τοῦ Χριστοῦ ἐδείχθη Πρόδρομος,
καὶ Μάρτυς ἀψευδής, τῆς παρουσίας αὐτοῦ· Πνευματικοῖς οὖν ᾄσμασι, συμφώνως τῷ Βαπτιστῇ
ἐκβοήσωμεν· Προφῆτα Κήρυξ, τῆς ἀληθείας, πρέσβευε τοῦ σωθῆναι ἡμᾶς.
Καὶ νῦν...
Θεοτοκίον
Κατεπλάγη
Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετόν, ἐν τῇ
ἀσπόρῳ συλλήψει σου Θεοτόκε, βάτον ἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν,
καὶ μαρτυρῶν ὁ Μνήστωρ σου καὶ φύλαξ τοῖς ἱερεῦσιν ἐκραύγαζε· Παρθένος τίκτει,
καὶ μετὰ τόκον, πάλιν μένει Παρθένος.
Μετὰ τὴν β' Στιχολογίαν, ἕτερα
Τὸν λίθον τοῦ μνήματος, σφραγισθῆναι μὴ κωλύσας, τὴν πέτραν τῆς πίστεως, ἀναστὰς παρέσχες
πᾶσι, Κύριε δόξα σοι.
Δόξα...
Κάθισμα
Ἦχος πλ. δ'
Τὴν Σοφίαν
καὶ Λόγον
Τῆς Χριστοῦ
παρουσίας ἡ ἀπαρχή, παραδόξως ἐτέχθης ὡς ἀληθῶς, Ἰωάννη πανεύφημε, τῶν Προφητῶν
τὸ κεφάλαιον, καὶ ὡς φωνὴ τοῦ Λόγου, ὑπάρχων ἐκραύγαζες· Μετανοεῖτε, ἤγγικεν, οὐρανῶν
τὸ Βασίλειον· ὅθεν ἑτοιμάσας, τὴν ὁδὸν τοῦ Κυρίου, τῆς χάριτος Πρόδρομος, ἀνεδείχθης
τοῖς πέρασι, Βαπτιστὰ καὶ Ἀπόστολε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων
ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Καὶ νῦν...
Θεοτοκίον
Παναγία
Παρθένε Μήτηρ Θεοῦ, τῆς ψυχῆς μου τὰ πάθη τὰ χαλεπά, ἴασαι δέομαι, καὶ συγγνώμην
παράσχου μοι τῶν ἐμῶν πταισμάτων, ἀφρόνως ὧν ἔπραξα, τὴν ψυχήν καὶ τὸ σῶμα, μολύνας
ὁ ἄθλιος· Οἴμοι! τὶ ποιήσω, ἐν ἐκείνῃ τῇ ὥρᾳ, ἡνίκα οἱ Ἄγγελοι, τὴν ψυχήν μου
χωρίζουσιν, ἐκ τοῦ ἀθλίου μου σώματος; τότε Δέσποινα βοήθειά μοι γενοῦ, καὶ προστάτις
θερμότατος· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.
Κάθισμα Ἦχος
πλ. δ'
Τὸ
προσταχθὲν μυστικῶς
Ἀγαλλιάσθω ὁ πατήρ, μήτηρ εὐφραίνου, ὅτι Προφήτην
ἐπὶ γῆς, ἔτεκες σήμερον, τὸν θεόκλητον Πρόδρομον ἐξ ἐπαγγελίας. Ἡ στεῖρα βρέφος
θηλάζει τὸν Βαπτιστήν, καὶ χαίρει ὁ Ζαχαρίας τῷ τοκετῷ, λέγων· Γλῶσσά μου λέλυται,
τῇ σῇ προόδῳ ἐν γῇ, Λύχνε τοῦ μεγάλου φωτός. Ὄντως θαῦμα παράδοξον!
Δόξα...
Καὶ νῦν... Θεοτοκίον
Τὸ
προσταχθὲν μυστικῶς λαβὼν ἐν γνώσει, ἐν τῇ σκηνῇ τοῦ Ἰωσὴφ σπουδῇ ἐπέστη, ὁ Ἀσώματος
λέγων τῇ Ἀπειρογάμῳ· Ὁ κλίνας τῇ καταβάσει τοὺς οὐρανούς, χωρεῖται ἀναλλοιώτως
ὅλος ἐν σοί, ὃν καὶ βλέπων ἐν μήτρᾳ σου, λαβόντα δούλου μορφήν, ἐξίσταμαι κραυγάζειν
σοι· Χαῖρε Νύμφη ἀνύμφευτε.
ΕΥΛΟΓΗΤΑΡΙΑ
Ήχος πλ. α'
-Ευλογητός
εί, Κύριε, δίδαξόν με τά δικαιώματά σου.
Τών
Αγγέλων ο δήμος, κατεπλάγη ορών σε, εν νεκροίς λογισθέντα, τού θανάτου δέ
Σωτήρ, τήν ισχύν καθελόντα, καί σύν εαυτώ τόν Αδάμ εγείραντα, καί εξ Άδου
πάντας ελευθερώσαντα.
-Ευλογητός
εί, Κύριε, δίδαξόν με τά δικαιώματά σου.
Τί
τά μύρα, συμπαθώς τοίς δάκρυσιν, ώ Μαθήτριαι κιρνάτε; ο αστράπτων εν τώ τάφω
Άγγελος, προσεφθέγγετο ταίς Μυροφόροις, Ίδετε υμείς τόν τάφον καί ήσθητε, ο
Σωτήρ γάρ εξανέστη τού μνήματος.
-Ευλογητός
εί, Κύριε, δίδαξόν με τά δικαιώματά σου,
Λίαν
πρωί, Μυροφόροι έδραμον, πρός τό μνήμά σου θρηνολογούσαι, αλλ' επέστη, πρός
αυτάς ο Άγγελος, καί είπε, θρήνου ο καιρός πέπαυται, μή κλαίετε, τήν Ανάστασιν
δέ, Αποστόλοις είπατε.
-Ευλογητός
εί, Κύριε, δίδαξόν με τά δικαιώματά σου,
Μυροφόροι
γυναίκες, μετά μύρων ελθούσαι, πρός τό μνήμά σου, Σώτερ ενηχούντο. Αγγέλου
τρανώς, πρός αυτάς φθεγγομένου. Τί μετά νεκρών, τόν ζώντα λογίζεσθε; ώς Θεός
γάρ, εξανέστη τού μνήματος.
Δόξα... Τριαδικόν
Προσκυνούμεν
Πατέρα, καί τόν τούτου Υιόν τε, καί τό Άγιον Πνεύμα, τήν Αγίαν Τριάδα, εν μιά
τή ουσία, σύν τοίς Σεραφείμ, κράζοντες τό, Άγιος, Άγιος, Άγιος εί, Κύριε.
Καί νύν... Θεοτοκίον
Ζωοδότην
τεκούσα, ελυτρώσω Παρθένε, τόν Αδάμ αμαρτίας, χαρμονήν δέ τή Εύα, αντί λύπης
παρέσχες, ρεύσαντα ζωής, ίθυνε πρός ταύτην δέ, ο εκ σού σαρκωθείς Θεός καί
άνθρωπος.
Αλληλούϊα,
Αλληλούϊα, Αλληλούϊα. Δόξα σοι ο Θεός (εκ γ').
Ἡ Ὑπακοὴ
Ἦχος β'
Μετὰ τὸ Πάθος
πορευθεῖσαι ἐν τῷ μνήματι πρὸς τὸ μυρίσαι τὸ σῶμά σου
αἱ γυναῖκες Χριστὲ ὁ Θεός, εἶδον Ἀγγέλους ἐν τῷ τάφῳ καὶ
ἐξέστησαν· φωνῆς γὰρ ἤκουον ἐξ αὐτῶν, ὅτιἀνέστη ὁ Κύριος, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Οἱ Ἀναβαθμοὶ
Ἀντίφωνον
Α'
Ἐν
τῷ οὐρανῷ τὰ ὄμματα, ἐκπέμπω μου τῆς καρδίας, πρὸς σὲ Σωτήρ, σῶσόν με σῇ ἐπιλάμψει.
Ἐλέησον ἡμᾶς τοὺς πταίοντάς σοι πολλὰ καθ' ἑκάστην ὥραν, ὦ Χριστέ μου, καὶ δὸς πρὸ τέλους τρόπους, τοῦ μετανοεῖν
σοι.
Δόξα... καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, τὸ βασιλεύειν
πέλει, τὸ ἁγιάζειν, τὸ κινεῖν
τὴν κτίσιν· Θεὸς γάρ ἐστιν, ὁμοούσιος
Πατρὶ καὶ Λόγῳ.
Ἀντίφωνον
Β'
Εἰμὴ
ὅτι Κύριος ἦν ἐν ἡμῖν, τίς ἱκανὸς
σῶος φυλαχθῆναι, ἐκ τοῦ ἐχθροῦ ἅμα, καὶ
ἀνθρωποκτόνου;
τοῖς ὁδοῦσιν
αὐτῶν, μὴ παραδῷς Σῶτερ τὸν σὸν δοῦλον, λέοντος τρόπον κατ' ἐμοῦ κινοῦνται· καὶ γὰρ οἱ ἐχθροί μου.
Δόξα... καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, ζωαρχία καὶ γέρας· πάντα γὰρ τὰ κτιστά, ὡς Θεὸς ὢν δυναμοῖ, συντηρεῖ ἐν Πατρὶ δι' Υἱοῦ δέ.
Ἀντίφωνον
Γ'
Οἱ πεποιθότες ἐπὶ Κύριον,
ἐοίκασιν ὄρει τῷ ἁγίῳ, οἳ οὐδαμῶς
σαλεύονται, προσβολαῖς τοῦ Βελίαρ.
Ἐν ἀνομίαις χεῖρας αὐτῶν μὴ ἐκτεινάτωσαν
οἱ θείως ζῶντες· οὐ γὰρ ἐᾷ Χριστός, τῇ ῥάβδῳ τὸν κλῆρον αὐτοῦ.
Δόξα... καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, προσπηγάζει πᾶσα σοφία, ἔνθεν χάρις Ἀποστόλοις, καὶ τοῖς ἄθλοις καταστέφονται Μάρτυρες, καὶ Προφῆται ὁρῶσι.
Προκείμενον
Ἐξεγέρθητι, Κύριε ὁ Θεός
μου, ἐν προστάγματι ᾧ ἐνετείλω, καὶ συναγωγὴ λαῶν κυκλώσει σε.
Στίχ. Κύριε,
ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα.
Ή Τάξις τού Εωθινού Ευαγγελίου
Ιερεύς Τού
Κυρίου δεηθώμεν.
Χορός Κύριε,
ελέησον.
Ιερεύς Ότι
Άγιος εί ο Θεός ημών, και εν αγίοις επαναπαύη, και σοι την δόξαν αναπέμπωμεν,
τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των
αιώνων.
Χορός Αμήν.
Πάσα
πνοή αινεσάτω τόν Κύριον (εκ γ').
Ιερεύς Και
υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν
ημών ικετεύσωμεν.
Χορός Κύριε,
ελέησον (γ').
Ιερεύς
Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.
Ιερεύς
Ειρήνη πάσι.
Χορός Καί τώ
Πνεύματί σου.
Ιερεύς Εκ
τού κατά Ματθαίον αγίου Ευαγγελίου...
Ιερεύς
Πρόσχωμεν.
Χορός Δόξα
σοι, Κύριε, δόξα σοι.
Ευαγγελιον Εωθινόν γ’
Ανάστασιν Χριστού θεασάμενοι…
Ν' Ψαλμός
·
Ελέησόν
με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον
τό ανόμημά μου
·
επί
πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
·
ότι
τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
·
σοί
μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς
λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε
·
ιδού
γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
·
ιδού
γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
·
ραντιείς
με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
·
ακουτιείς
με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
·
απόστρεψον
τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
·
καρδίαν
καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
·
μή
απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ'
εμού
·
απόδος
μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
·
διδάξω
ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
·
ρύσαί
με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν
δικαιοσύνην σου
·
κύριε
τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου
·
ότι
ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις
·
θυσία
τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός
ουκ εξουθενώσει
·
αγάθυνον
κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
·
τότε
ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό
θυσιαστήριόν σου μόσχους
Δόξα... Ήχος β'
Ταίς τών Αποστόλων,
πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.
Καί νύν... Ήχος ο αυτός
Ταίς τής Θεοτόκου,
πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.
Ελέησόν με ο Θεός κατά
τό μέγα έλεός σου καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου.
Aναστάς ο Ιησούς
από τού τάφου…
Κανὼν Ἀναστάσιμος
ᾨδὴ α' Ἦχος β' Ὁ Εἱρμὸς
«Ἐν βυθῷ κατέστρωσε
ποτέ, τὴν Φαραωνίτιδα, πανστρατιάν, ἡ ὑπέροπλος δύναμις, σαρκωθεὶς ὁ Λόγος
δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν, ὁ δεδοξασμένος Κύριος·ἐνδόξως γὰρ δεδόξασται».
Στίχ. Δόξα
τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ὁ τοῦ κόσμου ἄρχων ἀγαθέ, ᾧ ἀπεγραψάμεθα, τῇ ἐντολῇ τῇ σῇ μὴ πειθαρχήσαντες, τῷ Σταυρῷ σου κέκριται· προσβαλὼν γάρ σοι ὡς θνητῷ, περιπέπτωκε τῷ τῆς ἐξουσίας
κράτει σου, καὶ ἀσθενὴς διήλεγκται.
Στίχ. Δόξα
τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Λυτρωτὴς
τοῦ γένους τῶν βροτῶν, καὶ τῆς ἀκηράτου ζωῆς ἀρχηγός, εἰς τὸν κόσμον ἐλήλυθας· τῇ γὰρ Ἀναστάσει
σου, διεσπάραξας τοῦ θανάτου τὰ σπάργανα, ἣν δοξολογοῦμενἅπαντες· ἐνδόξως γὰρ δεδόξασται.
Θεοτοκίον
Στίχ. Ὑπεραγία
Θεοτόκε, σῶσον ἡμᾶς.
Ὑπερτέρα
πέφηνας Ἁγνή, πάσης ἀοράτου τε, καὶ ὁρατῆς ἀειπάρθενε κτίσεως· τὸν γὰρ κτίστην τέτοκας,
ὡς ηὐδόκησε σαρκωθῆναι ἐν μήτρᾳ σου, ᾧ σὺν παρρησίᾳ πρέσβευε,σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τῷ
Προδρόμου γέγηθα νῦν Γενεθλίῳ.
ᾨδὴ
α' Ἦχος δ'
Ὁ Εἱρμὸς
«Τριστάτας κραταιούς, ὁ τεχθεὶς ἐκ Παρθένου, ἀπαθείας
ἐν βυθῷ, ψυχῆς τὸ τριμερές, καταπόντισον δέομαι, ὅπως σοὶ ὡς ἐν τυμπάνῳ, τῇ νεκρώσει
τοῦ σώματος, ἐπινίκιον ᾄσω μελῴδημα».
Ὡς ὄρθρος
εὐπρεπής, τοῦ ἡλίου προτρέχων, στειρευούσης ὁ βλαστός, κηρύττει ἐμφανῶς, τῆς
Παρθένου τὸ κύημα, πάση νῦν τῇ οἰκουμένῃ, ἀναλάμπειν τοῖς πέρασι,
φωτισμὸν εὐσεβείας καὶ χάριτος.
Προφήτης
ἀληθῶς, τοῦ Ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ Χριστοῦ, βοᾷ σοι τῷ υἱῷ, Ἰωάννη
πανεύφημε, Πνεύματι ὁ Ζαχαρίας, παναγίῳ φερόμενος, τὴν ὁδὸν ἑτοιμάσαι τοῦ κτίσαντος.
Ῥημάτων
Γαβριήλ, Ζαχαρίας ἀκούσας, ἀγγελίας θεϊκῆς, ἐδείχθη ἀπειθής, καὶ σιγὴν κατακρίνεται,
λύεται δὲ ἄφνω ταύτης· ἡ φωνὴ γὰρ γεγέννηται, Ἰωάννης τοῦ Λόγου ὁ Πρόδρομος.
Θεοτοκίον
Ἡ πόλις
τοῦ Θεοῦ, τὸ τοῦ παμβασιλέως, θεοδόχον εὐαγές, κειμήλιον σεπτόν, Θεοτόκε πανάμωμε,
φρούρησον σὴν κληρουχίαν, τὴν ἀεὶ εὐφημοῦσάν σε, καὶ γεραίρουσαν πίστει τὸν τόκον
σου.
Ἕτερος.
Κανών. Ἦχος ὁ αὐτός, οὗ ἡ Ἀκροστιχίς.
Κοινῆς
χαρὰς Πρόδρομον εὐφημῶ πόθῳ.
Ἐν δὲ
τοῖς Θεοτοκίοις.
Γεωργίου.
ᾨδὴ
α' Ἦχος δ'
Ἀνοίξω
τὸ στόμα μου
Κοσμεῖται τὴν χάριν νῦν, ἡ Ἐκκλησία τοῦ Πνεύματος,
καὶ καταφαιδρύνεται καὶ ὡραΐζεται, τὴν γενέθλιον, ἡμέραν τοῦ Προδρόμου, εὐφροσύνως
ἄγουσα, καὶ ἀναμέλπουσα.
Ὁ Κήρυξ
τῆς χάριτος, καὶ ἑωσφόρου φαιδρότερος, τῆς δόξης τὸν Ἥλιον, μηνύει σήμερον, καὶ
τὴν ἔλλαμψιν, αὐτοῦ νῦν προκηρύττει, ἐν πᾶσι τοῖς πέρασιν, αὐγάζειν μέλλουσαν.
Νὺξ
τῆς ἀθεότητος, ἐν τῇ γεννήσει σου Πρόδρομε, ἐκ γῆς ἀπελαύνεται, καὶ αἱ τῆς χάριτος,
ἐν τοῖς πέρασιν, ἀκτῖνες ἐφαπλοῦνται· σὺ γὰρ τὸν ἀνέσπερον, μηνύεις ἥλιον.
Θεοτοκίον
Γνῶσιν
τῆς συλλήψεως, τῆς σῆς δεικνύει ἡ κύησις, τῆς στείρας Πανάχραντε, προκαταγγέλλουσα,
καὶ μηνύουσα, τὸν ἄσπορόν σου τόκον· καρπὸν ἐξ ἀκάρπου γάρ, νηδύος ἤνεγκε.
ᾨδὴ γ' Ὁ Εἱρμὸς
«Ἐξήνθησεν ἡ
ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν ἐθνῶν
στειρεύουσα, Ἐκκλησία τῇ παρουσίᾳ σου, ἐν ᾗ ἐστερεώθῃ ἡ καρδία μου».
Στίχ. Δόξα
τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἡ κτίσις ἐν τῷ πάθει σου, ἠλλοιοῦτο βλέπουσα, ἐν εὐτελεῖ προσχήματι, ὑπ' ἀνόμων, μυκτηριζόμενον, τὸν ἑδράσαντα
πάντα θείῳ νεύματι.
Στίχ. Δόξα
τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἐκ
χοὸς κατ' εἰκόνα με, τῇ χειρί σου ἔπλασας, καὶ συντριβέντα
πάλιν δέ, εἰς χοῦν θανάτου δι' ἁμαρτίαν
Χριστέ, συγκαταβὰς εἰς ᾅδην συνανέστησας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία
Θεοτόκε, σῶσον ἡμᾶς.
Τὰ τάγματα ἐξέστησαν, τῶν Ἀγγέλων
Πάναγνε, καὶ τῶν ἀνθρώπων ἔφριξαν, αἱ καρδίαι ἐπὶ τῷ τόκῳ σου·
διὀ σε Θεοτόκε, πίστει σέβομεν.
ᾨδὴ
γ' Ὁ Εἱρμὸς
«Οὐκ
ἐν σοφίᾳ, καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα, ἀλλ' ἐν σοὶ τῇ τοῦ Πατρός, ἐνυποστάτῳ
σοφίᾳ Θεοῦ· οὐ γὰρ ἐστιν Ἅγιος, πλήν σου φιλάνθρωπε».
Δεσποτικὴ
μέν, ἐκ Παρθένου τελεῖται ἡ γέννησις, ἀλλ' οἰκέτου προσφιλοῦς, ἐκ γηραλέας καὶ
στείρας μητρός· εἰκότως προτρέχει γάρ, θαῦμα τοῦ θαύματος.
Ῥυσσὴ
καὶ στεῖρα, τὴν Παρθένον μητέρα ἀσπάζεται, ἐπιγνοῦσα ἀψευδῶς, τῷ ταύτης τόκῳ ὡς
λέλυται, δεσμὰ τῆς στειρώσεως, θείῳ βουλήματι.
Θεοτοκίον
Ἀπειρογάμως,
ἡ Θεὸν σαρκωθέντα κυήσασα, τῶν παθῶν ταῖς προσβολαῖς, κλονούμενόν με στερέωσον·
οὐ γὰρ ἐστιν Ἄχραντε, πλήν σου βοήθεια.
Ἕτερος
Τοὺς
σοὺς ὑμνολόγους
Ἦχος τῆς ἐκ στείρας σου προόδου, δεσμὰ διαλύσας
πατρικῆς, φωνῆς κηρύττει Ἔνδοξε, λαμπρῶς τῆς ὑπὲρ ἔννοιαν, Χριστοῦ συγκαταβάσεως,
τὰ θεῖα νῦν προμηνύματα.
Στείρας
ἐξ ἀκάρπου ἐκβλαστήσας, ὁ τῆς εὐκαρπίας μηνυτής, τῆς ἐν Χριστῷ ἐξέτεμε, τὴν ἄγονον
καὶ ἄκαρπον, ἀξίνῃ τοῦ κηρύγματος, ἀγνωμοσύνην Ἰουδαίων λαοῦ.
Χάριτος
τῆς νέας αἱ ἀκτῖνες, ἐξέλαμψαν σήμερον φαιδρῶς, τῇ σῇ γεννήσει Πρόδρομε,
καὶ παλαιὰ αἰνίγματα, καὶ οἱ σκιώδεις γράμματος, μεταχωρεῖν τύποι ἀπήρξαντο.
Θεοτοκίον
Ἔλυσεν
ὁ τόκος σου Παρθένε, δεσμὰ καταδίκης τῶν βροτῶν, καὶ ἑαυτῷ συνέδησεν, ἡμᾶς διὰ
τῆς χάριτος, ἐπευλογήσας ἅπαντας, τοὺς Θεοτόκον σε γεραίροντας.
Κοντάκιον Ἦχος β'
Τὰ ἄνω ζητῶν
Ἀνέστης
Σωτήρ, ἐκ τάφου Παντοδύναμε καὶ ᾍδης ἰδών, τὸ θαῦμα ἐξεπλήττετο, καὶ νεκροὶ
ἀνίσταντο, καὶ ἡ κτίσις ἰδοῦσα συγχαίρει σοι, καὶ ὁ Ἀδάμ συναγάλλεται, καὶ κόσμος
Σωτήρ μου ἀνυμνεῖ σε ἀεί.
Οἶκος
Σὺ εἶ τὸ φῶς τῶν ἐσκοτισμένων, σὺ εἶ
ἡ ἀνάστασις πάντων καὶ ἡ ζωὴ τῶν βροτῶν καὶ πάντας συνανέστησας, τοῦ θανάτου
τὸ κράτος Σωτὴρ σκυλεύσας, καὶ τοῦ
ᾍδου τὰς πύλας συντρίψας Λόγε, καὶ οἱ θνητοὶ κατιδόντες τὸ θαῦμα ἐθαύμαζον, καὶ πᾶσα
κτίσις συγχαίρει ἐν τῇ σῇ Ἀναστάσει, Φιλάνθρωπε. Διὸ καὶ πάντες δοξάζομεν, καὶ ὑμνοῦμεν τὴν σὴν συγκατάβασιν, καὶ κόσμος
Σωτήρ μου ἀνυμνεῖ σε ἀεί.
Κάθισμα Ἦχος
δ'
Κατεπλάγη
Ἰωσὴφ
Ὥσπερ ἥλιος φαιδρός, τῆς Ἐλισάβετ ἐκ γαστρός, ἐξανέτειλεν
ἡμῖν, τοῦ Ζαχαρίου ὁ υἱός, καὶ τοῦ Πατρὸς διαλύει τὴν ἀφωνίαν, καὶ πᾶσι τοῖς λαοῖς,
ἐν παρρησίᾳ πολλῇ· Εὐθύνατε βοᾷ, τὰς τοῦ Κυρίου ὁδούς· καὶ γὰρ αὐτὸς ἐλεύσεται
καὶ σώσει, τοὺς πρὸς αὐτὸν ἐπιστρέφοντας, ὃν προκηρύξας ὦ Ἰωάννη, ἱκέτευε τοῦ
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα...
Καὶ νῦν... Θεοτοκίον
Κατεπλάγησαν
Ἁγνή, πάντες Ἀγγέλων οἱ χοροί, τὸ μυστήριον τῆς σῆς, κυοφορίας τὸ φρικτόν, πῶς ὁ
τὰ πάντα συνέχων νεύματι μόνῳ, ἀγκάλαις ὡς βροτός, ταῖς σαῖς συνέχεται, καὶ δέχεται
ἀρχὴν ὁ Προαιώνιος, καὶ γαλουχεῖται, σύμπασαν, ὁ τρέφων πνοὴν ἀφάτῳ χρηστότητι!
καὶ σὲ ὡς ὄντως, Θεοῦ Μητέρα, εὐφημοῦντες δοξάζουσι.
ᾨδὴ δ' Ὁ Εἱρμὸς
«Ἐλήλυθας ἐκ
Παρθένου, οὐ πρέσβυς, οὐκ Ἄγγελος,
ἀλλ' αὐτὸς ὁ Κύριος, σεσαρκωμένος καὶ ἔσωσας, ὅλον με τὸν ἄνθρωπον· διὸ κραυγάζω σοι· Δόξα τῇ δυνάμει σου Κύριε».
Στίχ. Δόξα
τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Παρίστασο
ὡς κριτής, ὁ Θεός μου τῷ βήματι, οὐ κραυγάζων
Δέσποτα, κρίσιν ἐνάγων τοῖς ἔθνεσιν, ἣν διὰ τοῦ πάθους
σου, τῇ οἰκουμένῃ εἰργάσω, σωτηρίαν Χριστέ.
Στίχ. Δόξα
τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Τῷ πάθει σου τοῦ ἐχθροῦ, αἱ ῥομφαῖαι ἐξέλιπον, τῶν ὑπεναντίων
δέ, ἐν τῇ εἰς ᾅδου καθόδῳ σου, πόλεις
καθῃρέθησαν, καὶ τοῦ τυράννου
τὸ θράσος καταβέβληται.
Θεοτοκίον
Στίχ. Ὑπεραγία
Θεοτόκε, σῶσον ἡμᾶς.
Σὲ λιμένα σωτηρίας, καὶ τεῖχος ἀκράδαντον, Θεοτόκε Δέσποινα, πάντες πιστοὶ ἐπιστάμεθα· σὺ γὰρ ταῖς πρεσβείαις σου, ἐκ τῶν κινδύνων λυτροῦσαι
τὰς ψυχὰς ἡμῶν.
ᾨδὴ
δ' Ὁ Εἱρμὸς
«Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου Θεότητος, ἐν
νεφέλῃ κούφη, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ καὶ διέσωσε, τοὺς
κραυγάζοντας· Δόξα Χριστὲ τῇ δυνάμει σου».
Μυστηρίων
ἀπορρήτων, προοδεύει μυστήριον, τῇ καινοτομίᾳ, τῆς θεσμοθεσίας τῆς φύσεως,
τῆς ἀρρωστίας ἡ λύσις προμηνύουσα, τὴν διόρθωσιν, ταύτης Χριστὲ καὶ τὴν θέωσιν.
Ὁ Ἡσαΐας
πατρόθεν, τῷ Υἱῷ προεφήτευσε, σαρκωθησομένῳ, Ἄγγελον βροτὸν τὸν Ἰσάγγελον· Ἰδοὺ
ἐγὼ ἀποστέλλω πρὸ προσώπου σου, προκραυγάζοντα· Δόξα Χριστὲ τῇ δυνάμει σου.
Ὑπηρετῆσαι
ὡς δοῦλος τῷ Δεσπότῃ γεγέννημαι· εἰς αὐτὸ γὰρ ἥκω, τούτου καταγγεῖλαι τὴν ἔλευσιν,
ὡς τῆς Παρθένου τὸν τόκον προπιστώσηται, παραδόξως στειρεύουσα, γραῦς ἐκβλαστήσασα.
Θεοτοκίον
Ἡ Ἁγία
Θεοτόκος, ἣν οἰκῆσαι ηὐδόκησεν, ὡς εὐώδη οἶκον, Λόγος τοῦ Πατρὸς ὁ ὑπέρθεος, οὐ
διεφθάρη τὴν μήτραν, οὐκ ὠδίνησε· καὶ γὰρ τέτοκεν, Ἐμμανουὴλ τόν Θεάνθρωπον.
Ἕτερος
Τὴν ἀνεξιχνίαστον
Ῥεῖθρα ἑτοιμάζουσιν οἱ ποταμοί, καὶ ὁ Ἰορδάνης
τὰ νάματα, προευτρεπίζει, τῷ Δεσπότῃ ἑαυτοῦ, τὸν Βαπτιστὴν θεώμενος, τοῦτον νῦν
ἐκ στείρας τικτόμενον.
Αἱ τῆς
ἀγαθότητος τοῦ Ποιητοῦ, δωρεαὶ προκύπτουσιν ἄνωθεν, τοῦ ἑωσφόρου, διανίσχοντος ἐν
γῆ, καὶ τὴν αὐτοῦ ἐπίλαμψιν, καὶ ἐπιδημίαν κηρύττοντος.
Σάλπιγξ
μεγαλόφωνος ἐπὶ τῆς γῆς, σήμερον ἐκ στείρας προέρχεται ὁ Ἰωάννης, καὶ μηνύει τοῖς βροτοῖς,
τὸν Βασιλέα Κύριον, ἐξ ἁγνῆς ἀφράστως τικτόμενον.
Θεοτοκίον
Ὡς οὖσαν
ἐκπλήρωμα τῶν ἐν σκιᾷ, τύπων καὶ συμβόλων Πανάχραντε, πάντες Προφῆται, σὲ ἀνύμνησαν
φωναῖς, προμηνυούσαις ἅπασι τὰ σὰ μεγαλεῖα καὶ θαύματα.
ᾨδὴ ε' Ὁ Εἱρμὸς
«Μεσίτης Θεοῦ, καὶ ἀνθρώπων γέγονας, Χριστὲ ὁ Θεός· διὰ σοῦ γὰρ
Δέσποτα, τὴν πρὸς τὸν ἀρχίφωτον Πατέρα σου, ἐκ νυκτὸς ἀγνωσίας, προσαγωγὴν ἐσχήκαμεν».
Στίχ. Δόξα
τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ὡς
κέδρος Χριστέ, τῶν ἐχθρῶν τὸ φρύαγμα συνέτριψας, ἑκουσίως Δέσποτα, ἐν
τῇ κυπαρίσσῳ ὡς ηὐδόκησας, καὶ τῇ πεύκῃ καὶ κέδρῳ σαρκὶ συνανυψούμενος.
Στίχ. Δόξα
τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἐν
λάκκῳ Χριστέ, κατωτάτῳ ἔθεντό σε, ἄπνουν νεκρόν, ἀλλ' οἰκείῳ μώλωπι, ἐπιλελησμένους τραυματίας Σωτήρ, τοὺς ἐν
τάφοις ὑπνοῦντας, σεαυτῷ συνεξανέστησας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία
Θεοτόκε, σῶσον ἡμᾶς.
Δυσώπει
τὸν σόν, Υἱὸν καὶ Κύριον, Παρθένε ἁγνή, αἰχμαλώτοις λύτρωσιν, τοῖς ἐξ ἐναντίας περιστάσεως, ἐπὶ σοὶ πεποιθόσιν, εἰρηνικὴν δωρήσασθαι.
ᾨδὴ
ε' Ὁ Εἱρμὸς
«Νῦν ἀναστήσομαι, προφητικῶς ἔφη ὁ Θεός, νῦν ὑψωθήσομαι,
νῦν δοξασθήσομαι, τὸν πεσόντα προσλαβὼν ἐκ τῆς Παρθένου, καὶ πρὸς φῶς τὸ
θαυμαστόν, ἀνυψῶν τῆς ἐμῆς Θεότητος».
Γῆ ἐξανέτειλε,
παναληθῆ κήρυκα, φωνὴν πᾶσι κηρύττουσαν, γλώσσῃ τοῦ Πνεύματος, τῆς Παρθένου τὸν
Υἱόν, δικαιοσύνην οὐρανόθεν ἐφ' ἡμᾶς, διακύπτουσαν ὕλῃ σώματος.
Ἔθετο
Κύριος, παναληθῆ λύχνον σε Χριστοῦ, πάντας φωτίζοντα, μόνους ἐνδύοντα, τοὺς ἐχθραίνοντας
αὐτῷ ὡς διπλοΐδα, τὴν αἰσχύνην ἀψευδῶς, Θεοῦ Λόγον Υἱόν κηρύττοντα.
Γήθεται
ἅπασα, κτίσις τῷ σῶ τόκῳ θεϊκῶς· σὺ γὰρ ἐπίγειος, ἄγγελος Πρόδρομε, καὶ οὐράνιος
βροτὸς ἀναδειχθήσῃ, τὸν οὐράνιον Θεόν, προμηνύων ἡμῖν σαρκούμενον.
Θεοτοκίον
Σοῦ
τὰ θαυμάσια, προφητικαὶ ἔφησαν φωναί, ὄρος καλοῦντές σε, καὶ πύλην ἄχραντε, καὶ
λυχνίαν φαεινήν, ἐξ ἧς τὸ φέγγος ἀληθῶς τὸ θαυμαστὸν φρυκτωρεῖ, Ἁγνὴ κόσμον ἅπαντα.
Ἕτερος
Ἐξέστη
τὰ σύμπαντα
Ῥώννυται ἡ πρότερον, φύσις ἐξασθενήσασα, πρὸς
τὴν τῶν καλῶν καρπογονίαν, ἐκ τῆς ἀκάρπου μήτρας τεχθέντος σου, καὶ βροτοῖς,
κηρύττεται ζωή, ἐν τῇ ἀποτέξει σου, παναοίδιμε Πρόδρομε.
Ὁ λύχνος
ὁ ἄσβεστος, ἐκ στείρας προερχόμενος, μηνύει τὸν ἥλιον τῆς δόξης, ἐκ τῆς Παρθένου
ἐξανατέλλοντα, πάντας τοὺς ἀνθρώπους τῷ φωτί, τῆς συγκαταβάσεως, καταυγάζοντα χάριτι.
Δεσμοῦνται
πολύφθογγοι, γλῶσσαι τῆς ἀθεότητος, καὶ χείλη πλατύνονται εἰς δόξαν, τῆς παρουσίας
τοῦ τῶν ἁπάντων Θεοῦ, τοῦ Προδρόμου ταύτην ἐν τῇ γῇ, σήμερον μηνύοντος, καὶ
τρανῶς προκηρύττοντος.
Θεοτοκίον
Ῥήμασι
τὴν δόξαν σου, ἡ Ἐλισάβετ Ἄχραντε, τοῖς προφητικοῖς δοξολογοῦσα, τὰ μεγαλεῖα
τοῦ θείου τόκου σου, χαίρουσα ἐκήρυττε τρανῶς· σὺ ὑπάρχεις πάντων γάρ, εὐφροσύνη
καὶ καύχημα.
ᾨδὴ ς' Ὁ Εἱρμὸς
«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον
τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεός
με ἀνάγαγε».
Στίχ. Δόξα
τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ὡς
κακοῦργος ὁ δίκαιος κέκριται, καὶ μετὰ
ἀνόμων τῷ ξύλῳ προσήλωται, τοῖς ὑπευθύνοις ἄφεσιν, τῷ οἰκείῳ δωρούμενος αἵματι.
Στίχ. Δόξα
τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Δι'
ἑνὸς μὲν ἀνθρώπου τοῦ πρώτου Ἀδάμ, πάλαι εἰς τὸν κόσμον εἰσῆλθεν ὁ θάνατος, καὶ δι'
ἑνὸς Ἀνάστασις, τοῦ Υἱοῦ τοῦ Θεοῦ πεφανέρωται.
Θεοτοκίον
Στίχ. Ὑπεραγία
Θεοτόκε, σῶσον ἡμᾶς.
Ἀπειράνδρως
Παρθένε ἐκύησας, καὶ διαιωνίζεις
παρθένος ἐμφαίνουσα, τῆς ἀληθοῦς
Θεότητος, τοῦ Υἱοῦ καὶ Θεοῦ σου
τὰ σύμβολα.
ᾨδὴ
ς' Ὁ Εἱρμὸς
«Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ κατεπόντισέ
με, καταιγὶς πολλῶν ἁμαρτημάτων, ἀλλ' ὡς Θεός, ἐκ φθορᾶς ἀνάγαγε, τὴν ζωήν μου ὡς
φιλάνθρωπος».
Θεὸν
Λόγον ἔγνως ὡς Προφήτης, ἐν μητρικῇ νηδύϊ, καὶ τῇ ταύτης χρησάμενος γλώττῃ,
θεολογεῖς, σκοτεινῷ θεώμενος, ἐν θαλάμῳ φῶς ἀπρόσιτον.
Ἀσιγήτως
ὡς φωνὴ βοῶντος, τὸν Λυτρωτὴν τοῦ κόσμου Βαπτιστά, ἱκετεύων μὴ παύσῃ, τὴν ψυχικὴν
διαλῦσαι στείρωσιν, τῶν ὑμνούντων σου τὴν γέννησιν.
Θεοτοκίον
Ἀστέκτου
Θεότητος χωρίον, ἡ καθαρὰ νηδύς σου, ἀναδέδεικται ὦ Θεοτόκε, ᾗ ἀδεῶς, οὐρανῶν τὰ
τάγματα, ἀτενίζειν οὐ δεδύνηνται.
Ἕτερος
Τὴν
θείαν ταύτην
Ῥομφαίαν Πρόδρομε δίστομον, τὴν γέννησιν τὴν σὴν
ὁ πολέμιος, ἐχθρὸς ἐδέξατο· σὺ γὰρ τὴν τούτου ἀναίρεσιν, καὶ τὴν ἀνθρώπων ζώωσιν
ἀνεκήρυξας.
Ὁ θεῖος
πλοῦτος διέκυψεν, ἐξ ὕψους θεϊκοῦ εἰς τὰ σύμπαντα, τῆς τῶν βροτῶν ἐμφανῶς, υἱοθεσίας
καὶ χάριτος, τοῦ ταύτης τικτομένου σήμερον κήρυκος.
Μύρα
εὐώδη ἡ ἔρημος, ἐκβλύζει νοητῶς τὰ μηνύματα, ἐν τῇ γεννήσει σου, τῇ ἐκ τῆς
στείρας Πανεύφημε, τοῦ ἀκενώτου μύρου εἰσδεχομένη Χριστοῦ.
Θεοτοκίον
Γνωρίσας
μόνην σε Δέσποινα, Μητέρα τοῦ Θεοῦ προεσκίρτησεν, ὁ θεῖος Πρόδρομος, ἐν τῇ μητρῴᾳ
νηδύϊ Ἁγνή, καὶ τὰ σὰ μεγαλεῖα προανεκήρυξε.
Κοντάκιον Ἦχος
γ'
Ἡ
Παρθένος
Ἡ πρὶν στεῖρα σήμερον, Χριστοῦ τὸν Πρόδρομον τίκτει,
καὶ αὐτὸς τὸ πλήρωμα, πάσης τῆς προφητείας· ὄνπερ γάρ, προανεκήρυξαν οἱ Προφῆται,
τοῦτον δή, ἐν Ἰορδάνῃ χειροθετήσας, ἀνεδείχθη Θεοῦ Λόγου, Προφήτης Κήρυξ ὁμοῦ
καὶ Πρόδρομος.
Ὁ Οἶκος
Εὐφημήσωμεν
νῦν τὸν τοῦ Κυρίου Πρόδρομον, ὃν περ τῷ ἱερεῖ ἡ Ἐλισάβετ ἔτεκεν, ἐκ μήτρας ἀκάρπου,
ἀλλ' οὐχὶ ἀσπόρου· Χριστὸς γὰρ μόνος χώραν διώδευσεν ἀδιόδευτον, ἄσπορον, τὸν Ἰωάννην
στεῖρα ἐγέννησεν, ἄνευ δὲ ἀνδρὸς τοῦτον οὐκ ἔτεκε, τὸν δὲ Ἰησοῦν ἐπισκιάσει
Πατρὸς καὶ Πνεύματος θείου, Παρθένος ἔτεκεν ἁγνή, ἀλλὰ τοῦ ἐκ Παρθένου ἀνεδείχθη
ὁ ἐκ στείρας, Προφήτης Κήρυξ ὁμοῦ καὶ Πρόδρομος.
Συναξάριον
Τῇ
ΚΔ' τοῦ αὐτοῦ μηνός, τὸ Γενέθλιον ἑορτάζομεν τοῦ τιμίου καὶ ἐνδόξου Προφήτου,
Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου.
Στίχοι
Ζαχαρία,
χόρευε σὺν τῇ συζύγῳ
Οὐ
πολλὰ μὲν τίκτοντες, ἓν δὲ καὶ μέγα.
Πρόδρομον
ἀμφὶ τετάρτην εἰκάδα γείνατο μήτηρ.
Ταῖς
αὐτοῦ Ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ' Ὁ Εἱρμὸς
«Ἀντίθεον πρόσταγμα, παρανομοῦντος, τυράννου μετάρσιον, τὴν φλόγα ἀνερρίπισε, Χριστὸς δὲ ἐφήπλωσε, θεοσεβέσι Παισί, δρόσον τὴν τοῦ Πνεύματος, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος».
Στίχ. Δόξα
τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Οὐκ ἔφερες Δέσποτα, δι' εὐσπλαγχνίαν, θανάτῳ τὸν ἄνθρωπον, καθορᾶν τυραννούμενον, ἀλλ' ἦλθες καὶ ἔσωσας ἰδίῳ Αἵματι,
ἄνθρωπος γενόμενος, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος.
Στίχ. Δόξα
τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἰδόντες
σε ἔπτηξαν, ἠμφιεσμένον, στολὴν ἐκδικήσεως, οἱ πυλωροὶ τοῦ ᾅδου Χριστέ, ἀγνώμονα τύραννον, οἰκέτην Δέσποτα· ἦλθες γὰρ χειρώσασθαι, ὁ ὢν εὐλογημένος
καὶ ὑπερένδοξος.
Θεοτοκίον
Στίχ. Ὑπεραγία
Θεοτόκε, σῶσον ἡμᾶς.
Ἁγίων Ἁγίαν σε, κατανοοῦμεν, ὡς μόνην κυήσασαν, Θεὸν τὸν ἀναλλοίωτον, Παρθένε ἀμόλυντε, Μῆτερ ἀνύμφευτε· πᾶσι γὰρ ἐπήγασας πιστοῖς, τὴν ἀφθαρσίαν
τῷ θείῳ τόκῳ σου.
ᾨδὴ
ζ' Ὁ Εἱρμὸς
«Νέοι τρεῖς ἐν Βαβυλῶνι, πρόσταγμα τυραννικόν,
εἰς φλήναφον θέμενοι, ἐν μέσῳ πυρὸς ἀνεβόων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν
Πατέρων ἡμῶν».
Ὑπῆρχε
τὸ πρὶν ἐσκοτισμένη, ἅπασα τῶν γηγενῶν, ἡ φύσις ὦ Πρόδρομε, ἀλλ' ὄρθρος βοῶν ἀνεφάνης·
Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Νοσοῦσαν
ἰάσατο τὴν φύσιν, ἅπασαν ἡ εὐκλεής, ἐκ στείρας σου γέννησις, διδάξασα Πρόδρομε
μέλπειν· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Γεγέννησαι
Πρόδρομε ἐκ στείρας· ἦλθε γὰρ παναληθῶς, τοῦ νόμου στειρεύοντος, ἡ χάρις Χριστῷ
μελῳδοῦσα· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Παρθένε
ἁγνὴ εὐλογημένη, πρέσβευε ὑπὲρ ἡμῶν, τῶν ἱκετευόντων σε· εἰς σὲ γὰρ ἐλπίζομεν πάντες,
καὶ σοὶ βοῶμεν· Δέσποινα μὴ παρίδῃς τοὺς δούλους σου.
Ἕτερος
Οὐκ ἐλάτρευσαν
τῇ κτίσει
Ὁ ποιῶν πάντα τῷ Πνεύματι ὡς Κύριος, καὶ Ποιητὴς
τοῦ παντός, ἐκ στειρευούσης καρπόν, παρήγαγε σήμερον, μητρὸς τὸν Πρόδρομον,
προμηνύοντα, καρποφορεῖν τήν ἄκαρπον, τῶν βροτῶν φύσιν τὰ θεῖα.
Νεκρωθεῖσαν
τὴν μητρῴαν ὡς ἐζώωσε, μήτραν τῷ τόκῳ σου, ὁ ζωοδότης Χριστός, διὰ τοῦ κηρύγματος
τοῦ σοῦ ἀνέστησε, καὶ ἀνέρρωσε, νενεκρωμένας Πρόδρομε, τῶν βροτῶν τὰς προσδοκίας.
Ὑπὲρ
ἥλιον ἡ ἔρημος φωστῆρά σε, θεῖον Πανεύφημε, εἰσδεχομένη τερπνῶς, διὰ σοῦ φαιδρύνεται
καὶ ὡραΐζεται, καὶ σὺν ἅπασιν, ὑμνολογεῖ τὸν Κύριον, καὶ Θεόν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Ἰδεῖν
ἄχραντε τὴν δόξαν σου οἱ Δίκαιοι, πάλαι ἐζήτησαν, ἣν καθορῶμεν ἡμεῖς, καὶ πιστῶς
γεραίρομέν σε καὶ κραυγάζομεν· Ὑπερένδοξε, εὐλογημένος Δέσποινα, ὁ καρπὸς τῆς σῆς
κοιλίας.
ᾨδὴ η' Ὁ Εἱρμὸς
«Κάμινος ποτέ, πυρὸς ἐν Βαβυλῶνι, τὰς ἐνεργείας
διεμέριζε, τῷ θείῳ προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσίζουσα, ψάλλοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».
Στίχ. Δόξα
τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Αἵματι
Χριστε, τῷ σῷ πεφοινιγμένην, τὴν τῆς σαρκός σου καθορῶντα στολήν, ἐν
τρόμῳ ἐξίσταντο, τὴν πολλὴν
μακροθυμίαν, τὰ τῶν Ἀγγέλων
Τάγματα, κράζοντα· Εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον.
Στίχ. Δόξα
τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Σύ μου τὸ θνητόν, ἐνέδυσας Οἰκτίρμον, ἀθανασίαν
τῇ ἐγέρσει σου· διὸ ἀγαλλόμενος, εὐχαρίστως ἀναμέλπει σοι, ὁ ἐκλεκτὸς λαὸς Χριστέ, κράζων σοι· Κατεπόθη, ὄντως εἰς νῖκος ὁθάνατος.
Θεοτοκίον
Στίχ. Ὑπεραγία
Θεοτόκε, σῶσον ἡμᾶς.
Σὺ τὸν τοῦ Πατρός, ἀχώριστον ἐν μήτρᾳ, θεανδρικῶς πολιτευσάμενον, ἀσπόρως συνέλαβες
καὶ ἀφράστως ἀπεκύησας, Θεογεννῆτορ Πάναγνε· ὅθεν σε σωτηρίαν, πάντων ἡμῶνἐπιστάμεθα.
ᾨδὴ
η' Ὁ Εἱρμὸς
«Εὐεργέτα Χριστὲ Παντοδύναμε, τοὺς ἐν μέσῳ
φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἐδρόσισας, καὶ ἐδίδαξας μέλπειν· Πάντα τὰ ἔργα,
εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον».
Νομοθέτης
οἰκέτης ὑπῆρχε Μωσῆς, Ἰησοῦς δὲ Θεὸς Διαθήκης Καινῆς· νῦν δὲ ἀμφοῖν ὁ Πρόδρομος,
μελῳδεῖ ὡς μεσίτης· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.
Ἐξ ἐρήμου
γαστρὸς τρυγὼν πάρεστιν, ἣν θεόφυτον νῦν ἄλσος ἤγαγε, τῇ Ἐκκλησίᾳ Πρόδρομος,
τοῦ Χριστοῦ καὶ ἐπᾴδει· πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.
Θεοφόρος
λαὸς ἔθνος ἅγιον, τὴν τρυγόνα Χριστοῦ ἐκμιμήσασθε, καὶ μελιρρύτως ᾄσατε, σωφροσύνῃ
συζῶντες· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.
Θεοτοκίον
Τὴν Ἁγνὴν
καὶ Παρθένον τιμήσωμεν, τὴν τὸν ἄναρχον Λόγον καὶ ἄκτιστον, ὑπερφυῶς κυήσασαν,
εἰς ἡμῶν σωτηρίαν, ᾧ καὶ βοῶμεν· Εὐλογεῖτε τὰ ἔργα τὸν Κύριον.
Ἕτερος
Παῖδας
εὐαγεῖς
Φίλος καὶ Ἀπόστολος τοῦ Κτίστου καὶ κήρυξ καὶ
Βαπτιστὴς καὶ θεῖος Πρόδρομος, μάρτυς καὶ διδάσκαλος, μεσίτης καὶ ἄγγελος, καὶ
λειτουργὸς καὶ πρεσβευτὴς ἡμῶν πανεύφημε, ὑπάρχων, ἐκ τῆς στείρας προῆλθες, ταῦτα
προμηνύων, ἐν λόγοις τε καὶ ἔργοις.
Ἤνοικται
ταμεῖα τῶν χαρίτων, τῆς Νέας τε Διαθήκης Χριστοῦ Πρόδρομε, καὶ θυσιῶν ἔθιμα, ἐν
τῇ ἀποτέξει σου, τῶν παλαιῶν ἐκλείσθησαν καὶ ἀπεπαύθησαν· ὁ νέος δὲ λαὸς ἀναμέλπει,
καὶ ὑπερυψοῖ τὸν Χριστὸν εἰς τοὺς αἰῶνας.
Ὡς ἄνθη
τερπνὰ τοῦ θείου λόγου, συμπλέξαντες ἐγκωμίων σοι τὸν στέφανον, σήμερον προσάγομεν,
Πρόδρομε πανεύφημε, καὶ εὐχαρίστως κράζομεν τῷ στεφοδότη Χριστῷ· Τὸν Κύριον ὑμνεῖτε
τὰ ἔργα, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Ὁ πρώην
δεσμὸς τῆς ἀφωνίας, ἐλύθη Παρθένε τῇ κυήσει σου, καὶ χείλη ἠνοίγησαν, εἰς
αἶνον τοῦ τόκου σου, αὐτίκα τῶν ποθούντων σε, καὶ ἐκβοώντων αὐτῷ· Τόν Κύριον ὑμνεῖτε
τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ' Ὁ Εἱρμὸς
«Ἀνάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα· διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν».
Στίχ. Δόξα
τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ὡς ἐν Παραδείσῳ φυτευθέν, ἐν τῷ Κρανίῳ Σωτήρ, τὸ τρισόλβιον
ξύλον τοῦ σοῦ ἀχράντου Σταυροῦ, αἵματι καὶ ὕδατι θείῳ, ὡς ἐκ πηγῆς τῆς θείας πλευρᾶς σου, Χριστὲ ἀρδευόμενον, τὴν ζωὴν ἡμῖν ἐξήνθησε.
Στίχ. Δόξα
τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Καθεῖλες
δυνάστας, σταυρωθεὶς ὁ παντοδύναμος, καὶ τὴν
κάτω κειμένην, ἐν τῇ τοῦ ᾅδου φρουρᾷ, φύσιν τῶν ἀνθρώπων ὑψώσας, τῷ πατρικῷ
ἐνίδρυσας θρόνῳ, μεθ' ἧς σεἐρχόμενον, προσκυνοῦντες μεγαλύνομεν.
Τριαδικὸν
Στίχ. Ἁγία
Τριὰς ὁ Θεὸς ἐλέησον
καὶ σῶσον ἡμᾶς.
Μονάδα
τρισάριθμον, Τριάδα ὁμοούσιον, ὀρθοδόξως ὑμνοῦντες, πιστοὶ δοξάσωμεν, ἄτμητον ὑπέρθεον φύσιν, τρισοφεγγῆ ἀνέσπερον αἴγλην, τὴν μόνην ἀκήρατον, τήν τὸ φῶςἡμῖν ἐκλάμπουσαν.
ᾨδὴ
θ' Ὁ Εἱρμὸς
«Λόγου Θεοῦ ἄφραστον ἐν σοὶ τελεῖται, ἐμφανῶς
Μυστήριον, Παρθένε ἄχραντε· καὶ γὰρ Θεός, ἐκ σοῦ σεσωμάτωται δι' εὐσπλαγχνίαν·
διὸ σε ὡς Θεοτόκον μεγαλύνομεν».
Ἰδοὺ
φωνὴ πρόδρομος ταῖς στειρευούσαις, καὶ ἐρήμοις πάρεστι καρδίαις μέλπουσα· Ὁδὸν
Χριστοῦ νυνὶ ἑτοιμάσατε, ὅτι ἐν δόξῃ ἔρχεται, ᾧ πειθαρχοῦντες μεγαλύνομεν.
Ὡς πάλαι
ἐν Πνεύματι τῷ παναγίῳ, ἐμφανῶς ἐκήρυξας τὸν Υἱὸν Πρόδρομε, ἀμνὸν Θεοῦ, τοῦ κόσμου
τὸν αἴροντα τὴν ἁμαρτίαν, τῇ ποίμνῃ σου τῶν πταισμάτων λύσιν αἴτησαι.
Θεοτοκίον
Ἡ πάντων
δεσπόζουσα τῶν ποιημάτων, τῷ λαῷ σου δώρησαι τὰ νίκης τρόπαια, τὸν δυσμενῆ τιθεῖσα
ὑπόσπονδον τῇ Ἐκκλησίᾳ, ἵνα σε ὡς Θεοτόκον μεγαλύνωμεν.
Ἕτερος
Ἅπας
γηγενὴς
Πύλαι τοῦ φωτός, τοῦ θείου ἀνοίγεσθαι, σήμερον
ἄρχονται, καὶ ἐναποκλείεσθαι, ταμεῖα σκότους προκαταγγέλλεται· ὁ κήρυξ γὰρ καὶ
Πρόδρομος Χριστοῦ εἰς φῶς προελθών, τὸ τοῦ βίου, ταῦτα ἀνεκήρυξε, καὶ πατρῴᾳ
φωνῇ ἐβεβαίωσεν.
Ὄμβρος
νοητός, ἀνίκμου νεφέλης δέ, ῥαγεὶς ὁ Πρόδρομος, ῥεῖθρον τὸ οὐράνιον, τοῦ τῆς εἰρήνης
πᾶσιν ἐκήρυξε, ποταμοῦ παραγίνεσθαι εἰς ἀνακαίνισιν, τῆς ἀνθρώπων, φύσεως ἐν
Πνεύματι, τοὺς καρποὺς πληθυνούσης τῆς χάριτος.
Ὥσπερ
οὐρανός, ἄστροις καταυγάζεται καὶ ὡραΐζεται, τοῦ Προδρόμου σήμερον, ἡ Ἐκκλησία
ταῖς θείαις χάρισι, καὶ εὐφημεῖ τὴν γέννησιν αὐτοῦ δοξάζουσα, καὶ αἰνοῦσα, τὸν
τῶν ὅλων Κύριον, δωρεῶν τῶν κρειττόνων ὡς πρόξενον.
Θεοτοκίον
Ὕδωρ
τῆς ζωῆς, ἐκ σοῦ Θεονύμφευτε βλύσαν ὁ Κύριος, ἔπλυνεν ἡγίασεν, ἡμᾶς τοὺς πίστει
εἰσδεξαμένους αὐτόν, καὶ κληρονόμους ἔδειξε τῆς βασιλείας αὐτοῦ, ἀνυμνοῦντας, τὴν
αὐτοῦ χρηστότητα, καὶ σὲ πόθῳ θερμῶς μεγαλύνοντας.
Καταβασίες
Ανοίξω
τό στόμα μου, καί πληρωθήσεται Πνεύματος, καί λόγον ερεύξομαι, τή Βασιλίδι
Μητρί, καί οφθήσομαι, φαιδρώς πανηγυρίζων, καί άσω γηθόμενος, ταύτης τά
θαύματα.
Ωδή γ'
Τούς σούς υμνολόγους
Θεοτόκε, ως ζώσα καί άφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικόν
στερέωσον, καί εν τή θεία δόξη σου, στεφάνων δόξης αξίωσον.
Ωδή δ'
Τήν ανεξιχνίαστον θείαν
βουλήν, τής εκ τής Παρθένου σαρκώσεως, σού τού Υψίστου, ο Προφήτης, Αββακούμ,
κατανοών εκραύγαζε. Δόξα τή δυνάμει σου Κύριε.
Ωδή ε'
Εξέστη τά σύμπαντα, επί
τή θεία δόξη σου, σύ γάρ απειρόγαμε Παρθένε, έσχες εν μήτρα, τόν επί πάντων
Θεόν, καί τέτοκας άχρονον Υιόν, πάσι τοίς υμνούσί σε, σωτηρίαν βραβεύοντα.
Ωδή ς'
Τήν θείαν ταύτην καί
πάντιμον, τελούντες εορτήν οι θεόφρονες, τής Θεομήτορος, δεύτε τάς χείρας
κροτήσωμεν, τόν εξ αυτής τεχθέντα Θεόν δoξάζοντες.
Ωδή ζ'
Ουκ ελάτρευσαν τή κτίσει
οι θεόφρονες, παρά τόν Κτίσαντα, αλλά πυρός απειλήν; ανδρείως πατήσαντες,
χαίροντες έψαλλον. Υπερύμνητε, ο τών Πατέρων Κύριος, καί Θεός ευλογητός εί.
Ωδή η'
Αινούμεν…
Παίδας ευαγείς εν τή
καμίνω, ο τόκος τής Θεοτόκου διεσώσατο, τότε μέν τυπούμενος, νύν δέ
ενεργούμενος, τήν οικουμένην άπασαν, αγείρει ψάλλουσαν. Τόν Κύριον υμνείτε τά
έργα, καί υπερυψούτε, εις πάντας τούς αιώνας.
Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις
τιμώντες μεγαλύνωμεν.
Ήχος δ΄
Μεγαλύνει
η ψυχή μου τόν Κύριον, καί ηγαλλίασε τό πνεύμά μου επί τώ Θεώ τώ σωτήρί μου.
·
Τήν
Τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν
αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.
Ότι
επέβλεψεν επί τήν ταπείνωσιν τής δούλης αυτού, ιδού γάρ από τού νύν μακαριούσί
με πάσαι γενεαί,
·
Τήν
Τιμιωτέραν τών Χερουβείμ...
Ότι
εποίησέ μοι μεγαλεία ο Δυνατός, καί άγιον τό όνομα αυτού, καί τό έλεος αυτού
εις γενεάν, καί γενεάν τοίς φοβουμένοις αυτόν.
·
Τήν
Τιμιωτέραν τών Χερουβείμ...
Εποίησε
κράτος εν βραχίονι αυτού, διεσκόρπισεν υπερηφάνους διανοία καρδίας αυτών.
·
Τήν
Τιμιωτέραν τών Χερουβείμ...
Καθείλε
δυνάστας από θρόνων, καί ύψωσε ταπεινούς, πεινώντας ενέπλησεν αγαθών, καί
πλουτούντας εξαπέστειλε κενούς.
·
Τήν
Τιμιωτέραν τών Χερουβείμ...
Αντελάβετο Ισραήλ παιδός
αυτού, μνησθήναι ελέους, καθώς ελάλησε πρός τούς πατέρας ημών, τώ Αβραάμ, καί
τώ σπέρματι αυτού έως αιώνος.
Ωδή θ' Ήχος δ'
Άπας γηγενής, σκιρτάτω τώ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ,
αύλων Nόων
φύσις γεραίρουσα, τήν ιερά θαυμάσια τής
Θεομήτορος, καί βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε Αγνή αειπάρθενε.
Άγιος Κύριος ο
Θεός ημών, γ’
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ
Γ'
Ὅτι
Χριστὸς ἐγήγερται, μή τις διαπιστείτω· ἐφάνη τῇ Μαρίᾳ γάρ, ἔπειτα καθωράθη, τοῖς
εἰς ἀγρὸν ἀπιοῦσι, Μύσταις δὲ πάλιν ὤφθη, ἀνακειμένοις ἕνδεκα, οὕς βαπτίζειν ἐκπέμψας,
εἰς Οὐρανούς· ὅθεν καταβέβηκεν ἀνελήφθη, ἐπικυρῶν τὸ κήρυγμα, πλήθεσι τῶν σημείων.
Ἐξαποστειλάριον
Γυναῖκες
ἀκουτίσθητε
Τὸ τοῦ Προδρόμου σήμερον, χαροποιὸν Γενέθλιον,
τὸ σκυθρωπὸν διαλύει, τῆς τοῦ πατρὸς ἀφωνίας, καὶ τῆς τεκούσης στείρωσιν, μηνύει
δὲ τὴν μέλλουσαν, χαράν καὶ ἀγαλλίασιν· διὸ καὶ πᾶσα ἡ κτίσις, αὐτὸ φαιδρῶς ἑορτάζει.
Θεοτοκίον
Προφῆται
προεκήρυξαν, Ἀπόστολοι ἐδίδαξαν, καὶ Μάρτυρες θεοφρόνως, τὸν σὸν Υἱὸν Θεοτόκε,
τρανῶς καθωμολόγησαν, Θεὸν τῶν ὅλων πάναγνε, μεθ' ὧν σε μεγαλύνομεν, οἱ διὰ σοῦ
λυτρωθέντες, τῆς παλαιᾶς καταδίκης.
Αἶνοι Ἦχος β'
1. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται
πᾶσι τοὶς ὁσίοις αὐτοῦ.
Πᾶσα
πνοή, καὶ πᾶσα κτίσις, σὲ δοξάζει
Κύριε, ὅτι διὰ τοῦ Σταυροῦ τὸν θάνατον κατήργησας, ἵνα δείξῃς τοῖς
λαοῖς, τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, ὡς μόνος φιλάνθρωπος.
2. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν
στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Εἰπάτωσαν Ἰουδαῖοι, πῶς οἱ στρατιῶται ἀπώλεσαν τηροῦντες τὸν Βασιλέα; διατὶ γὰρ ὁ λίθος οὐκ ἐφύλαξε τὴν πέτραν τῆς ζωῆς; ἢ τὸν ταφέντα δότωσαν, ἢ ἀναστάντα προσκυνείτωσαν, λέγοντες σὺν ἡμῖν· Δόξα τῷ πλήθει τῶν οἰκτιρμῶν σου. Σωτὴρ ἡμῶν
δόξα σοι.
3. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν
κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Χαίρετε λαοί, καὶ ἀγαλλιᾶσθε, Ἄγγελος ἐκάθισεν εἰς τὸν λίθον τοῦ μνήματος· αὐτὸς ἡμᾶς εὐηγγελίσατο εἰπών· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, ὁ Σωτὴρ τοῦ κόσμου, καὶ ἐπλήρωσε τὰσύμπαντα εὐωδίας. Χαίρετε Λαοί, καὶ ἀγαλλιᾶσθε.
4. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν
ψαλτηρίῳ καὶ κιθάρα.
Ἄγγελος μὲν τὸ Χαῖρε, πρὸ τῆς σῆς συλλήψεως Κύριε, τῇ Κεχαριτωμένῃ ἐκόμισεν, Ἄγγελος δὲ τὸν λίθον τοῦ ἐνδόξου σου μνήματος, ἐν τῇ σῇ Ἀναστάσει ἐκύλισεν. Ὁ μὲν ἀντὶ τῆς λύπης, εὐφροσύνης σύμβολα μηνύων, ὁ δὲ ἀντὶ θανάτου, Δεσπότην ζωοδότην κηρύττων ἡμῖν. Διὸ βοῶμέν
σοι· Εὐεργέτα τῶν ἁπάντων, Κύριε δόξα σοι.
5. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῶ, αἰνεῖτε αὐτὸν ἐν
χορδαῖς καὶ ὀργάνω,
Ἦχος
πλ. δ'
Ὢ τοῦ
παραδόξου θαύματος
Ὢ τοῦ παραδόξου θαύματος! ἐκ γηραλέας μητρός,
Θεοῦ Λόγου προάγγελος, Ἰωάννης σήμερον, προελθεῖν κατεπείγεται, τὴν δεσμευθεῖσαν
γλῶσσαν τρανότατα, διὰ τοῦ τόκου εὔλαλον δείκνυσιν. Ὢ τῆς ἀφάτου σου, προμηθείας
Δέσποτα! δι' ἧς Χριστέ, σῶσον τὰς ψυχὰς ἡμῶν, ὡς μόνος εὔσπλαγχνος.
6. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν
κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ὢ τοῦ παραδόξου θαύματος! ἐν γεννητοῖς γυναικῶν, Προφητῶν
τε ὑπέρτερος, μητρικῆς στειρώσεως, διαλύει τὸ ἔγκλημα, ὁ ἐν πνεύματι, καὶ δυνάμει
ἐλθὼν Ἠλιού, ὁδὸν Κυρίου ἑτοιμαζόμενος. Ὢ τῆς ἀφράστου σου, εὐσπλαγχνίας Δέσποτα!
δι' ἧς Χριστέ, σῶσον τὰς ψυχὰς ἡμῶν, ὡς μόνος εὔσπλαγχνος.
α) «Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ ᾿Ισραήλ, ὅτι ἐπεσκέψατο καὶ
ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ»
Ὢ τοῦ παραδόξου θαύματος! ὁ προκηρύξας Χριστοῦ, πρὸς ἀνθρώπους
τὴν κένωσιν, ὑπεράνω δείκνυται, πάντων αὐτοῦ τῇ φωνῇ· Καὶ τῇ τεκούσῃ λύει τὴν στείρωσιν, δυνάμει θείᾳ καὶ
Ζαχαρίου φωνήν· ὢ τῶν μεγάλων σου, θαυμασίων Δέσποτα! δι' ὧν Χριστέ, σῶσον τοὺς
τιμῶντάς σου, τὸν μέγαν Πρόδρομον.
β) «Καὶ σύ, παιδίον, προφήτης ὑψίστου κληθήσῃ· προπορεύσῃ
γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ»
Ὢ τοῦ παραδόξου θαύματος! ἐν γεννητοῖς γυναικῶν, ὁ Προφήτης
καὶ Πρόδρομος, ὑπεράνω δείκνυται, Προφητῶν τε ὑπέρτερος, καὶ παρουσίας Χριστοῦ
προάγγελος, ὁ προσκιρτήσας ἐν τῇ νηδύϊ μητρός. Ὢ τῶν μεγίστων σου, δωρεῶν φιλάνθρωπε!
δι' ὧν Χριστέ, σῶσον τὰς ψυχὰς ἡμῶν, ὡς παντοδύναμος.
Δόξα...
Ἦχος πλ. β'
Ἀνατολίου
Ἀστὴρ
ἀστέρων Πρόδρομος, στειρωτικῆς ἐκ νηδύος, ἐπὶ γῆς τίκτεται σήμερον, Ἰωάννης ὁ
θεοπόθητος, καὶ Χριστοῦ ἐπιφαίνει τὴν αὐγὴν ἀνατολὴν τὴν ἐξ ὕψους, εἰς εὐθεῖαν
πιστοῖς διάβασιν.
Καὶ νῦν... Θεοτοκίον
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ
γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα
νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν·
διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως
εὐδοκήσας, δόξα σοι.
ΔΟΞΟΛΟΓΙΑ
ΜΕΓΑΛΗ
Δόξα σοι τώ δείξαντι τό
φώς, Δόξα εν υψίστοις Θεώ, καί επί γής ειρήνη, εν ανθρώποις ευδοκία.
Υμνούμέν σε, ευλογούμέν
σε, προσκυνούμέν σε, δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν μεγάλην σου
δόξαν.
Κύριε βασιλεύ, επουράνιε
Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, καί Άγιον Πνεύμα,
Κύριε ο Θεός, ο αμνός
τού Θεού, ο Υιός τού Πατρός, ο αίρων τήν αμαρτίαν τού κόσμου, ελέησον ημάς, ο
αίρων τάς αμαρτίας τού κόσμου.
Πρόσδεξαι τήν δέησιν
ημών, ο καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον ημάς.
Ότι σύ εί μόνος Άγιος,
σύ εί μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.
Καθ' εκάστην ημέραν
ευλογήσω σε, καί αινέσω τό όνομά σου εις τόν αιώνα, καί εις τόν αιώνα τού
αιώνος.
Καταξίωσον, Κύριε, εν τή
ημέρα ταύτη, αναμαρτήτους φυλαχθήναι ημάς.
Ευλογητός εί, Κύριε, ο
Θεός τών Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον τό όνομά σου εις τούς
αιώνας. Αμήν.
Γένοιτο, Κύριε, τό έλεός
σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σέ.
Ευλογητός εί, Κύριε.
δίδαξόν με τά δικαιώματά σου (γ').
Κύριε, καταφυγή εγενήθης
ημίν, εν γενεά καί γενεά,
Εγώ είπα. Κύριε, ελέησόν
με, ίασαι τήν ψυχήν μου, ότι ήμαρτόν σοι.
Κύριε, πρός σέ
κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου.
Ότι παρά σοί πηγή ζωής,
εν τώ φωτί σου οψόμεθα φώς.
Παράτεινον τό έλεός σου
τοίς γινώσκουσί σε.
Άγιος ο Θεός, Άγιος
Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ γ').
Δόξα... Καί νύν... Άγιος
Αθάνατος, ελέησον ημάς.
Άγιος ο Θεός, Άγιος
Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.
Σήμερον σωτηρία τώ
κόσμω γέγονεν. Άσωμεν τώ αναστάντι εκ τάφου καί αρχηγώ τής ζωής ημών, καθελών
γάρ τώ θανάτω τόν θάνατον, τό νίκος έδωκεν ημίν, καί τό μέγα έλεος.
Είς την λειτουργίαν
Τα αντίφωνα
Α΄.Ήχος β΄
Στίχ. α'. Ευλόγει η
ψυχή μου, τόν Κύριον, καί πάντα τά εντός μου τό όνομα τό άγιον αυτού.
Ταίς
πρεσβείαις τής Θεοτόκου, Σώτερ σώσον ημάς.
Στίχ. β'. Ευλόγει,
η ψυχή μου, τόν Κύριον, καί μή επιλανθάνου πάσας τάς ανταποδόσεις αυτού.
Ταίς
πρεσβείαις τής Θεοτόκου...
Στίχ. γ'. Κύριος εν
τώ ουρανώ ητοίμασε τόν θρόνον αυτού, καί η Βασιλεία αυτού πάντων δεσπόζει.
Ταίς
πρεσβείαις τής Θεοτόκου...
Δόξα... Καί
νύν...
Ταίς
πρεσβείαις τής Θεοτόκου...
Β΄. Ήχος β'
Στίχ. α'. Αίνει, η
ψυχή μου, τόν Κύριον, αινέσω Κύριον εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.
Σώσον ημάς,
Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι. Αλληλούια.
Στίχ. β'. Μακάριος,
ού ο Θεός Ιακώβ βοηθός αυτού, η ελπίς αυτού επί Κύριον τόν Θεόν αυτού.
Σώσον ημάς,
Υιέ Θεού, ο αναστάς εκ νεκρών...
Στίχ. γ'. Βασιλεύσει
Κύριος εις τόν αιώνα, ο Θεός σου, Σιών, εις γενεάν καί γενεάν.
Σώσον, ημάς,
Υιέ Θεού, ο αναστάς εκ νεκρών...
Δόξα... Καί
νύν...
Ο Μονογενής
Υιός και Λόγος του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν
σωτηρίαν σαρκοθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως
ενανθρωπήσας, σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της
Αγίας Τριάδος, συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.
Ἀπολυτίκιον Ἦχος β'
Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ Ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾅδην ἐνέκρωσας
τῇ ἀστραπῇ τῆς Θεότητος, ὅτε δὲ καὶ τοὺς
τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱΔυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον·Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν
δόξα σοι.
Εισοδικόν
Δεύτε
προσκυνήσωμεν και προσπέσωμεν Χριστώ. Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι Αλληλούϊα
Ἀπολυτίκιον Ἦχος β'
Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ Ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾅδην ἐνέκρωσας
τῇ ἀστραπῇ τῆς Θεότητος, ὅτε δὲ καὶ τοὺς
τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱΔυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον·Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν
δόξα σοι.
Ἀπολυτίκιον Ἦχος δ'
Προφῆτα
καὶ Πρόδρομε, τῆς παρουσίας Χριστοῦ, ἀξίως εὐφημῆσαί σε οὐκ εὐποροῦμεν ἡμεῖς, οἱ
πόθῳ τιμῶντές σε· στείρωσις γὰρ τεκούσης, καὶ πατρὸς ἀφωνία, λέλυνται τῇἐνδόξῳ,
καὶ σεπτῇ σου γεννήσει, καὶ σάρκωσις Υἱοῦ τοῦ Θεοῦ, κόσμῳ κηρύττεται.
Είτα του ναού
Καί το
Κοντάκιον
Προστασία των Χριστιανών ακαταίσχυντε, μεσιτεία
προς τον Ποιητήν αμετάθετε, μη παρίδης αμαρτωλών δεήσεων φωνάς. αλλά πρόφθασον
ως αγαθή, εις την βοήθειαν ημών, των πιστώς κραυγαζόντων σοι. τάχυνον εις πρεσβείαν,
και σπεύσον εις ικεσίαν, η προστατεύουσα αεί, Θεοτόκε των τιμώντων σε.
Προκείμενον τοῦ Ἀποστόλου
Ἦχος γ'
Ψάλατε τώ Θεώ ημών, ψάλατε.
Στίχ. Πάντα
τα έθνη κροτήσατε χείρας.
Πρός Ρωμαίους Έπιστολής Παύλου το Ανάγνωσμα.
Ἀδελφοί,
νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε
ἐπιστεύσαμεν. ἡ νὺξ προέκοψεν, ἡ δὲ
ἡμέρα ἤγγικεν. ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός.
ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν, μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ
ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ, ἀλλ'
ἐνδύσασθε τὸν Κύριον Ἰησοῦν Χριστόν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς
ἐπιθυμίας. Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις
διαλογισμῶν. ὃς μὲν πιστεύει φαγεῖν
πάντα, ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει. ὁ
ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω, καὶ ὁ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω·
ὁ Θεὸς γὰρ αὐτὸν προσελάβετο. σὺ τίς εἶ
ὁ κρίνων ἀλλότριον οἰκέτην; τῷ ἰδίῳ Κυρίῳ στήκει ἢ πίπτει· σταθήσεται δέ·
δυνατὸς γάρ ἐστιν ὁ Θεὸς στῆσαι αὐτόν.
Αλληλούϊα (γ’)
Ευαγγέλιον
«᾿Επειδή περ πολλοὶ ἐπεχείρησαν» (Λκ. α΄
1-25, 57-68, 76, 80).
Είς το Εξαιρέτως...Άξιον Εστί
Κοινωνικὸν
Αἰνεῖτε
Είδομεν το
φώς
Είη το όνομα Κυρίου
Βιβλιογραφία:
1.
analogion.gr/glt/
2.
ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΙΣ
ΤΩΝ ΙΕΡΩΝ
ΑΚΟΛΟΥΘΙΩΝ
ΕΤΟΥΣ 2012
ΑΠΟΣΤΟΛΟΥ
Ε. ΠΑΠΑΧΡΗΣΤΟΥ
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου