Παρασκευή 8 Ιουνίου 2012

† ΚΥΡΙΑΚΗ Α΄ ΜΑΤΘΑΙΟΥ. «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ»


 
10-6-2012

† ΚΥΡΙΑΚΗ Α΄ ΜΑΤΘΑΙΟΥ. «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝ­ΤΩΝ». ᾿Αλεξάνδρου καὶ ᾿Αντωνίνης μαρτύρων (†313). ῏Ηχος πλ. δ΄· ἑωθι­νὸν α΄ (τυπικὸν Πεν­τηκοσταρίου §§53-55).
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, α'. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.

Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, β'. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς,
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, γ'. Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, καί επέφανεν ημίν...

Ἀπολυτίκιον Ἀναστάσιμον
Ἦχος πλ. δ'
Ἐξ ὕψους κατῆλθες εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν. ζωὴ καὶ Ἀνάστασις ἡμῶν, Κύριε δόξα σοι .
Δόξα... Τῶν Ἁγίων  Ἦχος δ'
Τῶν ἐν ὅλῳ τῷ κόσμῳ Μαρτύρων σου, ὡς πορφύραν καὶ βύσσον τὰ αἵματα, Ἐκκλησία σου στολισαμένη, δι' αὐτῶν βοᾷ σοι· Χριστὲ Θεός, τῷ λαῷ σου τοὺς οἰκτιρμούς σου κατάπεμψον, εἰρήνην τῇ  πολιτείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Καὶ νῦν... Θεοτοκίον  αὐτὸς
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις  ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε, τοῖς  ἐπὶ γῆς πεφανέρωται, Θεός, ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρόν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι' οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.


Καθίσματα Ἀναστάσιμα τῆς Ὀκτωήχου
Ἦχος πλ. δ'
Ἀνέστης ἐκ νεκρῶν, ἡ ζωὴ τῶν ἁπάντων, καὶ Ἄγγελος φωτός, ταῖς Γυναιξὶν ἐβόα· Παύσασθε τῶν δακρύων, τοῖς  Ἀποστόλοις εὐαγγελίσασθε, κράξατε ἀνυμνοῦσαι· Ὅτι ἀνέστη Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.
Δόξα...
Ἄνθρωποι τὸ μνῆμά σου, Σωτὴρ ἐσφραγίσαντο, Ἄγγελος τὸν λίθον, ἐκ τῆς θύρας ἀπεκύλισε. Γυναῖκες ἐθεάσαντο, ἐγηγερμένον ἐκ νεκρῶν, καὶ αὗται εὐηγγελίσαντο τοῖς  Μαθηταῖς σου ἐν Σιών. Ὅτι ἀνέστης ἡ ζωὴ τῶν ἁπάντων, καὶ διελύθη τὰ δεσμὰ τοῦ θανάτου. Κύριε δόξα σοι .
Καὶ νῦν... Θεοτοκίον
Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ  χειρὶ σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

Μετὰ τὴν β' Στιχολογίαν

Καθίσματα  Ἦχος ὁ αὐτὸς
Τὸ προσταχθὲν μυστικῶς
Λευχειμονῶν ὁ Γαβριὴλ φαιδρὸς ἐπέστη, ὥς περ ἐν εἴδει ἀστραπῆς, Χριστοῦ τῷ τάφῳ, καὶ τὸν λίθον ἐκύλισεν ἀπὸ τοῦ μνημείου, καὶ φόβος μέγας συνέσχε σοῦ τούς φρουρούς, καὶ ἄφνω ἔμειναν πάντες ὡσεὶ νεκροί, ἀπὸ τοῦ τάφου οἱ φύλακες, καὶ τοῦ λίθου ἡ σφραγίς. Αἰσχύνθητε παράνομοι, γνῶτε, ὅτι ἀνέστη Χριστός.
Δόξα... Τὴν σοφίαν καὶ Λόγον
Ἀναστὰς ἐκ τοῦ τάφου ὡς ἀληθῶς, ταῖς ὁσίαις προσέταξας Γυναιξί, κηρῦξαι τὴν Ἔγερσιν, Ἀποστόλοις ὡς γέγραπται, καὶ δρομαῖος ὁ Πέτρος, ἐπέστη τῷ μνήματι, καὶ τὸ φῶς ἐν τῷ τάφῳ, ὁρῶν κατεπλήττετο· ὅθεν καὶ κατεῖδε, τὰ ὀθόνια μόνα, χωρὶς τοῦ θείου σώματος, ἐν αὐτῷ κατακείμενᾳ, καὶ πιστεύσας ἐβόησε· Δόξα σοι Χριστὲ ὁ Θεός, ὅτι σῴζεις ἅπαντας Σωτὴρ ἡμῶν· τοῦ Πατρὸς γὰρ ὑπάρχεις ἀπαύγασμα.
Καὶ νῦν... Θεοτοκίον
Ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, Ἀγγέλων τὸ σύστημα, καὶ ἀνθρώπων τὸ γένος, ἡγιασμένε ναέ, καὶ Παράδεισε λογικέ, παρθενικὸν καύχημα, ἐξ ἧς Θεός ἐσαρκώθη, καὶ παιδίον γέγονεν, ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς ἡμῶν· τὴν γὰρ σὴν μήτραν, θρόνον ἐποίησε, καὶ τὴν σὴν γαστέρα, πλατυτέραν οὐρανῶν ἀπειργάσατο. Ἐπὶ σοὶ χαίρει Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, δόξα σοι .

ΕΥΛΟΓΗΤΑΡΙΑ
Ήχος πλ. α'

-Ευλογητός εί, Κύριε, δίδαξόν με τά δικαιώματά σου.
Τών Αγγέλων ο δήμος, κατεπλάγη ορών σε, εν νεκροίς  λογισθέντα, τού θανάτου δέ Σωτήρ, τήν ισχύν καθελόντα, καί σύν εαυτώ τόν Αδάμ εγείραντα, καί εξ Άδου πάντας ελευθερώσαντα.
-Ευλογητός εί, Κύριε, δίδαξόν με τά δικαιώματά σου.
Τί τά μύρα, συμπαθώς τοίς δάκρυσιν, ώ Μαθήτριαι κιρνάτε; ο αστράπτων εν τώ τάφω Άγγελος, προσεφθέγγετο ταίς Μυροφόροις, Ίδετε υμείς τόν τάφον καί ήσθητε, ο Σωτήρ γάρ εξανέστη τού μνήματος.
-Ευλογητός εί, Κύριε, δίδαξόν με τά δικαιώματά σου,
Λίαν πρωί, Μυροφόροι έδραμον, πρός τό μνήμά σου θρηνολογούσαι, αλλ' επέστη, πρός αυτάς ο Άγγελος, καί είπε, θρήνου ο καιρός πέπαυται, μή κλαίετε, τήν Ανάστασιν δέ, Αποστόλοις είπατε.
-Ευλογητός εί, Κύριε, δίδαξόν με τά δικαιώματά σου,
Μυροφόροι γυναίκες, μετά μύρων ελθούσαι, πρός τό μνήμά σου, Σώτερ ενηχούντο. Αγγέλου τρανώς, πρός αυτάς φθεγγομένου. Τί μετά νεκρών, τόν ζώντα λογίζεσθε; ώς Θεός γάρ, εξανέστη τού μνήματος.
Δόξα... Τριαδικόν

Προσκυνούμεν Πατέρα, καί τόν τούτου Υιόν τε, καί τό Άγιον Πνεύμα, τήν Αγίαν Τριάδα, εν μιά τή ουσία, σύν τοίς Σεραφείμ, κράζοντες τό, Άγιος, Άγιος, Άγιος εί, Κύριε.
Καί νύν... Θεοτοκίον

Ζωοδότην τεκούσα, ελυτρώσω Παρθένε, τόν Αδάμ αμαρτίας, χαρμονήν δέ τή Εύα, αντί λύπης παρέσχες, ρεύσαντα ζωής, ίθυνε πρός ταύτην δέ, ο εκ σού σαρκωθείς Θεός καί άνθρωπος.

Αλληλούϊα, Αλληλούϊα, Αλληλούϊα. Δόξα σοι ο Θεός (εκ γ').

Ἡ Ὑπακοὴ  Ἦχος πλ. δ'
Αἱ Μυροφόροι τοῦ Ζωοδότου ἐπιστᾶσαι τῷ μνήματι, τὸν Δεσπότην ἐζήτουν, ἐν νεκροῖς τὸν ἀθάνατον, καὶ χαρᾶς εὐαγγέλια, ἐκ τοῦ, Ἀγγέλου δεξάμεναι, τοῖς  Ἀποστόλοις ἐμήνυον· Ὅτι ἀνέστη Χριστὸς ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Οἱ Ἀναβαθμοὶ  Ἀντίφωνον Α'
Ἐκ νεότητός μου ὁ ἐχθρός με πειράζει, ταῖς ἡδοναῖς φλέγει με· ἐγὼ δὲ πεποιθώς, ἐν σοὶ Κύριε τροποῦμαι τοῦτον.
Οἱ μισοῦντες Σιών, γενηθήτωσαν δή, πρὶν ἐκσπασθῆναι ὡς χόρτος· συγκόψει γὰρ Χριστός, αὐχένας αὐτῶν, τομῇ βασάνων.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, τὸ ζῆν τὰ πάντα, φῶς ἐκ φωτός, Θεὸς μέγας, σὺν Πατρὶ ὑμνοῦμεν αὐτὸ καὶ τῷ Λόγῳ.
Ἀντίφωνον Β'
Ἡ καρδία μου τῷ φόβῳ σου σκεπέσθω, ταπεινοφρονοῦσα, μὴ ὑψωθεῖσα ἀποπέσῃ, ἐκ σοῦ Πανοικτίρμον.
Ἐπὶ τὸν Κύριον ὁ ἐσχηκὼς ἐλπίδα, οὐ δείσει τότε, ὅτε πυρὶ τὰ πάντα κρινεῖ καὶ κολάσει.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, πᾶς τις θεῖος βλέπει καὶ προλέγει, τερατουργεῖ ὕψιστα, ἐν τρισὶν ἕνα Θεὸν μέλπων· εἰ γὰρ καὶ τριλαμπεῖ, μοναρχεῖ τὸ θεῖον.
Ἀντίφωνον Γ'
Ἐκέκραξά σοι Κύριε, πρόσχες, κλῖνόν μοι τὸ οὖς σου βοῶντι, καὶ κάθαρον πρὶν ἄρῃς με, ἀπὸ τῶν ἐνθένδε.
Ἐπὶ τὴν μητέρα αὐτοῦ γῆν, δύνων πᾶς αὖθις ἀναλύσει, τοῦ λαβεῖν βασάνους, ἢ γέρα τῶν βεβιωμένων.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι· θεολογία μονὰς τρισαγία ὁ Πατὴρ γὰρ ἄναρχος, ἐξ οὗ ἔφυ ὁ Υἱὸς ἀχρόνως, καὶ τὸ Πνεῦμα σύμμορφον, σύνθρονον, ἐκ Πατρὸς συνεκλάμψαν.
Ἀντίφωνον Δ'
Ἰδοὺ δὴ τί καλόν, ἢ τί τερπνόν, ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἅμα; ἐν τούτῳ γὰρ Κύριος, ἐπηγγείλατο ζωὴν αἰωνίαν.
Τοῦ ἐνδύματος αὐτοῦ, ὁ τὰ κρίνα τοῦ ἀγροῦ κοσμῶν, κελεύει μὴ δεῖν φροντίζειν.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, ἐνοειδεῖ αἰτίᾳ, πάντα ἔχεται εἰρηνοβραβεύτως. Θεὸς τοῦτο γάρ ἐστι, Πατρί τε καὶ Υἱῷ, ὁμοούσιον κυρίως.
Προκείμενον
Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου Σιών, εἰς γενεὰν καὶ γενεάν.
Στίχ. Αἴνει ἡ ψυχή μου τὸν Κύριον.

Ή Τάξις τού Εωθινού Ευαγγελίου

Ιερεύς Τού Κυρίου δεηθώμεν.
Χορός Κύριε, ελέησον.
Ιερεύς Ότι Άγιος εί ο Θεός ημών, και εν αγίοις επαναπαύη, και σοι την δόξαν αναπέμπωμεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.
Χορός Αμήν.
Πάσα πνοή αινεσάτω τόν Κύριον (εκ γ').
Ιερεύς Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.
Χορός Κύριε, ελέησον (γ').
Ιερεύς Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.
Ιερεύς Ειρήνη πάσι.
Χορός Καί τώ Πνεύματί σου.
Ιερεύς Εκ τού κατά Ματθαίον  αγίου Ευαγγελίου...
Ιερεύς Πρόσχωμεν.
Χορός Δόξα σοι, Κύριε, δόξα σοι.

Ευαγγελιον Εωθινόν α’

Ἀνάστασιν Χριστοῦ θεασάμενοι

Ν' Ψαλμός, ψαλτά

·        Ελέησόν με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον τό ανόμημά μου
·        επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
·        ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
·        σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε
·        ιδού γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
·        ιδού γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
·        ραντιείς με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
·        ακουτιείς με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
·        απόστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
·        καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
·        μή απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ' εμού
·        απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
·        διδάξω ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
·        ρύσαί με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου
·        κύριε τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου
·        ότι ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις
·        θυσία τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει
·        αγάθυνον κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
·        τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους

Δόξα... Ήχος β'
Ταίς τών Αποστόλων, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Καί νύν... Ήχος ο αυτός
Ταίς τής Θεοτόκου, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Ελέησόν με ο Θεός κατά τό μέγα έλεός σου καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου.

Στίχ. Eλέησόν με ο Θεός...

Aναστάς ο Ιησούς από τού τάφου…

Κανὼν Ἀναστάσιμος

Ἦχος πλ. δ'
ᾨδὴ α'  ὁ Εἱρμὸς
«Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾆσμα τῷ Θεῷ ἀναμέλποντα».

Τὴν παντοδύναμον Χριστοῦ Θεότητα, πῶς μὴ θαυμάσωμεν; ἐκ μὲν παθῶν πᾶσι, τοῖς  πιστοῖς  ἀπάθειαν, καὶ ἀφθαρσίαν βλύζουσαν, ἐκ πλευρᾶς δὲ ἁγίας, πηγὴν ἀθάνατον στάζουσαν, καὶ ζωὴν ἐκ τάφου ἀΐδιον.

Ὡς εὐρεπὴς ταῖς Γυναιξὶν ὁ Ἄγγελος, νῦν ἐμπεφάνισται, καὶ τηλαυγῆ φέρων, τῆς ἐμφύτου σύμβολα, ἀΰλου καθαρότητος, τῇ  μορφῇ δὲ μηνύων, τὸ φέγγος τῆς Ἀναστάσεως, κράζων· Ἐξηγέρθη ὁ Κύριος.
Θεοτοκίον
Δεδοξασμένα περὶ  σοῦ λελάληνται ἐν γενεαῖς γενεῶν, ἡ τὸν Θεὸν Λόγον, ἐν γαστρὶ χωρήσασα, ἁγνὴ δὲ διαμείνασα, Θεοτόκε Παρθένε· διό σε πάντες γεραίρομεν, τὴν μετὰ Θεόν προστασίαν ἡμῶν.

Κανὼν τῶν Ἁγίων Πάντων. Ἦχος ὁ αὐτός. οὗ ἡ ἀκροστιχίς.

Τῶν Ἁγίων Πάντων πολυώνυμα τάγματα μέλπων.

Ωδὴ α'
Ἁρματηλάτην Φαραὼ
Τῶν σῶν Ἁγίων ἀνυμνῶν τὰ τάγματα, τῷ σῷ  φωτὶ τὴν ψυχήν, ταῖς προσευχαῖς τούτων, αὐγασθῆναι δέομαι· σὺ γὰρ εἶ φῶς ἀπρόσιτον, τῆς ἀγνοίας τὸν ζόφον, διώκων τοῖς  σοῖς πυρσεύμασι, Λόγε τοῦ Θεοῦ φωτοδότα Χριστέ.

Ὡς ἀνυψώθης ἐπὶ ξύλου, εἵλκυσας, πρὸς σὴν ἐπίγνωσιν, τὴν τῶν ἐθνῶν πᾶσαν, κληρουχίαν Δέσποτα, καὶ φωτὶ κατελάμπρυνας, τῆς ἁγίας Τριάδος, δι' Ἀποστόλων ἁγίων σου, δι' ὧν τὴν ἀπάτην ἀπήλασας.

Νομοθεσίᾳ σου Χριστὲ πειθόμενοι, οἱ σοὶ Ἀπόστολοι, τὰ ἐπὶ γῆς πάντα, εὐσεβῶς ἀπώσαντο, καὶ τῷ φωτὶ τῆς χάριτος, κατεφαίδρυναν πᾶσαν, τὴν οἰκουμένην οἱ ἔνδοξοι, εὐαγγελικῶς σε κηρύττοντες.

Ἀγαλλιώμενοι Σταυρὸν οἱ Μάρτυρες, τὸν σὸν ἀράμενοι, καὶ τὸ σεπτὸν πάθος, ἀκλινῶς μιμούμενοι, τυραννικὴν οὐκ ἔπτηξαν, ἀπειλὴν οἱ γενναῖοι, οὐ πῦρ, οὐ ξίφος, οὐ μάστιγας, ἀλλ' οὐδὲ λιμόν, οὐδὲ θάνατον.
Θεοτοκίον
Γνώμην ἀνδρείαν αἱ παρθένοι πάναγνε, ἀναλαβοῦσαι σαφῶς, μαρτυρικοὺς ἄθλους, ἀκλινῶς ὑπέμειναν, καὶ ψαλμικῶς ὀπίσω σου, τῷ Υἱῷ σου Παρθένε, ἐνθέως συναγαλλόμεναι, τῷ παμβασιλεῖ προσηνέχθησαν.

ᾨδὴ γ'  Ὁ Εἱρμὸς
«Ὁ στερεώσας κατ' ἀρχάς, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας, ἐν τῇ πέτρᾳ με Χριστέ, τῶν ἐντολῶν σου στήριξον· ὅτι οὐκ ἔστι πλήν σου, ἅγιος μόνε φιλάνθρωπε».

Κατακριθέντα τὸν Ἀδάμ, τῇ  γεύσει τῆς ἁμαρτίας, τῆς σαρκός σου τὸ σωτήριον πάθος, ἐδικαίωσε Χριστὲ· αὐτὸς γὰρ οὐχ ὑπεύθυνος, τῇ  τοῦ θανάτου πείρᾳ, πέφηνας ὁ ἀναμάρτητος.

Της, Ἀναστάσεως τὸ φῶς, ἐξέλαμψε τοῖς  ἐν σκότει, τοῦ θανάτου καὶ σκιᾷ καθημένοις, ὁ Θεός μου Ἰησοῦς, καὶ τῇ  αὐτοῦ Θεότητι, τὸν ἰσχυρὸν δεσμεύσας, τούτου τὰ σκεύη διήρπασε.
Θεοτοκίον
Τῶν Χερουβὶμ καὶ Σεραφίμ, ἐδείχθης ὑψηλοτέρα, Θεοτόκε· σὺ γὰρ μόνη ἐδέξω, τὸν ἀχώρητον Θεόν, ἐν σῇ γαστρὶ ἀμόλυντε· διὸ πιστοί σε πάντες, ὕμνοις ἀεὶ μακαρίζομεν.

Ἄλλος  Ὁ στερεώσας κατ' ἀρχὰς
Ἱερωσύνην ἱεράν, οἱ ἱερεῖς καὶ Ποιμένες, ἐνδυσάμενοι, καὶ ταύτην ἐμφρόνως, κυβερνήσαντες Χριστέ, ἀξίως κετεκόσμησαν, διδασκαλίας λόγον, ἄνωθεν ὄντως πλουτήσαντες.

Ὡραιωθέντες καλλοναῖς, τῆς πρώτης καλλοποιΐας, καὶ φανέντες ἀπλανεῖς ὡς φωστῆρες, οὐρανώσατε Χριστοῦ, τὴν Ἐκκλησίαν Ἅγιοι, ἄλλοθεν ἄλλος ταύτην, ποικίλως, κατακοσμήσαντες.

Νόμῳ πειθόμενοι τῷ σῷ, τῶν μακαρίων οἱ δῆμοι, πολυτρόποις ἀρεταῖς φαιδρυνθέντες, ἐπληρώσαντο μονάς, τὰς οὐρανίους χαίροντες· ἄλλην γὰρ ἄλλος πάντες, ταύτας ἀξίως ἐπλήρωσαν.
Θεοτοκίον
Παρθενικῆς ἀπὸ γαστρός, τοῦ ἐκ Θεοῦ Θεὸν Λόγον, ἀπεγέννησας ἡμῖν, Θεομῆτορ, ὃν νεάνιδες ἁγναί, θεοπρεπῶς ἐπόθησαν, καὶ σοῦ ὀπίσω πᾶσαι, τούτῳ σαφῶς ἠκολούθησαν.



Κοντάκιον τῆς Ὀκτωήχου
Ὡς ἀπαρχὰς τῆς φύσεως
Ἐξαναστὰς τοῦ μνήματος, τοὺς τεθνεῶτας ἤγειρας, καὶ τὸν Ἀδὰμ ἀνέστησας, καὶ ἡ Εὔα χορεύει ἐν τῇ σῇ Ἀναστάσει, καὶ κόσμου τὰ πέρατα πανηγυρίζουσι, τῇ  ἐκ νεκρῶν Ἐγέρσει σου Πολυέλεε.
Ὁ Οἶκος
Τὰ τοῦ, ᾍδου σκυλεύσας βασίλεια, καὶ νεκροὺς ἀναστήσας Μακρόθυμε, Γυναιξὶ Μυροφόροις συνήντησας, ἀντὶ λύπης, χαρὰν κομισάμενος, καὶ Ἀποστόλοις σου ἐμήνυσας τὰ τῆς νίκης σύμβολα. Σωτήρ μου ζωοδότα, καὶ τὴν κτίσιν ἐφώτισας φιλάνθρωπε· διὰ τοῦτο καὶ κόσμος συγχαίρει, τῇ  ἐκ νεκρῶν Ἐγέρσει σου πολυέλεε.

Καθίσματα  Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον
Προπατόρων Πατέρων Πατριαρχῶν, Ἀποστόλων Μαρτύρων Ἱεραρχῶν, Προφητῶν καὶ Ὁσίων σου, Ἀσκητῶν καὶ Δικαίων τε, καὶ παντὸς ὀνόματος, ἐγγεγραμμένου ἐν βίβλῳ ζωῆς, τὴν ἁγίαν μνήμην, τελοῦντες Χριστὲ ὁ Θεός, πάντας συγκινοῦμεν, εἰς πρεσβείαν δεόμενοι. Εἰρήνευσον τὸν κόσμον σου, δι' αὐτῶν ὡς φιλάνθρωπος, ἵνα πάντες βοῶμέν σοι· ὁ Θεὸς ὁ ἐνδοξαζόμενος, ἐν βουλῇ Ἁγίων σου, σὺ ὑπάρχεις ἀληθῶς, ὁ δοξάσας ἀξίως τὴν μνήμην αὐτῶν.
Θεοτοκίον  Ὅμοιον
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος, τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης, τὸ μέγα κειμήλιον, ὅτι σωτηρία, ἐν αὐτῇ διεπράχθη, τῷ κόσμῳ καὶ ἄφεσις, τῶν ἀρχαίων ἐγκλημάτων. Διὰ τοῦτο βοῶμεν αὐτῇ· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς  εὐσεβῶς προσκυνοῦσι, τὸν πανάγιον τόκον σου.

Ωδὴ δ'  Ὁ Εἱρμὸς
«Σύ μου ἰσχύς, Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν πτωχείαν ἐπισκεψάμενος· διὸ σὺν τῷ Προφήτῃ, Ἀββακούμ σοι κραυγάζω· τῇ  δυνάμει σου δόξα φιλάνθρωπε».

Σὺ δυσμενῆ, ὄντα με λίαν ἠγάπησας, σὺ κενώσει, ξένῃ καταβέβηκας, ἐπὶ τῆς γῆς, εὔσπλαγχνε Σωτήρ, τῆς ἐσχατιᾶς μου, τὴν ὕβριν μὴ ἀνηνάμενος, καὶ μείνας ἐν τῷ ὕψει, τῆς ἀχράντου σου δόξης τὸν πρὶν ἠτιμωμένον ἐδόξασας.

Τίς καθορᾶν, Δέσποτα νῦν οὐκ ἐξίσταται, διὰ πάθους, θάνατον λυόμενον, διὰ Σταυροῦ φεύγουσαν φθοράν, καὶ διὰ θανάτου, τὸν ᾍδην πλούτου κενούμενον. Τῆς θείας δυναστείας, σοῦ τοῦ ἐσταυρωμένου, τὸ ἐξαίσιον ἔργον φιλάνθρωπε.
Θεοτοκίον
Σὺ τῶν πιστῶν, καύχημα πέλεις ἀνύμφευτε, σὺ προστάτις, σὺ καὶ καταφύγιον, Χριστιανῶν, τεῖχος καὶ λιμήν· πρὸς γὰρ τὸν Υἱόν σου, ἐντεύξεις φέρεις πανάμωμε, καὶ σῴζεις ἐκ κινδύνων, τοὺς ἐν πίστει καὶ πόθῳ, Θεοτόκον ἁγνήν σε γινώσκοντας.

Ἄλλος  Σύ μου ἰσχύς, Κύριε
Ἀνακραθείς, ὅμιλος ὁ τῶν Ἁγίων σου, δι' ἀγάπης, καὶ σοὶ ἐνηδόμενος, εἰλικρινῶς τε καὶ καθαρῶς, ἐν ἀγαλλιάσει, χορείαν τὴν ἀκατάλυτον, Ἀγγέλοις συγχορεύει, περὶ σὲ παντεπόπτα, τὸν ἁπάντων Θεόν τε καὶ Κύριον.

Νεανικῶς, ἔνδοξοι Ἱερομάρτυρες, τῶν Μαρτύρων, στέφος ἀνεδήσασθε, τῷ θεουργῷ χρίσματι τὸ πρίν, τῆς Ἱερωσύνης, ἠγλαϊσμένοι πανόλβιοι· διὸ διπλοῦς στεφάνους, ἐπαξίως λαβόντες, σὺν Χριστῷ αἰωνίως ἀγάλλεσθε.

Τὸ τῆς σαρκός, φρόνημα ἄπαν τῷ Πνεύματι, θεοφόροι, ὄντως ὑπετάξατε, ἀσκητικῶς τούτου τὰς ὁρμάς, τὰς ἀκατασχέτους, νηστείᾳ καταμαράναντες, καὶ νῦν τῆς ἀπαθείας, τῷ φωτὶ πυρσωθέντες, ἀμοιβὰς τὰς τῶν πόνων εἰλήφατε.

Ὡς τοῦ Χριστοῦ, Μάρτυρες τοῦ Πρωτομάρτυρος, τὰς βασάνους, ἄγαν ὑπεμείνατε, καρτερικῶς τε καὶ γενικῶς, ὡς ἐν ἀλλοτρίοις, ἀθλοῦντες σώμασιν ἔνδοξοι, καὶ νῦν τῆς βασιλείας, κληρονόμοι δειχθέντες, τοῖς  πιστοῖς  τὰς ἰάσεις πηγάζετε.
Θεοτοκίον
Νύμφη Θεοῦ, γέγονας Θεογεννήτρια· τὸν γὰρ τούτου, Λόγον προαιώνιον, σωματικῶς τέτοκας ἡμῖν, ἐν ᾧ καὶ γυναῖκες, ἁγίως πολιτευσάμεναι, καὶ ἄθλοις παμποικίλοις διὰ σοῦ κοσμηθεῖσαι, τὴν Προμήτορος πτῶσιν ἀνώρθωσαν.

Ωδὴ ε'  Ὁ Εἱρμὸς
«Ἵνα τί με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον· ἀλλ' ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι».

Περιθέσθαι ἠνέσχου, χλαῖναν πρὸ τοῦ πάθους σου, Σῶτερ παιζόμενος, τὴν τοῦ Πρωτοπλάστου, περιστέλλων ἀσχήμονα γύμνωσιν, καὶ γυμνὸς παγῆναι, ἐν τῷ Σταυρῷ ἀπαμφιάζων, τὸν χιτῶνα Χριστὲ τῆς νεκρώσεως.

Ἐκ χοὸς τοῦ θανάτου, σὺ τὴν πεπτωκυῖάν μου ἀνῳκοδόμησας, ἀναστὰς οὐσίαν, καὶ ἀγήρω Χριστὲ κατεσκεύασας, ἀναδείξας πάλιν, βασιλικὴν ὥσπερ εἰκόνα, ἀφθαρσίας φωτὶ ἀπαστράπτουσαν.
Θεοτοκίον
Μητρικὴν παρρησίαν, τὴν πρὸς τὸν Υἵόν σου κεκτημένη Πάναγνε, συγγενοῦς προνοίας, τῆς ἡμῶν μὴ παρίδῃς δεόμεθα· ὅτι σὲ καὶ μόνην, Χριστιανοὶ πρὸς τὸν Δεσπότην, ἱλασμὸν εὐμενῆ προβαλλόμεθα.

Ἄλλος  Ἵνα τί με ἀπώσω
Προορᾷν ὡς Προφῆται, θεῖοι τὰ ἐσόμενα κατηξιώθητε, ἃ ἐπιποθοῦντες, εὐγενείᾳ ψυχῆς ἐκαθάρατε, σεμνῇ πολιτείᾳ, ὑμᾶς αὐτούς, ὦ θεοφόροι, φωτιζόμενοι σθένει τοῦ Πνεύματος.

Ὁ χορὸς τῶν Ἁγίων, νῦν ἐναγλαΐζεται θείοις χαρίσμασιν, οἱ πρὸ νόμου πάντες, Πατριάρχαι, Προφῆται, Ἀπόστολοι, καὶ Μαρτύρων δῆμοι, καὶ Ἀσκητῶν καὶ διδασκάλων, καὶ δικαίων σὺν Ἱερομάρτυσι.

Λαμπομένην ὁρῶντες, τὴν τῶν σῶν Ἁγίων ὁμήγυριν σήμερον, τῇ  σῇ Σῶτερ αἴγλῃ, καὶ λαμπάσιν ἀσβέστοις τῆς χάριτος, τὸν σὸν θεῖον πλοῦτον, τῶν ἀγαθῶν, καὶ ἀφθονίαν, ἀνυμνοῦμεν ἀπαύστως φιλάνθρωπε.
Θεοτοκίον
Ὑπερθαύμαστον τόκον, τὸν σὸν ἀγαπήσασαι γυναῖκες πάνσεμναι, τὰ τερπνὰ τοῦ βίου, εἰς οὐδὲν ἐλογίσαντο Πάναγνε, τῆς αὐτοῦ καὶ μόνης, ἐρωτικῶς ἐπιθυμοῦσαι, ἀγλαΐας καὶ θείας ἐλλάμψεως.

Ωδὴ ς'  Ὁ Εἱρμὸς
«Ἱλάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε, δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου».

Διὰ ξύλου κραταιῶς, κάθεῖλέ με ὁ ἀρχέκακος· αὐτὸς δὲ ἀναρτηθείς, Χριστὲ κραταιότερον, Σταυρῷ καταβέβληκας, δειγματίσας τοῦτον, τὸν πεσόντα δὲ ἀνέστησας.

Σὺ ᾤκτειρας τὴν Σιών, ἐξανατείλας τοῦ μνήματος, καινὴν ἀντὶ παλαιᾶς, τελέσας ὡς εὔσπλαγχνος, τῷ θείῳ σου αἵματι, καὶ νῦν βασιλεύεις, ἐν αὐτῇ εἰς τοὺς αἰῶνας Χριστέ.
Θεοτοκίον
Ῥυσθείημεν τῶν δεινῶν, πταισμάτων ταῖς ἱκεσίαις σου, Θεογεννῆτορ ἁγνή, καὶ τύχοιμεν πάναγνε, τῆς θείας ἐλλάμψεως, τοῦ ἐκ σοῦ ἀφράστως, σαρκωθέντος Υἱοῦ τοῦ Θεοῦ.

Ἄλλος  Ἱλάσθητί μοι Σωτὴρ
Ὡς ἔντιμον ἐκλεκτόν, τεθέντα λίθον ἀκρόγωνον, οἱ  Ἅγιοι ἐν Σιών, εὑρόντες σε Δέσποτα, κρηπῖδα ἀσάλευτον, ἐκλεκτοὺς ὡς λίθους, ἑαυτοὺς ἐπῳκοδόμησαν.

Νυγείσης σου τῆς πλευρᾶς, ῥανίδες αἵματος στάξασαι, σὺν ὕδατι θεουργῷ, τὸν κόσμον ἀνέπλασαν, καὶ θείαν ὁμήγυριν, τῶν Ἁγίων πάντων, εὐεργέτα προσεκάλεσαν.

Ὑμνοῦμεν πανευσεβῶς, Μαρτύρων νέφος τὸ ἔνθεον, τῇ  χάριτι λαμπρυνθέν, καὶ λάμψαν φαιδρότερον, πορφύρᾳ τοῦ αἵματος, καὶ τῇ  ἁλουργίδι, τῆς αὐτῶν στερρᾶς ἀθλήσεως.
Θεοτοκίον
Μητέρα παναληθῆ, Θεοῦ σε πάντες γινώσκομεν, δι' ἧς φύσις γυναικῶν, ῥωσθεῖσα πανάμωμε, Χριστοῦ ὑπερήθλησεν, ἀρετῆς τε πάσης, εὐσεβῶς γέγονεν ἔμπλεως.
Κοντάκιον  Ἦχος πλ. δ'
Ὡς ἀπαρχὰς τῆς φύσεως, τῷ φυτουργῷ τῆς κτίσεως, ἡ οἰκουμένη προσφέρει σοι Κύριε, τοὺς θεοφόρους Μάρτυρας, ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ βαθείᾳ, τὴν Ἐκκλησίαν σου, διὰ τῆς Θεοτόκου συντήρησον, πολυέλεε.
Ὁ Οἶκος
Οἱ ἐν πάσῃ τῇ  γῇ μαρτυρήσαντες, καὶ ἐν τοῖς οὐρανοῖς μετοικήσαντες, οἱ τὰ πάθη Χριστοῦ μιμησάμενοι, καὶ τὰ πάθη ἡμῶν ἀφαιρούμενοι, ἐνταῦθα σήμερον ἀθροίζονται, πρωτοτόκων δεικνύοντες Ἐκκλησίαν, ὡς τῆς ἄνω τὸν τύπον ἐπέχουσαν, καὶ Χριστῷ ἐκβοῶσαν· Θεός μου εἶ· Σύ με διὰ τῆς Θεοτόκου συντήρησον, πολυέλεε.

Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ Ι' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἀθλήσεως τῶν Ἁγίων Μαρτύρων Ἀλεξάνδρου καὶ Ἀντωνίνης.
Στίχοι
Εὕρατο Ἀλέξανδρος ἅμ' Ἀντωνίνῃ
Τὸν βόθρον ἀκάτιον εἰς τρυφὴν φέρον.
Τῇ δεκάτῃ μόρον Ἀντωνῖνα ἐμπυρόπισσον,

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Τιμοθέου, ἐπισκόπου Προύσης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κανίδου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Θεοφάνους καὶ Πανσέμνης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀπόλλωνος ἐπισκόπου, καὶ Ἀλεξίου Ἐπισκόπου Βιθυνίας.

Συναξάριον Πεντηκοσταρίου
Τῇ σήμερον ἡμέρᾳ, Κυριακῇ μετὰ τὴν Πεντηκοστήν, τὴν τῶν ἁπανταχοῦ τῆς οἰκουμένης ἐν Ἀσίᾳ, Λιβύῃ, καὶ Εὐρώπῃ, Βορρᾷ τε καὶ Νότῳ, Ἁγίων πάντων Ἑορτὴν ἑορτάζομεν.
Στίχοι
·        Τοῦ Κυρίου μου πάντας ὑμνῶ τοὺς φίλους.
·        Εἴ τις δὲ μέλλων, εἰς τοὺς πάντας εἰσίτω.

Ταῖς τῆς ἀχράντου σου Μητρὸς πρεσβείαις, Χριστὲ ὁ Θεός, καὶ πάντων τῶν ἀπ' αἰῶνος Ἁγίων σου, ἐλέησον καὶ σῶσον ἡμᾶς, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος. Ἀμήν.

Ωδὴ ζ'  Ὁ Εἱρμὸς
«Θεοῦ συγκατάβασιν, τὸ πῦρ ᾐδέσθη ἐν Βαβυλῶνί ποτε· διὰ τοῦτο οἱ Παῖδες, ἐν τῇ καμίνῳ ἀγαλλομένω ποδί, ὡς ἐν λειμῶνι χορεύοντες ἔψαλλον· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».

Ἡ ἔνδοξος κένωσις, ὁ θεῖος πλοῦτος τῆς σῆς πτωχείας Χριστέ, καταπλήττει Ἀγγέλους, Σταυρῷ ὁρῶντάς σε καθηλούμενον, διὰ τὸ σῶσαι τοὺς πίστει κραυγάζοντας· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Τῇ θείᾳ καθόδῳ σου, φωτὸς ἐπλήσθη τὰ καταχθόνια, καὶ τὸ σκότος ἠλάθη, τὸ πρὶν διῶκον· ὅθεν ἀνέστησαν, οἱ ἀπ' αἰῶνος δεσμῶται κραυγάζοντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Τριαδικὸν
Ἁπάντων μὲν Κύριον, ἑνὸς δὲ μόνου μονογενοῦς Υἱοῦ, ὀρθοδόξως Πατέρα, θεολογοῦντες σε καταγγέλλομεν, καὶ ἓν εἰδότες σοῦ ἐκπορευόμενον Πνεῦμα εὐθές, συμφυές καὶ συναΐδιον.
Ἄλλος  Θεοῦ συγκατάβασιν
Ἁγίων τὰ τάγματα, τὸν ἐν Ἁγίοις ἀναπαυόμενον, ἀσιγήτως ὑμνοῦντα, τρυφῆς ἐνθέου νῦν ἀπολαύουσι, καὶ γεγηθότες χορεύουσι ψάλλοντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ταῖς θείαις ἐλλάμψεσι, τῆς τρισηλίου φωτοχυσίας σεπτῶς, τῶν Ἁγίων οἱ δῆμοι, περιλαμφθέντες μονάδα τρισάριθμον, θεολογοῦσι Πατέρα συνάναρχον, καὶ τὸν Υἱόν εὐσεβῶς, καὶ Πνεῦμα ἅγιον.

Ἀφράστῳ τῇ  δόξῃ σου, ὅταν ὀφθήσῃ Θεὸς ἐν μέσῳ θεῶν, τὰς ἀξίας παρέχων ἑνὶ ἔκάστῳ, καὶ τοὺς στεφάνους διδούς, τότε τοὺς πάντας ἀξίωσον ψάλλειν σοι· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Γηθόμενοι μέλψωμεν, τὴν τῶν Ἁγίων πάντων ὁμήγυριν, ἐκ παντὸς κροτουμένην, καὶ γένους ἅμα, καὶ ἀξιώματος, καὶ πολιτείας, καὶ τούτοις συμψάλωμεν· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Μαρίαν τὴν ἄχραντον, καὶ παναγίαν Θεογεννήτριαν, αἱ νεάνιδες πᾶσαι, χορείαν θείαν ἅμα στησάμεναι, μεγαλοφώνως, ἀγάλλου, βοήσατε, ἡ τῆς χαρᾶς τὴν πηγὴν ἡμῖν βλυστάνουσα.

Ωδὴ η'  Ὁ Εἱρμὸς
«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς  θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε· δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν δημιουργόν, καὶ λυτρωτήν, ἀνεβόα· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Τῆς Ἰησοῦ Θεότητος, ἡ ὑπέρθεος δύναμις, ἧς ἐν τοῖς καθ' ἡμᾶς, θεοπρεπῶς ἐξέλαμψε· σαρκὶ γὰρ γευσάμενος, ὑπὲρ παντὸς θανάτου Σταυροῦ, ἔλυσε τοῦ ᾍδου τήν ἰσχύν. Ὂν ἀπαύστως, οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Ὁ σταυρωθεὶς ἐγήγερται, ὁ μεγάλαυχος πέπτωκεν, ὁ καταπεσὼν καὶ συντριβεὶς ἀνώρθωται, φθορὰ ἐξωστράκισται, καὶ ἀφθαρσία ἤνθησεν· ὑπὸ τῆς ζωῆς γὰρ τὸ θνητόν κατεπόθη, οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Τριαδικὸν
Τρισσοφαῆ Θεότητα, ἑνιαίαν ἐκλάμπουσαν, αἴγλην ἐκ μιᾶς τρισυποστάτου φύσεως, Γεννήτορα ἄναρχον, ὁμοφυᾶ τε Λόγον Πατρός, καὶ συμβασιλεῦον ὁμοούσιον Πνεῦμα, οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Ἄλλος  Ἑπταπλασίως κάμινον
Ἀγαλλιᾶσθε Μάρτυρες, οἱ Προφῆται, Ἀπόστολοι, Ἱερομαρτύρων ὁ σεπτὸς κατάλογος, Δικαίων Ὁσίων τε, καὶ Διδασκάλων θεῖος χορός, σὺν ταῖς Μυροφόροις γυναιξὶ μελῳδοῦντες· Οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Τῆς ὑπὲρ νοῦν λαμπρότητος, ἐμφορούμενοι Ἅγιοι, θείας εὐφροσύνης καὶ χαρᾶς πληρούμενοι, Θεοὶ χρηματίζετε, τῇ  πρὸς Θεὸν ἐγγύτητι, ταῖς θεουργικαῖς μαρμαρυγαῖς ὁμιλοῦντες, καὶ δόξης τῆς ἀφράστου, φωτισθέντες ἀκτῖσι, Χριστὸν ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Ἀναφανέντες Ἅγιοι, ὡς φωστῆρες πολύφωτοι, τὸν τῆς Ἐκκλησίας, οὐρανὸν φαιδρύνετε, ποικίλοις χαρίσμασι, καὶ διαφόροις κάλλεσιν, ἐν δικαιοσύνῃ, σωφροσύνῃ, ἀνδρείᾳ, φρονήσει τε, βοῶντες· Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Μετ' εὐφροσύνης ἅπασαι, γυναικῶν αἱ θεόφρονες, αἱ τελειωθεῖσαι, ἐν Χριστῷ τῷ Πνεύματι, Παρθένον τὴν ἄχραντον, καὶ ἀληθῆ Μητέρα Θεοῦ, τὴν ἐκ τῆς κατάρας, τῆς προμήτορος Εὔας, ἡμᾶς λυτρωσαμένην, τανῦν περικυκλοῦσαι, τὸν ταύτης ἀνυμνεῖτε, καρπὸν εἰς τοὺς αἰῶνας.
Ωδὴ θ'  Ὁ Εἱρμὸς
«Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς  ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διό σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι, μεγαλύνουσι».

Τῇ θείᾳ καὶ ἀνάρχῳ φύσει ἁπλοῦς, πεφυκὼς  συνετέθης προσλήψει σαρκός, ἐν σεαυτῷ, ταύτην ὑποστήσας Λόγε Θεοῦ, καὶ πεπονθὼς ὡς ἄνθρωπος, ἔμεινας ἐκτὸς πάθους ὡς Θεός·  διό σε ἐν οὐσίαις, δυσὶν ἀδιαιρέτως, καὶ ἀσυγχύτως μεγαλύνομεν.

Πατέρα κατ' οὐσίαν τὴν θεϊκήν, ὡς δὲ φύσει γενόμενος ἄνθρωπος, ἔφης Θεόν, Ὕψιστε τοῖς  δούλοις συγκατιών, ἐξαναστὰς τοῦ μνήματος, χάριτι Πατέρα τῶν γηγενῶν, τιθεὶς τὸν κατὰ φύσιν, Θεόν τε καὶ Δεσπότην, μεθ' οὗ σε πάντες μεγαλύνομεν.
Θεοτοκίον
Ὠράθης ὦ Παρθένε Μήτηρ Θεοῦ, ὑπὲρ φύσιν τεκοῦσα ἐν σώματι, τὸν ἀγαθόν, Λόγον καρδίας τῆς ἑαυτοῦ, ὃν ὁ Πατὴρ ἠρεύξατο, ἐκ πάντων πρὸ αἰώνων ὡς ἀγαθός, ὅν νῦν καὶ τῶν σωμάτων, ἐπέκεινα νοοῦμεν, εἰ καὶ τὸ σῶμα περιβέβληται.

Ἄλλος  Ἐξέστη ἐπὶ τούτῳ
Ἐλπίδι καὶ ἀγάπῃ θωρακισθέν, καὶ πιστῶς πεφραγμένον τὸ σύνταγμα, τῶν ἐκλεκτῶν, πάσας τῶν τυράννων τὰς ἀπειλάς, τοὺς αἰκισμοὺς καὶ μάστιγας, χαίροντες ὑπέμειναν εὐκλεῶς, Χριστὸν πεπλουτηκότες, νικοποιὸν ἐν ἄθλοις, τῆς ἀληθείας πρωτομάρτυρες.

Λιμένα σωτηρίας τὸν Βαπτιστήν, Ἀποστόλους, Προφήτας καὶ Μάρτυρας, σὺν Ἀσκηταῖς, θείους Διδασκάλους, καὶ Ἱερεῖς, Πατριαρχῶν τε σύλλογον, καὶ Ἱερομάρτυρας εὐκλεεῖς, γυναῖκας φιλοθέους, Ὁσίους καὶ Δικαίους, νῦν ἐπαξίως εὐφημήσωμεν.

Πυρὶ δοκιμασθέντες τῶν πειρασμῶν, καὶ τρυφαῖς μὴ θελχθέντες ἀγάλλεσθε, εἰλικρινῶς θρόνῳ τοῦ Δεσπότου φωτοειδεῖ, παρεστηκότες ἔνδοξοι, δῆμος τῶν Ἁγίων ἐν οὐρανοῖς, λυθέντων τῶν ἐσόπτρων, σκιᾶς τε παρειμένης, τῆς ἀληθείας ταῖς ἐμφάσεσι.
Θεοτοκίον
Ὡράθης διεστώτων συναπτική·  διὰ σοῦ γὰρ Ἀγγέλοις ὁμόσκηνοι, ἐν οὐρανοῖς, ἄνθρωποι γεγόνασιν ἀληθῶς, καὶ μαρτυροῦσι τάγματα, πάντων τῶν Ἁγίων νῦν σὺν αὐτοῖς, ὑμνοῦντες τὸν σὸν τόκον, Παρθένε Θεοτόκε, ἐν αἰωνίοις μελῳδήμασι.


Καταβασίες

 Ωδή α'
Ανοίξω τό στόμα μου, καί πληρωθήσεται Πνεύματος, καί λόγον ερεύξομαι, τή Βασιλίδι Μητρί, καί οφθήσομαι, φαιδρώς πανηγυρίζων, καί άσω γηθόμενος, ταύτης τά θαύματα.
Ωδή γ'
Τούς σούς υμνολόγους Θεοτόκε, ως ζώσα καί άφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικόν στερέωσον, καί εν τή θεία δόξη σου, στεφάνων δόξης αξίωσον.
Ωδή δ'
Τήν ανεξιχνίαστον θείαν βουλήν, τής εκ τής Παρθένου σαρκώσεως, σού τού Υψίστου, ο Προφήτης, Αββακούμ, κατανοών εκραύγαζε. Δόξα τή δυνάμει σου Κύριε.
Ωδή ε'
Εξέστη τά σύμπαντα, επί τή θεία δόξη σου, σύ γάρ απειρόγαμε Παρθένε, έσχες εν μήτρα, τόν επί πάντων Θεόν, καί τέτοκας άχρονον Υιόν, πάσι τοίς υμνούσί σε, σωτηρίαν βραβεύοντα.
Ωδή ς'
Τήν θείαν ταύτην καί πάντιμον, τελούντες εορτήν οι θεόφρονες, τής Θεομήτορος, δεύτε τάς χείρας κροτήσωμεν, τόν εξ αυτής τεχθέντα Θεόν δoξάζοντες.
Ωδή ζ'
Ουκ ελάτρευσαν τή κτίσει οι θεόφρονες, παρά τόν Κτίσαντα, αλλά πυρός απειλήν; ανδρείως πατήσαντες, χαίροντες έψαλλον. Υπερύμνητε, ο τών Πατέρων Κύριος, καί Θεός ευλογητός εί.
Ωδή η' Αινούμεν…
Παίδας ευαγείς εν τή καμίνω, ο τόκος τής Θεοτόκου διεσώσατο, τότε μέν τυπούμενος, νύν δέ ενεργούμενος, τήν οικουμένην άπασαν, αγείρει ψάλλουσαν. Τόν Κύριον υμνείτε τά έργα, καί υπερυψούτε, εις πάντας τούς αιώνας.

Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις τιμώντες μεγαλύνωμεν.
      
Ήχος δ΄
Μεγαλύνει η ψυχή μου τόν Κύριον, καί ηγαλλίασε τό πνεύμά μου επί τώ Θεώ τώ σωτήρί μου.
·        Τήν Τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.
Ότι επέβλεψεν επί τήν ταπείνωσιν τής δούλης αυτού, ιδού γάρ από τού νύν μακαριούσί με πάσαι γενεαί,
·        Τήν Τιμιωτέραν τών Χερουβείμ...
Ότι εποίησέ μοι μεγαλεία ο Δυνατός, καί άγιον τό όνομα αυτού, καί τό έλεος αυτού εις γενεάν, καί γενεάν τοίς φοβουμένοις αυτόν.
·        Τήν Τιμιωτέραν τών Χερουβείμ...
Εποίησε κράτος εν βραχίονι αυτού, διεσκόρπισεν υπερηφάνους διανοία καρδίας αυτών.
·        Τήν Τιμιωτέραν τών Χερουβείμ...
Καθείλε δυνάστας από θρόνων, καί ύψωσε ταπεινούς, πεινώντας ενέπλησεν αγαθών, καί πλουτούντας εξαπέστειλε κενούς.
·        Τήν Τιμιωτέραν τών Χερουβείμ...
Αντελάβετο Ισραήλ παιδός αυτού, μνησθήναι ελέους, καθώς ελάλησε πρός τούς πατέρας ημών, τώ Αβραάμ, καί τώ σπέρματι αυτού έως αιώνος.

Καταβασία
Άπας γηγενής, σκιρτάτω τώ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, αύλων Nόων φύσις γεραίρουσα, τήν ιερά θαυμάσια  τής Θεομήτορος, καί βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε Αγνή αειπάρθενε.


      Άγιος Κύριος ο Θεός ημών, γ’

Ἐξαποστειλάρια
Αὐτόμελον  Ἦχος β'
Τοῖς  Μαθηταῖς συνέλθωμεν, ἐν ὄρει Γαλιλαίας, πίστει Χριστὸν θεάσασθαι, λέγοντα ἐξουσίαν, λαβεῖν τῶν ἄνω καὶ κάτω, μάθωμεν πῶς διδάσκει, βαπτίζειν εἰς τὸ ὄνομα τοῦ Πατρός, ἔθνη πάντα, καὶ τοῦ Υἱοῦ, καὶ ἁγίου Πνεύματος, καὶ συνεῖναι, τοῖς  Μύσταις ὡς ὑπέσχετο, ἕως τῆς συντελείας.
Ἕτερον τῶν Ἁγίων  Ὅμοιον
Τὸν Βαπτιστὴν καὶ Πρόδρομον, Ἀποστόλους, Προφήτας, Μάρτυρας, Ἱεράρχας τε Ἀσκητὰς καὶ Ὁσίους, Ἱερομάρτυρας ἅμα, φιλοθέους γυναῖκας, καί τους Δικαίους ἅπαντας, καί, Ἀγγέλων τὰς τάξεις χρεωστικῶς, ὕμνοις καταστέψωμεν δυσωποῦντες, τῆς δόξης τούτων τεύξασθαι, πρὸς Χριστοῦ τοῦ Σωτῆρος.
Θεοτοκίον  Ὅμοιον
Ὁ ἄνω δοξαζόμενος, θεϊκῶς ὑπ' Ἀγγέλων, κόλπων πατρῴων ἄχραντε, μὴ ἐκστὰς ἀπορρήτως, τοῖς  κάτω συνανεστράφη, σὺ δὲ ταύτης ὑπῆρξας, τῆς σωτηρίας πρόξενος, ἐξ ἁγνῶν σου αἱμάτων, τούτῳ Ἁγνή, ὑπὲρ λόγον σάρκα δανεισαμένη, ὃν αἴτησαι τοῖς  δούλοις σου, λύτρον δοῦναι πταισμάτων.

Αίνοι Ἦχος πλ. δ'

1. Τού ποιήσαι εν αυτοίς κρίμα έγγραπτον. Δόξα αύτη έσται πάσι τοίς οσίοις αυτού.

Κύριε, εἰ καὶ κριτηρίῳ παρέστης, ὑπὸ Πιλάτου κρινόμενος, ἀλλ' οὐκ ἀπελείφθης τοῦ θρόνου, τῷ Πατρὶ συγκαθεζόμενος, καὶ ἀναστὰς ἐκ νεκρῶν, τὸν κόσμον ἠλευθέρωσας, ἐκ τῆς δουλείας τοῦ ἀλλοτρίου, ὡς οἰκτίρμων καὶ Φιλάνθρωπος.

2. Αινείτε τόν Θεόν εν τοίς Αγίοις αυτού, αινείτε αυτόν εν στερεώματι τής δυνάμεως αυτού.

Κύριε, εἰ καὶ ὡς νεκρὸν ἐν μνημείῳ, Ἰουδαῖοι σε κατέθεντο, ἀλλ' ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶταί σε ἐφύλαττον·  καὶ ὡς ζωῆς θησαυρόν, σφραγῖδι ἐσφραγίσαντο, ἀλλὰ ἀνέστης καὶ παρέσχες, ἀφθαρσίαν ταῖς ψυχαῖς ἡμῶν.

3. Αινείτε αυτόν επί ταίς δυναστείαις αυτού, αινείτε αυτόν κατά τό πλήθος τής μεγαλωσύνης αυτού.

Κύριε, ὅπλον κατὰ τοῦ διαβόλου, τὸν Σταυρόν σου ἡμῖν δέδωκας·  φρίττει γὰρ καὶ τρέμει, μὴ φέρων καθορᾶν αὐτοῦ τὴν δύναμιν, ὅτι νεκροὺς ἀνιστᾷ καὶ θάνατον κατήργησε·  διὰ τοῦτο προσκυνοῦμεν, τὴν Ταφήν σου καὶ τὴν Ἔγερσιν.

4. Αινείτε αυτόν εν ήχω, σάλπιγγος, αινείτε αυτόν εν ψαλτηρίω καί κιθάρα.
        
Ὁ Ἄγγελός σου Κύριε, ὁ τὴν Ἀνάστασιν κηρύξας, τοὺς μὲν φύλακας ἐφόβησε, τὰ δὲ Γύναια ἐφώνησε λέγων·  Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν, ἀνέστη Θεὸς ὤν, καὶ τῇ  οἰκουμένῃ ζωὴν ἐδωρήσατο.
                                    
5. Αινείτε αυτόν εν τυμπάνω καί χορώ, αινείτε αυτόν εν χορδαίς καί οργάνω,

Στιχηρὰ Προσόμοια τῶν Ἁγίων
Ἦχος δ'  Ὡς γενναῖον ἐν Μάρτυσιν
Τοὺς Ἁγίους ὁ Κύριος, τοὺς ἐν γῇ ἐθαυμάστωσε· τὰ αὐτοῦ γὰρ στίγματα καὶ παθήματα, ἐν τῇ σαρκὶ ἀνεδέξαντο, ἐν τούτοις κοσμούμενοι, καὶ ταῖς θείαις καλλοναῖς, προφανῶς ἀναθέμενοι, οὓς ὑμνήσωμεν, ὡς ἀμάραντα ἄνθη, ὡς ἀστέρας, ἀπλανεῖς τῆς Ἐκκλησίας, ὡς ἐθελόθυτα θύματα.

6. Αινείτε αυτόν εν κυμβάλοις ευήχοις, αινείτε αυτόν εν κυμβάλοις αλαλαγμού. Πάσα πνοή αινεσάτω τόν Κύριον.

Τοὺς Ἁγίους ὁ Κύριος, τοὺς ἐν γῇ ἐθαυμάστωσε·  τὰ αὐτοῦ γὰρ στίγματα καὶ παθήματα, ἐν τῇ σαρκὶ ἀνεδέξαντο, ἐν τούτοις κοσμούμενοι, καὶ ταῖς θείαις καλλοναῖς, προφανῶς ἀναθέμενοι, οὓς ὑμνήσωμεν, ὡς ἀμάραντα ἄνθη, ὡς ἀστέρας, ἀπλανεῖς τῆς Ἐκκλησίας, ὡς ἐθελόθυτα θύματα.

Στίχ. Ἐκέκραξαν οἱ δίκαιοι, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν.

Σὺν προφήταις, Ἀπόστολοι, σὺν Ὁσίοις Διδάσκαλοι, σὺν Ἱερομάρτυσι πάντες Δίκαιοι, καὶ γυναικῶν αἱ ἀθλήσασαι, καὶ πόθῳ ἀσκήσασαι, τῶν Ἁγίων ἡ πληθύς, καὶ Δικαίων τὰ τάγματα, εὐφημείσθωσαν, ἱεραῖς μελῳδίαις, ὡς τῆς ἄνω, βασιλείας κληρονόμοι, ὡς Παραδείσου οἰκήτορες.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Οἱ τὴν γῆν οὐρανώσαντες, ἀρετῶν ἐν φαιδρότητι, οἱ Χριστοῦ τὸν θάνατον μιμησάμενοι, ἀθανασίας τὴν πρόξενον, ὁδὸν οἱ βαδίσαντες, οἱ τὰ πάθη τῶν βροτῶν, χειρουργίᾳ τῆς χάριτος, ἐκκαθάραντες, οἱ ἐν ὅλῳ τῷ κόσμῳ ὁμοψύχως, ἐναθλήσαντες γενναίως, ἀνευφημείσθωσαν Μάρτυρες.

Δόξα... Ἑωθινὸν Α'  Ἦχος α'

Εἰς τὸ ὄρος τοῖς Μαθηταῖς ἐπειγομένοις, διὰ τὴν χαμόθεν ἔπαρσιν, ἐπέστη ὁ Κύριος, καὶ προσκυνήσαντες αὐτὸν καὶ τὴν δοθεῖσαν ἐξουσίαν, πανταχοῦ διδαχθέντες, εἰς τὴν ὑπ' οὐρανὸν ἐξαπεστέλλοντο, κηρῦξαι τὴν ἐκ νεκρῶν Ἀνάστασιν , καὶ τὴν εἰς οὐρανοὺς ἀποκατάστασιν·  οἷς καὶ συνδιαιωνίζειν, ὁ ἀψευδὴς ἐπηγγείλατο, Χριστὸς ὁ Θεός, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον 
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε·  διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν·  διὸ ἀνυμνοῦντες βοῶμεν·  Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.


                                   ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

Δόξα σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ, καί επί γής ειρήνη, εν ανθρώποις ευδοκία.
Υμνούμέν σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν μεγάλην σου δόξαν.
Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, καί Άγιον Πνεύμα,
Κύριε ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο αίρων τήν αμαρτίαν τού κόσμου, ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.
Πρόσδεξαι τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον ημάς.
Ότι σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.
Καθ' εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου εις τόν αιώνα, καί εις τόν αιώνα τού αιώνος.
Καταξίωσον, Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους φυλαχθήναι ημάς.
Ευλογητός εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον τό όνομά σου εις τούς αιώνας. Αμήν.
Γένοιτο, Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σέ.
Ευλογητός εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').
Κύριε, καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι ήμαρτόν σοι.
Κύριε, πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου.
Ότι παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.
Παράτεινον τό έλεός σου τοίς γινώσκουσί σε.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ γ').
Δόξα... Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.
Ἦχος πλ. δ'
Ἀναστὰς ἐκ τοῦ μνήματος, καὶ τὰ δεσμὰ διαρρήξας τοῦ ᾍδου, ἔλυσας τὸ κατάκριμα, τοῦ θανάτου Κύριε, πάντας ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ ῥυσάμενος, ἐμφανίσας σεαυτὸν τοῖς, Ἀποστόλοις σου, ἐξαπέστειλας αὐτοὺς ἐπὶ τὸ κήρυγμα, καὶ δι' αὐτῶν τὴν εἰρήνην παρέσχες τῇ οἰκουμένῃ, μόνε πολυέλεε.

Είς την λειτουργίαν

Α΄.Ήχος β΄
Στίχ. α'. Ευλόγει η ψυχή μου, τόν Κύριον, καί πάντα τά εντός μου τό όνομα τό άγιον αυτού.
Ταίς πρεσβείαις τής Θεοτόκου, Σώτερ σώσον ημάς.

Στίχ. β'. Ευλόγει, η ψυχή μου, τόν Κύριον, καί μή επιλανθάνου πάσας τάς ανταποδόσεις αυτού.
Ταίς πρεσβείαις τής Θεοτόκου...

Στίχ. γ'. Κύριος εν τώ ουρανώ ητοίμασε τόν θρόνον αυτού, καί η Βασιλεία αυτού πάντων δεσπόζει.
Ταίς πρεσβείαις τής Θεοτόκου...

Δόξα... Καί νύν...
Ταίς πρεσβείαις τής Θεοτόκου...

Β΄. Ήχος β'
Στίχ. α'. Αίνει, η ψυχή μου, τόν Κύριον, αινέσω Κύριον εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.
Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι. Αλληλούια.

Στίχ. β'. Μακάριος, ού ο Θεός Ιακώβ βοηθός αυτού, η ελπίς αυτού επί Κύριον τόν Θεόν αυτού.
Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...

Στίχ. γ'. Βασιλεύσει Κύριος εις τόν αιώνα, ο Θεός σου, Σιών, εις γενεάν καί γενεάν.
Σώσον, ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...

Δόξα... Καί νύν...
Ο Μονογενής Υιός και Λόγος του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν σωτηρίαν σαρκοθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας, σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της Αγίας Τριάδος, συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.

Ἀπολυτίκιον
Ἦχος πλ. δ'
Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν. Ἡ ζωὴ καὶ ἡ Ἀνάστασις ἡμῶν, Κύριε δόξα σοι .

Εισοδικόν
Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ. Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι Αλληλούϊα

Ἀπολυτίκιον
Ἦχος πλ. δ'
Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν. Ἡ ζωὴ καὶ ἡ Ἀνάστασις ἡμῶν, Κύριε δόξα σοι .
Τῶν Ἁγίων  Ἦχος δ'
Τῶν ἐν ὅλῳ τῷ κόσμῳ Μαρτύρων σου, ὡς πορφύραν καὶ βύσσον τὰ αἵματα, ἡ Ἐκκλησία σου στολισαμένη, δι' αὐτῶν βοᾷ σοι· Χριστὲ ὁ Θεός, τῷ λαῷ σου τοὺς οἰκτιρμούς σου κατάπεμψον, εἰρήνην τῇ  πολιτείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

                                        Είτα του ναού

Κοντάκιον  Ἦχος πλ. δ'
Ὡς ἀπαρχὰς τῆς φύσεως, τῷ φυτουργῷ τῆς κτίσεως, ἡ οἰκουμένη προσφέρει σοι Κύριε, τοὺς θεοφόρους Μάρτυρας, ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ βαθείᾳ, τὴν Ἐκκλησίαν σου, διὰ τῆς Θεοτόκου συντήρησον, πολυέλεε.

Προκείμενον τοῦ Ἀποστόλου
Ἦχος δ'
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Στίχ. Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν.


Πρός Εβραίους Έπιστολής Παύλου το Ανάγνωσμα.
Ἀδελφοί, οἳ ἅγιοι πάντες  διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων·  ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν·  ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς·  ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι. Τοιγαροῦν καὶ ἡμεῖς, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, δι' ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν.
Ευαγγέλιον

Κυριακή των Αγίων Πάντων ή Α΄ Ματθαίου (Ματθ. 10,32-33, 37-38, 19,27-30)


  Είς το Εξαιρέτως...Άξιον Εστί

Κοινωνικὸν
Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, καὶ Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις. Ἀλληλούϊα.

Είδομεν το φώς

Είη το όνομα Κυρίου


  Βιβλιογραφία:

1.       analogion.gr/glt/
2.       ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΙΣ
ΤΩΝ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ
ΕΤΟΥΣ 2012
ΑΠΟΣΤΟΛΟΥ Ε. ΠΑΠΑΧΡΗΣΤΟΥ

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου