29-7-2012
ΕΙΣ ΤΟΝ
ΟΡΘΡΟΝ
Ἦχος βαρύς
Θεός
Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, α'.
Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός
Κύριος, καί επέφανεν ημίν...
Στίχ, β'.
Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς,
Θεός
Κύριος, καί επέφανεν ημίν...
Στίχ, γ'.
Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός
Κύριος, καί επέφανεν ημίν...
Ἀπολυτίκιον Ἦχος βαρὺς
Κατέλυσας τῷ
Σταυρῷ σου τὸν θάνατον, ἠνέῳξας τῷ Λῃστῇ τὸν Παράδεισον, τῶν Μυροφόρων τὸν θρῆνον
μετέβαλες, καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας· ὅτι ἀνέστης Χριστὲ ὁ Θεός,
παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα... το αυτό
Καὶ νῦν ...
Ὡς τῆς ἡμῶν Ἀναστάσεως θησαύρισμα, τοὺς ἐπὶ σοὶ πεποιθότας
Πανύμνητε, ἐκ λάκκου καὶ βυθοῦ πταισμάτων ἀνάγαγε· σὺ γὰρ τοὺς ὑπευθύνους τῇ ἁμαρτίᾳ, ἔσωσας τεκοῦσα
τὴν σωτηρίαν, ἡ πρὸ τόκου Παρθένος, καὶ ἐν τόκῳΠαρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα Παρθένος.
Καθίσματα Ἦχος βαρὺς
Ἡ Ζωὴ ἐν τῷ τάφῳ
ἀνέκειτο, καὶ σφραγὶς ἐν τῷ λίθῳ ἐπέκειτο, ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶται ἐφύλαττον
Χριστόν, καὶ Ἄγγελοι ἐδόξαζον, ὡς Θεὸν ἀθάνατον. Γυναῖκες δὲ ἐκραύγαζον· Ἀνέστη
ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα...
Τῇ τριημέρῳ
ταφῇ σου σκυλεύσας τὸν θάνατον, καὶ φθαρέντα τὸν ἄνθρωπον, τῇ ζωηφόρῳ Ἐγέρσει
σου, ἀναστήσας Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος δόξα σοι.
Καὶ νῦν ... Θεοτοκίον
Ὡς τῆς ἡμῶν Ἀναστάσεως θησαύρισμα, τοὺς ἐπὶ σοὶ πεποιθότας
Πανύμνητε, ἐκ λάκκου καὶ βυθοῦ πταισμάτων ἀνάγαγε· σὺ γὰρ τοὺς ὑπευθύνους τῇ ἁμαρτίᾳ,
ἔσωσας τεκοῦσα τὴν σωτηρίαν, ἡ πρὸ τόκου Παρθένος, καὶ ἐν τόκῳ Παρθένος, καὶ
μετὰ τόκον πάλιν οὖσα Παρθένος.
Καθίσματα Ἦχος βαρὺς
Ἐσφραγισμένου
τοῦ μνήματος, ἡ Ζωὴ ἐκ τάφου ἀνέτειλας Χριστὲ ὁ Θεός, καὶ τῶν θυρῶν κεκλεισμένων,
τοῖς Μαθηταῖς ἐπέστης, ἡ πάντων ἀνάστασις· Πνεῦμα εὐθὲς δι' αὐτῶν ἐγκαινίζων ἡμῖν,
κατὰ τὸ μέγα σου ἔλεος.
Δόξα...
Ἐπὶ τὸ μνῆμα ἔδραμον
Γυναῖκες, μετὰ δακρύων μύρα φέρουσαι, καὶ στρατιωτῶν φυλασσόντων σε, τὸν τῶν ὅλων
Βασιλέα, ἔλεγον πρὸς ἑαυτάς· Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον; ἀνέστη ὁ μεγάλης
Βουλῆς Ἄγγελος, πατήσας τὸν θάνατον· Παντοδύναμε Κύριε, δόξα σοι.
Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε
κεχαριτωμένη Θεοτόκε Παρθένε, λιμὴν καὶ προστασία τοῦ γένους τῶν ἀνθρώπων· ἐκ
σοῦ γὰρ ἐσαρκώθη ὁ Λυτρωτὴς τοῦ κόσμου· μόνη γὰρ ὑπάρχεις Μήτηρ καὶ Παρθένος, ἀεὶ
εὐλογημένη καὶ δεδοξασμένη, πρέσβευε Χριστῷ τῷ Θεῷ, εἰρήνην δωρήσασθαι, πάσῃ τῇ
οἰκουμένῃ.
ΕΥΛΟΓΗΤΑΡΙΑ
Εὐλογητὸς
εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα,
τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ
ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.
Εὐλογητὸς
εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε;
ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις. Ἴδετε ὑμεῖς τὸν
τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
Εὐλογητὸς
εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι·
ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε,
τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
Εὐλογητὸς
εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου,
Σῶτερ, ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζῶντα
λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.
Δόξα... Τριαδικὸν
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον
Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος,
Ἅγιος, Ἅγιος εἶ, Κύριε.
Καὶ νῦν ... Θεοτοκίον
Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας,
χαρμονὴν δὲ τῇ
Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς
Θεὸς καὶ ἄνθρωπος.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (ἐκ γ')
Ἡ Ὑπακοὴ Ἦχος βαρὺς
Ὁ ἡμετέραν
μορφὴν ἀναλαβών, καὶ ὑπομείνας Σταυρὸν σωματικῶς, σῶσόν με τῇ Ἀναστάσει σου,
Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος.
Οἱ Ἀναβαθμοὶ Ἀντίφωνον Α'
· Τὴν αἰχμαλωσίαν Σιών, ἐκ πλάνης ἐπιστρέψας, κᾀμὲ Σωτὴρ ζώωσον,
ἐξαίρων δουλοπαθείας.
· Ἐν τῷ νότῳ ὁ σπείρων θλίψεις, νηστείας μετὰ δακρύων, οὗτος
χαρᾶς δρέψεται, δράγματα ἀειζωοτροφίας.
Δόξα... καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, πηγὴ τῶν θείων
θησαυρισμάτων, ἐξ οὗ σοφία, σύνεσις, φόβος, αὐτῷ αἴνεσις, δόξα, τιμὴ καὶ κράτος.
Ἀντίφωνον β'
· Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον τὸν τῆς ψυχῆς, μάτην κοπιῶμεν·
πλὴν γὰρ αὐτοῦ, οὐ πρᾶξις, οὐ λόγος τελεῖται.
· Τοῦ καρποῦ τῆς γαστρός, οἱ Ἅγιοι πνευματοκινήτως, ἀναβλαστοῦσι
πατρῷα δόγματα υἱοθεσίας.
Δόξα... καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, τὰ σύμπαντα τὸ εἶναι
ἔχει· πρὸ πάντων γὰρ Θεός, τῶν ὅλων κυριότης, φῶς ἀπρόσιτον, ζωὴ τῶν πάντων.
Ἀντίφωνον Γ'
· Οἱ
φοβούμενοι τὸν Κύριον, ὁδοὺς ζωῆς εὑρόντες, νῦν καὶ ἀεὶ μακαριοῦνται, δόξῃ ἀκηράτῳ.
· Κύκλῳ
τῆς τραπέζης σου, ὡς στελέχη βλέπων τὰ ἔκγονά σου, χαῖρε εὐφραίνου, προσάγων ταῦτα,
τῷ Χριστῷ Ποιμενάρχα.
Δόξα... καὶ νῦν ...
Ἁγίῳ Πνεύματι,
βυθὸς χαρισμάτων, πλοῦτος δόξης, κριμάτων βάθος μέγα, ὁμόδοξον Πατρὶ καὶ Υἱῶ·
λατρευτὸν γάρ.
Προκείμενον
Ἀνάστηθι, Κύριε
ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.
Στίχ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου.
Ή Τάξις τού Εωθινού
Ευαγγελίου
Ιερεύς Τού Κυρίου δεηθώμεν.
Χορός Κύριε, ελέησον.
Ιερεύς Ότι Άγιος εί ο Θεός ημών, και εν αγίοις επαναπαύη, και σοι
την δόξαν αναπέμπωμεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί
και εις τους αιώνας των αιώνων.
Χορός Αμήν.
Πάσα πνοή αινεσάτω τόν Κύριον (εκ γ').
Ιερεύς Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου
Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.
Χορός Κύριε, ελέησον (γ').
Ιερεύς Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.
Ιερεύς Ειρήνη πάσι.
Χορός Καί τώ Πνεύματί σου.
Ιερεύς Εκ τού κατά ...
αγίου Ευαγγελίου...
Ιερεύς Πρόσχωμεν.
Χορός Δόξα σοι, Κύριε, δόξα σοι.
Ευαγγελιον Εωθινόν η’
Ανάστασιν Χριστού
θεασάμενοι…
Ν' Ψαλμός
·
Ελέησόν
με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον
τό ανόμημά μου
·
επί
πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
·
ότι
τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
·
σοί
μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς
λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε
·
ιδού
γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
·
ιδού
γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
·
ραντιείς
με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
·
ακουτιείς
με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
·
απόστρεψον
τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
·
καρδίαν
καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
·
μή
απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ'
εμού
·
απόδος
μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
·
διδάξω
ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
·
ρύσαί
με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν
δικαιοσύνην σου
·
κύριε
τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου
·
ότι
ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις
·
θυσία
τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός
ουκ εξουθενώσει
·
αγάθυνον
κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
·
τότε
ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό
θυσιαστήριόν σου μόσχους
Δόξα... Ήχος β'
Ταίς τών Αποστόλων, πρεσβείαις
Ελεήμον, εξάλειψον τα πλήθη, τών εμών εγκλημάτων.
Καί νύν...
Ταίς τής Θεοτόκου, πρεσβείαις
Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.
Στίχ. Ελέησόν με, ο Θεός, κατά τό μέγα
έλεός σου, καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου.
Πεντηκοστάριον
Ήχος ο αυτός
Αναστάς ο Ιησούς από τού τάφου,
καθώς προείπεν, έδωκεν ημίν, τήν αιώνιον ζωήν καί μέγα έλεος.
Κανὼν Ἀναστάσιμος
ᾨδὴ α' Ἦχος βαρὺς
Ὁ Εἱρμὸς
«Νεύσει σου πρὸς
γεώδη, ἀντιτυπίαν μετήχθη, ἡ πρὶν εὐδιάχυτος, ὑδάτων φύσις Κύριε· ὅθεν ἀβρόχως
πεζεύσας, ᾄδει Ἰσραὴλ σοι, ᾠδὴν ἐπινίκιον».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Κέκριται τοῦ
θανάτου, ἡ τυραννὶς διὰ ξύλου, ἀδίκῳ θανάτῳ σου, κατακριθέντος Κύριε· ὅθεν ὁ ἄρχων
τοῦ σκότους, σοῦ μὴ κατισχύσας, δικαίως ἐκβέβληται.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
ᾍδης σοι
προσπελάσας, καὶ τοῖς ὁδοῦσι μὴ σθένων, συντρῖψαι τὸ σῶμά σου, τὰς σιαγόνας τέθλασται·
ὅθεν Σωτὴρ τὰς ὀδύνας, λύσας τοῦ θανάτου, ἀνέστης τριήμερος.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Λέλυνται αἱ ὀδύναι,
αἱ τῆς προμήτορος Εὔας· ὠδῖνας λαθοῦσα γάρ, ἀπειρογάμως τέτοκας· ὅθεν σαφῶς
Θεοτόκον, Πάναγνε εἰδότες, σὲ πάντες δοξάζομεν.
τοῦ Ἁγίου Καλλινίκου
ᾨδὴ α' Ἦχος δ'
Ἅρματα Φαραὼ
Ἅρματι νοητῷ, ἐπιβὰς ὡς ἀληθῶς, τριστάτας ἐπόντισας, τοῦ νοητοῦ Αἰγυπτίου,
ἐν τῇ τῶν αἱμάτων σου ἐρυθρᾷ, Μαρτύρων κλέος Καλλίνικε.
Θείαν περιβολήν, ἐνδυσάμενος, Σοφέ, στολὴν
τὴν ἐπίγειον, ἀπεξεδύσω παμμάκαρ, καὶ πρὸς τὸν ἀγῶνα ὥρμησας, καὶ τὸν ἐχθρὸν ἐθριάμβευσας.
Λύσας τὰς τοῦ ἐχθροῦ, πολυπλόκους μηχανάς, δεσμεῖς ἐν
τοῖς ἄθλοις σου, καὶ ἀνενέργητον τοῦτον, ἔρριψας εἰς γῆν Καλλίνικε, καὶ τοῖς
ποσί σου συνέτριψας.
Θεοτοκίον
Ἥνπερ τῶν Προφητῶν, προεώρακε χορός, ὡς πύλην
οὐράνιον, καὶ βάτον ἀκατάφλεκτον, σὲ Παρθενομῆτορ ἄχραντε, Θεὸν
τεκοῦσαν ἐπέγνωμεν.
ᾨδὴ γ'
Ὁ Εἱρμὸς
«Ὁ κατ' ἀρχὰς
τοὺς οὐρανούς, παντοδυνάμῳ σου Λόγῳ, στερεώσας, Κύριε Σωτήρ, καὶ τῷ παντουργῷ
καὶ θείῳ Πνεύματι, πᾶσαν τὴν δύναμιν αὐτῶν, ἐν ἀσαλεύτῳ με πέτρᾳ, τῆς ὁμολογίας
σου στερέωσον».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Σὺ ἀνελθὼν ἐπὶ
ξύλου, ὑπὲρ ἡμῶν ὀδυνᾶσαι, ἑκουσίως εὔσπλαγχνε Σωτήρ, καὶ φέρεις πληγὴν εἰρήνης
πρόξενον, καὶ σωτηρίας τοῖς πιστοῖς, δι' ἧς τῷ σῷ Ἐλεῆμον, πάντες κατηλλάγημεν
Γεννήτορι.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Σύ με καθῇρας
τῆς πληγῆς, τὸν τῇ ψυχῇ τετρωμένον, δρακοντείῳ δήγματι Χριστέ, καὶ ἔδειξας φῶς ἐν
σκότει πάλαι μοι, κατῳκισμένῳ καὶ φθορᾷ· διὰ Σταυροῦ γάρ εἰς ᾍδην, καταβεβηκώς
με συνανέστησας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τῆς ἀπειράνδρου
σου Μητρός, ταῖς ἱκεσίαις τῷ κόσμῳ, τὴν εἰρήνην βράβευσον Σωτήρ, καὶ τῷ Βασιλεῖ
τὴν νίκην δώρησαι, κατὰ βαρβάρων δυσμενῶν, καὶ τῆς ἀφράστου σου δόξης, τοὺς
δοξολογοῦντάς σε ἀξίωσον.
Τοῦ Ἁγίου
ᾨδὴ γ'
Ὁ στερεῶν βροντὴν
Τῇ τοῦ Χριστοῦ ἀγάπῃ τετρωμένος,
ὁ Μάρτυς ἀνέκραζεν, ἐν τοῖς ἀγῶσιν ἐγκαρτερῶν· Εἰς ὀσμὴν
δραμοῦμαι μύρων, ἀκολουθῶν τῷ Πάθει σου, τῇ ἀθλήσει τῇ δι' αἵματος.
Ἀνεπιβούλευτος διετηρήθης, ἐκ τῶν βελῶν τοῦ ὄφεως·
τὴν σὴν γὰρ πτέρναν ὁ σοφιστής, ἐν τοῖς ἥλοις διατρήσας, τὴν
κεφαλὴν συντρίβεται, Καλλίνικε τοῖς ἄθλοις σου.
Κατατεμὼν τῆς πλάνης τὰς ἀκάνθας, μαχαίρᾳ τῇ τοῦ Πνεύματος, τὴν
τοῦ Χριστοῦ πίστιν ἀπλανῶς, ἐγεώργησας Παμμάκαρ, εἰς ἑκατὸν
τοὺς πόνους, προσάξας τῷ Δεσπότῃ σου.
Θεοτοκίον
Ἀνερμηνεύτου τόκου καὶ λοχείας, σὺ μόνη
μήτηρ γέγονας, ἐν τῇ νηδύϊ σου τὸν πρὸ σοῦ, συλλαβοῦσα Θεὸν Λόγον, καὶ γαλουχοῦσα
Παρθένος, ὡς βρέφος τὸν προάναρχον.
Κάθισμα Ἦχος γ'
Θείας πίστεως
Ζῆλον ἔνθεον, ἐν τῇ ψυχῇ σου, ἔχων ἔνδοξε, τοὺς ἀνομοῦντας, διακενῆς
καρτερικῶς διήλεγξας, καὶ ὁμιλήσας βασάνοις διήνυσας, τὸν σὸν ἀγῶνα
γενναίῳ φρονήματι, Μάρτυς Καλλίνικε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαιἡμῖν
τὸ μέγα ἔλεος.
Δόξα... Τῆς Ἁγίας
Ἦχος δ'
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Τὸν ὡραιότατον Χριστὸν ἀγαπήσασα, καὶ δι'
ἁγνείας τὴν ψυχὴν ὡραΐσασα, διὰ παντοίων πόνων τε καὶ θλίψεων, τούτῳ κατηγγύησαι,
ὥσπερ ἄμωμος νύμφη· ὅθεν σε ἠξίωσεν, οὐρανίων θαλάμων, ὑπὲρ ἡμῶν
πρεσβεύουσαν αὐτῷ, τῶν σὲ τιμώντων σεμνὴ Παμμακάριστε.
Καὶ νῦν ... Θεοτοκίον
Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν,
ἐν μετανοίᾳ κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα βοήθησον, ἐφ' ἡμῖν
σπλαγχνισθεῖσα· Σπεῦσον, ἀπολλύμεθα, ὑπὸ πλήθους πταισμάτων.Μὴ ἀποστρέψῃς
σοὺς δούλους κενούς· σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.
ᾨδὴ δ'
Ὁ Εἱρμὸς
«Ὁ Πατρικοὺς κόλπους
μὴ λιπών, καὶ καταβὰς ἐπὶ τῆς γῆς, Χριστὲ ὁ Θεός, τὸ μυστήριον ἀκήκοα τῆς οἰκονομίας
σου, καὶ ἐδόξασά σε μόνε Φιλάνθρωπε».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Τὸν ἑαυτοῦ νῶτον
δεδωκώς, ὁ ἐκ Παρθένου σαρκωθεὶς εἰς μάστιγας, δούλου πταίσαντος αἰκίζεται,
Δεσπότης ἀνεύθυνος, διαλύων μου τὰ ἐγκλήματα.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Παρεστηκὼς βήματι
κριτῶν, παρανομούντων ὡς κριτὸς εὐθύνεται, καὶ ῥαπίζεται πηλίνῃ χειρί, ὁ πλάσας
τὸν ἄνθρωπον, ὡς Θεὸς καὶ κρίνων δικαίως τὴν γῆν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὡς ἀληθῶς Μήτηρ
τοῦ Θεοῦ, τὸν Ποιητήν σου καὶ Υἱὸν ἱκέτευε, πρὸς σωτήριον ἰθῦναί με, λιμένα Πανάμωμε,
τοῦ αὐτοῦ ἐνδόξου θελήματος.
Τοῦ Ἁγίου
ᾨδὴ δ'
Εἰσακήκοα ὁ Θεὸς
Λελουμένος ἐν ταῖς ῥοαῖς, τῶν σῶν
αἱμάτων, παμμάκαρ ὤφθης, καθαρώτατος τῷ πνεύματι, καὶ εἰς
λῆξιν ἔφθασας, τῶν Ἀσωμάτων Μάρτυς Καλλίνικε.
Λίθος ἔντιμος ἀληθῶς, ᾠκοδομήθης τῇ Ἐκκλησίᾳ, καὶ ναοὺς
εἰδώλων ἔσεισας, καὶ εἰς γῆν κατέβαλες, τῇ ἀκλινεῖ ἐνστάσει
τῶν ἄθλων σου.
Ἰοβόλους τὰς τῶν ἐχθρῶν, θωπείας ὄντως ἀπώσω
Μάρτυς, ἐν τοῖς λόγοις δὲ τοῦ Πνεύματος, τὴν ψυχὴν ῥωννύμενος, κατὰ τῆς
πλάνης ἔστησας τρόπαιον.
Θεοτοκίον
Νῦν σε βάτον τὴν ἐν Σινᾷ, προδιαγράφων
Μωσῆς ὁ μέγας, ἀκατάφλεκτον ἑώρακε, τὸ πῦρ τῆς Θεότητος,
ἐν τῇ νηδὺϊ φέρουσαν Ἄχραντε.
ᾨδὴ ε'
Ὁ Εἱρμὸς
«Νὺξ ἀφεγγὴς
τοῖς ἀπίστοις Χριστέ, τοῖς δὲ πιστοῖς φωτισμός, ἐν τῇ τρυφῇ τῶν θείων λόγων
σου· διὰ τοῦτο πρὸς σὲ ὀρθρίζω, καὶ ἀνυμνῶ σου τὴν Θεότητα».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ὑπὲρ σῶν δούλων
πιπράσκῃ Χριστέ, καὶ ῥαπισμὸν καρτερεῖς, ἐλευθερίας πρόξενον, τοῖς μελῳδοῦσί
σοι· Πρὸς σὲ ὀρθρίζω, καὶ ἀνυμνῶ σου τὴν Θεότητα.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Τῇ θεϊκῇ σου
δυνάμει Χριστέ, δι' ἀσθενείας σαρκός, τὸν ἰσχυρὸν κατέβαλες, καὶ νικητήν με θανάτου
Σῶτερ, δι' Ἀναστάσεως ἀνέδειξας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Θεὸν ἐγέννησας
Μήτηρ ἁγνή, σεσαρκωμένον ἐκ σοῦ, θεοπρεπῶς πανύμνητε, ἐπεὶ οὐκ ἔγνως ἄρρενος εὐνήν,
ἀλλ' ἐξ ἁγίου κύεις Πνεύματος.
Τοῦ Ἁγίου
ᾨδὴ ε'
Ἀνάτειλόν μοι Κύριε
Ἰλὺϊ περιέπεσον, ἀνυποστάτῳ Κύριε, καὶ
ἐν βυθῷ τῆς ἁμαρτίας τε, καὶ τῇ καταιγίδι τῶν δεινῶν
μου πράξεων, ἐμπαγεὶς κραυγάζω σοι· Σὺ γενοῦ μοι βοηθός.
Κρηπῖσι καθηλούμενος, τοὺς πόδας Μάρτυς ἔψαλλες· Ἐν
τῇ ὁδῷ τῶν μαρτυρίων σου, πλουσίως κατετέρφθην, ἀθλοθέτα Δέσποτα, ὑπομένων
στίγματα, τῇ ἐλπίδι τῶν μισθῶν.
Ἐλαίῳ σῷ τὸν ἔλεον, καλῶς ἐμπορευσάμενος, τοῦ μαρτυρίου
τὴν λαμπάδα σου, ἐφαίδρυνας Παμμάκαρ, δι' ἧς ὅλος γέγονας, ἱερεῖον ἄμωμον,
ὁλοκαύτωμα δεκτόν.
Θεοτοκίον
Τῶν Προφητῶν τὸ κήρυγμα, καὶ Ἀποστόλων
καύχημα, καὶ τῶν Μαρτύρων ἐγκαλλώπισμα, ὑπάρχεις Θεοτόκε, Θεὸν
Λόγον φέρουσα, ὑπὲρ λόγον Πάναγνε, τὸν πρὸ αἰώνων ἐκ Πατρός.
ᾨδὴ ς'
Ὁ Εἱρμὸς
«Ναυτιῶν τῷ σάλῳ,
τῶν βιοτικῶν μελημάτων, συμπλόοις ποντούμενος ἁμαρτίαις, καὶ ψυχοφθόρῳ θηρὶ
προσριπτούμενος, ὡς Ἰωνᾶς Χριστὲ βοῶ σοι· Ἐκ θανατηφόρου με βυθοῦ ἀνάγαγε».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἐμνημόνευόν
σου, αἱ κατακλεισθεῖσαι τῷ ᾅδῃ ψυχαί, καὶ ἐκλείπουσαι τῶν Δικαίων, καὶ παρὰ σοῦ
σωτηρίαν προσηύχοντο, ἣν διὰ Σταυροῦ Χριστὲ παρέσχες, τοῖς καταχθονίοις ἐπιβὰς ὡς
εὔσπλαγχνος.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Πρὸς τὸν ἔμψυχόν
σου, καὶ ἀχειροποίητον δόμον, λυθέντα παθήμασιν, ἐπιβλέψαι πάλιν χορὸς Ἀποστόλων
ἀπήλπισεν, ἀλλ' ὑπὲρ ἐλπίδα προσκυνήσας, ἀνεγηγερμένον, πανταχοῦ ἐκήρυξε.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τοῦ ἀφράστου τόκου,
σοῦ τῆς παναμώμου τὸν τρόπον, Παρθένε Θεόνυμφε, τοῦ δι' ἡμᾶς, τίς ἑρμηνεῦσαι ἀνθρώπων
δυνήσεται; ὅτι ὁ Θεὸς ἀπεριγράπτως, Λόγος ἑνωθείς σοι, σάρξ ἐκ σοῦ ἐγένετο.
Τοῦ Ἁγίου
ᾨδὴ ς'
Τῶν πταισμάτων τῇ ζάλῃ
Ἡ τῆς ποίμνης σου μάνδρα ἀνεπίβατος, ἐκ
τῶν θηρίων ἐτηρήθη τῶν αἱρέσεων· τῶν σῶν γὰρ ἄθλων Ἔνδοξε, κατέχουσα
τὴν στερρὰν βακτηρίαν, τῶν λύκων ὤφθη διώκτρια.
Νὺξ ἠλάθη τῆς πλάνης τῇ ἀθλήσει
σου, καὶ τὸ τῆς πίστεως κάλλος ἐξανέτειλεν, ἐν τῇ ὁμολογίᾳ σου
Πανένδοξε, τῆς Τριάδος ὁπλῖτα, ὡς ἥλιος ἐν τοῖς πέρασιν.
Ὡς τῆς πίστεως κήρυξ ἀκριβέστατος, τῷ ἀσεβοῦντι ἐβόας ἑτοιμότατα·
Τὶ ἀπειλεῖς τῷ ἔχοντι ἀδάμαντος, τὴν ψυχὴν στερροτέραν· τὰ βέλη
γὰρ τῶν ἀθέων κοῦφα.
Θεοτοκίον
Διαμένεις ἐκ τόκου ἀπειρόγαμος, ὡς πρὸ τοῦ τόκου
καὶ ἀνέπαφος· τὸ γὰρ ἐν σοὶ μυστήριον Θεόνυμφε, ὑπὲρ ἔννοιαν
πᾶσαν, καὶ πάντα λόγον γνωρίζεται.
Κοντάκιον Ἦχος βαρὺς
Οὐκ έτι φλογίνη ῥομφαία
Οὐκέτι τὸ κράτος τοῦ θανάτου, ἰσχύσει
κατέχειν τοὺς βροτούς· Χριστὸς γὰρ κατῆλθε συντρίβων, καὶ λύων τὰς
δυνάμεις αὐτοῦ, δεσμεῖται ὁ ᾍδης, Προφῆται συμφώνως ἀγάλλονται.
Ἐπέστη λέγοντες Σωτήρ, τοῖς ἐν πίστει, ἐξέρχεσθε οἱ πιστοὶ εἰς
τὴν ἀνάστασιν.
Ὁ Οἶκος
Ἔτρεμε κάτωθεν τὰ καταχθόνια σήμερον ὁ
ᾍδης καὶ ὁ θάνατος τὸν ἕνα τῆς Τριάδος, ἡ γῆ ἐκλονεῖτο, πυλωροὶ δὲ
ᾍδου ἰδόντες σε ἔπτηξαν, ἡ κτίσις δὲ πᾶσα σύν τοῖς Προφήταις
χαίρουσα ψάλλει σοι, ἐπινίκιον ᾠδὴν τῷ λυτρωτῇ ἡμῶν Θεῷ τῷ καταλύσαντι
νῦν θανάτου τὴν δύναμιν. Ἀλαλάξωμεν καὶ βοήσωμεν τῷ Ἀδάμ, καὶ τοῖς ἐξ Ἀδάμ. Ξύλον
τοῦτον εἰσήγαγεν· ἐξέρχεσθε οἱ πιστοὶ εἰς τὴν ἀνάστασιν.
Συναξάριον
Τῇ ΚΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη
τοῦ Ἁγίου μάρτυρος Καλλινίκου
Στίχοι
· Βληθεὶς ὁ Καλλίνικος ἐν τῇ καμίνῳ,
· Τὸ νικοκαλὲς εὗρε καὶ θεῖον στέφος.
· Εἰκάδι ἀμφενάτῃ φλὸξ Καλλίνικον κατέδαψε.
Τῇ αὐτῇ
ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας μάρτυρος Θεοδότης, καὶ τῶν τέκνων αὐτῆς.
Στίχοι
· Θεῷ δοτὴν τίθησι τὴν Θεοδότην.
· Τὸ πῦρ καμίνου σὺν τρισὶ τέκνοις φίλοις.
Οἱ ἅγιοι
μάρτυρες πατὴρ καὶ μήτηρ μετὰ δύο τέκνων αὐτῶν, πυρὶ τελειοῦνται.
Τῇ αὐτῇ
ἡμέρᾳ Μνήμη τῶν Ἁγίων μαρτύρων Μάμαντος καὶ Βασιλίσκου, ἐν τοῖς
Δαρείου, καὶ τῶν Ἁγίων Βενιαμὶν καὶ Βηρίου, πλησίον τῶν
Παλατίων τοῦ Ἑβδόμου. Καὶ μνήμη τοῦ μακαρίου Ἰωάννου τοῦ Στρατιώτου, καὶΚωνσταντίνου
Πατριάρχου Κωνσταντινουπόλεως, καὶ τοῦ εὐσεβοῦς Βασιλέως Θεοδοσίου
τοῦ Νέου.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'
Ὁ Εἱρμὸς
«Κάμινον Παῖδες,
πυρίφλεκτον πάλαι, δροσοβολοῦσαν ὑπέδειξαν, ἕνα Θεὸν ἀνυμνοῦντες καὶ λέγοντες· ὁ
ὑπερυψούμενος, τῶν Πατέρων Θεός, καὶ ὑπερένδοξος».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ξύλῳ νεκροῦται,
Ἀδὰμ ἑκουσίως, παρακοὴν ἐργασάμενος, ὑπακοῇ δὲ Χριστοῦ ἀναπέπλασται· δι' ἐμὲ
σταυροῦται γὰρ ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ ὑπερένδοξος.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Σὲ ἀναστάντα,
Χριστὲ ἐκ τοῦ τάφου, ἡ κτίσις πᾶσα ἀνύμνησε· σὺ γὰρ ζωὴν τοῖς ἐν ᾅδῃ ἐξήνθησας,
τοῖς νεκροῖς ἀνάστασιν, τοῖς ἐν σκότει τὸ φῶς, ὁ ὑπερένδοξος.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Χαῖρε Θυγάτηρ,
Ἀδὰμ τοῦ φθαρέντος, χαῖρε ἡ μόνη Θεόνυμφος, χαῖρε δι' ἧς ἡ φθορὰ ἐξωστράκισται,
ἡ Θεὸν κυήσασα, ὃν δυσώπει Ἁγνή, σωθῆναι πάντας ἡμᾶς.
Τοῦ Ἁγίου
ᾨδὴ ζ'
Πῦρ φλέγον Ἄγγελος
Ἡδονῆς μοι πρόξενα, τὰ τῶν κολάσεων ὑπάρχουσι
φόβητρα· οὐ γὰρ πῦρ οὐ, μάστιγες, τοῦ ἀληθοῦς ἐραστοῦ μου,
ὁ Μάρτυς ἐβόα, χωρίσει με.
Νευρούμενος Ἔνδοξε, τῇ συμμαχίᾳ Χριστοῦ, εἰς
γῆν τὸν ἀντίπαλον, ἐκπαλαίσας ἔρριψας, καὶ φερωνύμως ἐδείχθης, κατὰ τῶν
τυράννων καλλίνικος.
Διάβολον ᾔσχυνας, Ἀγγέλους εὔφρανας, τοῖς ἄθλοις
σου, Ἔνδοξε, καὶ Χριστῷ ἐκραύγαζες· Εὐλογητὸς εἶ ὁ μόνος, ὑπάρχων
Θεὸς τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Ἔλυσας τῷ τόκῳ σου, Παρθένε ἄχραντε, Εὔας
της προμήτορος, τὴν ἀράν· ὑπάρχεις γάρ, Μήτηρ τοῦ πάντων
Δεσπότου, τοῖς πᾶσι χαρὰν προξενήσασα.
ᾨδὴ η'
Ὁ Εἱρμὸς
«Ἄφλεκτος πυρί,
ἐν Σινᾷ προσομιλοῦσα, βάτος Θεὸν ἐγνώρισε, τῷ βραδυγλώσσῳ καὶ δυσήχῳ Μωσεῖ, καὶ
Παῖδας ζῆλος Θεοῦ, τρεῖς ἀναλώτους ἐν πυρί, ὑμνῳδοὺς ἔδειξε. Πάντα τὰ ἔργα, τὸν
Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἄχραντος, Ἀμνός,
λογικὸς ὑπὲρ τοῦ κόσμου, σφαγιασθεὶς κατέπαυσε, τὰ κατὰ νόμον προσφερόμενα, καθάρας
τοῦτον χωρὶς παραπτωμάτων ὡς Θεός, τὸν ἀεὶ κράζοντα· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε,
καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἄφθαρτος οὐκ οὖσα,
πρὸ πάθους ἡ ληφθεῖσα, ὑπὸ τοῦ Κτίστου σάρξ ἡμῶν, μετὰ τὸ πάθος καὶ τὴν ἔγερσιν,
ἀπρόσιτος τῇ φθορᾷ, κατεσκευάσθη, καὶ θνητοὺς καινουργεῖ κράζοντας· Πάντα τὰ ἔργα,
τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σοῦ τὸ καθαρόν,
καὶ πανάμωμον Παρθένε, τὸ ῥυπαρὸν καὶ ἔμμυσον, τῆς οἰκουμένης ἀπεκάθηρε, καὶ γέγονας
τῆς ἡμῶν, πρὸς τὸν Θεὸν καταλλαγῆς αἰτία Πάναγνε· πάντες διό σε, Παρθένε εὐλογοῦμεν,
καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Τοῦ Ἁγίου
ᾨδὴ η'
Τὰ σύμπαντα Δέσποτα
Χαίροις ἐντρύφημα, τῶν ἀθλητῶν τῆς ἀληθείας, Χαίροις
τὸ καλλώπισμα τῆς πίστεως καὶ κλέος, Χαίροις ὁ λαμπρότατος
τῶν μαρτύρων φωσφόρος, ὁ τὴν πλάνην σκεδάσας τῇ ἀθλήσει σου, καὶ τὸ φῶς ἀναλάμψας
τῷ κόσμῳ,Καλλίνικε πάνσοφε.
Ὁ τύραννος ᾐσχύνθη, τῇ τῶν ἀγώνων
σου ἐνστάσει, ἡττήθησαν δήμιοι τοῖς μώλωψί σου Μάκαρ, τοῖς ἥλοις
τῆς πτέρνης σου κατετρώθη ἡ πλάνη, κατεφλέχθη δὲ πάντα καὶ ἠφάνισται, τῶν
εἰδώλων τεμένη, πυρὶ ἐναθλοῦντός σου.
Ὑπὲρ τῶν τιμώντων σε, τῇ πρὸς Θεόν
σου παρρησίᾳ, Καλλίνικε χρώμενος, ἱκέτευε ἀπαύστως, τῆς ποίμνης
σου πρόστηθι, ἐξαιρούμενος ταύτην, τῶν ποικίλων παγίδων τοῦ ἀλάστορος, καὶ στηρίζων
τῇ πίστει· ἐν σοὶ γὰρ αὐχεῖ καὶκρατύνεται.
Θεοτοκίον
Ἐν Πνεύματι Προφῆται, σὲ τὴν Παρθένον
προτυποῦσι, σκηνήν τε καὶ τράπεζαν, καὶ στάμνον καὶ λυχνίαν, καὶ
ὄρος πανάγιον, καὶ νεφέλην καὶ πλάκα, κιβωτὸν τε καὶ ῥάβδον, πύλην ἔνθεον, δι'
ἧς πᾶσιν ἀνθρώποις, ἠνοίχθη ὁ πάλαι Παράδεισος.
ᾨδὴ θ'
Ὁ Εἱρμὸς
«Μὴ τῆς φθορᾶς
διαπείρᾳ κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀ πείρανδρε,
Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου πλαστουργοῦ σου Σὲ
μεγαλύνομεν».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Οἱ τῇ Θεότητι
πάθη προσεφαρμόζοντες, ἐπιστομίζεσθε πάντες ἀλλοτριόφρονες· Κύριον δόξης γάρ,
σαρκὶ ἐσταυρωμένον, ἀσταύρωτον δὲ φύσει, τῇ θείᾳ, ὡς ἐν δύο, ἕνα φύσεσι μεγαλύνομεν.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Οἱ τῶν σωμάτων
τὴν ἔγερσιν ἀθετήσαντες, πρὸς τὸ Χριστοῦ πορευθέντες μνῆμα διδάχθητε, ὅτι νενέκρωται,
καὶ ἐγήγερται πάλιν, ἡ σάρξ τοῦ ζωοδότου, εἰς πίστωσιν ἐσχάτης, Ἀναστάσεως, ἣν ἐλπίζομεν.
Τριαδικὸν
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Οὐ θεοτήτων
Τριάδα, ἀλλ' ὑποστάσεων, οὐδὲ Μονάδα προσώπων, ἀλλὰ Θεότητος, σέβοντες, τέμνομεν,
τοὺς ταύτην διαιροῦντας, συγχέομεν δὲ πάλιν, τοὺς σύγχυσιν τολμῶντας, κατὰ ταύτης,
ἣν μεγαλύνομεν.
Τοῦ Ἁγίου
ᾨδὴ θ'
Τὸν ἄσπορον τόκον σου
Ὑφάνθη σοι ἄνωθεν, ὁ χιτὼν τῆς πίστεως, δι' οὗ
ἀπεγύμνωσας τὸν ἐχθρὸν ἐν σταδίῳ, Μάρτυς ἔνδοξε.
Μεμηνὼς ὁ τύραννος, ὑπεκλύειν ᾤετο, θωπείαις
τὸν Μάρτυρα, ἀλλ' αὐτὸς τῇ πίστει ἐστερέωτο.
Εὐθὲς ὁλοκαύτωμα, καὶ δεκτὸν θυμίαμα, Καλλίνικε ἔνδοξε, τῷ πυρὶ τῶν ἀγώνων
προσηνέχθης Θεῷ.
Νέον σε Παράδεισον, οἱ πιστοὶ γνωρίσαντες, τοῖς
πόνοις τῶν ἄθλων σου, ὡς ἐκ θείων ναμάτων ποτιζόμεθα.
Ὡραῖοι οἱ πόδες σου, ἀθλητὰ Καλλίνικε, τοῖς ἥλοις
πειρώμενοι, καὶ πρὸς κήρυγμα θεῖον πορευόμενοι.
Θεοτοκίον
Σκέπην σε κεκτήμεθα, καὶ λιμένα Πάναγνε
καὶ ὅπλον καὶ ἄγκυραν, καὶ βεβαίαν ἐλπίδα ἐν κινδύνοις ἀεί.
Ὠδὴ α’. Ἦχος δ’.
Χοροὶ Ἰσραήλ, ἀνίκμοις ποσί, πόντον ἐρυθρόν, καὶ ὑγρὸν βυθὸν διελάσαντες, ἀναβάτας τριστάτας, δυσμενεῖς ὁρῶντες ἐν αὐτῷ ὑποβρυχίους, ἐν ἀγαλλιάσει ἔμελπον· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
Ὠδὴ γ’.
Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες, περιεζώσαντο
δύναμιν· διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου.
Ὠδὴ δ’.
Εἰσακήκοα τὴν ἔνδοξον οἰκονομίαν σου Χριστὲ
ὁ Θεός, ὅτι ἐτέχθης ἐκ τῆς Παρθένου, ἵνα ἐκ πλάνης ῥύσῃ τοὺς
κραυγάζοντας· Δόξα τῇ δυνάμει σου Κύριε.
Ὠδὴ ε’.
Ὁ τοῦ φωτὸς διατμήξας τὸ πρωτόγονον
χάος, ὡς ἐν φωτὶ τὰ ἔργα ὑμνεῖ σε Χριστέ, τὸν Δημιουργόν,
ἐν τῷ φωτί σου τὰς ὁδοὺς ἡμῶν εὔθυνον.
Ὠδὴ ς’.
Ἐν τῷ θλίβεσθαί με, ἐβόησα πρὸς Κύριον, καὶ
ἐπήκουσέ μου, ὁ Θεὸς τῆς σωτηρίας μου.
Ὠδὴ ζ’.
Ἀβραμιαῖοι ποτέ, ἐν Βαβυλῶνι Παῖδες, καμίνου
φλόγα κατεπάτησαν, καὶ ὑμνοῦντες ἔψαλλον· ὁ τῶν Πατέρων Θεὸς
εὐλογητὸς εἶ.
Ὠδὴ η’.
Αἰνοῦμεν, εὐλογοῦμεν
καὶ προσκυνοῦμεν τὸν Κύριον.
Οἱ ἐν Βαβυλῶνι Παῖδες, τῷ θείῳ πυρπολούμενοι
ζήλῳ, τυράννου καὶ φλογὸς ἀπειλήν, ἀνδρείως κατεπάτησαν, καὶ μέσον
πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογεῖτε πάντα τὰ ἔργα
Κυρίου τὸν Κύριον.
Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός,
εν ύμνοις τιμώντες μεγαλύνωμεν.
Ήχος δ'
Μεγαλύνει η ψυχή μου τόν Κύριον, καί
ηγαλλίασε τό πνεύμά μου επί τώ Θεώ τώ σωτήρί μου.
·
·
Τήν Τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν
αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.
Ότι επέβλεψεν επί τήν ταπείνωσιν τής
δούλης αυτού, ιδού γάρ από τού νύν μακαριούσί με πάσαι γενεαί,
·
·
Τήν Τιμιωτέραν τών Χερουβείμ...
Ότι εποίησέ μοι μεγαλεία ο Δυνατός,
καί άγιον τό όνομα αυτού, καί τό έλεος αυτού εις γενεάν, καί γενεάν τοίς
φοβουμένοις αυτόν.
·
·
Τήν Τιμιωτέραν τών Χερουβείμ...
Εποίησε κράτος εν βραχίονι αυτού,
διεσκόρπισεν υπερηφάνους διανοία καρδίας αυτών.
·
·
Τήν Τιμιωτέραν τών Χερουβείμ...
Καθείλε δυνάστας από θρόνων, καί
ύψωσε ταπεινούς, πεινώντας ενέπλησεν αγαθών, καί πλουτούντας εξαπέστειλε
κενούς.
·
·
Τήν Τιμιωτέραν τών Χερουβείμ...
Αντελάβετο Ισραήλ παιδός αυτού,
μνησθήναι ελέους, καθώς ελάλησε πρός τούς πατέρας ημών, τώ Αβραάμ, καί τώ
σπέρματι αυτού έως αιώνος.
Καταβασία
Ὁ τόκος σου ἄφθορος ἐδείχθη, Θεὸς ἐκ
λαγόνων σου προῆλθε, σαρκοφόρος, ὃς ὤφθη ἐπὶ γῆς, καὶ τοῖς ἀνθρώποις
συνανεστράφη, σὲ Θεοτόκε· διὸ πάντες μεγαλύνομεν.
Άγιος Κύριος ο Θεός ημών,
Άγιος Κύριος ο Θεός ημών.
Υψούτε Κύριον τόν Θεόν
ημών, καί προσκυνείτε τώ υποποδίω τών ποδών
αυτού.
Ότι Άγιός εστιν
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Η'
Δύο Ἀγγέλους
βλέψασα, ἔνδοθεν τοῦ μνημείου, Μαρία ἐξεπλήττετο, καὶ Χριστὸν ἀγνοοῦσα, ὡς
Κηπουρὸν ἐπηρώτα, Κύριε ποῦ τὸ σῶμα, τοῦ Ἰησοῦ μου τέθεικας; κλήσει δὲ τοῦτον
γνοῦσα εἶναι αὐτόν , τὸν Σωτῆρα ἤκουσε· Μή μου ἅπτου, πρὸς τὸν Πατέρα ἄπειμι, εἰπὲ
τοῖς ἀδελφοῖς μου.
Θεοτοκίον
Τριάδος Κόρη τέτοκας, ἀπορρήτως τὸν ἕνα, διπλοῦν
τῇ φύσει πέλοντα, καὶ διπλοῦν ἐνεργείᾳ, καὶ ἕνα τῇ ὑποστάσει· τοῦτον
οὖν ἐκδυσώπει, ἀεὶ ὑπὲρ τῶν πίστει σε, προσκυνούντων ἐκ πάσης ἐπιβουλῆς, τοῦ ἐχθροῦ
λυτρώσασθαι, ὅτι πάντες, πρὸς σὲ νῦν καταφεύγομεν, Δέσποινα Θεοτόκε.
ΨΑΛΜΟΣ ΡΜΗ' (148)
--Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὺτὸν ἐν τοῖς ὑψἰστοις·
Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
--Αἰνεῖτε αὐτὸν πάντες οἱ Ἄγγελοι αὐτοῦ·
αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ· Σοὶ πρέπει ὕμνος
τῷ Θεῷ.
Αἶνοι Ἦχος βαρὺς
1. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα
αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
-- Ἀνέστη Χριστὸς ἐκ νεκρῶν, λύσας
θανάτου τὰ δεσμά, εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν
δόξαν.
ΨΑΛΜΟΣ ΡΝ' (l50)
2. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις
αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
-- Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ἅγιον
Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον.
3. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις
αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
-- Χριστοῦ τὴν Ἀνάστασιν, προσκυνοῦντες
οὐ παυόμεθα· αὐτὸς γὰρ ἡμᾶς ἔσωσεν, ἐκ τῶν ἀνομιῶν ἡμῶν,
ἅγιος Κύριος Ἰησοῦς, ὁ δείξας τὴν Ἀνάστασιν.
4. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε
αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
-- Τὶ ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν, δι'
ἡμᾶς Θεὸς ἐν ἀνθρώποις, διὰ τὴν καταφθαρεῖσαν φύσιν, ὁ Λόγος
σάρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, πρὸς τοὺς ἀχαρίστους ὁ Εὐεργέτης, πρὸς
τοὺς αἰχμαλώτους ὁ Ἐλευθερωτής, πρὸς τοὺς ἐν σκότει καθημένους, ὁ
Ἥλιος τῆς δικαιοσύνης ἐπὶ τὸν Σταυρόν ὁ ἀπαθής, ἐπὶ τὸν ᾍδην
τὸ φῶς, ἐπὶ τὸν θάνατον ἡ ζωή , ἡ Ἀνάστασις διὰ τοὺς
πεσόντας· πρὸς ὃν βοήσωμεν· ὁ Θεὸςἡμῶν δόξα σοι.
5. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε
αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
-- Πύλας ᾍδου συνέτριψας Κύριε, καὶ θανάτου
τὸ κράτος κατήργησας, τῇ κραταιᾷ δυνάμει σου, καὶ συνήγειρας
νεκρούς, τοὺς ἀπ' αἰῶνος ἐν σκότει καθεύδοντας, τῇ θείᾳ καὶ
ἐνδόξῳ Ἀναστάσει σου, ὡς Βασιλεὺς τοῦ παντός, καὶΘεὸς παντοδύναμος.
6. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε
αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
-- Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, καὶ εὐφρανθῶμεν ἐν
τῇ Ἀναστάσει αὐτοῦ ὅτι συνήγειρε νεκρούς, ἐκ τῶν τοῦ ᾍδου ἀλύτων δεσμῶν, καὶ
ἐδωρήσατο τῷ κόσμῳ ὡς Θεός, ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔλεος.
7. Ἀνάστηθι, Κύριε, ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ
σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.
-- Ἐξαστράπτων Ἄγγελος, ἐν τῷ λίθῳ ἐκάθητο
τοῦ Ζωοδόχου μνήματος, καὶ Γυναιξὶ Μυροφόροις εὐηγγελίζετο
λέγων· Ἀνέστη ὁ Κύριος, καθὼς προεῖπεν ὑμῖν, ἀπαγγείλατε
τοῖς Μαθηταῖς αὐτοῦ, ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν,τῷ δὲ κόσμῳ παρέχει, ζωὴν
αἰώνιον, καὶ τὸ μέγα ἔλεος.
8. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι
πάντα τὰ θαυμάσιά σου.
-- Τὶ ἀπεδοκιμάσατε τὸν λίθον τὸν ἀκρογωνιαῖον,
ὦ παράνομοι Ἰουδαῖοι; Οὗτός ἐστιν ὁ λίθος, ὃν ἔθετο ὁ Θεὸς ἐν
Σιών, ὁ ἐκ πέτρας πηγάσας ἐν ἐρήμῳ τὸ ὕδωρ, καὶ ἡμῖν ἀναβλύζων ἐκ
τῆς πλευρᾶς αὐτοῦ ἀθανασίαν, οὗτός ἐστιν ὁλίθος, ὁ ἐξ ὄρους
Παρθενικοῦ ἀποτμηθείς, ἄνευ θελήματος ἀνδρός, ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ἐρχόμενος ἐπὶ τῶν
νεφελῶν τοῦ οὐρανοῦ, πρὸς τὸν Παλαιὸν τῶν ἡμερῶν, καθὼς εἶπε
Δανιήλ, καὶ αἰώνιος αὐτοῦ ἡ Βασιλεία.
Δόξα... ΕΩΘΙΝΟΝ Η' Ἦχος πλ. δ'
Τὰ τῆς Μαρίας δάκρυα οὐ μάτην χεῖνται θερμῶς· ἰδοὺ
γὰρ κατηξίωται, καὶ διδασκόντων Ἀγγέλων, καὶ τῆς ὄψεως τῆς σῆς ὦ Ἰησοῦ· ἀλλ' ἔτι
πρόσγεια φρονεῖ, οἷα γυνὴ ἀσθενής· διὸ καὶ ἀποπέμπεται μὴ προσψαῦσαί σοι Χριστέ.
Ἀλλ' ὅμως κήρυξ πέμπεται τοῖς σοῖς Μαθηταῖς, οἷς εὐαγγέλια ἔφησε, τὴν πρὸς τὸν
πατρῷον κλῆρον ἄνοδον ἀπαγγέλλουσα. Μεθ' ἧς ἀξίωσον καὶ ἡμᾶς, τῆς ἐμφανείας
σου, Δέσποτα Κύριε.
Καὶ νῦν ... Θεοτοκίον
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ
σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα
ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν·
Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.
ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ
Δόξα
σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ, καί επί γής ειρήνη, εν ανθρώποις
ευδοκία.
Υμνούμέν
σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν
μεγάλην σου δόξαν.
Κύριε
βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ,
καί Άγιον Πνεύμα,
Κύριε
ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο αίρων τήν αμαρτίαν τού κόσμου,
ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.
Πρόσδεξαι
τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον ημάς.
Ότι
σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός.
Αμήν.
Καθ'
εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου εις τόν αιώνα, καί εις τόν
αιώνα τού αιώνος.
Καταξίωσον,
Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους φυλαχθήναι ημάς.
Ευλογητός
εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον τό όνομά σου
εις τούς αιώνας. Αμήν.
Γένοιτο,
Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σέ.
Ευλογητός
εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').
Κύριε,
καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ
είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι ήμαρτόν σοι.
Κύριε,
πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου.
Ότι
παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.
Παράτεινον
τό έλεός σου τοίς γινώσκουσί σε.
Άγιος
ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ
γ').
Δόξα...
Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος
ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.
Σήμερον
σωτηρία τώ κόσμω γέγονεν. Άσωμεν τώ αναστάντι εκ τάφου καί αρχηγώ τής ζωής
ημών, καθελών γάρ τώ θανάτω τόν θάνατον, τό νίκος έδωκεν ημίν, καί τό μέγα
έλεος.
Είς την
λειτουργίαν
ΑΝ Τ Ι Φ Ω Ν Α
Ήχος β΄
Στίχ. α'. Ευλόγει η
ψυχή μου, τόν Κύριον, καί πάντα τά εντός μου τό όνομα τό άγιον αυτού.
Ταίς
πρεσβείαις τής Θεοτόκου, Σώτερ σώσον ημάς.
Στίχ. β'. Ευλόγει,
η ψυχή μου, τόν Κύριον, καί μή επιλανθάνου πάσας τάς ανταποδόσεις αυτού.
Ταίς
πρεσβείαις τής Θεοτόκου...
Στίχ. γ'. Κύριος εν
τώ ουρανώ ητοίμασε τόν θρόνον αυτού, καί η Βασιλεία αυτού πάντων δεσπόζει.
Ταίς
πρεσβείαις τής Θεοτόκου...
Δόξα... Καί νύν...
Ταίς
πρεσβείαις τής Θεοτόκου...
Β΄. Ήχος β'
Στίχ. α'. Αίνει, η
ψυχή μου, τόν Κύριον, αινέσω Κύριον εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.
Σώσον
ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι. Αλληλούια.
Στίχ. β'. Μακάριος,
ού ο Θεός Ιακώβ βοηθός αυτού, η ελπίς αυτού επί Κύριον τόν Θεόν αυτού.
Σώσον
ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...
Στίχ. γ'. Βασιλεύσει
Κύριος εις τόν αιώνα, ο Θεός σου, Σιών, εις γενεάν καί γενεάν.
Σώσον,
ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...
Δόξα... Καί νύν...
Ο Μονογενής Υιός και Λόγος του Θεού,
αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν σωτηρίαν σαρκοθήναι εκ της
αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας, σταυρωθείς τε,
Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της Αγίας Τριάδος, συνδοξαζόμενος
τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.
Ἀπολυτίκιον Ἦχος βαρὺς
Κατέλυσας τῷ
Σταυρῷ σου τὸν θάνατον, ἠνέῳξας τῷ Λῃστῇ τὸν Παράδεισον, τῶν Μυροφόρων τὸν θρῆνον
μετέβαλες, καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας· ὅτι ἀνέστης Χριστὲ ὁ Θεός,
παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Εισοδικόν
Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ. Σώσον ημάς, Υιέ
Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι Αλληλούϊα
Ἀπολυτίκιον Ἦχος βαρὺς
Κατέλυσας τῷ
Σταυρῷ σου τὸν θάνατον, ἠνέῳξας τῷ Λῃστῇ τὸν Παράδεισον, τῶν Μυροφόρων τὸν θρῆνον
μετέβαλες, καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας· ὅτι ἀνέστης Χριστὲ ὁ Θεός,
παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Του ναού…
Κοντάκιον
Ἦχος βαρύς.
Ἐπὶ τοῦ ὄρους μετεμορφώθης, καὶ ὡς ἐχώρουν οἱ
Μαθηταί σου τὴν δόξαν σου, Χριστὲ ὁ Θεὸς ἐθεάσαντο, ἵνα ὅταν σε ἴδωσι σταυρούμενον,
τὸ μὲν πάθος νοήσωσιν ἑκούσιον, τῷ δὲ κόσμῳ κηρύξωσιν, ὅτι σὺ ὑπάρχεις ἀληθῶς,
τοῦ Πατρὸς τὸ ἀπαύγασμα.
Τό Τρισάγιον...
ΑΠΟΣΤΟΛΟΣ
Προκείμενον.Ήχος
Βαρύς.
Κύριος
ισχύν τω λαώ αυτού δώσει·
Στίχ. Ενέγκατε τω Κυρίω, υιοί Θεού, ενέγκατε τω Κυρίω υιούς κριών,
ενέγκατε τω Κυρίω δόξαν και τιμήν.
Προς Κορινθίους Α’ Επιστολής Παύλου το Ανάγνωσμα.
Ἀδελφοί, παρακαλῶ ὑμᾶς διὰ τοῦ ὀνόματος τοῦ
Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα τὸ αὐτὸ λέγητε πάντες, καὶ μὴ ᾖ ἐν ὑμῖν
σχίσματα, ἦτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ. ἐδηλώθη γάρ μοι περὶ ὑμῶν, ἀδελφοί
μου, ὑπὸ τῶν Χλόης, ὅτι ἔριδες ἐν ὑμῖν εἰσι· λέγω
δὲ τοῦτο, ὅτι ἕκαστος ὑμῶν λέγει ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλώ, ἐγὼ δὲ Κηφᾶ,
ἐγὼ δὲ Χριστοῦ. μεμέρισται ὁ
Χριστός; μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ὑμῶν; ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε; εὐχαριστῶ τῷ Θεῷ ὅτι οὐδένα ὑμῶν
ἐβάπτισα εἰ μὴ Κρίσπον καὶ Γάϊον,
ἵνα μή τις εἴπῃ ὅτι εἰς τὸ ἐμὸν ὄνομα ἐβάπτισα. ἐβάπτισα δὲ καὶ τὸν Σταφανᾶ οἶκον·
λοιπὸν οὐκ οἶδα εἴ τινα ἄλλον ἐβάπτισα. οὐ
γὰρ ἀπέστειλέ με Χριστὸς βαπτίζειν, ἀλλ' εὐαγγελίζεσθαι, οὐκ ἐν σοφίᾳ λόγου, ἵνα
μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ.
Ευαγγέλιον
η΄
ἑβδομάδος Ματθαίου· «Εἶδεν ὁ
Ἰησοῦς πολύν ὄχλον...»(Ματθ. ιδ΄ 14-22).
Είς το Εξαιρέτως... Άξιον Εστί
Κοινωνικὸν
«Αινείτε»·
«Εἴδομεν τὸ
φῶς».
Βιβλιογραφία:
1.
analogion.gr/glt/
2.
ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΙΣ
ΤΩΝ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ
ΕΤΟΥΣ 2012
ΑΠΟΣΤΟΛΟΥ Ε. ΠΑΠΑΧΡΗΣΤΟΥ
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου