Σάββατο 14 Ιουλίου 2012

† ΚΥΡΙΑΚΗ Τῶν Ἁγίων καί θεοφόρων 630 Πατέρων τῆς Ἁγίας καί Οἰκουμενικῆς Δ΄ Συνόδου, ἐν Χαλκηδόνι.



15-7-2012

† ΚΥΡΙΑΚΗ Τῶν Ἁγίων καί θεοφόρων 630 Πατέρων τῆς Ἁγίας καί Οἰκουμενικῆς Δ΄ Συνόδου, ἐν Χαλκηδόνι. Τῶν Ἁγίων Μαρτύρων Κηρύκου καί Ἰουλίττης τῆς μητρός αὐτοῦ. Τῶν Ὁσιομαρτύρων Νεοφύτου τοῦ Ἀμοργινοῦ, Ἰωνᾶ τοῦ Λερίου, Νεοφύτου τοῦ Φαζοῦ, Ἰωνᾶ τοῦ Γαρμπῆ καί Παρθενίου τοῦ Φιλιπποπουλίτου. ῏Ηχος πλ. α’· ἑωθινὸν στ΄.


   
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μνήμη της Δ' Οικουμενικής Συνόδου

Ἀπολυτίκιον Ἦχος πλ. α' 
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.

Δόξα...

τών Πατέρων
Ήχος πλ. δ'
Υπερδεδοξασμένος εί, Χριστέ ο Θεός ημών, ο φωστήρας επί γής τούς Πατέρας ημών θεμελιώσας, καί δι' αυτών πρός τήν αληθινήν πίστιν, πάντας ημάς οδηγήσας, Πολυεύσπλαγχνε δόξα σοι.

Καὶ νῦν... Θεοτοκίον
Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.


Καθίσματα Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον 
Τὸν Σταυρὸν τοῦ Κυρίου ἐγκωμιάσωμεν, τὴν ταφὴν τὴν ἁγίαν ὕμνοις τιμήσωμεν, καὶ τὴν Ἀνάστασιν αὐτοῦ ὑπερδοξάσωμεν, ὅτι συνήγειρε νεκρούς, ἐκ τῶν μνημάτων ὡς Θεός, σκυλεύσας κράτος θανάτου, καὶ ἰσχὺν διαβόλου, καὶτοῖς ἐν ᾅδῃ φῶς ἀνέτειλε.
Δόξα...
Κύριε, νεκρὸς προσηγορεύθης, ὁ νεκρώσας τὸν θάνατον, ἐν μνήματι ἐτέθης, ὁ κενώσας τὰ μνήματα, ἄνω στρατιῶται τὸν τάφον ἐφύλαττον, κάτω τοὺς ἀπ' αἰῶνος νεκροὺς ἐξανέστησας, Παντοδύναμε καὶ ἀκατάληπτε, Κύριε δόξα σοι.
Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε ἅγιον ὄρος καὶ θεοβάδιστον, χαῖρε ἔμψυχε βάτε καὶ ἀκατάφλεκτε, χαῖρε  μόνη πρὸς Θεὸν κόσμου γέφυρα, ἡ μετάγουσα θνητούς, πρὸς τὴν αἰώνιον ζωήν, χαῖρε ἀκήρατε Κόρη, ἡ ἀπειράνδρως τεκοῦσα, τὴν σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Κύριε, μετὰ τὴν τριήμερόν σου Ἀνάστασιν, καὶ τὴν τῶν Ἀποστόλων προσκύνησιν, ὁ Πέτρος ἐβόα σοι· Γυναῖκες ἀπετόλμησαν, κᾀγὼ ἐδειλίασα. Λῃστὴς ἐθεολόγησε, κᾀγὼ ἠρνησάμην σε, ἆρα καλέσεις με τοῦ λοιποῦ μαθητήν, ἢπάλιν δείξεις με ἁλιέα βυθοῦ; ἀλλὰ μετανοοῦντά με δέξαι, ὁ Θεὸς καὶ σῶσόν με.
Δόξα...
Κύριε, ἐν μέσῳ σε προσήλωσαν, οἱ παράνομοι τῶν καταδίκων, καὶ λόγχῃ τὴν πλευράν σου ἐξεκέντησαν, ὦ Ἐλεῆμον, ταφὴν δὲ κατεδέξω, ὁ λύσας ᾅδου τὰς πύλας, καὶ ἀνέστης τριήμερος, ἔδραμον Γυναῖκες ἰδεῖν σε, καὶ ἀπήγγειλαν Ἀποστόλοις τὴν Ἔγερσιν. Ὑπερυψούμενε Σωτήρ, ὃν ὑμνοῦσιν Ἄγγελοι, εὐλογημένε Κύριε δόξα σοι.
Καὶ νῦν ... Θεοτοκίον
Ἀπειρόγαμε Νύμφη θεογεννήτρια, ἡ τῆς Εὔας τὴν λύπην χαραποιήσασα, ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ προσκυνοῦμέν σε, ὅτι ἀνήγαγες ἡμᾶς ἐκ τῆς ἀρχαίας ἀρᾶς, καὶ νῦν δυσώπει ἀπαύστως, πανύμνητε Παναγία, εἰς τὸ σωθῆναιἠμας.



ΕΥΛΟΓΗΤΑΡΙΑ  Ἦχος πλ. α'

         Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.
         Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς  δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις. Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
         Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
         Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ, ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.

Δόξα... Τριαδικὸν

Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς  Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.

Καὶ νῦν ... Θεοτοκίον

Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ  Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (ἐκ γ')

Ἡ Ὑπακοὴ Ἦχος πλ. α'
Ἀγγελικῇ ὁράσει τὸν νοῦν ἐκθαμβούμεναι, καὶ θεϊκῇ Ἐγέρσει τὴν ψυχὴν φωτιζόμεναι, αἱ Μυροφόροι τοῖς Ἀποστόλοις εὐηγγελίζοντο. Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι, τὴν Ἀνάστασιν τοῦ Κυρίου, συνεργοῦντος τοῖς θαύμασι, καὶπαρέχοντος ἡμῖν τὸ μέγα ἔλεος.
Οἱ Ἀναβαθμοὶ
Ἀντίφωνον Α'
Ἐν τῷ θλίβεσθαί με Δαυϊτικῶς, ᾄδω σοι Σωτήρ μου. Ῥῦσαί μου τὴν ψυχὴν ἐκ γλώσσης δολίας.
Τοῖς ἐρημικοῖς ζωὴ μακαρία ἐστί, θεϊκῷ ἔρωτι πτερουμένοις.
Δόξα... Καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, περικρατεῖται πάντα τὰ ὁρατά τε σὺν τοῖς ἀοράτοις· αὐτοκρατὲς γὰρ ὅν, τῆς Τριάδος ἕν ἐστιν ἀψεύστως.
Ἀντίφωνον Β'
Εἰς τὰ ὄρη ψυχὴ ἀρθῶμεν, δεῦρο ἐκεῖσε· ὅθεν βοήθεια ἥκει.
Δεξιά σου χεὶρ κᾀμέ, Χριστὲ ἱπταμένη, σκαιωρίας πάσης περιφυλαξάτω.
Δόξα... Καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, θεολογοῦντες φῶμεν· Σὺ εἶ Θεός, ζωή, ἔρως, φῶς, νοῦς, σὺ χρηστότης, σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.
Ἀντίφωνον Γ'
Ἐπὶ τοῖς εἰρηκόσι μοι· Εἰς τὰς αὐλὰς προσβῶμεν Κυρίου, χαρᾶς πολλῆς πλησθεὶς εὐχὰς ἀναπέμπω.
Ἐπὶ οἶκον Δαυΐδ, τὰ φοβερὰ τελεσιουργεῖται· πῦρ γὰρ ἐκεῖ φλέγον, ἅπαντα αἰσχρὸν νοῦν.
Δόξα... Καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, ζωαρχικὴ ἀξία, ἐξ οὗ πᾶν ζῶον ἐμψυχοῦται, ὡς ἐν Πατρί, ἅμα τε καὶ Λόγῳ.
Προκείμενον
Ἀνάστηθι Κύριε  Θεός μου, ὅτι σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.
Στίχ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου.

Ή Τάξις τού Εωθινού Ευαγγελίου

Ιερεύς Τού Κυρίου δεηθώμεν.
Χορός Κύριε, ελέησον.
Ιερεύς Ότι Άγιος εί ο Θεός ημών, και εν αγίοις επαναπαύη, και σοι την δόξαν αναπέμπωμεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.
Χορός Αμήν.
Πάσα πνοή αινεσάτω τόν Κύριον (εκ γ').
Ιερεύς Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.
Χορός Κύριε, ελέησον (γ').
Ιερεύς Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.
Ιερεύς Ειρήνη πάσι.
Χορός Καί τώ Πνεύματί σου.
Ιερεύς Εκ τού κατά ...  αγίου Ευαγγελίου...
Ιερεύς Πρόσχωμεν.
Χορός Δόξα σοι, Κύριε, δόξα σοι.

Ευαγγελιον Εωθινόν στ’
Ανάστασιν Χριστού θεασάμενοι…

Ν' Ψαλμός

·                 Ελέησόν με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον τό ανόμημά μου
·                 επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
·                 ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
·                 σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε
·                 ιδού γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
·                 ιδού γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
·                 ραντιείς με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
·                 ακουτιείς με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
·                 απόστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
·                 καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
·                 μή απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ' εμού
·                 απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
·                 διδάξω ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
·                 ρύσαί με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου
·                 κύριε τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου
·                 ότι ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις
·                 θυσία τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει
·                 αγάθυνον κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
·                 τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους

Δόξα... Ήχος β'
Ταίς τών Αποστόλων, πρεσβείαις Ελεήμον, εξάλειψον τα πλήθη, τών εμών εγκλημάτων.
Καί νύν...
Ταίς τής Θεοτόκου, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Στίχ. Ελέησόν με, ο Θεός, κατά τό μέγα έλεός σου, καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου.

Πεντηκοστάριον 
Ήχος ο αυτός
Αναστάς ο Ιησούς από τού τάφου, καθώς προείπεν, έδωκεν ημίν, τήν αιώνιον ζωήν καί μέγα έλεος.

Κανὼν Ἀναστάσιμος
ᾨδὴ α' Ἦχος πλ. α'
 Εἱρμὸς 
«Ἵππον καὶ ἀναβάτην, εἰς θάλασσαν Ἐρυθράν, ὁ συντρίβων πολέμους, ἐν ὑψηλῷ βραχίονι, Χριστὸς ἐξετίναξεν, Ἰσραὴλ δὲ ἔσωσεν, ἐπινίκιον ὕμνον ᾄδοντα».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σὲ ἡ ἀκανθηφόρος, Ἑβραίων συναγωγή, οὐ στοργὴν εὐεργέτα, πρὸς σὲ φυλάξασα, μητρικὴν Χριστὲ ἐστεφάνωσε, τὸν γενάρχην λύοντα, τῆς ἀκάνθης τὸ ἐπιτίμιον.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἤγειράς με πεσόντα, τῷ βόθρῳ ἐπικληθείς, ζωοδότα ἀπτώτως, καὶ τῆς ἐμῆς δυσώδους φθορᾶς, Χριστὲ ἀνασχόμενος, ἀπειράστως θείας οὐσίας, μύρῳ με εὐωδίασας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Λέλυται  κατάρα, ἡ λύπη πέπαυται·  γὰρ εὐλογημένη, καὶ κεχαριτωμένη, πιστοῖς χαρὰν ἐξανέτειλεν, εὐλογίαν πᾶσιν ἀνθηφοροῦσα, Χριστὸν τοῖς πέρασι.
 Οἱ δύο Κανόνες τῶν Πατέρων 

ᾨδὴ α' Ἦχος α'
Σοῦ ἡ τροπαιοῦχος 
Πλάνης καθαιρέτας δεξιούς, νῦν ἀνυμνῆσαι προθέμενος Δέσποτα, χάριν τὴν σὴν ἄνωθεν, τὴν πανσθενῆ καλῶ καὶ τὴν ἐνέργειαν· δεξιὰ γὰρ ὄντως, σὺ τοῦ Πατρὸς τε καὶ δύναμις.

Λόγοις Προφητῶν τῶν ἱ ερῶν, Εὐαγγελίων τε νόμοις ἑπόμενοι, τοῦ Θεοῦ τὸ ἄγνωστον, καὶ τὸ γνωστὸν σαφῶς ἡμᾶς ἐδίδαξαν, οἱ σοφοὶ Πατέρες, τῆς πλάνης πάντας ῥυσάμενοι.

Ἄνωθεν χορὸς προφητικός, καί, Ἀποστόλων ὁ θεῖος κατάλογος, ἕνα τρισυπόστατον, Θεὸν τρανῶς καὶ πανσθενῆ ἐδίδαξαν, ὃν σεπτοὶ Πατέρες, σαφῶς ἡμῖν ἐξεκάλυψαν.

Νόμοις πειθαρχοῦντες θεϊκοῖς, οἱ θεοφόροι Πατέρες ἐδίδαξαν, κατ' οὐσίαν ἄγνωστον, τὸν ποιητὴν ἁπάντων χρηματίζοντα, ἐνεργείαις μόναις, καλῶς νοεῖσθαι τοῖς βλέπουσι.
Θεοτοκίον
Φῶς τὸ τριλαμπὲς θεουργικῶς, ἐν τῇ γαστρί σου χωρήσασα Δέσποινα, τὰς καρδίας φώτισον, ὡς ἀγαθὴ τῶν εὐσεβῶς ὑμνούντων σε· φῶς γὰρ σὺ καὶ δόξα, καὶ σωτηρία αἰώνιος.

Δεύτερος Κανὼν

Ἦχος πλ. δ'
Ἁρματηλάτην Φαραὼ 
Ἡ τῶν Πατέρων, εὐσεβὴς ὁμήγυρις, ἡ κροτηθεῖσα ποτέ, κατ' Εὐτυχοῦς ὄντως, τὸν Σωτῆρα ὥρισεν, ἀδιαιρέτοις φύσεσιν, ἐν δυσὶ τοῖς τοῦ θείου Πατρὸς Κυρίλλου διδάγμασι, βαίνουσα σαφῶς καὶ ἐμμένουσα.

Ἑξακοσίων, ὁ ἀριθμὸς τριάκοντα, εὐσεβεστάτων ἀνδρῶν, τὴν Εὐτυχοῦς πλάνην, καὶ Σεβήρου αἵρεσιν, καταβαλόντες ἔφασαν. Ἐν δυσὶ ταῖς οὐσίαις, Χριστὸν κηρύττομεν, βαίνοντες ἔπεσι Κυρίλλου τοῦ μάκαρος.

Ὁ μὴ κηρύττων, ἐν δυσὶ ταῖς φύσεσι, καὶ ἐνεργείαις Χριστόν, τὸν τοῦ Πατρὸς Λόγον, σχοίη τὸ ἀνάθεμα· ἡ γὰρ τετάρτη Σύνοδος, τῶν Ἁγίων Πατέρων, ἐμφρόνως οὕτως ἐθέσπισε. Πάντες οὖν αὐτοὺς μακαρίσωμεν.
Θεοτοκίον
Δεδοξασμένα, περὶ σοῦ λελάληνται, ἐν γενεαῖς γενεῶν, ἡ τὸν Θεὸν Λόγον, ἐν γαστρὶ χωρήσασα, ἁγνὴ δὲ διαμείνασα, Θεοτόκε Μαρία· διὸ σε πάντες γεραίρομεν, τὴν μετὰ Θεὸν προστασίαν ἡμῶν.
ᾨδὴ γ'
 Εἱρμὸς 
«Ὁ πήξας ἐπ' οὐδενὸς τὴν γῆν τῇ προστάξει σου, καὶ μετεωρίσας ἀσχέτως βρίθουσαν, ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον, μόνε ἀγαθὲ καὶ φιλάνθρωπε».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Χολὴν μὲν οἱ ἐκ πέτρας τὸ μέλι θηλάσαντες, τῷ ἐν τῇ ἐρήμῳ τερατουργήσαντι, σοὶ προσενηνόχασι Χριστέ, ὄξος δ' ἀντὶ τοῦ μάννα, εὐεργεσίαν σοι ἠμείψαντο, παῖδες Ἰσραὴλ οἱ ἀγνώμονες.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Οἱ πάλαι φωτοειδεῖ νεφέλῃ σκεπόμενοι, τὴν ζωὴν ἐν τάφῳ Χριστὲ κατέθεντο, ἀλλ' αὐτεξουσίως ἀναστάς, πᾶσι πιστοῖς παρέσχες, τὴν μυστικῶς ἐπισκιάζουσαν, ἄνωθεν τοῦ Πνεύματος ἔλλαμψιν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σὺ Μήτηρ Θεοῦ ἀσυνδυάστως γεγένησαι, τοῦ ἐξ ἀκηράτου Πατρὸς ἐκλάμψαντος, ἄνευθεν ὠδίνων μητρικῶν· ὅθεν σε Θεοτόκον, σεσαρκωμένον γὰρ ἐκύησας, Λόγον ὀρθοδόξως κηρύττομεν.

ᾨδὴ γ'
Ὁ μόνος εἰδὼς 
Ἡ πρώτη πηγὴ τῶν ἀγαθῶν, ἡ χάρις ἡ τοῦ Πνεύματος, ὡς ποταμοὺς ὑμᾶς ἀνεστόμωσε, τὴν πλάνην Ἔνδοξοι κατασύροντας, καὶ πιστοὺς ποτίζοντας, εὐσεβείας νάματα, Προφητῶν Ἀποστόλων τὸ κήρυγμα.

Σέργιον καὶ Πύρρον τοὺς δεινούς, προστάτας τῆς αἱρέσεως, Παῦλον καὶ Πέτρον καὶ τὸν Θεόδωρον, γενναίως ἅμα Σοφοὶ καθείλετε, τὴν σεπτὴν στηρίξαντες, Ἐκκλησίαν ἔνδοξοι, Ἀποστόλων Πατέρων τοῖς δόγμασιν.

Ἀνάρχου Θεότητος τρανῶς, ἐνέργειαν συνάναρχον, οἱ θεοφόροι ἀνακηρύξαντες, κτιστὴν ἐδίδαξαν τὴν ἐνέργειαν, τοῦ κτιστοῦ προσλήμματος, ἐν διπλόῃ φύσεων, Υἱόν ἕνα Χριστὸν καταγγείλαντες.
Θεοτοκίον
Ἰδεῖν οἱ ποθοῦντες τὰς αὐγάς, τῆς χάριτος τοῦ Πνεύματος, καὶ τὴν ἀνέσπερον θείαν ἔλλαμψιν, πηγῇ προσδράμωμεν τῇ τῆς χάριτος, τῇ μητρὶ τοῦ κτίσαντος· ἐν αὐτῇ γὰρ ἅπαντα τοῖς πιστοῖς χορηγεῖται τὰ βέλτιστα.

Ἕτερος

Ὁ στερεώσας κατ' ἀρχὰς 
Οἱ τῆς Σεβήρου ἀναιδῶς ἐναβρυνόμενοι λόγοις, τοῖς ἰοῦ θανατηφόρου ἐμπλέοις, καταισχύνθητε ἀεί, ἀποχωροῦντες ἅπαντες, τῆς Ἐκκλησίας ὥσπερ λύκοι καὶ κύνες ἁρπάκτορες.

Οἱ θιασῶται καὶ πιστοί, τὸν παντουργὸν καὶ Σωτῆρα, ἐν δυσὶν ἀδιαιρέτοις οὐσίαις, καὶ θελήσεσι διτταῖς, καὶ ἐνεργείαις σέβομεν, τὴν τοῦ Σεβήρου πλάνην· ὅθεν εἰς τέλος τροπούμεθα.

Δεῦτε Σεβήρου Εὐτυχοῦς, καὶ Ἰακώβου τὴν πλάνην, Θεοδώρου Διοσκόρου σὺν τούτοις, ἀποθώμεθα τρανῶς, τὴν δὲ τετάρτην Σύνοδον, τῶν εὐσεβῶν Πατέρων, μέλψωμεν θείοις ἐν ᾄσμασι.
Θεοτοκίον
Τῶν Χερουβὶμ καὶ Σεραφίμ, ἐδείχθης ὑψηλοτέρα, Θεοτόκε· σὺ γὰρ μόνη ἐδέξω, τὸν ἀχώρητον Θεόν, ἐν σῇ γαστρὶ ἀμόλυντε· διὸ πιστοὶ σε πάντες, ὕμνοις ἁγνὴ μακαρίζομεν.
Κοντάκιον Ἦχος πλ. α'
Μιμητὴς ὑπάρχων  
Πρὸς τὸν ᾍδην Σωτήρ μου συγκαταβέβηκας, καὶ τὰς πύλας συντρίψας ὡς παντοδύναμος, τοὺς θανόντας ὡς Κτίστης συνεξανέστησας, καὶ θανάτου τὸ κέντρον Χριστὲ συνέτριψας, καὶ Ἀδὰμ τῆς κατάρας ἐρρύσω Φιλάνθρωπε· διὸ πάντες σοι κράζομεν· Σῶσον ἡμᾶς Κύριε.
 Οἶκος
Ἀκούσασαι αἱ Γυναῖκες τοῦ Ἀγγέλου τὰ ῥήματα, ἀπεβάλοντο τὸν θρῆνον, προσχαρεῖς γενόμεναι, καὶ σύντρομοι τὴν Ἀνάστασιν ἔβλεπον, καὶ ἰδοὺ Χριστὸς προσήγγισεν αὐταῖς, λέγων τό· Χαίρετε, θαρσεῖτε, ἐγὼ τὸν κόσμον νενίκηκα, καὶ τοὺς δεσμίους ἐρρυσάμην· σπουδάσατε οὖν πρὸς τοὺς Μαθητάς, ἀπαγγέλλουσαι αὐτοῖς, ὅτι προάγω ὑμᾶς, ἐν τῇ πόλει Γαλιλαίᾳ τοῦ κηρῦξαι. Διὸ πάντες σοι κράζομεν· Σῶσον ἡμᾶς Κύριε.

Κάθισμα Ἦχος δ'
Ταχὺ προκατάλαβε 
Φωστῆρες ὑπέρλαμπροι, τῆς ἀληθείας Χριστοῦ, τῷ κόσμῳ ἐδείχθητε, ἐπὶ τῆς γῆς ἀληθῶς, Πατέρες μακάριοι, τήξαντες τὰς αἱρέσεις, τῶν δυσφήμων γλωσσάλγων, σβέσαντες τὰς φλογώδεις, τῶν βλασφήμων συγχύσεις· διὸ ὡςἹεράρχαι Χριστοῦ, πρεσβεύσατε σωθῆναι ἡμᾶς.
Δόξα... Και νύν.....Θεοτοκίον
Ταχὺ δέξαι Δέσποινα, τὰς ἱκεσίας ἡμῶν, καὶ ταύτας προσάγαγε, τῷ σῷ Υἱῷ καὶ Θεῷ, Κυρία πανάμωμε· λῦσον τὰς περιστάσεις, τῶν εἰς σὲ προστρεχόντων, πράϋνον μηχανάς τε, καὶ κατάβαλε θράσος, τῶν ὁπλιζομένων ἀθέων κατὰ τῶν δούλων σου.


ᾨδὴ δ'
 Εἱρμὸς 
«Τὴν θείαν ἐννοήσας σου κένωσιν, προβλεπτικῶς ὁ Ἀββακούμ, Χριστὲ ἐν τρόμῳ ἐβόα σοι· Εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου ἐλήλυθας».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τῆς Μερρᾶς τὰ πικρότατα νάματα, ὡς ἐν εἰκόνι προτυπῶν, τὸν ἄχραντόν σου Σταυρὸν ἀγαθέ, τῆς ἁμαρτίας νεκροῦντα, τὴν γεῦσιν διὰ ξύλου ἐγλύκανας.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σταυρὸν κατὰ τοῦ ξύλου τῆς γνώσεως, κατὰ γλυκείας ἐδωδῆς, χολὴν Σωτήρ μου προσίεσαι, κατὰ φθορᾶς δὲ θανάτου, τὸ αἷμά σου τὸ θεῖον ἐξέχεας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἐκτὸς μὲν συναφείας συνέλαβες, ἀδιαφθόρως ἐν γαστρί, καὶ πρὶν ὠδινῆσαι τέτοκας, καὶ μετὰ τόκον Παρθένος, Θεὸν σαρκὶ τεκοῦσα πεφύλαξαι.

ᾨδὴ δ'
Ὄρος σε τῇ χάριτι 
Νόμους τοὺς τοῦ Πνεύματος, μελέτην ποιούμενοι, τοὺς πρακτικοὺς νόμους Σοφοί, καταπεμφθέντας πρὸς ὑμᾶς, ἐκ Ῥώμης ἐδέξασθε, καὶ ἀναπτύξαντες φωτὶ τῷ τοῦ Πνεύματος, τὴν Ἐκκλησίαν καλῶς ἐστηρίξατε.

Ὕμνοις καταστέψωμεν, τὴν θείαν ὁμήγυριν θεοφόρων οἱ πιστοί· τῶν, τὸν σαρκωθέντα Λόγον γάρ, Θεόν τε καὶ ἄνθρωπον, ταῖς ἐνεργείαις ἅμα καὶ τοῖς θελήμασι, τοῖς καταλλήλοις ἡμῖν ἀνεκήρυξαν.

Μέγιστα φυσώμενον, Ὁνώριον πάνσοφοι, ἐπὶ τῷ θρόνῳ καὶ ἀρχῇ, Ῥώμης ποτὲ τῆς παλαιᾶς, καλῶς κατεστρέψατε, καὶ μετὰ τέλος τοῦτον ἀποκηρύξαντες, ὡς τῆς ἀρχῆς καὶ τοῦ θρόνου ἀνάξιον.
Θεοτοκίον
Λόγον ἐνυπόστατον, Παρθένε γεννήσασα, Θεοῦ καὶ φῶς ἀληθινόν, τοὺς ὀφθαλμούς μου τῆς ψυχῆς, διάνοιξον δέομαι, καὶ τῆς ἐκεῖθεν αἴγλης μέτοχον ποίησον· σὺ γὰρ μεσῖτις αὐτοῦ τε καὶ πρύτανις.

Ἕτερος

Σύ μου Χριστὲ Κύριος 
Φράσον ἡμῖν, ἄφρον Σεβῆρε καὶ μάταιε, μίαν φύσιν, σύνθετον τὸν ἄναρχον, φῶς τοῦ Πατρὸς Λόγον καὶ Υἱόν· εἰ γὰρ οὕτως εἴποις, καὶ ἄλλην φύσιν ἐσήμανας· ἡ σάρξ γὰρ καὶ ὁ Λόγος, οὐχὶ μία οὐσία, ἀλλὰ δύο ὑπάρχουσιν ἄθλιε.

Μίαν εἰπών, φύσιν τοῦ Λόγου ἐπήγαγε, σαρκωθεῖσαν, φύσιν ἀνθρωπότητος, ἄνευ τροπῆς, ὅλως καὶ φυρμοῦ, ὁ Ἀλεξανδρέων, διδάσκαλός τε καὶ πρόεδρος, τρανῶς τάς δύο φύσεις, καὶ θελήσεις διδάσκων, τοὺς φρονεῖνὀρθοδόξως ἐθέλοντας.

Δύο Χριστοῦ, ἅπαντες φύσεις κηρύττομεν, ἀσυγχύτως, πᾶσαν τὴν δυσσέβειαν, τοῦ Εὐτυχοῦς, ἄρδην οἱ πιστοί, καὶ τοῦ Διοσκόρου, τοῦ ἄφρονος στηλιτεύοντες, ἑπόμενοι τῷ ὅρῳ, τῶν Ἁγίων Πατέρων, καὶ Κυρίλλου τοῦ θείου τοῖςἔπεσι.
Θεοτοκίον
Χερουβικόν, ὄχημα σὺ Θεομῆτορ ἁγνή, σὺ χωρίον, σὺ καὶ ἐνδιαίτημα, τοῦ πατρικοῦ, Λόγου καὶ Θεοῦ, τοῦ ἐκ σῶν ἀχράντων, λαγόνων σάρκα φορέσαντος· διὸ διτταῖς οὐσίαις, τὸν ἐκ σοῦ σαρκωθέντα, προσκυνοῦντες ἀπαύστως δοξάζομεν.
ᾨδὴ ε'
 Εἱρμὸς 
«Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, πρὸς σὲ ὀρθρίζω, καὶ σοὶ κραυγάζω, τὴν ψυχήν μου φώτισον τὴν ἐσκοτισμένην, Χριστὲ ὡς μόνος εὔσπλαγχνος».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

 τῆς δόξης Κύριος, ἐν ἀδοξίας μορφῇ, ἐπὶ τοῦ ξύλου ἠτιμωμένος, ἑκουσίως κρέμαται, τὴν θείαν μοι δόξαν, ἀφράστως προμηθούμενος.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σύ με μετημφίασας, πρὸς ἀφθαρσίαν Χριστέ, φθορᾶς θανάτου ἀδιαφθόρως, τῇ σαρκὶ γευσάμενος, καὶ ἐξανατείλας τοῦ μνήματος τριήμερος.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σὺ δικαιοσύνην τε, καὶ ἀπολύτρωσιν ἡμῖν, τεκοῦσα Χριστὸν ἀσπόρως, ἐλευθέραν ἔδρασας ἀρᾶς, Θεοτόκε τὴν φύσιν τοῦ προπάτορος.

ᾨδὴ ε'
Ὁ φωτίσας τῇ ἐλλάμψει 
Νομοθέτας θεοφόροι Χριστὸς ὑμᾶς ἔδειξεν, ὁδηγοῦντας ὡς Μωσῆς, Ἰσραὴλ νέον ἄριστα, Φαραὼ τὸν ἔχθιστον, βυθῷ δεινῷ τῆς ἀπωλείας, ὥσπερ ἐκεῖνος ποντίσαντας.

Ὡς καλλίστη καὶ λαμπρὰ τῶν Πατέρων ἡ Σύνοδος· τὸν ἁπλοῦν γάρ, Ἰησοῦν ἐκμαθοῦσα καὶ σύνθετον, ὡς Θεὸν καὶ ἄνθρωπον, διπλᾶς αὐτοῦ τὰς ἐνεργείας, πᾶσι κηρύττει τοῖς πέρασι.

Δῶρον θεῖον τὰς ἐκ Ῥώμης γραφὰς λογισάμενοι, ἐπ' ἐκείναις εὐσεβείας τὸν πύργον ἐστήριξαν, οἱ σοφοὶ Διδάσκαλοι, διττὰς Χριστοῦ τὰς ἐνεργείας, ὡς καὶ τάς φύσεις κηρύξαντες.

Ἐξηλέγχθη Παῦλος Πέτρος ὁμοῦ καὶ Θεόδωρος, σὺν τῷ Πύρρῳ καὶ Σεργίῳ, Ὁνώριος σύγχυσιν τοῦ Χριστοῦ τῶν φύσεων, τῆς ἐνεργείας τῇ συγχύσει, κατασκευάζοντες αἴσχιστα.
Θεοτοκίον
Ὅλη Κόρη φωτισμὸς σὺ ὑπάρχεις καὶ ἔλλαμψις, τοῦ ἀδύτου φωτισμοῦ χρηματίσασα τέμενος· διὰ τοῦτο δέομαι, φωτὶ τῷ σῷ Θεογεννῆτορ, ψυχῆς τὰς κόρας μου φώτισον.

Ἕτερος

Ἵνα τὶ με ἀπώσω 
Ὦ Σεβῆρε τὰς φύσεις, τοῦ Χριστοῦ μὴ συγχέῃς δεινῶς παράνομε· οἱ γὰρ θιασῶται, καὶ παμμάκαρες πάντες Διδάσκαλοι, ἐν δυσὶν οὐσίαις, καὶ ἐν ἑνὶ Χριστὸν προσώπῳ, καταγγείλαντες πᾶσιν ἐξέθεντο.

Προσελάβετο φύσιν, τὴν τῆς ἀνθρωπότητος σαφῶς ὁ ἄναρχος, τοῦ Πατρὸς ὁ Λόγος, ὡς φιλάνθρωπος, θέλων οἰκτῖραι ἡμᾶς, τοὺς ἀπολωλότας· ὅθεν αὐτὸν ἀνακηρύττω, ἐν οὐσίαις δυσὶ καὶ θελήμασι.

Τὸν Σεβῆρον καθεῖλεν, ἡ τετάρτη Σύνοδος καὶ τὸν Διόσκορον, Χριστὸν βλασφημοῦντας, βεβαιοῦσα τὸν τόμον τοῦ Λέοντος, τοῦ Προέδρου Ῥώμης, πάνυ καλῶς τὰς δύο φύσεις, τοῦ Σωτῆρος ἀτμήτως ὁρίζοντα.
Θεοτοκίον
Μητρικὴν παρρησίαν, τὴν πρὸς τὸν Υἱόν σου κεκτημένη Πάναγνε, συγγενοῦς προνοίας, τῆς ἡμῶν μὴ παρίδῃς δεόμεθα, ὅτι σὲ καὶ μόνην, Χριστιανοὶ πρὸς τὸν Δεσπότην, ἱλασμὸν εὐμενῆ προβαλλόμεθα.
ᾨδὴ ς'
 Εἱρμὸς 
«Μαινομένην κλύδωνι, ψυχοφθόρῳ, Δέσποτα Χριστέ, τῶν παθῶν τὴν θάλασσαν κατεύνασον, καὶ ἐκ φθορᾶς, ἀνάγαγέ με ὡς εὔσπλαγχνος».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Εἰς φθορὰν κατώλισθεν, ὁ Γενάρχης, Δέσποτα Χριστέ, παρηκόου βρώσεως γευσάμενος, καὶ πρὸς ζωὴν ἀνῆκται διὰ τοῦ πάθους σου.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

 ζωὴ κατήντησας, πρὸς τὸν ᾍδην, Δέσποτα Χριστέ, καὶ φθορὰ τῷ φθείραντι γενόμενος, διὰ φθορᾶς ἐπήγασας τὴν Ἀνάστασιν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

 Παρθένος ἔτεκε, καὶ τεκοῦσα, ἔμεινεν ἁγνή, ἐν χερσὶ τὸν φέροντα τὰ σύμπαντα, ὡς ἀληθῶς παρθένος Μήτηρ βαστάσασα.
ᾨδὴ ς'
Σπλάγχνων Ἰωνᾶν 
Ξένην καὶ καινήν, σύγχυσιν τῶν φύσεων, Χριστοῦ τὸ δεινὸν ὄντως συνέδριον, ἐξηρεύξαντο, τὰς διττὰς ἐνεργείας συγχέαντες, εἰς ἐνέργειαν τὴν μίαν καὶ ἀλλόκοτον, ἥνπερ ὀρθοδόξων πλήρωμα, ἱερῶν περιβόλων ἀπήλασεν.

Ἴνα τὸν δεινόν, ἐκφύγῃ Νεστόριον, δυάδα υἱῶν κακῶς εἰσάγοντα, τὸ συνέδριον, τὸ τῆς πλάνης ἐκ βόθρου εἰς βάραθρον, ἐξωλίσθησε θελήσεων καὶ φύσεων, μάτην δογματίζον σύγχυσιν, ἀλλὰ θείοις Πατράσι διήλεγκται.

Ὅνπερ τῷ Πατρί, Υἱὸν ὁμοούσιον, Πατέρες τὸ πρὶν τρανῶς ἐκήρυξαν, σὺν τῷ Πνεύματι, Διδασκάλων ἐνθέων ὁ σύλλογος, ἐνεργείαις θεϊκαῖς πάντας ἐδίδαξαν, μίαν φυσικὴν γνωρίσαντες, τὴν ἐνέργειαν ἅμα καὶ θέλησιν.

Ὑποστατικήν, φρονοῦντες τὴν θέλησιν, εἰσῆγον κακῶς σὺν ταῖς θελήσεσι, καὶ τὰ πρόσωπα, τῶν θελόντων τῆς πλάνης οἱ πρόμαχοι, οὕσπερ κάλλιστα Πατέρες ἐξελέγξαντες, φύσει συμφυῆ διδάσκουσι, τὴν κατάλληλον ταύτηςἐνέργειαν.
Θεοτοκίον
Θύρα θεϊκῆς, ἀκτῖνος σὺ Δέσποινα, πηγή τε φωτός, ἀδύτου γέγονας· τὸ γὰρ πλήρωμα, τῆς Θεότητος ἅπαν ἐσκήνωσεν, ἀπορρήτως ἐν τῇ μήτρᾳ σου πανάμωμε, οὗπερ φυσικὴν ἐνέργειαν, καὶ τὴν αἴγλην βραβεύεις τοῖς χρῄζουσιν.

Ἕτερος

Ἱλάσθητί μοι Σωτὴρ 
Αἱ δύο ἐπιστολαί, Κυρίλλου αἱ πρὸς τὸν Σούκενσον, ἀποσταλεῖσαι ποτέ, Ἑῴας τὸν πρόεδρον, ἐλέγχουσιν ἅπασαν, τὴν Σεβήρου πλάνην, εὐσεβῶς Χριστὸν κηρύττουσαι.

Ὁ Κύριλλος τὸν Χριστόν, κηρύττει ἐν δύο φύσεσι, καὶ ἐνεργείαις διτταῖς, Σεβήρου τὴν αἵρεσιν, τοῦ ἄνου τρεπόμενος· διὸ πάντες τούτου, τοῖς διδάγμασιν ἐμμένομεν.
Θεοτοκίον
Παρθένον σε καὶ ἁγνήν, Θεογεννήτορα ἔνδοξον, Μαρία οἱ εὐσεβεῖς, κυρίως κηρύττομεν, ἐμφράττοντες δύσφημον Νεστορίου στόμα, Διοσκόρου τε κακόνοιαν.
Κοντάκιον Ἦχος πλ. δ'
Αὐτόμελον 
Τῶν Ἀποστόλων τὸ κήρυγμα, καὶ τῶν Πατέρων τὰ δόγματα, τῇ Ἐκκλησίᾳ μίαν τὴν πίστιν ἐκράτυνεν· ἣ καὶ χιτῶνα φοροῦσα τῆς ἀληθείας, τὸν ὑφαντὸν ἐκ τῆς ἄνω θεολογίας, ὀρθοτομεῖ καὶ δοξάζει, τῆς εὐσεβείας τὸ μέγα Μυστήριον.
Ὁ Οἶκος
Ἐν ὑψηλῷ κηρύγματι τῆς τοῦ Θεοῦ Ἐκκλησίας ἀκούσωμεν βοώσης, ὁ διψῶν ἐρχέσθω πρὸς με καὶ πινέτω, ὁ κρατήρ, ὃν φέρω, κρατὴρ ἐστι τῆς σοφίας. Τοῦτο τὸ πόμα ἀληθείας λόγῳ κεκέρακα, ὕδωρ οὐ προχέω ἀντιλογίας, ἀλλ' ὁμολογίας, ἧς πίνων ὁ νῦν Ἰσραήλ, Θεὸν ὁρᾷ φθεγγόμενον. Ἴδετε, ἴδετε, ὅτι αὐτὸς ἐγὼ εἰμι, καὶ οὐκ ἠλλοίωμαι. Ἐγὼ Θεὸς πρῶτος, ἐγὼ καὶ μετὰ ταῦτα, καὶ πλήν μου ἄλλος οὐκ ἔστιν ὅλως. Ἐντεῦθεν οἱ μετέχοντες πλησθήσονται,καὶ αἰνέσουσι τῆς εὐσεβείας τὸ μέγα μυστήριον.

Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΙΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Κηρύκου καὶ Ἰουλίττης.
Στίχοι
·                           Ἰουλίττα σύναθλος υἱῷ Κηρύκῳ,
·                           Ἡ λαιμότμητος τῷ κάραν τεθλασμένῳ, Πέμπτῃ.
·                           Ἰουλίτταν δεκάτῃ τάμον, υἷα δ' ἔαξαν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου μάρτυρος Λολλιανοῦ.
Στίχοι
·                           Ποσὶ προθύμοις ἔδραμε τρίβον τέλους.
·                           Ὁ Λολλιανός, οὗ ποσίκρουστον τέλους,

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀβουδίμου.
Στίχοι
·                           Ἀβουδίμῳ μάχαιρα πρόξενος τέλους,
·                           Αὕτη δὲ τούτῳ πρόξενος καὶ τοῦ στέφους.
Συναξάριον
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμην ἐπιτελοῦμεν τῶν Ἁγίων ἑξακοσίων τριάκοντα θεοφόρων Πατέρων τῆς ἐν Χαλκηδόνι Ἁγίας καὶ Οἰκουμενικῆς τετάρτης Συνόδου.
Στίχοι
Πόλου νοητοῦ ἀστέρες σελασφόροι,
Ἀκτῖσιν ὑμῶν φωτίσατέ μοι φρένας.

Ταῖς τῶν ἁγίων Πατέρων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.


ᾨδὴ ζ
 Εἱρμὸς 
«Ο ὐπερυψούμενος, τῶν Πατέρων Κύριος, τὴν φλόγα κατέσβεσε, τοὺς Παῖδας ἐδρόσισε, συμφώνως μελῳδοῦντας, ὁ Θεὸς εὐλογητὸς εἶ».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σάρκα περιθέμενος, ὡς ἀγκίστρῳ δέλεαρ, τῇ θείᾳ δυνάμει σου, τὸν ὄφιν καθείλκυσας, ἀνάγων τοὺς βοῶντας·  Θεὸς εὐλογητὸς εἶ.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

 τῆς γῆς τὴν ἄπλετον, οὐσιώσας σύστασιν, ἐν τάφῳ καλύπτεται, σαρκὶ ὁ ἀχώρητος, ᾧ πάντες μελῳδοῦμεν·  Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Μίαν μὲν ὑπόστασιν, ἐν δυσὶ ταῖς φύσεσι, Πανάμωμε τέτοκας, Θεῷ ὃν σωματούμενον, πάντες μελῳδοῦμεν·  Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ ζ'
Σὲ νοητὴν Θεοτόκε 
Σὲ τὸν Υἱόν, τοῦ Θεοῦ καὶ ἄνθρωπον, κατανοήσαντες χοροί, θεολόγων Δέσποτα πρίν, κόσμῳ σε ἐκήρυξαν, διπλοῦν ταῖς θελήσεσι, καὶ ἐνεργείαις φιλάνθρωπε, σοῦ τὸ διπλοῦν ἑκατέρων, τῶν φύσεων πιστούμενοι.

Κόσμος λαμπρός, Ἐκκλησίας ὤφθητε· τῶν Ἀποστόλων γὰρ καλῶς, ἐκδεξάμενοι τοὺς θεσμούς, πάντας ἐδιδάξατε, λόγον τὸν τῆς πίστεως, τριαδικὸν ἕνα Κύριον, δημιουργόν ἐνεργόν, θελητικὸν παντοδύναμον.

Ἄκτιστον φῶς, καὶ ζωὴν ἀθάνατον, κατανοήσαντες Θεόν, ὑπὲρ ταῦτα τοῦτον καλῶς, πᾶσιν ἐκηρύξατε, φύσεως κατώτερα, τὰ φυσικὰ ἰδιώματα, τὰ συμφυῆ ἐγνωκότες ὁμοῦ καὶ ἀδιαίρετα.

Θείου φωτός, ἀστραπὰς ἐξέπεμψεν, ὑμᾶς εἰς κόσμον ὁ Χριστός, τοὺς τῆς πλάνης δημιουργούς, ἄρδην καταφλέγοντας, πᾶσαν δὲ φωτίζοντας, τὴν Ἐκκλησίαν μακάριον, τὸν αἰνετὸν ἀνυμνοῦντας, Θεὸν καὶ παντοδύναμον.
Θεοτοκίον
Ἔλαμψε φῶς, ὁ Χριστὸς ἀνέσπερον, ἐκ σῆς νηδύος προελθών, καὶ τὸν κόσμον ἔσωσε πρίν, ὁ ὑπερυψούμενος, ὄνπερ καθικέτευε, Θεογεννῆτορ φωτίσαι μου, τῆς σκοτισθείσης καρδίας, τὰ νοούμενα ὄμματα.

Ἕτερος

Θεοῦ συγκατάβασιν 
Δυσὶ μὲν ἐν φύσεσι, καὶ ἐνεργείαις ὁμολογοῦντες Χριστόν, ἀσυγχύτως ἀτρέπτως, τὴν τοῦ Σεβήρου πλάνην τροπούμεθα· ὅθεν τὸ πάθος προσλήψει ὑποίσαντι σαρκός, βοῶμεν αὐτῷ· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Ἕνα ἐπιστάμεθα, τὸν ἐπὶ ξύλου καὶ ἐν τοῖς κόλποις Πατρός, ὡς Θεὸν ἐν ὑψίστοις, καὶ ἐν μνημείῳ ὡς συνημμένον σαρκί, ᾧ μελῳδοῦμεν, συμφώνως κραυγάζοντες· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Ἀρείου τὴν κένωσιν, κατατομήν τε τοῦ σμικροθέου, πιστοὶ τὴν συναίρεσιν αὖθις, τοῦ Σαβελλίου, τῶν τῆς Τριάδος ἐχθρῶν μεμισηκότες, Τριάδι κραυγάζομεν· Εὐλογητός ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Τριαδικὸν
Ἁπάντων μὲν Κύριον, ἑνὸς δὲ μόνου μονογενοῦς Υἱοῦ, ὀρθοδόξως Πατέρα, θεολογοῦντές σε καταγγέλλομεν, καὶ ἓν εἰδότες, σοῦ ἐκπορευόμενον, Πνεῦμα εὐθὲς συμφυές, καὶ συναΐδιον.
ᾨδὴ η'
 Εἱρμὸς 
«Σοὶ τῷ παντουργῷ, ἐν τῇ καμίνῳ Παῖδες, παγκόσμιον πλέξαντες, χορείαν ἔμελπον· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σὺ τὸ θελητόν, τοῦ σωτηρίου πάθους, ἀπηύξω ποτήριον, ὥσπερ ἀβούλητον, δύο θελήσεις· δυσὶ γὰρ καταλλήλαις, φέρεις ταῖς οὐσίαις, Χριστὲ εἰς τοὺς αἰῶνας.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σοῦ τοῦ παντουργοῦ, τῇ καταβάσει ᾍδης, Χριστὲ καταγέλαστος, γεγονὼς ἤμεσε, πάντας τοὺς πάλαι, τῇ πλάνῃ νεκρωθέντας, σὲ ὑπερυψοῦντας, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σὲ τὴν ὑπὲρ νοῦν, θεανδρικῶς τῷ λόγῳ, τεκοῦσαν τὸν Κύριον, καὶ παρθενεύουσαν, πάντα τὰ ἔργα, Παρθένε εὐλογοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ η'
Ἐν καμίνῳ Παῖδες Ἰσραὴλ 
Ἀποστόλων τε καὶ Προφητῶν, ὡς ἐξ ὁρμητηρίου, Πατέρες κεκινημένοι, τῆς ἐνθέου διδαχῆς, ἐκήρυξαν λέγοντες· Εἷς ὑπάρχει Κύριος πάντων, Χριστὸς ἐν ὑποστάσει, διπλοῦς τὰς φύσεις, ὁμοῦ καὶ ἐνεργείας.

Ἵνα πλάνην πᾶσαν ἀναιδῆ, καλῶς καὶ βλασφημίαν, Πατέρες τῆς Ἐκκλησίας, ἐξορίσωσιν ὁμοῦ, ἐνέργειαν θέλησιν οὐσιώδη, ἄκτιστον φέρειν τὸν Κύριον ἀνεῖπον, τήν κτιστὴν δὲ πάλιν, ὡς Ἄνθρωπον καὶ Κτίστην.

Ῥῆμα θεῖον σχόντες ἐν χερσί, Πατέρες ὥσπερ ξίφος, ἐχθροὺς τοὺς τῆς εὐσεβείας κατεπλήξατε καλῶς, ἐνέργειαν θέλησιν τοῦ Σωτῆρος, πάντα τε τούτου τὰ φυσικὰ προσφόρως, διπλᾶ προσειπόντες, καθάπερ καὶ τὰς φύσεις.
Θεοτοκίον
Ὅλη Κόρη ὅλη εἶ καλή, ὅλη φωτοειδής τε φωσφόρος καὶ θεοφόρος, ὅλη μόνη καὶ λαμπρά· διό μου τὰ ὄμματα τῆς καρδίας φώτισον, πνέοντος Δέσποινα, τὴν δόξαν σου καὶ τετρωμένου, τῷ πρὸς ἐκείνην πόθῳ.

Ἕτερος

Ἑπταπλασίως κάμινον 
Καταισχυνέσθω πρόσωπα, καὶ φιμούσθω τὰ στόματα, τῶν μὴ κηρυττόντων, ἐν δυσὶ ταῖς φύσεσιν, ἀτμήτως ἀτρέπτως τε, καὶ ἀσυγχύτως ἕνα Υἱόν· οἱ γὰρ εὐσεβεῖς, πάντες κοινῶς συμφρονοῦμεν, κατ' ἄλλο μὲν καὶ ἄλλο, ἐνεργεῖν τε καὶ θέλειν, Χριστὸν οὐ μὴν προσώποις, κατ' ἄμφω δὲ τὰς φύσεις.

Οἱ Ἰακώβου ἔχοντες τοῦ Κεντόνου ἐπίκλησιν, ὄνομά τε τούτου, ἑαυτόῖς ἐγγράφοντες, ἡμῖν ἀποφήνατε. Εἰ ἐν τῇ κλήσει τούτου ὑμεῖς, ἐν τῇ κολυμβήθρᾳ, ἐβαπτίσθητε πάλαι· διὸ αὐτοῦ πρὸς χάριν, τοῦ Χριστοῦ ἀποστάντες, ληρεῖτεὡς ἐκεῖνος, σαφῶς ἀναισχυντοῦντες.

Ἐν Χαλκηδόνι Σύνοδος, ἡ τετάρτη Διόσκορον, Εὐτυχῆ Σεβῆρον, τοὺς δεινοὺς κατέβαλεν, εἰς τέλος ἐξώσασα, τὴν ἀκανθώδη πλάνην αὐτῶν, τὴν συγχυτικήν, τῶν οὐσιῶν τοῦ Σωτῆρος, τῆς θείας Ἐκκλησίας, τοῦ Χριστοῦ καὶΔεσπότου, μεθ' ἧς ὀρθοδοξοῦντες, μισήσωμεν δὴ τούτους.
Τριαδικὸν
Τρισσοφαῆ Θεότητα, ἑνιαίαν ἐκλάμπουσαν, αἴγλην ἐκ μιᾶς, τρισυποστάτου φύσεως, Γεννήτορα ἄναρχον, ὁμοφυᾶ τε Λόγον Πατρός, καὶ συμβασιλεῦον, ὁμοούσιον Πνεῦμα· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε,εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ'
 Εἱρμὸς 
«Ἡσαΐα χόρευε, ἡ Παρθένος ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν υἱὸν τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον. Ἀνατολή, ὄνομα αὐτῷ, ὃν μεγαλύνοντες, τὴν Παρθένον μακαρίζομεν».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τὸν πεσόντα ἄνθρωπον, ἀνεδέξω Δέσποτα Χριστέ, ἐκ μήτρας παρθενικῆς, ὅλος συναφθείς, μόνος ἁμαρτίας δέ, μὴ μετασχών, ὅλον ἐκ φθορᾶς, σὺ ἠλευθέρωσας, τοῖς ἀχράντοις σου παθήμασι.

Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.

Θεορρήτῳ αἵματι, κενωθέντι Δέσποτα Χριστέ, ἐκ σῆς ἀχράντου πλευρᾶς, καὶ ζωοποιοῦ, θυσία μὲν πέπαυται, εἰδωλική, πᾶσα δὲ ἡ γῆ, σοῦ τῆς αἰνέσεως, τὴν θυσίαν ἀναφέρομεν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Οὐ Θεὸν ἀσώματον, οὐδὲ πάλιν ἄνθρωπον ψιλόν, προήγαγεν ἡ ἁγνή, Κόρη καὶ σεμνή, ἀλλ' ἄνθρωπον τέλειον, καὶ ἀψευδῆ, τέλειον Θεόν, ὃν μεγαλύνομεν, σὺν Πατρὶ τε καὶ τῷ Πνεύματι.

ᾨδὴ θ'
Τύπον τῆς ἁγνῆς 
Ἔχοντες Χριστὸν μακάριοι ἐν ἑαυτοῖς, τὰ θεῖα πάλαι λαλήσαντα, καὶ νῦν καθαρῶς, τῷ καθαρῷ συναπτόμενοι, τὴν αὐτοῦ Ἐκκλησίαν στηρίξατε, ἣν πόνοις καὶ ἱδρῶσι, μεγίστοις ὄντως συνεστήσατε.

Τύπος καὶ κανὼν γεγόνατε, τῇ Ἐκκλησίᾳ πάσῃ Θεοῦ Τρισόλβιοι, σάρκωσιν Χριστοῦ, θεολογεῖν ἐκδιδάξαντες, τῆς ἀκτίστου μιᾶς τε Θεότητος, τὴν νῦν τε γλωσσαλγίαν, προφητικῶς ἀποκρουσάμενοι.

Ἅπαν δυσσεβείας πρόβλημα, προφητικῶς Πατέρες καλῶς ἐλύσατε, τὴν διαφοράν, τῆς ἐνεργείας διδάξαντες, φυσικὴν ἀδιαίρετον ἄκτιστον, ἀξίως προσειπόντες, καὶ παντουργὸν καὶ παντοδύναμον.

Στόμα τοῦ Θεοῦ γενόμενοι, ταῖς ἐνεργείαις μόναις καὶ ταῖς ἐκλάμψεσι, μεθεκτὸν αὐτόν, ὡς ἀγαθὸν ἐκηρύξατε, τὸν τῇ φύσει ἀπρόσιτον Ἅγιοι· ὅθεν ὑμᾶς ἀξίως, ὡς εὐεργέτας μακαρίζομεν.
Θεοτοκίον
Σὺ μοι τῆς ᾠδῆς πανύμνητε, καὶ κορωνὶς χρυσῆ καὶ θεῖον συμπέρασμα· ἥνπερ τῆς φυγῆς, ἐπανελθὼν νῦν ἀνέθηκα, τῷ Υἱῷ σου σεμνὴ εὐχαριστήριον, τὸν ὕμνον σοι συνάγων, ὡς τῶν καλῶν αἰτία Πάναγνε.

Ἕτερος

Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανὸς 
Διῆλθεν ὁ Σεβῆρος τὴν τοῦ Χριστοῦ, εὐαγῆ Ἐκκλησίαν ὁ δόλιος, καὶ τὴν ποινήν, ψήφῳ τῶν Πατέρων τῶν εὐσεβῶν, της βλασφημίας ἕνεκα, καὶ τῆς στωμυλίας τῆς ἑαυτοῦ, ἐδέξατο δικαίως, καὶ ἔρριπται συλλόγου, τῶν Διδασκάλωνὁ κατάκριτος.

Τὰς φύσεις τὶ συγχέεις τὰς τοῦ Χριστοῦ, καὶ φυρμὸν ἀντεισάγεις καὶ σύγκρασιν, τὸ τοῦ Σταυροῦ, πάθος προσαρμόττων καὶ τὴν ταφήν, τῇ ἀπαθεῖ Θεότητι, τοῦ μονογενοῦς Λόγου τοῦ Θεοῦ, ὦ δείλαιε Σεβῆρε; διόπερ τὴν μεγίστην,σοῦ βλασφημίαν βδελυττόμεθα.
Θεοτοκίον
Ὀφρὺν καὶ θράσος ἅμα τῶν δυσμενῶν, ὁ τεχθεὶς ἐκ Παρθένου κατάβαλε, καὶ τὰς βουλάς, τῶν κακοδοξούντων Δημιουργέ, τῶν δὲ πιστῶν τὸ σύστημα, στήριξον ἀκράδαντον ὡς Θεός, τὸ κέρας ἀνυψώσας, καὶ πίστει κραταιώσας, ἵνα σε πάντες μεγαλύνωμεν.

Καταβασίες

Ωδή α'  Ήχος δ'
Ανοίξω τό στόμα μου, καί πληρωθήσεται Πνεύματος, καί λόγον ερεύξομαι, τή Βασιλίδι Μητρί, καί οφθήσομαι, φαιδρώς πανηγυρίζων, καί άσω γηθόμενος, ταύτης τά θαύματα
Ωδή γ'
Τούς σούς υμνολόγους Θεοτόκε, ως ζώσα καί άφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικόν στερέωσον, καί εν τή θεία δόξη σου, στεφάνων δόξης αξίωσον.
Ωδή δ'
Τήν ανεξιχνίαστον θείαν βουλήν, τής εκ τής Παρθένου σαρκώσεως, σού τού Υψίστου, ο Προφήτης, Αββακούμ, κατανοών εκραύγαζε. Δόξα τή δυνάμει σου Κύριε.
Ωδή ε'
Εξέστη τά σύμπαντα, επί τή θεία δόξη σου, σύ γάρ απειρόγαμε Παρθένε, έσχες εν μήτρα, τόν επί πάντων Θεόν, καί τέτοκας άχρονον Υιόν, πάσι τοίς υμνούσί σε, σωτηρίαν βραβεύοντα.
Ωδή ς'
Τήν θείαν ταύτην καί πάντιμον, τελούντες εορτήν οι θεόφρονες, τής Θεομήτορος, δεύτε τάς χείρας κροτήσωμεν, τόν εξ αυτής τεχθέντα Θεόν δoξάζοντες.
Ωδή ζ'
Ουκ ελάτρευσαν τή κτίσει οι θεόφρονες, παρά τόν Κτίσαντα, αλλά πυρός απειλήν; ανδρείως πατήσαντες, χαίροντες έψαλλον. Υπερύμνητε, ο τών Πατέρων Κύριος, καί Θεός ευλογητός εί.

Ωδή η'
Αινούμεν, ευλογούμεν, καί προσκυνούμεν τόν Κύριον.
Παίδας ευαγείς εν τή καμίνω, ο τόκος τής Θεοτόκου διεσώσατο, τότε μέν τυπούμενος, νύν δέ ενεργούμενος, τήν οικουμένην άπασαν, αγείρει ψάλλουσαν. Τόν Κύριον υμνείτε τά έργα, καί υπερυψούτε, εις πάντας τούς αιώνας.


Ο Ιερεύς: Σώσον ο Θεός …

Χορός Κύριε, ελέησον (ιβ').

Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις τιμώντες μεγαλύνωμεν.

Ήχος δ'
Μεγαλύνει η ψυχή μου τόν Κύριον, καί ηγαλλίασε τό πνεύμά μου επί τώ Θεώ τώ σωτήρί μου.
·                ·      Τήν Τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.
Ότι επέβλεψεν επί τήν ταπείνωσιν τής δούλης αυτού, ιδού γάρ από τού νύν μακαριούσί με πάσαι γενεαί,
·                ·      Τήν Τιμιωτέραν τών Χερουβείμ...
Ότι εποίησέ μοι μεγαλεία ο Δυνατός, καί άγιον τό όνομα αυτού, καί τό έλεος αυτού εις γενεάν, καί γενεάν τοίς φοβουμένοις αυτόν.
·                ·      Τήν Τιμιωτέραν τών Χερουβείμ...
Εποίησε κράτος εν βραχίονι αυτού, διεσκόρπισεν υπερηφάνους διανοία καρδίας αυτών.
·                ·      Τήν Τιμιωτέραν τών Χερουβείμ...
Καθείλε δυνάστας από θρόνων, καί ύψωσε ταπεινούς, πεινώντας ενέπλησεν αγαθών, καί πλουτούντας εξαπέστειλε κενούς.
·                ·      Τήν Τιμιωτέραν τών Χερουβείμ...
Αντελάβετο Ισραήλ παιδός αυτού, μνησθήναι ελέους, καθώς ελάλησε πρός τούς πατέρας ημών, τώ Αβραάμ, καί τώ σπέρματι αυτού έως αιώνος.

Καταβασία
Άπας γηγενής, σκιρτάτω τώ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, αϋλων Νόων, φύσις γεραιρουσα, τήν ιεράν πανήγυριν, τής Θεομήτορος, καί βοάτω, Χαίροις παμμακάριστε, Θεοτόκε αγνή αειπάρθενε.


Άγιος Κύριος ο Θεός ημών,
Άγιος Κύριος ο Θεός ημών.
Υψούτε Κύριον τόν Θεόν ημών, καί προσκυνείτε τώ υποποδίω τών ποδών  αυτού.
Ότι Άγιός εστιν

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ ΣΤ'
Δεικνύων ὅτι ἄνθρωπος, Σῶτερ εἶ κατ' οὐσίαν, ἐν μέσῳ στὰς ἐδίδασκες, ἀναστὰς ἐκ τοῦ τάφου, καὶ βρώσεως συμμετέσχες, βάπτισμα μετανοίας, εὐθὺς δὲ πρὸς οὐράνιον, ἀνελήφθης Πατέρα, καὶ Μαθηταῖς, πέμπειν τὸν Παράκλητον ἐπηγγείλω, Ὑπέρθεε Θεάνθρωπε, δόξα τῇ σῇ Ἐγέρσει.

τῶν Ἁγίων Πατέρων
Γυναῖκες ἀκουτίσθητε
Πατέρων θείων σήμερον, τὴν μνήμην ἑορτάζοντες, ταῖς παρακλήσεσι τούτων, δεόμεθα Πανοικτίρμον. Πάσης βλάβης αἱρέσεων, ῥῦσαι λαόν σου Κύριε, καὶ πάντας καταξίωσον, Πατέρα Λόγον δοξάζειν, καὶ τὸ Πανάγιον Πνεῦμα.

Θεοτοκίον
Ἐν δύο ταῖς θελήσεσι, καὶ φύσεσι Πανάμωμε, μιᾷ δὲ τῇ ὑποστάσει, τίκτεις Θεὸν ἀπορρήτως, τὸν δι' ἡμᾶς πτωχεύσαντα, μέχρι Σταυροῦ θελήματι, καὶ ἡμῖν χαρισάμενον, τὸν τῆς Θεότητος πλοῦτον, τῇ ἐκ νεκρῶν Ἀναστάσει.



ΨΑΛΜΟΣ ΡΜΗ' (148)

--Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὺτὸν ἐν τοῖς ὑψἰστοις· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
--Αἰνεῖτε αὐτὸν πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Αἶνοι Ἦχος πλ. α’
1.       Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

Ἦχος πλ. α'
Κύριε, ἐσφραγισμένου τοῦ τάφου ὑπὸ τῶν παρανόμων, προῆλθες ἐκ τοῦ μνήματος, καθὼς ἐτέχθης ἐκ τῆς Θεοτόκου, οὐκ ἔγνωσαν πῶς ἐσαρκώθης, οἱ ἀσώματοί σου Ἄγγελοι, οὐκ ᾔσθοντο πότε ἀνέστης, οἱ φυλάσσοντές σε στρατιῶται· ἀμφότερα γὰρ ἐσφράγισται τοῖς ἐρευνῶσι, πεφανέρωται δὲ τὰ θαύματα, τοῖς προσκυνοῦσιν, ἐν πίστει τὸ μυστήριον· ὃ ἀνυμνοῦσιν, ἀπόδος ἡμῖν ἀγαλλίασιν, καὶ τὸ μέγα ἔλεος.

ΨΑΛΜΟΣ ΡΝ' (l50)
2. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

Κύριε, τοὺς μοχλοὺς τοὺς αἰωνίους συντρίψας, καὶ δεσμὰ διαρρήξας, τοῦ μνήματος ἀνέστης, καταλιπὼν σου τὰ ἐντάφια, εἰς μαρτύριον τῆς ἀληθοῦς τριημέρου ταφῆς σου, καὶ προῆγες ἐν τῇ Γαλιλαία, ὁ ἐν σπηλαίῳ τηρούμενος.Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ, ἐλέησον ἡμᾶς.

3. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Κύριε, αἱ Γυναῖκες ἔδραμον ἐπὶ τὸ μνῆμα, τοῦ ἰδεῖν σε τὸν Χριστόν, τὸν δι' ἠμᾶς παθόντα· καὶ προσελθοῦσαι, εὗρον Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τῷ φόβῳ κυλισθέντα· καὶ πρὸς αὐτὰς ἐβόησε λέγων· Ἀνέστη  Κύριος, εἴπατε τοῖς μαθηταῖς, ὅτι ἀνέστη ἐκ νεκρῶν, ὁ σῴζων τὰς ψυχὰς ἡμῶν.
4. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Κύριε, ὥσπερ ἐξῆλθες ἐσφραγισμένου τοῦ τάφου, οὕτως εἰσῆλθες καὶ τῶν θυρῶν κεκλεισμένων, πρὸς τοὺς μαθητάς σου, δεικνύων αὐτοῖς τὰ τοῦ σώματος πάθη, ἅπερ κατεδέξω Σωτὴρ μακροθυμήσας, ὡς ἐκ σπέρματος Δαυΐδ,μώλωπας ὑπήνεγκας, ὡς Υἱὸς δὲ τοῦ Θεοῦ, κόσμον ἠλευθέρωσας. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ, ἐλέησον ἡμᾶς.
5. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Ἦχος πλ. β'
Ὅλην ἀποθέμενοι 
Ὅλην συγκροτήσαντες, τὴν τῆς ψυχῆς ἐπιστήμην, καὶ τῷ θείῳ Πνεύματι, συνδιασκεψάμενοι τὸ μακάριον, καὶ σεπτὸν σύμβολον, οἱ σεπτοὶ Πατέρες, θεογράφως διεχάραξαν, ἐν ᾧ σαφέστατα, τῷ Γεγεννηκότι συνάναρχον, τὸν Λόγον ἐκδιδάσκουσι, καὶ παναληθῶς ὁμοούσιον, ταῖς τῶν Ἀποστόλων, ἑπόμενοι προδήλως διδαχαῖς, οἱ εὐκλεεῖς καὶ πανόλβιοι, ὄντως καὶ θεόφρονες.

6. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ἦχος πλ. β'
Ὅλην ἀποθέμενοι 
Ὅλην συγκροτήσαντες, τὴν τῆς ψυχῆς ἐπιστήμην, καὶ τῷ θείῳ Πνεύματι, συνδιασκεψάμενοι τὸ μακάριον, καὶ σεπτὸν σύμβολον, οἱ σεπτοὶ Πατέρες, θεογράφως διεχάραξαν, ἐν ᾧ σαφέστατα, τῷ Γεγεννηκότι συνάναρχον, τὸν Λόγον ἐκδιδάσκουσι, καὶ παναληθῶς ὁμοούσιον, ταῖς τῶν Ἀποστόλων, ἑπόμενοι προδήλως διδαχαῖς, οἱ εὐκλεεῖς καὶ πανόλβιοι, ὄντως καὶ θεόφρονες.

Στίχ. Εὐλογητὸς εἶ Κύριε ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Ὅλην εἰσδεξάμενοι, τὴν νοητὴν λαμπηδόνα, τοῦ Ἁγίου Πνεύματος, τὸ ὑπερφυέστατον χρησμολόγημα, τὸ βραχὺ ῥήματι, καὶ πολὺ συνέσει, θεοπνεύστως ἀπεφθέγξαντο, ὡς χριστοκήρυκες, εὐαγγελικῶν προϊστάμενοι, δογμάτων οἱ Μακάριοι, καὶ τῶν εὐσεβῶν παραδόσεων, ἄνωθεν λαβόντες, τὴν τούτων ἀποκάλυψιν σαφῶς, καὶ φωτισθέντες ἐξέθεντο, ὅρον θεοδίδακτον.

Στίχ. Συναγάγετε αὐτῷ τοὺς Ὁσίους αὐτοῦ, τοὺς διατιθεμένους τὴν διαθήκην αὐτοῦ.

Ὅλην συλλεξάμενοι, ποιμαντικὴν ἐπιστήμην, καὶ θυμὸν κινήσαντες, νῦν τὸν δικαιότατον ἐνδικώτατα, τοὺς βαρεῖς ἤλασαν, καὶ λοιμώδεις λύκους, τῇ σφενδόνῃ τῇ τοῦ Πνεύματος, ἐκσφενδονίσαντες, τοῦ τῆς Ἐκκλησίας πληρώματος, πεσόντας ὡς πρὸς θάνατον, καὶ ὡς ἀνιάτως νοσήσαντας, οἱ θεῖοι Ποιμένες, ὡς δοῦλοι γνησιώτατοι Χριστοῦ, καὶ τοῦ ἐνθέου κηρύγματος, μύσται Ἱερώτατοι.

Δόξα... Ἦχος πλ. δ'
Γεωργίου Νικομηδείας
Τῶν Ἁγίων Πατέρων ὁ χορός, ἐκ τῶν τῆς οἰκουμένης περάτων συνδραμών, Πατρὸς καὶ Υἱοῦ καὶ Πνεύματος Ἁγίου, μίαν οὐσίαν ἐδογμάτισε καὶ φύσιν, καὶ τὸ μυστήριον τῆς θεολογίας, τρανῶς παρέδωκε τῇ Ἐκκλησίᾳ, οὓς εὐφημοῦντες ἐν πίστει, μακαρίσωμεν λέγοντες· Ὦ θεία παρεμβολή, θεηγόροι ὁπλῖται, παρατάξεως Κυρίου, ἀστέρες πολύφωτοι, τοῦ νοητοῦ στερεώματος, τῆς μυστικῆς Σιὼν οἱ ἀκαθαίρετοι πύργοι, τὰ μυρίπνοα ἄνθη τοῦ Παραδείσου, τὰ πάγχρυσα στόματα τοῦ Λόγου, Ἐκκλησίας τὸ καύχημα, οἰκουμένης ἀγλάϊσμα, ἐκτενῶς πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
            
Καὶ νῦν ... Θεοτοκίον
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.


ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

Δόξα σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ, καί επί γής ειρήνη, εν ανθρώποις ευδοκία.
Υμνούμέν σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν μεγάλην σου δόξαν.
Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, καί Άγιον Πνεύμα,
Κύριε ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο αίρων τήν αμαρτίαν τού κόσμου, ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.
Πρόσδεξαι τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον ημάς.
Ότι σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.
Καθ' εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου εις τόν αιώνα, καί εις τόν αιώνα τού αιώνος.
Καταξίωσον, Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους φυλαχθήναι ημάς.
Ευλογητός εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον τό όνομά σου εις τούς αιώνας. Αμήν.
Γένοιτο, Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σέ.
Ευλογητός εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').
Κύριε, καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι ήμαρτόν σοι.
Κύριε, πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου.
Ότι παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.
Παράτεινον τό έλεός σου τοίς γινώσκουσί σε.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ γ').
Δόξα... Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.

 Σήμερον σωτηρία τώ κόσμω γέγονεν. Άσωμεν τώ αναστάντι εκ τάφου καί αρχηγώ τής ζωής ημών, καθελών γάρ τώ θανάτω τόν θάνατον, τό νίκος έδωκεν ημίν, καί τό μέγα έλεος.


Είς την λειτουργίαν


ΑΝ Τ Ι Φ Ω Ν Α

Ήχος β΄

Στίχ. α'. Ευλόγει η ψυχή μου, τόν Κύριον, καί πάντα τά εντός μου τό όνομα τό άγιον αυτού.

Ταίς πρεσβείαις τής Θεοτόκου, Σώτερ σώσον ημάς.

Στίχ. β'. Ευλόγει, η ψυχή μου, τόν Κύριον, καί μή επιλανθάνου πάσας τάς ανταποδόσεις αυτού.


Ταίς πρεσβείαις τής Θεοτόκου...


Στίχ. γ'. Κύριος εν τώ ουρανώ ητοίμασε τόν θρόνον αυτού, καί η Βασιλεία αυτού πάντων δεσπόζει.


Ταίς πρεσβείαις τής Θεοτόκου...

Δόξα... Καί νύν...


Ταίς πρεσβείαις τής Θεοτόκου...


Β΄. Ήχος β'


Στίχ. α'. Αίνει, η ψυχή μου, τόν Κύριον, αινέσω Κύριον εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.


Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι. Αλληλούια.


Στίχ. β'. Μακάριος, ού ο Θεός Ιακώβ βοηθός αυτού, η ελπίς αυτού επί Κύριον τόν Θεόν αυτού.


Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...


Στίχ. γ'. Βασιλεύσει Κύριος εις τόν αιώνα, ο Θεός σου, Σιών, εις γενεάν καί γενεάν.


Σώσον, ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...


Δόξα... Καί νύν...


Ο Μονογενής Υιός και Λόγος του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν σωτηρίαν σαρκοθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας, σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της Αγίας Τριάδος, συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.

Ἀπολυτίκιον Ἦχος πλ. α' 
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.


Εισοδικόν

Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ. Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι Αλληλούϊα

Ἀπολυτίκιον Ἦχος πλ. α' 
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.


τών Πατέρων
Ήχος πλ. δ'
Υπερδεδοξασμένος εί, Χριστέ ο Θεός ημών, ο φωστήρας επί γής τούς Πατέρας ημών θεμελιώσας, καί δι' αυτών πρός τήν αληθινήν πίστιν, πάντας ημάς οδηγήσας, Πολυεύσπλαγχνε δόξα σοι.

  Του ναού…

Κοντάκιον  Ήχος β'

Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία, πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς, ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι· Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.


Τό Τρισάγιον...

ΑΠΟΣΤΟΛΟΣ
Προκείμενον.Ήχος δ’.

Ευλογητός εί, Κύριε, ο Θεός των πατέρων ημών.

Στίχ. Ότι δίκαιος εί επί πάσιν οίς εποίησας ημίν.

Προς Τίτον Επιστολής Παύλου  το Ανάγνωσμα.

Τέκνον Τίτε,  Πιστὸς ὁ λόγος· καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσι καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες τῷ Θεῷ. ταῦτά ἐστι τὰ καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις·  μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἔρεις καὶ μάχας νομικὰς περιίστασο· εἰσὶ γὰρ ἀνωφελεῖς καὶ μάταιοι.  αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ,  εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἁμαρτάνει ὢν αὐτοκατάκριτος.  Ὅταν πέμψω Ἀρτεμᾶν πρός σε ἢ Τυχικόν, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν· ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι.  Ζηνᾶν τὸν νομικὸν καὶ Ἀπολλὼ σπουδαίως πρόπεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ.  μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι.  Ἀσπάζονταί σε οἱ μετ' ἐμοῦ πάντες. ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει. Ἡ χάρις μετὰ πάντων ὑμῶν· ἀμήν.



Ευαγγέλιον

Κυριακή των Αγ. Πατέρων της Δ΄ Οικουμενικής Συνόδου (Ματθ. 5,14-19)



Είς το Εξαιρέτως... Άξιον Εστί


Κοινωνικὸν

 «Αινείτε»·

«Εἴδομεν τὸ φῶς».



  Βιβλιογραφία:

1.       analogion.gr/glt/
2.       ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΙΣ
ΤΩΝ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ
ΕΤΟΥΣ 2012
ΑΠΟΣΤΟΛΟΥ Ε. ΠΑΠΑΧΡΗΣΤΟΥ









Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου