10-2-2013
† ΚΥΡΙΑΚΗ ΙϚ΄ ΜΑΤΘΑΙΟΥ. Χαραλάμπους ἱερομ.τοῦ
θαυματουργοῦ (†202). ᾿Αναστασίου ᾿Ιεροσολύμων, Ζήνωνος ὁσίου τοῦ ταχυδρόμου (δ΄
αἰ.). ῏Ηχος γ΄, ἑωθινὸν γ΄.
ΕΙΣ ΤΟΝ
ΟΡΘΡΟΝ
ΕΞΑΨΑΛΜΟΣ...
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν
ονόματι Κυρίου.
Στίχ, α'. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον
αυτού.
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, β'. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην
αυτούς,
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, γ'. Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς
ημών.
Θεός Κύριος, καί επέφανεν ημίν...
Ἀπολυτίκιον Ἦχος γ'
Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα... Ἀπολυτίκιον Ἦχος δ'
Ταχὺ προκατάλαβε
Ὡς
στῦλος ἀκλόνητος, τῆς Ἐκκλησίας Χριστοῦ, καὶ λύχνος ἀείφωτος τῆς οἰκουμένης σοφέ,
ἐδείχθης Χαράλαμπες, ἔλαμψας ἐν τῷ κόσμῳ, διὰ τοῦ μαρτυρίου, ἔλυσας τῶν εἰδώλων,
τὴν σκοτόμαιναν μάκαρ· διὸ ἐν παρρησίᾳ Χριστῷ, πρέσβευε
σωθῆναι ἠμας.
Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον,
διὰ σού Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται· Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος,
καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον,
ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Καθίσματα Ἦχος γ'
Χριστὸς ἐκ νεκρῶν ἐγήγερται, ἡ ἀπαρχὴ τῶν κεκοιμημένων. Ὁ Πρωτότοκος τῆς κτίσεως, καὶ Δημιουργὸς πάντων τῶν γεγονότων, τὴν καταφθαρεῖσαν φύσιν τοῦ γένους ἡμῶν, ἐν ἑαυτῷ ἀνεκαίνισεν. Οὐκ ἔτι θάνατε κυριεύεις· ὁ γὰρ τῶν ὅλων Δεσπότης, τὸ κράτος σου κατέλυσε.
Δόξα...
Σαρκὶ τοῦ θανάτου γευσάμενος Κύριε, τὸ πικρὸν τοῦ θανάτου ἐξέτεμες τῇ Ἐγέρσει σου, καὶ τὸν ἄνθρωπον κατ' αὐτοῦ ἐνισχύσας, τῆς ἀρχαίας κατάρας τὴν ἥτταν ἀνακαλούμενος, ὁ ὑπερασπιστὴς τῆς ζωῆς ἡμῶν, Κύριε δόξα σοι.
Καὶ νῦν...
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Τὴν ὡραιότητα τῆς παρθενίας σου
Τὸ ἀναλλοίωτον τὸ τῆς Θεότητος, καὶ τὸ ἑκούσιον πάθος σου Κύριε, εἰς ἑαυτὸν καταπλαγείς, ὁ ᾍδης ἐπωδύρετο. Τρέμω τὴν τοῦ σώματος, μὴ φθαρεῖσαν ὑπόστασιν, βλέπω τὸν ἀόρατον, μυστικῶς πολεμοῦντά με· διὸ καὶ οὓς κατέχω κραυγάζουσι· Δόξα Χριστὲ τῇ Ἀναστάσει σου.
Δόξα...
Τὸ ἀκατάληπτον τὸ τῆς Σταυρώσεως, καὶ ἀνερμήνευτον τὸ τῆς Ἐγέρσεως, θεολογοῦμεν οἱ πιστοί, ἀπόρρητον Μυστήριον· σήμερον γὰρ θάνατος, καὶ ὁ ᾍδης ἐσκύλευται, γένος δὲ ἀνθρώπινον ἀφθαρσίαν ἐνδέδυται· διὸ καὶ εὐχαρίστως κραυγάζομεν· Δόξα Χριστὲ τῇ Ἀναστάσει σου.
Καὶ νῦν... Θεοτοκίον
Τὸν ἀκατάληπτον καὶ ἀπερίγραπτον, τὸν ὁμοούσιον Πατρὶ καὶ Πνεύματι, ἐν τῇ γαστρί σου μυστικῶς, ἐχώρησας Θεομῆτορ, μίαν καὶ ἀσύγχυτον, τῆς Τριάδος ἐνέργειαν, ἔγνωμεν τῷ Τόκῳ σου, ἐν τῷ κόσμῳ, δοξάζεσθαι· διὸ καὶ εὐχαρίστως βοῶμέν σοι· Χαῖρε ἡ Κεχαριτωμένη.
Ἦχος γ'
Θείας πίστεως
Ἔργοις
ἔλαμψας τῆς εὐσεβείας, πλάνην ἔσβεσας κακοδοξίας, ὡς τοῦ Χριστοῦ στρατιώτης Χαράλαμπες,
καὶ παρανόμων τὰς φάλαγγας ᾔσχυνας, τροπαιοφόρος παμμάκαρ γενόμενος, Μάρτυς ἔνδοξε,
Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα...
Κάθισμα Ἦχος γ'
Τὴν ὡραιότητα
Τὴν
καθαρότητα Μάρτυς τοῦ βίου σου, καὶ τὸ ὑπέρλαμπρον τοῦ μαρτυρίου σου, καταπλαγεῖσα
ἡ Ἑλλάς, βοᾷ σοι εὐφραινομένη. Σήμερον τιμῶμέν σου, κεφαλὴν τὴν σεβάσμιον, θραῦσον
τὰ φρυάγματα, τῶν ἐχθρῶν ἡμῶν Ἅγιε, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν κινδύνων, καὶ
νοσημάτων τοὺς ὑμνοῦντάς σε.
Καὶ νῦν... Θεοτοκίον
Τὴν
ἀπειρόγαμον θεογεννήτριαν, τὴν τὸν ἀχώρητον γαστρὶ χωρήσασαν, καὶ τὸν τροφέα τοῦ
παντός, τῷ γάλακτι θρεψαμένην, μόνην ἐξισχύσασαν, τῆς κατάρας λυτρώσασθαι, γένος
τὸ ἀνθρώπινον, τὴν πανάχραντον Δέσποιναν, ὑμνήσωμεν συμφώνως βοῶντες· Χαῖρε
ἡ Κεχαριτωμένη.
ΕΥΛΟΓΗΤΑΡΙΑ
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις. Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ, ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.
Δόξα...
Τριαδικὸν
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.
Καὶ νῦν
... Θεοτοκίον
Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (ἐκ γ')
Ἡ Ὑπακοὴ Ἦχος
γ'
Ἐκπλήττων τῇ ὁράσει, δροσίζων τοῖς ῥήμασιν, ὁ ἀστράπτων Ἄγγελος, ταῖς μυροφόροις ἔλεγε· Τὸν ζῶντα τί ζητεῖτε ἐν μνήματι; ἡγέρθη κενώσας τὰ μνήματα τῆς φθορᾶς ἀλλοιωτήν, γνῶτε τὸν ἀναλλοίωτον, εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου! ὅτι τὸ γένος ἔσωσας τῶν ἀνθρώπων.
Οἱ Ἀναβαθμοὶ
Ἀντίφωνον Α'
Τὴν αἰχμαλωσίαν Σιών, σὺ ἐξείλου ἐκ Βαβυλῶνος κᾀμὲ ἐκ τῶν παθῶν, πρός ζωήν ἕλκυσον Λόγε.
Ἐν τῷ
Νότῳ οἱ σπείροντες δάκρυσιν ἐνθέοις, θεριοῦσι στάχυας, ἐν χαρᾷ ἀειζωΐας.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ
Πνεύματι, πᾶσα ἀγαθοδωρία, ὡς Πατρὶ καὶ Υἱῷ συναστράπτει, ἐν ᾧ τὰ πάντα ζῇ καὶ κινεῖται.
Ἀντίφωνον Β'
Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον τῶν ἀρετῶν, μάτην κοπιῶμεν, τὴν δὲ ψυχὴν σκέποντος, οὐδεὶς ἡμῶν πορθεῖται τὴν πόλιν.
Τοῦ καρποῦ τῆς γαστρός, τῷ Πνεύματι υἱοποιητῶς σοι τῷ Χριστῷ, ὡς Πατρὶ οἱ Ἅγιοι πάντοτε εἰσί.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ
Πνεύματι, ἐνθεωρεῖται πᾶσα ἁγιότης σοφία· οὐσιοῖ πᾶσαν γὰρ κτίσιν· αὐτῷ λατρεύσωμεν· Θεὸς γάρ, ὡς Πατρί τε καὶ Λόγῳ.
Ἀντίφωνον Γ'
Οἱ φοβούμενοι τὸν Κύριον, μακάριοι τρίβους βαδιοῦνται, τῶν ἐντολῶν φάγονται· ζωηρὰν γὰρ παγκαρπίαν.
Κύκλῳ τῆς τραπέζης σου εὐφράνθητι, καθορῶν σου Ποιμενάρχα, τὰ ἔκγονα φέροντα, κλάδους ἀγαθοεργίας.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ
Πνεύματι, ὁ πᾶς πλοῦτος τῆς δόξης, ἐξ οὗ χάρις καὶ ζωὴ πάσῃ τῇ κτίσει· σὺν Πατρὶ γάρ, ἀνυμνεῖται καὶ τῷ Λόγῳ.
Προκείμενον
Εἴπατε ἐν τοῖς ἔθνεσιν, ὅτι Κύριος ἐβασίλευσε· καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
Στίχ. ᾌσατε τῷ
Κυρίῳ
ᾆσμα καινόν.
Ή Τάξις τού Εωθινού Ευαγγελίου
Ιερεύς Τού Κυρίου δεηθώμεν.
Χορός Κύριε, ελέησον.
Ιερεύς Ότι Άγιος εί ο Θεός ημών, και εν αγίοις επαναπαύη, και σοι
την δόξαν αναπέμπωμεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί
και εις τους αιώνας των αιώνων.
Χορός Αμήν.
Πάσα πνοή αινεσάτω τόν Κύριον (εκ γ').
Ιερεύς Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου
Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.
Χορός Κύριε, ελέησον (γ').
Ιερεύς Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.
Ιερεύς Ειρήνη πάσι.
Χορός Καί τώ Πνεύματί σου.
Ιερεύς Εκ τού κατά ... αγίου Ευαγγελίου...
Ιερεύς Πρόσχωμεν.
Χορός Δόξα σοι, Κύριε, δόξα σοι.
Ευαγγελιον Εωθινόν γ’
Ανάστασιν Χριστού θεασάμενοι…
Ν' Ψαλμός
·
Ελέησόν
με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον
τό ανόμημά μου
·
επί
πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
·
ότι
τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
·
σοί
μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς
λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε
·
ιδού
γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
·
ιδού
γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
·
ραντιείς
με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
·
ακουτιείς
με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
·
απόστρεψον
τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
·
καρδίαν
καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
·
μή
απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ'
εμού
·
απόδος
μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
·
διδάξω
ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
·
ρύσαί
με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν
δικαιοσύνην σου
·
κύριε
τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου
·
ότι
ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις
·
θυσία
τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός
ουκ εξουθενώσει
·
αγάθυνον
κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
·
τότε
ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό
θυσιαστήριόν σου μόσχους
Δόξα... Ἦχος πλ. δ'
Τῆς μετανοίας ἄνοιξόν
μοι πύλας Ζωοδότα· ὀρθρίζει γὰρ τὸ πνεῦμά μου, πρὸς ναὸν τὸν ἅγιόν σου, ναὸν φέρον
τοῦ σώματος, ὅλον ἐσπιλωμένον· ἀλλ' ὡς οἰκτίρμων κάθαρον, εὐσπλάγχνῳ σου ἐλέει.
Καὶ νῦν... Θεοτοκίον
Ἦχος ὁ αὐτὸς
Τῆς σωτηρίας εὔθυνόν
μοι τρίβους, Θεοτόκε· αἰσχραῖς γὰρ κατερρύπωσα, τὴν ψυχὴν ἁμαρτίαις, ὡς ῥαθύμως
τὸν βίον μου, ὅλον ἐκδαπανήσας, ταῖς σαῖς πρεσβείαις ῥῦσαί με, πάσης ἀκαθαρσίας.
Εἶτα,
Στίχ. Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός
σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἦχος πλ. β'
Τὰ πλήθη τῶν
πεπραγμένων μοι δεινῶν, ἐννοῶν ὁ τάλας, τρέμω τὴν φοβερὰν ἡμέραν τῆς κρίσεως· ἀλλὰ
θαρρῶν εἰς τὸ ἔλεος τῆς εὐσπλαγχνίας σου, ὡς ὁ Δαυῒδ βοῶ σοι· Ἐλέησόν με ὁ Θεός,
κατὰ τὸ μέγα σου ἔλεος.
Κανὼν Ἀναστάσιμος
ᾨδὴ α' Ἦχος
γ'
Ὁ Εἱρμὸς
«Ὁ τὰ
ὕδατα πάλαι, νεύματι θείῳ, εἰς μίαν συναγωγὴν συναθροίσας, καὶ τεμὼν θάλασσαν Ἰσραηλίτῃ λαῷ, οὗτος ὁ Θεὸς ἡμῶν, δεδοξασμένος ὑπάρχει, αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ὁ τὴν γῆν κατακρίνας, τῷ παραβάντι, ἱδρῶτος φέρειν καρπὸν τὰς ἀκάνθας, ἀκανθῶν στέφανον ἐκ παρανόμου χειρός, οὗτος ὁ Θεὸς ἡμῶν, σωματικῶς δεδεγμένος, τήν κατάραν ἔλυσεν, ὅτι δεδόξασται.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Νικητὴς τροπαιοῦχος, κατὰ θανάτου, ὁ θάνατος δεδοικὼς ἀνεδείχθη· παθητὴν σάρκα γάρ, ἐμψυχωμένην λαβών, οὗτος ὁ Θεὸς ἡμῶν, καὶ συμπλακεὶς τῷ τυράννῳ, πάντας συνανέστησεν, ὅτι δεδόξασται.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἀληθῆ
Θεοτόκον, πάντα τὰ ἔθνη, δοξάζει σε τὴν ἀσπόρως τεκοῦσαν· ὑποδὺς μήτραν γὰρ ἡγιασμένην τὴν σήν, οὗτος ὁ Θεὸς ἡμῶν, τὸ καθ' ἡμᾶς οὐσιώθη, καὶ Θεός καὶ ἄνθρωπος, ἐκ σοῦ γεγέννηται.
Κανὼν α' τοῦ Ἁγίου
ᾨδὴ α'
Ἦχος πλ. β'
«Ὡς
ἐν ἠπείρῳ πεζευσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον,
Θεῷ ἐπινίκιον ᾠδήν, ἐβόα ᾄσωμεν».
Χοροβατῶν
εὐφροσύνως τὰ νοητά, οὐρανῶν σκηνώματα, καὶ λαμπόμενος φωτί, ἀνεσπέρῳ ῥῦσαί με
παθῶν, ταῖς πρεσβείαις σου Σοφέ, ὅπως ὑμνήσω σε.
Ἡ
φωτοφόρος σου μνήμη ἡλιακάς, ἀπαστράπτει χάριτας, καὶ φωτίζει τοὺς πιστῶς, ἐν αὐτῷ
τιμῶντάς σε χαρᾶς, λαμπροτάτης ἀληθῶς, Μάρτυς ἐπώνυμε.
Ταῖς
τῶν αἱμάτων ῥανίσι τὴν ἁλμυράν, ἀπιστίας θάλασσαν, κατακλύσας ποταμός, εὐσεβείας
γέγονας Χριστοῦ, καταρδεύων ἀληθῶς, τὴν Ἐκκλησίαν ἀεί.
Θεοτοκίον
Ἁμαρτιῶν
καταιγίδες καὶ λογισμῶν, ἐναντία κύματα, καὶ παθῶν ἐπαγωγαί, ἐπ' ἐμὲ διήλθοσαν,
τῇ σῇ, Θεοτόκε κραταιᾷ πρεσβείᾳ, σῶσόν με.
ᾨδὴ γ'
Ὁ Εἱρμὸς
«Ὁ ἐκ μὴ
ὄντων τὰ
πάντα παραγαγών, τῷ Λόγῳ κτιζόμενα, τελειούμενα Πνεύματι, Παντοκράτορ Δέσποτα, ἐν τῇ ἀγάπῃ τῇ σῇ στερέωσόν με».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Διὰ Σταυροῦ σου ᾐσχύνθη ὁ ἀσεβής· εἰργάσατο βόθρον γάρ, ὃν ὀρύξας εἰσπέπτωκε, ταπεινῶν ὑψώθη δὲ Χριστέ, τὸ κέρας ἐν τῇ σῇ Ἀναστάσει.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Τῆς εὐσεβείας τὸ κήρυγμα τῶν ἐθνῶν, ὡς ὕδωρ ἐκάλυψε τὰς θαλάσσας φιλάνθρωπε· ἀναστὰς ἐκ τάφου γάρ, τὸ τῆς Τριάδος ἀπεκάλυψας φέγγος.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Δεδοξασμένα λελάληνται περὶ σοῦ, ἡ πόλις ἡ ἔμψυχος, τοῦ ἀεὶ βασιλεύοντος· διὰ σοῦ γὰρ Δέσποινα, τοῖς ἐπὶ γῆς Θεὸς συνανεστράφη.
ᾨδὴ γ'
«Οὐκ
ἔστιν Ἅγιος ὡς σύ, Κύριε, Ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου ἀγαθέ,
καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ, τῆς ὁμολογίας σου».
Οὐκ
ἔστιν ὅλως ἐξειπεῖν, τῶν θαυμάτων τὰ πλήθη, ἅπερ ἔδρασας ἔτι, ἐν τῷ βίῳ περιών,
καὶ πρὸς Θεὸν μετελθών, Ἀθλοφόρε, Μάρτυς ἀξιάγαστε.
Δυνάμει
θείᾳ κρατυνθείς, τὸ ἀνίσχυρον θράσος, τῶν ἀνόμων καθεῖλες, στρατιώτης ὡς στερρός,
Χαράλαμπες ἀθλητά, ὡς ὁπλίτης θείας παρατάξεως.
Αἱμάτων
ῥεύσαντες κρουνοί, σοῦ τοῦ σώματος πᾶσαν, ἀσεβείας τὴν φλόγα, καὶ δεινὴν πυρκαϊάν,
κατέσβεσαν, τῆς τρυφῆς, τὸν χειμάρρουν, σοὶ δὲ προεξένησαν.
Θεοτοκίον
Ἁγίων
Ἅγιον Θεόν, τέτοκας Παναγία, ἁγιότητος οἶκος, δεδειγμένη καθαρός, καὶ Πύλη μόνος
Χριστός, ἣν διῆλθε, σῴζων τὸ ἀνθρώπινον.
Κοντάκιον Ἦχος δ'
Ἐπεφάνης σήμερον
Θησαυρὸν
πολύτιμον ἡ Ἐκκλησία, τὴν σὴν κάραν κέκτηται, Ἱερομάρτυς Ἀθλητά, τροπαιοφόρε
Χαράλαμπες· διὸ καὶ χαίρει τὸν Κτίστην δοξάζουσα.
Ὁ Οἶκος
Τὸν
στερρὸν ὁπλίτην, καὶ Χριστοῦ στρατιώτην καὶ μέγαν ἐν Μάρτυσι, Χαραλάμπη τὸν πανένδοξον,
συνελθόντες εὐφημήσωμεν· ὑπὲρ Χριστοῦ γὰρ καὶ τῆς ἀληθείας λαμπρῶς ἠγωνίσατο,
καὶ τὴν ὀρθόδοξον πίστιν τρανῶς ἀνεκήρυξε, τὴν πλάνην τῶν εἰδώλων κατήργησε,
βασιλέα παρανομώτατον ἤλεγξε, καὶ τὴν κάραν ἐτμήθη, χαίρων καὶ ἀγαλλόμενος· διὸ
καὶ τὸν στέφανον εἴληφε παρὰ τῆς δεξιᾶς τοῦ Ὑψίστου, καὶ συμπολίτης Ἀγγέλων ἐγένετο.
Ὅθεν ἡ Ἐκκλησία τῶν Ὀρθοδόξων, τούτου τὴν πάντιμον κάραν κατασπαζομένη, καὶ εὐφημίαις
καταστέφουσα, καὶ πολλῶν δεινῶν καὶ νόσων ἀπαλλαττομένη, χαίρει τὸν Κτίστην δοξάζουσα.
ᾨδὴ δ'
Ὁ Εἱρμὸς
«Ἔθου πρὸς ἡμᾶς, κραταιὰν ἀγάπησιν Κύριε· τὸν μονογενῆ γάρ σου Υἱόν, ὑπὲρ ἡμῶν εἰς θάνατον δέδωκας· διό σοι κραυγάζομεν, εὐχαριστοῦντες· Δόξα τῇ δυνάμει σου Κύριε».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Στίγματα Χριστέ, συμπαθῶς καὶ μώλωπας ἤνεγκας, ὕβριν ῥαπισμάτων καρτερῶν, καὶ μακροθύμως φέρων ἐμπτύσματα, δι' ὧν κατειργάσω μοι τὴν σωτηρίαν· Δόξα τῇ δυνάμει σου Κύριε.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Σώματι θνητῷ, ἡ ζωὴ θανάτῳ ὡμίλησας, τῆς ταλαιπωρίας τῶν πτωχῶν, καὶ στεναγμοῦ πενήτων σου ἕνεκεν, καὶ φθείρας τὸν φθείραντα δεδοξασμένε, πάντας συνανέστησας, μόνε φιλάνθρωπε.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Μνήσθητι Χριστέ, ἧς ἐκτησω ποίμνης τῷ πάθει σου, τῆς δεδοξασμένης σου Μητρός, τὰς συμπαθεῖς ἐντεύξεις δεξάμενος, καὶ ἐπισκεψάμενος, κεκακωμένην ῥῦσαι, τῇ δυνάμει σου Κύριε.
ᾨδὴ δ'
«Χριστός
μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ
διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἑορτάζουσα».
Ὡραῖος
γέγονας, χρισθεὶς ἐν αἵματι, τῆς σεπτῆς μαρτυρίας καὶ καλλοναῖς, ταύτης κατηγλάϊσαι,
Χαράλαμπες τῶν ἀθλητῶν, ἐγκαλλώπισμα καὶ στήριγμα.
Δαιμόνων
ξόανα, τῇ σῇ συνέτριψας, Ἀθλοφόρε, ἀνδρείᾳ, ναὸν σαυτόν, τοῦ Ἁγίου Πνεύματος,
καὶ καρτερίας ἀψευδοῦς, στήλην δείξας καὶ ὑπόδειγμα.
Εἰς
ὕψος αἴροντες, τὰς χεῖρας Ἔνδοξε, οἱ τοῦ σκότους προστάται σοῦ τὰς πλευράς, ἔξεον
τοῖς ὄνυξι, τὴν δι' αἰῶνος ἀληθῆ, προξενοῦντές σοι ἀπόλαυσιν.
Θεοτοκίον
Ἰσχὺς
καὶ ὕμνησις, Χριστὸς ὁ Κύριος, ὁ ἐκ σοῦ ἀνατείλας ὑπερβολῇ, Πάναγνε χρηστότητος,
καὶ λυτρωσάμενος ἡμᾶς, τῆς ἀρχαίας παραβάσεως.
ᾨδὴ ε'
Ὁ Εἱρμὸς
«Πρὸς σὲ ὀρθρίζω, τὸν τοῦ παντὸς Δημιουργόν, τὴν ὑπερέχουσαν πάντα νοῦν εἰρήνην, διότι φῶς τὰ προστάγματά σου, ἐν οἷς με καθοδήγησον».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Κριτῇ
ἀδίκῳ, Ἑβραίων φθόνῳ προδοθεὶς ὁ παντεπόπτης, καὶ ἅπασαν δικαίως, κρίνων τὴν γῆν, τὸν Ἀδὰμ τῆς πάλαι, ἐρρύσω κατακρίσεως.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Τὴν σὴν εἰρήνην, ταῖς Ἐκκλησίαις σου Χριστέ, τῇ ἀηττήτῳ δυνάμει τοῦ Σταυροῦ σου, ὁ ἐκ νεκρῶν ἀναστὰς παράσχου, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σκηνὴ
ἁγία, καὶ πλατυτέρα οὐρανῶν, ὡς τὸν ἐν πάσῃ ἀχώρητον τῇ κτίσει, Λόγον Θεοῦ δεξαμένη, μόνη ἐδείχθης Ἀειπάρθενος.
ᾨδὴ ε'
«Τῷ
θείῳ φέγγει σου ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγασον δέομαι, σὲ
εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον».
Τὸ
θεῖον πάθος τοῦ δι' ἡμᾶς, πάθη ὑπομείναντος στερρῶς, Μάρτυς Χριστοῦ μιμησάμενος,
φέρεις τὰς ἐν ὅλῳ σώματι ἔνδοξε, τῶν ἥλων προσηλώσεις καρτερικώτατα.
Τὴν
ἀλογίαν τῶν διωκτῶν, Λόγος ὁ συνάναρχος Πατρί, ἐπανορθούμενος Πάνσοφε, λόγον τοῖς
ἀλόγοις σαφῶς ἐντίθησι, λυθῆναι τῶν δεσμῶν σε διαγορεύουσι.
Τοῖς
ὀβελίσκοις περονηθείς, ἔτρωσας καρδίαν τοῦ δεινοῦ, τῶν γηγενῶν πολεμήτορος, λόγχῃ
τῆς ἀνδρείας καὶ καρτερίας σου, θεόφρον Ἀθλοφόρε ἀξιοθαύμαστε.
Θεοτοκίον
Τῷ
θείῳ φέγγει σου Ἀγαθή, τὴν ἐσκοτισμένην μου ψυχήν, ταῖς ἡδοναῖς, φωταγώγησον,
καὶ πρὸς σωτηρίας τρίβον ὁδήγησον, ἡ μόνη τὸν σωτῆρα Χριστὸν κυήσασα.
ᾨδὴ ς'
Ὁ Εἱρμὸς
«Ἄβυσσος ἐσχάτη ἁμαρτιῶν ἐκύκλωσέ με, καὶ ἐκλείπει τὸ πνεῦμά μου, ἀλλ' ἐκτείνας Δέσποτα, σὸν ὑψηλὸν βραχίονα, ὡς τὸν Πέτρον με, κυβερνῆτα διάσωσον».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἄβυσσος ἐλέους καὶ οἰκτιρμῶν, ἐκύκλωσέ με, τῇ εὐσπλάγχνῳ καθόδῳ σου· σαρκωθεὶς γὰρ Δέσποτα, καὶ γεγονὼς ἐν δούλου μορφῇ, ἐθεούργησας, καὶ σεαυτῷ συνεδόξασας.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Νέκρωσιν ὑπέστη ὁ νεκρωτής, τὸν νεκρωθέντα ζωωθέντα θεώμενος, τῆς σῆς Ἀναστάσεως, ταῦτα Χριστὲ τὰ σύμβολα, καὶ τοῦ Πάθους σου, τοῦ ἀχράντου τὰ ἔπαθλα.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Πάναγνε ἡ μόνη τῷ πλαστουργῷ, καὶ τοῖς ἀνθρώποις, ὑπὲρ νοῦν μεσιτεύσασα, τὸν Υἱόν σου ἵλεων, τοῖς ἐπταικόσι δούλοις σου, καὶ ὑπέρμαχον, χρηματίσαι δυσώπησον.
ᾨδὴ ς'
«Τοῦ
βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι
σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε».
Λαμπτὴρ
ἐχρημάτισας, τῷ τῶν ἄθλων σου φωτί, φωταγωγῶν τὰ πέρατα, ὁμολογῶν τὸ ὄνομα τοῦ
Χριστοῦ, τυράννων ἐνώπιον, Ἀθλοφόρε Κυρίου ἀξιάγαστε.
Ἐνθέου
πυρούμενος, ἀγαπήσεως πυρί, τῷ δροσισμῷ τῆς πίστεως, τῶν δυσσεβούντων ἔσβεσας τὴν
πυράν, Χριστοῦ τὰ θαυμάσια, τοῖς ἀπίστοις δεικνύων Ἀξιάγαστε.
Ζωῆς
ἐφιέμενος, ἀθανάτου τῆς σαρκός, Χαράλαμπες ἐνέκρωσας, τὰς ἐμπαθεῖς κινήσεις καὶ
προσευχῇ, νεκροὺς ἐξανέστησας, ἀνυμνῶν τὸν ἐν πᾶσί σε δοξάσαντα.
Θεοτοκίον
Παθῶν
με κλονούμενον, ἐναντίαις προσβολαῖς Μῆτερ Θεοῦ στερέωσον, ὡς ἀπαθείας τέξασα τὴν
πηγήν· πρὸς σὲ γὰρ κατέφυγον, τῶν ἀνθρώπων τὸ μέγα καταφύγιον.
Κοντάκιον Ἦχος γ'
‘Εξανέστης
σήμερον, ἀπὸ τοῦ τάφου Οἰκτίρμον, καὶ ἡμᾶς ἐξήγαγες, ἐκ τῶν πυλῶν τοῦ θανάτου, σήμερον Ἀδὰμ χορεύει, καὶ χαίρει Εὔα, ἅμα δέ, καὶ οἱ Προφῆται, σὺν Πατριάρχαις, ἀνυμνοῦσιν ἀκαταπαύστως, τὸ θεῖον κράτος τῆς ἐξουσίας σου.
Ὁ Οἶκος
Ὁ
οὐρανὸς καὶ ἡ γῆ σήμερον χορευέτωσαν, καὶ Χριστὸν τὸν Θεὸν ὁμοφρόνως ὑμνείτωσαν, ὅτι τοὺς δεσμίους ἐκ τῶν τάφων ἀνέστησε. Συγχαίρει πᾶσα ἡ κτίσις, προσφέρουσα ἐπάξια ᾄσματα, τῷ πάντων Κτίστῃ καὶ Λυτρωτῇ ἡμῶν, ὅτι τοὺς βροτοὺς ἐξ ᾅδου σήμερον, ὡς Ζωοδότης συνανελκύσας, πρὸς οὐρανοὺς συνανυψοῖ, καὶ καταράσσει τοῦ ἐχθροῦ τὰς ἐπάρσεις, καὶ πύλας τοῦ ᾅδου διαθλάττει, τῷ θείῳ κράτει τῆς ἐξουσίας αὐτοῦ.
Συναξάριον
Τῇ
Ι' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἱερομάρτυρος Χαραλάμπους.
Στίχοι
Κατηξιώθης,
Χαράλαμπες, ἐκ ξίφους,
Καὶ
λαμπρότητος καὶ χαρᾶς τῶν Μαρτύρων.
Τῇ
δεκάτῃ Χαράλαμπες, ἐὸν ἐτμήθης ἀπὸ λαιμόν.
Τῇ
αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες, Βάπτος καὶ Πορφύριος, οἱ τιμωροῦντες τὸν Ἅγιον
Χαραλάμπη, ξίφει τελειοῦνται.
Στίχοι
Πορφύριος
καὶ Βάπτος ἐκ κοινοῦ ξίφους,
Ἀθλήσεως
βάπτουσι κοινὴν πορφύραν.
Τῇ
αὐτῇ ἡμέρᾳ, αἱ πιστεύσασαι Ἅγιαι τρεῖς γυναῖκες ξίφει τελειοῦνται.
Στίχοι
Τὰς
τρεῖς γυναῖκας ἀρρενωποὺς μηνύει,
Ἄρρην
ἀριθμός, ὁ τρία, πρὸς τὸ ξίφος.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Παρθένων, Ἐνναθᾶ, Οὐαλεντίνης, καὶ Παύλου.
Στίχοι
Εἰς
ἀρραβῶνα παρθένοις κόραις δύο,
Ὁ
νυμφίος δίδωσι θάρσος πρὸς φλόγα.
Ἐκεῖνος
οὗτος Παῦλος ὁ Χριστοῦ φίλος,
Χριστοῦ
πόθῳ τράχηλον ἐκτετμημένος.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀναστασίου, Ἀρχιεπισκόπου
Κωνσταντινουπόλεως.
Στίχοι
Ἀναστάσιος,
τὸν δρόμον τείνων πρόσω,
Γῆς
ἐξαναστὰς πρὸς τὸν Ὕψιστον τρέχει.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Ζήνωνος.
Στίχοι
Ζήνων
τὰ τερπνὰ τῆς Ἐδὲμ ζητῶν μόνα,
Εἰς
τέρψιν εἶχε τὴν λύσιν τοῦ σαρκίου.
Ταῖς
τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'
Ὁ Εἱρμὸς
«Ὡς πάλαι τοὺς εὐσεβεῖς, τρεῖς Παῖδας ἐδρόσισας, ἐν τῇ φλογὶ τῇ Χαλδαϊκῇ, τῷ φωτιστικῷ τῆς Θεότητος πυρί, καὶ ἡμᾶς καταύγασον· Εὐλογητὸς εἶ κράζοντας· ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἐρράγη τὸ τοῦ Ναοῦ, φαιδρὸν καταπέτασμα, ἐν τῷ Σταυρῷ τοῦ Δημιουργοῦ, τὴν ἐγκεκρυμμένην τῷ γράμματι δηλοῦν, τοῖς πιστοῖς ἀλήθειαν· Εὐλογητὸς εἶ κράζουσιν, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Νυγείσης σου τῆς πλευρᾶς, ῥανίδες θεόρρυτοι, ζωοποιοῦ αἵματος Χριστέ, οἰκονομικῶς ἀποστάζουσαι εἰς γῆν, τοὺς ἐκ γῆς ἀνέπλασαν. Εὐλογητὸς εἶ κράζοντας, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Τριαδικὸν
Τὸ Πνεῦμα τὸ ἀγαθόν, Πατρὶ συνδοξάσωμεν, καὶ τῷ Υἱῷ τῷ μονογενεῖ, μίαν ἐν τρισί, πιστοὶ σέβοντες ἀρχήν, καὶ μίαν Θεότητα. Εὐλογητὸς εἶ κράζοντες, ὁ Θεός ὁ τῶν Πατέρων ἡμῶν.
ᾨδὴ ζ'
«Οἱ
Παῖδες ἐν Βαβυλώνι, καμίνου φλόγα οὐκ ἔπτηξαν, ἀλλ' ἐν μέσῳ πυρὸς ἐμβληθέντες,
δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν».
Προσομιλῶν
ταῖς βασάνοις καὶ τῷ πυρὶ λιπαινόμενος, Ἀθλοφόρε Χριστοῦ, ὡς χρυσίου, ὀβρυζότερος
γέγονας, καὶ ἱερὸν ἀνάθημα, ἀληθῶς ἐχρημάτισας.
Τῶν
προσευχῶν τῇ δρόσῳ, παρανομούντων ἡ κάμινος, κατεσβέσθη Σοφέ, καὶ ἐρύσθης μελῳδῶν
τῷ ποιήσαντι· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Τῇ
παρατάσει τῶν ἄθλων, δένδρον ἐφάνης ὑψίκομον, συσκιάζων πιστούς, ἐκ φλογώδους ἁμαρτίας
κραυγάζοντας· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Ἡ
τὴν χαρὰν δεξαμένη, ἐν τῇ πανάγνῳ νηδύϊ σου, Θεοτόκε Ἁγνή, εὐφροσύνης τὴν καρδίαν
μου πλήρωσον, τὸ κατηφὲς διώκουσα, τῶν παθῶν ἀειπάρθενε.
ᾨδὴ η'
Ὁ Εἱρμὸς
«Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείᾳ προεστῶτες νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἐρράγη ναοῦ ἡ φαιδρότης, ὅτε ὁ Σταυρός σου ἐπάγη ἐν Κρανίῳ, καὶ ἡ κτίσις συνεκλονεῖτο, φόβῳ ἀναμέλπουσα· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἀνέστης Χριστὲ ἐκ τοῦ τάφου, καὶ τὸν πεπτωκότα τῇ ἀπάτῃ, διὰ ξύλου ἀνωρθώσω θείᾳ δυνάμει, κράζοντα καὶ λέγοντα· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ναὸς τοῦ Θεοῦ ἀνεδείχθης, ἔμψυχον χωρίον κιβωτός τε, τὸν Ποιητήν· τοῖς βροτοῖς γὰρ Θεογεννῆτορ, ἄχραντε κατήλλαξας, καὶ ἀξίως πάντα τὰ ἔργα ὑμνοῦμέν σε, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ η'
«Ἐκ
φλογὸς τοῖς ὁσίοις δρόσον ἐπήγασας, καὶ δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ
δρὰς Χριστέ, μόνῳ τῷ βούλεσθαι. Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας».
Ταῖς
ῥοαῖς τῶν αἱμάτων ἔτι σταζόμενος, τῶν στιγμάτων τῷ κάλλει ὡραϊζόμενος, τῷ
νικητικῷ, εὐπρεπῶς διαδήματι, κεκαλλωπισμένος, Θεῷ παρέστης Μάρτυς.
Τῶν
βασάνων τὰ πλήθη οὐ κατεκάλυψαν, τὴν ἀνδρείαν σου Μάρτυς καὶ γενναιότητα, ἡ τῶν
διωκτῶν, οὐκ ἠμαύρωσεν ἔνστασις, σοῦ τὴν λαμπροτάτην, θεόφρον καρτερίαν.
Ἱερεύς
τε καὶ Μάρτυς ἀκαταγώνιστος, στρατιώτης γενναῖος καὶ στῦλος ἄσειστος, ἔρεισμα
πιστῶν, ἀσεβείας ἀντίπαλος, ὄντως ἀνεδείχθης, θεόφρον Ἀθλοφόρε.
Θεοτοκίον
Ὁ
τὰ πάντα ποιήσας θείῳ βουλήματι, βουληθεὶς ἐν γαστρί σου ᾤκησεν Ἄχραντε, ῥεύσαντας
ἡμᾶς, ἀναπλάσαι βουλόμενος, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ'
Ὁ Εἱρμὸς
«Καινὸν τὸ θαῦμα καὶ θεοπρεπές! τῆς Παρθένου γὰρ τὴν κεκλεισμένην πύλην, σαφῶς διοδεύει Κύριος, γυμνὸς ἐν εἰσόδῳ, καὶ σαρκοφόρος ὤφθη ἐν ἐξόδῳ Θεός, καὶ μένει ἡ πύλη κεκλεισμένη· ταύτην ἀφράστως, ὡς Θεομήτορα μεγαλύνομεν».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Φρικτὸν ἰδέσθαι σὲ τὸν ποιητήν, ἐπὶ ξύλου ἀναρτηθέντα Λόγε Θεοῦ, σαρκικῶς δὲ πάσχοντα, Θεὸν ὑπὲρ δούλων, καὶ ἐν μνημείῳ ἄπνουν κατακείμενον, νεκροὺς δὲ τοῦ ᾅδου λελυκότα· ὅθεν Χριστέ σε, ὡς παντοδύναμον μεγαλύνομεν.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Φθορᾶς θανάτου ἔσωσας Χριστέ, τοὺς προπάτορας, κατατεθεὶς ἐν τάφῳ νεκρός, καὶ ζωὴν ἐξήνθησας, νεκροὺς ἀναστήσας, χειραγωγήσας φύσιν τὴν βροτείαν πρὸς φῶς, καὶ θείαν ἐνδύσας ἀφθαρσίαν· ὅθεν πηγήν σε, φωτὸς ἀειζώου μεγαλύνομεν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ναὸς καὶ θρόνος ὤφθης τοῦ Θεοῦ, ἐν ᾧ ᾤκησεν ὁ ἐν ὑψίστοις πέλων, τεχθεὶς ἀπειράνδρως Πάναγνε, σαρκὸς μὴ ἀνοίξας ὅλως σου πύλας· ὅθεν ταῖς ἀλήκτοις, σεμνὴ λιταῖς σου, τὰ φῦλα τῶν βαρβάρων, θᾶττον εἰς τέλος, τῷ Βασιλεῖ ἡμῶν καθυπόταξον.
ᾨδὴ θ'
«Θεὸν
ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ πάναγνε
ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς
σὲ μακαρίζομεν».
Οὐ
πῦρ, οὐ ξίφος ἀλλ' οὐδὲ θάνατος, οὐ διωγμός, οὐ θλῖψις, οὐ λιμός, οὐδὲ κίνδυνος,
οὐ βασάνων παντοίων ἐπίνοια, ἴσχυσε τῆς ἀγάπης, ὄντως χωρίσαι σε, τοῦ πεποιηκότος,
Ἀθλητὰ ἀξιοθαυμαστε.
Ξεσμοῖς
ὀνύχων, τοὺς τῆς νεκρώσεως, ἀποβαλὼν χιτῶνας, ταῖς στολαῖς ταῖς ἐξ αἵματος,
σεαυτὸν Ἀθλοφόρε ἐκόσμησας· ὅθεν σὺν παρρησίᾳ Μάρτυς ἀήττητε, πάντων τῷ Δεσπόταῃ,
καὶ Θεῷ χαίρων παρίστασαι.
Χαρᾶς
καὶ θείας ὄντως λαμπρότητος, παρεκτικὴ ἡ μνήμη σου τῷ κόσμῳ ἀνέτειλε, τῶν παθῶν
τὸν χειμῶνα διώκουσα, πάντας φωταγωγοῦσα, ἣν ἑορτάζοντες, σχοίημεν πταισμάτων, ἱλασμὸν
ταῖς ἱκεσίαις σου.
Θεοτοκίον
Παθῶν
κλυδώνιον συνταράσσει με, καὶ τῶν κακῶν βυθίζει τρικυμία Πανάμωμε, κυβερνήτην
Χριστὸν ἡ κυήσασα, χεῖρά μοι βοηθείας ἔκτεινον σῶσόν με, μόνη προστασία, τῶν
πιστῶς μακαριζόντων σε.
Καταβασίες
Ανοίξω τό
στόμα μου, καί πληρωθήσεται Πνεύματος, καί λόγον ερεύξομαι, τή Βασιλίδι Μητρί,
καί οφθήσομαι, φαιδρώς πανηγυρίζων, καί άσω γηθόμενος, ταύτης τά θαύματα.
Ωδή γ'
Τούς σούς υμνολόγους Θεοτόκε, ως
ζώσα καί άφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικόν στερέωσον, καί εν τή
θεία δόξη σου, στεφάνων δόξης αξίωσον.
Ωδή δ'
Τήν ανεξιχνίαστον θείαν βουλήν, τής
εκ τής Παρθένου σαρκώσεως, σού τού Υψίστου, ο Προφήτης, Αββακούμ, κατανοών
εκραύγαζε. Δόξα τή δυνάμει σου Κύριε.
Ωδή ε'
Εξέστη τά σύμπαντα, επί τή θεία δόξη
σου, σύ γάρ απειρόγαμε Παρθένε, έσχες εν μήτρα, τόν επί πάντων Θεόν, καί
τέτοκας άχρονον Υιόν, πάσι τοίς υμνούσί σε, σωτηρίαν βραβεύοντα.
Ωδή ς'
Τήν θείαν ταύτην καί πάντιμον,
τελούντες εορτήν οι θεόφρονες, τής Θεομήτορος, δεύτε τάς χείρας κροτήσωμεν, τόν
εξ αυτής τεχθέντα Θεόν δoξάζοντες.
Ωδή ζ'
Ουκ ελάτρευσαν τή κτίσει οι
θεόφρονες, παρά τόν Κτίσαντα, αλλά πυρός απειλήν; ανδρείως πατήσαντες,
χαίροντες έψαλλον. Υπερύμνητε, ο τών Πατέρων Κύριος, καί Θεός ευλογητός εί.
Ωδή η'
Αινούμεν…
Παίδας ευαγείς εν τή καμίνω, ο τόκος
τής Θεοτόκου διεσώσατο, τότε μέν τυπούμενος, νύν δέ ενεργούμενος, τήν
οικουμένην άπασαν, αγείρει ψάλλουσαν. Τόν Κύριον υμνείτε τά έργα, καί
υπερυψούτε, εις πάντας τούς αιώνας.
Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις
τιμώντες μεγαλύνωμεν.
Ήχος δ΄
Μεγαλύνει
η ψυχή μου τόν Κύριον, καί ηγαλλίασε τό πνεύμά μου επί τώ Θεώ τώ σωτήρί μου.
·
Τήν
Τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν
αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.
Ότι
επέβλεψεν επί τήν ταπείνωσιν τής δούλης αυτού, ιδού γάρ από τού νύν μακαριούσί
με πάσαι γενεαί,
·
Τήν
Τιμιωτέραν τών Χερουβείμ...
Ότι
εποίησέ μοι μεγαλεία ο Δυνατός, καί άγιον τό όνομα αυτού, καί τό έλεος αυτού
εις γενεάν, καί γενεάν τοίς φοβουμένοις αυτόν.
·
Τήν
Τιμιωτέραν τών Χερουβείμ...
Εποίησε
κράτος εν βραχίονι αυτού, διεσκόρπισεν υπερηφάνους διανοία καρδίας αυτών.
·
Τήν
Τιμιωτέραν τών Χερουβείμ...
Καθείλε δυνάστας
από θρόνων, καί ύψωσε ταπεινούς, πεινώντας ενέπλησεν αγαθών, καί πλουτούντας
εξαπέστειλε κενούς.
·
Τήν
Τιμιωτέραν τών Χερουβείμ...
Αντελάβετο Ισραήλ παιδός
αυτού, μνησθήναι ελέους, καθώς ελάλησε πρός τούς πατέρας ημών, τώ Αβραάμ, καί
τώ σπέρματι αυτού έως αιώνος.
Καταβασία
Άπας γηγενής, σκιρτάτω τώ πνεύματι λαμπαδουχούμενος,
πανηγυριζέτω δέ, αύλων Nόων φύσις γεραίρουσα, τήν ιερά θαυμάσια τής
Θεομήτορος, καί βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε Αγνή αειπάρθενε.
Άγιος Κύριος ο Θεός ημών,
Άγιος Κύριος ο Θεός ημών.
Υψούτε Κύριον τόν Θεόν
ημών, καί προσκυνείτε τώ υποποδίω τών ποδών
αυτού.
Ότι Άγιός εστιν
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Γ'
Ὅτι Χριστὸς ἐγήγερται,
μή τις διαπιστείτω· ἐφάνη τῇ Μαρίᾳ γάρ, ἔπειτα καθωράθη, τοῖς εἰς ἀγρὸν ἀπιοῦσι,
Μύσταις δὲ πάλιν ὤφθη, ἀνακειμένοις ἕνδεκα, οὕς βαπτίζειν ἐκπέμψας, εἰς Οὐρανούς·
ὅθεν καταβέβηκεν ἀνελήφθη, ἐπικυρῶν τὸ κήρυγμα, πλήθεσι τῶν σημείων.
Ἐξαποστειλάριον
Γυναῖκες ἀκουτίσθητε
Ἐνθέως
πυρσευόμενος, τῷ πόθῳ τοῦ Παντάνακτος, τὸν ὑπερήφανον ὄφιν, ἀνδρείως μάκαρ καθεῖλες,
καὶ τύραννον ἀπάνθρωπον, Σεβῆρον τὸν παράφρονα, ἤλεγξας ὦ Χαράλαμπες, καὶ τὸν
μισθὸν ἐκομίσω, παρὰ τοῦ πάντων Δεσπότου.
Θεοτοκίον
Μαρία
καταφύγιον, Χριστιανῶν τὸ καύχημα, φύλαττε σκέπε σοὺς δούλους, ἐκ πάσης βλάβης ἀτρώτους,
κινδύνων ἐξελοῦ ἡμᾶς, τοὺς πόθῳ εὐφημοῦντάς σε, καὶ πάσης περιστάσεως, ταῖς σαῖς
πρεσβείαις χρωμένη, πρὸς τὸν Υἱὸν καὶ Θεόν σου.
Αἶνοι Ἦχος γ'
1.
Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
-- Δεῦτε πάντα τὰ
ἔθνη, γνῶτε τοῦ φρικτοῦ μυστηρίου τὴν δύναμιν, Χριστὸς γὰρ ὁ Σωτὴρ ἡμῶν, ὁ ἐν ἀρχῇ
Λόγος, ἐσταυρώθη δι' ἡμᾶς, καὶ ἑκὼν ἐτάφη, καὶ ἀνέστη ἐκ νεκρῶν, τοῦ σῶσαι τὰ σύμπαντα.
Αὐτὸν προσκυνήσωμεν.
2.
Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως
αὐτοῦ.
-- Διηγήσαντο πάντα
τὰ θαυμάσια, οἱ φύλακές σου Κύριε, ἀλλὰ τὸ συνέδριον τῆς ματαιότητος, πληρῶσαν
δώρων τὴν δεξιὰν αὐτῶν, κρύπτειν ἐνόμιζον τὴν ἀνάστασίν σου, ἣν ὁ κόσμος δοξάζει.
Ἐλέησον ἡμᾶς.
3.
Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς
μεγαλωσύνης αὐτοῦ.
-- Χαρᾶς τὰ πάντα
πεπλήρωται, τῆς Ἀναστάσεως τὴν πείραν εἰληφότα. Μαρία γὰρ ἡ Μαγδαληνή, ἐπὶ τὸ
μνῆμα ἦλθεν, εὗρεν Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τοῖς ἱματίοις ἐξαστράπτοντα
καὶ λέγοντα. Τὶ ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν, οὐκ ἔστιν ᾧδε, ἀλλ' ἐγήγερται,
καθὼς εἶπε, προάγων ἐν τῇ Γαλιλαία.
4.
Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
-- Ἐν τῷ φωτί
σου Δέσποτα, ὀψόμεθα φῶς φιλάνθρωπε, ἀνέστης γὰρ ἐκ τῶν νεκρῶν, σωτηρίαν τῷ γένει
τῶν ἀνθρώπων δωρούμενος, ἵνα σε πᾶσα κτίσις δοξολογῇ, τόν μόνον ἀναμάρτητον. Ἐλέησον
ἡμᾶς.
5.
Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,
Ἦχος α' Τῶν οὐρανίων
ταγμάτων
Οἱ
τῆς Ἑλλάδος νῦν παῖδες δεῦτε συνδράμετε, καὶ τὴν τιμίαν κάραν, κατασπάσασθε πάντες,
τοῦ θείου Χαραλάμπους, τὴν τὸν Χριστὸν ἐν σταδίῳ κηρύξασαν, καὶ ἀπελέγξασαν πλάνην
τῶν δυσσεβῶν, καὶ τὸν Κτίστην μεγαλύνασαν.
6.
Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα
πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ἦχος α' Τῶν οὐρανίων
ταγμάτων
Οἱ
τῆς Ἑλλάδος νῦν παῖδες δεῦτε συνδράμετε, καὶ τὴν τιμίαν κάραν, κατασπάσασθε πάντες,
τοῦ θείου Χαραλάμπους, τὴν τὸν Χριστὸν ἐν σταδίῳ κηρύξασαν, καὶ ἀπελέγξασαν πλάνην
τῶν δυσσεβῶν, καὶ τὸν Κτίστην μεγαλύνασαν.
Στίχ. Δίκαιος ὡς
φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθή-
σεται.
--Τοῖς οὐρανίοις
Ἀγγέλοις νῦν συνηρίθμησαι, καὶ παρεστὼς Τριάδι, τῇ ἁγίᾳ Τρισμάκαρ, αὐτὴν
καθικετεύεις ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει τιμώντων σου, τὴν πανσεβάσμιον κάραν, καὶ
τῶν δεινῶν, αἰτουμένων ἀπολύτρωσιν.
Στίχ. «Τοῖς ἁγίοις τοῖς
ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
-- Λαμπροφανὴς
καὶ πανένδοξος ἀνατέταλκεν, ἐν τῇ Ἑλλάδι πάσῃ, ἡ πανέορτος μνήμη, τοῦ θείου
Χαραλάμπους· διὸ περ λαμπρῶς, ἑορτάζει κατέχουσα, τὴν πανσεβάσμιον κάραν, τὴν τὸν
Χριστόν, ὡς Θεάνθρωπον κηρύξασαν.
Δόξα... ΕΩΘΙΝΟΝ Γ' Ἦχος γ'
Τῆς
Μαγδαληνῆς Μαρίας, τὴν τοῦ Σωτῆρος εὐαγγελιζομένης, ἐκ νεκρῶν Ἀνάστασιν καὶ ἐμφάνειαν,
διαπιστοῦντες οἱ Μαθηταί, ὠνειδίζοντο τὸ τῆς καρδίας σκληρόν· ἀλλὰ τοῖς σημείοις
καθοπλισθέντες καὶ θαύμασι, πρὸς τὸ κήρυγμα ἀπεστέλλοντο· καὶ σὺ μὲν Κύριε, πρὸς
τὸν ἀρχίφωτον ἀνελήφθης Πατέρα, οἱ δὲ ἐκήρυττον πανταχοῦ τὸν λόγον, τοῖς θαύμασι
πιστούμενοι. Διὸ οἱ φωτισθέντες δι' αὐτῶν δοξάζομέν σου, τὴν ἐκ νεκρῶν Ἀνάστασιν,
φιλάνθρωπε Κύριε.
Καὶ νῦν... Θεοτοκίον
Ὑπερευλογημένη
ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται,
ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται,
καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν,
ὁ οὕτως εὐδοκήσας, δόξα σοι.
ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ
Δόξα
σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ, καί επί γής ειρήνη, εν ανθρώποις
ευδοκία.
Υμνούμέν
σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν
μεγάλην σου δόξαν.
Κύριε
βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ,
καί Άγιον Πνεύμα,
Κύριε
ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο αίρων τήν αμαρτίαν τού κόσμου,
ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.
Πρόσδεξαι
τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον ημάς.
Ότι
σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός.
Αμήν.
Καθ'
εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου εις τόν αιώνα, καί εις τόν
αιώνα τού αιώνος.
Καταξίωσον,
Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους φυλαχθήναι ημάς.
Ευλογητός
εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον τό όνομά σου
εις τούς αιώνας. Αμήν.
Γένοιτο,
Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σέ.
Ευλογητός
εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').
Κύριε,
καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ
είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι ήμαρτόν σοι.
Κύριε,
πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου.
Ότι
παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.
Παράτεινον
τό έλεός σου τοίς γινώσκουσί σε.
Άγιος
ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ
γ').
Δόξα...
Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος
ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.
Σήμερον
σωτηρία τώ κόσμω γέγονεν. Άσωμεν τώ αναστάντι εκ τάφου καί αρχηγώ τής ζωής
ημών, καθελών γάρ τώ θανάτω τόν θάνατον, τό νίκος έδωκεν ημίν, καί τό μέγα
έλεος.
Είς την λειτουργίαν
Τα αντίφωνα
Α΄.Ήχος β΄
Στίχ. α'. Ευλόγει η ψυχή μου, τόν Κύριον, καί πάντα τά εντός μου τό
όνομα τό άγιον αυτού.
Ταίς πρεσβείαις τής Θεοτόκου, Σώτερ σώσον ημάς.
Στίχ. β'. Ευλόγει, η ψυχή μου, τόν Κύριον, καί μή επιλανθάνου πάσας
τάς ανταποδόσεις αυτού.
Ταίς πρεσβείαις τής Θεοτόκου...
Στίχ. γ'. Κύριος εν τώ ουρανώ ητοίμασε τόν θρόνον αυτού, καί η
Βασιλεία αυτού πάντων δεσπόζει.
Ταίς πρεσβείαις τής Θεοτόκου...
Δόξα... Καί νύν...
Ταίς πρεσβείαις τής Θεοτόκου...
Β΄. Ήχος β'
Στίχ. α'. Αίνει, η ψυχή μου, τόν Κύριον, αινέσω Κύριον εν τή ζωή μου,
ψαλώ τώ Θεώ μου έως υπάρχω.
Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι.
Αλληλούια.
Στίχ. β'. Μακάριος, ού ο Θεός Ιακώβ βοηθός αυτού, η ελπίς αυτού επί
Κύριον τόν Θεόν αυτού.
Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...
Στίχ. γ'. Βασιλεύσει Κύριος εις τόν αιώνα, ο Θεός σου, Σιών, εις
γενεάν καί γενεάν.
Σώσον, ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...
Δόξα... Καί νύν...
Ο Μονογενής Υιός και Λόγος του Θεού, αθάνατος υπάρχων και
καταδεξάμενος διά την ημετέραν σωτηρίαν σαρκοθήναι εκ της αγίας Θεοτόκου και
αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας, σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω
θάνατον πατήσας, εις ων της Αγίας Τριάδος, συνδοξαζόμενος τω Πατρί και τω Αγίω
Πνεύματι, σώσον ημάς.
Ἀπολυτίκιον Ἦχος γ'
Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Εισοδικόν
Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ. Σώσον ημάς, Υιέ Θεού, ο
αναστάς εκ νεκρών,
ψάλλοντάς σοι Αλληλούϊα
Ἀπολυτίκιον Ἦχος γ'
Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Ἀπολυτίκιον Ἦχος δ'
Ταχὺ προκατάλαβε
Ὡς
στῦλος ἀκλόνητος, τῆς Ἐκκλησίας Χριστοῦ, καὶ λύχνος ἀείφωτος τῆς οἰκουμένης σοφέ,
ἐδείχθης Χαράλαμπες, ἔλαμψας ἐν τῷ κόσμῳ, διὰ τοῦ μαρτυρίου, ἔλυσας τῶν εἰδώλων,
τὴν σκοτόμαιναν μάκαρ· διὸ ἐν παρρησίᾳ Χριστῷ, πρέσβευε σωθῆναι
ἠμας.
του ναου....
Κοντάκιον Ήχος β'
Προστασία
τών Χριστιανών ακαταίσχυντε, μεσιτεία πρός τόν Ποιητήν αμετάθετε, Μή παρίδης
αμαρτωλών δεήσεων φωνάς, αλλά πρόφθασον, ώς αγαθή, εις τήν βοήθειαν ημών, τών
πιστώς κραυγαζόντων σοι. Τάχυνον εις πρεσβείαν, καί σπεύσον εις ικεσίαν, η
προστατεύουσα αεί, Θεοτόκε, τών τιμώντων σε
ΑΠΟΣΤΟΛΟΣ
Προκείμενον.Ήχος βαρύς.(Ψαλμός ριε’).
Τίμιος εναντίον Κυρίου ο
θάνατος των οσίων αυτού.
Στίχ. Τί ανταποδώσω τω Κυρίω περί πάντων,
ων ανταπέδωκεν ημίν.
Προς Τιμόθεον Β’ Επιστολής Παύλου το Ανάγνωσμα.
Τέκνον
Τιμόθεε, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ, 2 καὶ ἃ ἤκουσας παρ' ἐμοῦ
διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται
καὶ ἑτέρους διδάξαι. 3 σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης Ἰησοῦ Χριστοῦ. 4
οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ
στρατολογήσαντι ἀρέσῃ. 5 ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως
ἀθλήσῃ. 6 τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. 7 νόει ὃ
λέγω· δῴη γάρ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσι. 8 Μνημόνευε Ἰησοῦν Χριστὸν
ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυίδ, κατὰ τὸ εὐαγγέλιόν μου, 9 ἐν ᾧ
κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος· ἀλλ' ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. 10 διὰ
τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσι τῆς ἐν
Χριστῷ Ἰησοῦ μετὰ δόξης αἰωνίου.
Αλληλούϊα (γ’)
Ευαγγέλιον
Κυρ. ιϛ΄ Μτθ., «Εἶπεν ὁ Κύριος... ἄνθρω-πός τις ἀποδημῶν» (Μτθ.
κε΄ 14-30).
Είς το Εξαιρέτως...Άξιον Εστί
Κοινωνικὸν
<<Αινείτε τον Κύριον.>>
<<Είδομεν το
φώς>>...
Είη το όνομα
Κυρίου
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου