21-10-2012
† ΚΥΡΙΑΚΗ ΣΤ΄ ΛΟΥΚΑ.Τοῦ Ὁσίου Πατρός ἡμῶν Ἱλαρίωνος τοῦ
Μεγάλου καί τοῦ Ὁσίου Πατρός ἡμῶν Χριστοδούλου τοῦ Θαυματουργοῦ τοῦ ἐν Πάτμῳ.
Θεοδότης καί Σωκράτους Μαρτύρων καί Ἰωάννου Νεομάρτυρος ἐκ Γουβῶν Μονεμβασίας.
Φιλοθέου Ὁσίου. ῏Ηχος γ΄·
ἑωθινὸν θ΄.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ἦχος γ’
Θεός
Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, α'. Εξομολογείσθε τώ Κυρίω, καί
επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός
Κύριος, καί επέφανεν ημίν...
Στίχ, β'. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ
ονόματι Κυρίου ήμυνάμην αυτούς,
Θεός
Κύριος, καί επέφανεν ημίν...
Στίχ, γ'. Παρά Κυρίου εγένετο αύτη, καί εστι
θαυμαστή εν οφθαλμοίς ημών.
Θεός
Κύριος, καί επέφανεν ημίν...
Ἀπολυτίκιον Ἦχος γ'
Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα...
Ἀπολυτίκιον Ἦχος πλ. δ'
Ταῖς τῶν δακρύων σου ῥοαῖς, τῆς ἐρήμου
τὸ ἄγονον ἐγεώργησας, καὶ τῆς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας,
καὶ γέγονας φωστήρ, τῇ οἰκουμένῃ λάμπων τοῖς θαύμασι· Θεόκτιστε Πατὴρ ἡμῶν Ὅσιε,
πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν...
Θεοτοκίον
Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου,
καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας
ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον,
δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν
ἀπεγνωσμένον.
Καθίσματα Ἦχος γ'
Χριστὸς ἐκ νεκρῶν ἐγήγερται, ἡ ἀπαρχὴ τῶν κεκοιμημένων. Ὁ Πρωτότοκος τῆς κτίσεως, καὶ Δημιουργὸς πάντων τῶν γεγονότων, τὴν καταφθαρεῖσαν φύσιν τοῦ γένους ἡμῶν, ἐν ἑαυτῷ ἀνεκαίνισεν. Οὐκ ἔτι θάνατε κυριεύεις· ὁ γὰρ τῶν ὅλων Δεσπότης, τὸ κράτος σου κατέλυσε.
Δόξα...
Σαρκὶ
τοῦ θανάτου γευσάμενος Κύριε, τὸ πικρὸν τοῦ θανάτου ἐξέτεμες τῇ Ἐγέρσει σου, καὶ τὸν ἄνθρωπον κατ' αὐτοῦ ἐνισχύσας, τῆς ἀρχαίας κατάρας τὴν ἥτταν ἀνακαλούμενος, ὁ ὑπερασπιστὴς τῆς ζωῆς ἡμῶν, Κύριε δόξα σοι.
Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ
σοῦ προσληφθείσῃ, ὁ
Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ
φθορᾶς ὡς φιλάνθρωπος.
Τὴν ὡραιότητα τῆς παρθενίας σου
Τὸ ἀναλλοίωτον τὸ τῆς Θεότητος, καὶ τὸ ἑκούσιον πάθος σου Κύριε, εἰς ἑαυτὸν καταπλαγείς, ὁ ᾍδης ἐπωδύρετο. Τρέμω τὴν τοῦ σώματος, μὴ φθαρεῖσαν ὑπόστασιν, βλέπω τὸν ἀόρατον, μυστικῶς πολεμοῦντά με· διὸ καὶ οὓς κατέχω κραυγάζουσι· Δόξα Χριστὲ τῇ Ἀναστάσει σου.
Δόξα...
Τὸ ἀκατάληπτον τὸ τῆς Σταυρώσεως, καὶ ἀνερμήνευτον τὸ τῆς Ἐγέρσεως, θεολογοῦμεν οἱ πιστοί, ἀπόρρητον Μυστήριον· σήμερον γὰρ θάνατος, καὶ ὁ ᾍδης ἐσκύλευται, γένος δὲ ἀνθρώπινον ἀφθαρσίαν ἐνδέδυται· διὸ καὶ εὐχαρίστως κραυγάζομεν· Δόξα Χριστὲ τῇ Ἀναστάσει σου.
Καὶ νῦν... Θεοτοκίον
Τὸν ἀκατάληπτον καὶ ἀπερίγραπτον, τὸν ὁμοούσιον Πατρὶ καὶ Πνεύματι, ἐν τῇ γαστρί σου μυστικῶς, ἐχώρησας Θεομῆτορ, μίαν καὶ ἀσύγχυτον, τῆς Τριάδος ἐνέργειαν, ἔγνωμεν τῷ Τόκῳ σου, ἐν τῷ κόσμῳ, δοξάζεσθαι· διὸ καὶ εὐχαρίστως βοῶμέν σοι· Χαῖρε ἡ Κεχαριτωμένη.
ΕΥΛΟΓΗΤΑΡΙΑ
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα,
τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ
ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε;
ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις. Ἴδετε ὑμεῖς τὸν
τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι·
ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε,
τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου,
Σῶτερ, ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζῶντα
λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.
Δόξα... Τριαδικὸν
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον
Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος,
Ἅγιος, Ἅγιος εἶ, Κύριε.
Καὶ νῦν ... Θεοτοκίον
Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας,
χαρμονὴν δὲ τῇ
Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς
Θεὸς καὶ ἄνθρωπος.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (ἐκ γ')
Ἡ Ὑπακοὴ Ἦχος γ'
Ἐκπλήττων τῇ ὁράσει, δροσίζων τοῖς ῥήμασιν, ὁ ἀστράπτων Ἄγγελος, ταῖς μυροφόροις ἔλεγε· Τὸν ζῶντα τί ζητεῖτε ἐν μνήματι; ἡγέρθη κενώσας τὰ μνήματα τῆς φθορᾶς ἀλλοιωτήν, γνῶτε τὸν ἀναλλοίωτον, εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα
σου! ὅτι τὸ γένος ἔσωσας τῶν ἀνθρώπων.
Οἱ Ἀναβαθμοὶ
Ἀντίφωνον Α'
Τὴν αἰχμαλωσίαν Σιών, σὺ ἐξείλου ἐκ Βαβυλῶνος κᾀμὲ ἐκ τῶν παθῶν, πρός ζωήν ἕλκυσον Λόγε.
Ἐν τῷ Νότῳ οἱ σπείροντες δάκρυσιν ἐνθέοις, θεριοῦσι στάχυας, ἐν
χαρᾷ ἀειζωΐας.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, πᾶσα ἀγαθοδωρία, ὡς
Πατρὶ καὶ Υἱῷ συναστράπτει, ἐν ᾧ τὰ πάντα ζῇ καὶ κινεῖται.
Ἀντίφωνον Β'
Ἐὰν
μὴ Κύριος οἰκοδομήσῃ οἶκον τῶν ἀρετῶν, μάτην κοπιῶμεν, τὴν δὲ ψυχὴν σκέποντος, οὐδεὶς ἡμῶν πορθεῖται τὴν πόλιν.
Τοῦ καρποῦ τῆς γαστρός, τῷ Πνεύματι υἱοποιητῶς σοι τῷ Χριστῷ, ὡς
Πατρὶ οἱ Ἅγιοι πάντοτε εἰσί.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, ἐνθεωρεῖται πᾶσα ἁγιότης σοφία· οὐσιοῖ πᾶσαν γὰρ κτίσιν· αὐτῷ λατρεύσωμεν·
Θεὸς γάρ, ὡς Πατρί τε καὶ Λόγῳ.
Ἀντίφωνον Γ'
Οἱ φοβούμενοι τὸν Κύριον, μακάριοι τρίβους βαδιοῦνται, τῶν ἐντολῶν φάγονται·
ζωηρὰν γὰρ παγκαρπίαν.
Κύκλῳ τῆς τραπέζης σου εὐφράνθητι, καθορῶν σου
Ποιμενάρχα, τὰ ἔκγονα φέροντα, κλάδους ἀγαθοεργίας.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, ὁ πᾶς πλοῦτος τῆς δόξης, ἐξ
οὗ χάρις καὶ ζωὴ πάσῃ τῇ κτίσει· σὺν Πατρὶ γάρ, ἀνυμνεῖται καὶ τῷ Λόγῳ.
Προκείμενον
Εἴπατε ἐν τοῖς ἔθνεσιν, ὅτι Κύριος ἐβασίλευσε· καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην, ἥτις
οὐ σαλευθήσεται.
Στίχ. ᾌσατε τῷ Κυρίῳ ᾆσμα
καινόν.
Ή Τάξις τού
Εωθινού Ευαγγελίου
Ιερεύς
Τού Κυρίου δεηθώμεν.
Χορός
Κύριε, ελέησον.
Ιερεύς Ότι
Άγιος εί ο Θεός ημών, και εν αγίοις επαναπαύη, και σοι την δόξαν αναπέμπωμεν,
τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των
αιώνων.
Χορός
Αμήν.
Πάσα πνοή αινεσάτω τόν Κύριον
(εκ γ').
Ιερεύς
Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον
Θεόν ημών ικετεύσωμεν.
Χορός
Κύριε, ελέησον (γ').
Ιερεύς
Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.
Ιερεύς
Ειρήνη πάσι.
Χορός
Καί τώ Πνεύματί σου.
Ιερεύς
Εκ τού κατά ... αγίου Ευαγγελίου...
Ιερεύς
Πρόσχωμεν.
Χορός
Δόξα σοι, Κύριε, δόξα σοι.
Ευαγγελιον Εωθινόν
θ’
Ανάστασιν Χριστού
θεασάμενοι…
Ν' Ψαλμός
·
Ελέησόν με ο Θεός κατά τό μέγα
ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον τό ανόμημά μου
·
επί πλείον πλύνόν με από τής
ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
·
ότι τήν ανομίαν μου εγώ γινώσκω καί
η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
·
σοί μόνω ήμαρτον καί τό πονηρόν
ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς λόγοις σου καί νικήσης εν τώ
κρίνεσθαί σε
·
ιδού γάρ εν ανομίαις συνελήμφθην
καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
·
ιδού γάρ αλήθειαν ηγάπησας τά άδηλα
καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
·
ραντιείς με υσσώπω καί
καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
·
ακουτιείς με αγαλλίασιν καί
ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
·
απόστρεψον τό πρόσωπόν σου από τών
αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
·
καρδίαν καθαράν κτίσον εν εμοί ο
Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
·
μή απορρίψης με από τού προσώπου
σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ' εμού
·
απόδος μοι τήν αγαλλίασιν τού
σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
·
διδάξω ανόμους τάς οδούς σου καί
ασεβείς επί σέ επιστρέψουσιν
·
ρύσαί με εξ αιμάτων ο Θεός ο Θεός
τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου
·
κύριε τά χείλη μου ανοίξεις καί τό
στόμα μου αναγγελεί τήν αίνεσίν σου
·
ότι ει ηθέλησας θυσίαν έδωκα άν
ολοκαυτώματα ουκ ευδοκήσεις
·
θυσία τώ Θεώ πνεύμα συντετριμμένον
καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει
·
αγάθυνον κύριε εν τή ευδοκία σου
τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
·
τότε ευδοκήσεις θυσίαν δικαιοσύνης
αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους
Δόξα... Ήχος β'
Ταίς τών
Αποστόλων, πρεσβείαις Ελεήμον, εξάλειψον τα πλήθη, τών εμών εγκλημάτων.
Καί νύν...
Ταίς τής
Θεοτόκου, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.
Στίχ.
Ελέησόν με, ο Θεός, κατά τό μέγα έλεός σου, καί κατά τό πλήθος τών οικτιρμών
σου εξάλειψον τό ανόμημά μου.
Πεντηκοστάριον
Ήχος ο αυτός
Αναστάς ο Ιησούς
από τού τάφου, καθώς προείπεν, έδωκεν ημίν, τήν αιώνιον ζωήν καί μέγα έλεος.
Κανὼν Ἀναστάσιμος
ᾨδὴ α' Ἦχος
γ'
Ὁ Εἱρμὸς
«Ὁ τὰ
ὕδατα πάλαι, νεύματι θείῳ, εἰς μίαν συναγωγὴν συναθροίσας, καὶ τεμὼν θάλασσαν Ἰσραηλίτῃ λαῷ, οὗτος ὁ Θεὸς ἡμῶν, δεδοξασμένος ὑπάρχει, αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ὁ τὴν γῆν κατακρίνας, τῷ παραβάντι, ἱδρῶτος φέρειν καρπὸν τὰς ἀκάνθας, ἀκανθῶν στέφανον ἐκ παρανόμου χειρός, οὗτος ὁ Θεὸς ἡμῶν, σωματικῶς δεδεγμένος, τήν κατάραν ἔλυσεν, ὅτι δεδόξασται.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Νικητὴς τροπαιοῦχος, κατὰ θανάτου, ὁ θάνατος δεδοικὼς ἀνεδείχθη· παθητὴν σάρκα γάρ, ἐμψυχωμένην λαβών, οὗτος ὁ Θεὸς ἡμῶν, καὶ συμπλακεὶς τῷ τυράννῳ, πάντας συνανέστησεν, ὅτι δεδόξασται.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἀληθῆ
Θεοτόκον, πάντα τὰ ἔθνη, δοξάζει σε τὴν ἀσπόρως τεκοῦσαν· ὑποδὺς μήτραν γὰρ ἡγιασμένην τὴν σήν, οὗτος ὁ Θεὸς ἡμῶν, τὸ καθ' ἡμᾶς οὐσιώθη, καὶ Θεός καὶ ἄνθρωπος, ἐκ σοῦ γεγέννηται.
τοῦ Ἁγίου
ᾨδὴ α' Ἦχος β'
Ἐν βυθῷ κατέστρωσε
Τὸν φωσφόρον καὶ φωτοειδῆ, βίον σου
Μακάριε, περιχαρῶς εὐφημεῖν προθυμούμενος, τῇ τῆς σῆς λαμπρότητος, ἱλαρότητι
φαιδρυνθῆναί με πρέσβευε, καὶ τῆς ἁμαρτίας, Πάτερ τὴν κατήφειαν ἀπέλασον.
Ὁλοτρόπως Μάκαρ τῷ Θεῷ, χαίρων
προσεχώρησας, ἔξω σαρκὸς καὶ τοῦ κόσμου γενόμενος, καὶ τὸν νοῦν ἀθόλωτον, τεταμένης
δι' ἐγκρατείας ἐτήρησας, τὸ τῆς ἀπαθείας, ἔνθεον ἐντεῦθεν μνηστευσάμενος.
Φανοτάταις σὺ μαρμαρυγαῖς,
περιαυγαζόμενος, τῆς ἀρχικῆς καὶ ἀκτίστου θεότητος, πατρικῆς ἠλόγησας, ἀθεΐας
καὶ πολυτάραχον ἄγνοιαν, ταύτης ἀπεστράφης, μόνῃ τῇ Τριάδι συντασσόμενος.
Θεοτοκίον
Ἀνατείλας Ἥλιος ἐκ σοῦ, Μῆτερ ἀειπάρθενε,
ὁ ἐκ Πατρὸς πρὸ αἰώνων νοούμενος, καὶ τῷ ὀρωμένῳ δέ, παραδόξως περιγραφόμενος σώματι,
τῷ τῆς εὐσεβείας, φέγγει τοὺς ἀνθρώπους κατεφώτισεν.
ᾨδὴ γ'
Ὁ Εἱρμὸς
«Ὁ ἐκ μὴ
ὄντων τὰ
πάντα παραγαγών, τῷ Λόγῳ κτιζόμενα, τελειούμενα Πνεύματι, Παντοκράτορ Δέσποτα, ἐν τῇ ἀγάπῃ τῇ σῇ στερέωσόν με».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Διὰ Σταυροῦ σου ᾐσχύνθη ὁ ἀσεβής· εἰργάσατο βόθρον γάρ, ὃν ὀρύξας εἰσπέπτωκε, ταπεινῶν ὑψώθη δὲ Χριστέ, τὸ κέρας ἐν τῇ σῇ Ἀναστάσει.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Τῆς εὐσεβείας τὸ κήρυγμα τῶν ἐθνῶν, ὡς ὕδωρ ἐκάλυψε τὰς θαλάσσας φιλάνθρωπε· ἀναστὰς ἐκ τάφου γάρ, τὸ τῆς Τριάδος ἀπεκάλυψας φέγγος.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Δεδοξασμένα λελάληνται περὶ σοῦ, ἡ πόλις ἡ ἔμψυχος, τοῦ ἀεὶ βασιλεύοντος· διὰ σοῦ γὰρ Δέσποινα, τοῖς ἐπὶ γῆς Θεὸς συνανεστράφη.
ᾨδὴ γ'
Ἐν πέτρᾳ με τῆς πίστεως
Ἰώμενος παθῶν τὰς ἐπαναστάσεις,
συντόνοις ταῖς ἀσκήσεσιν, Ἱλαρίων, ἐμάρανας ἀοίδιμε ἀνακράζων, οὐκ ἔστιν Ἅγιος,
ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.
Δερματίνους νεκρώσεως τοὺς χιτῶνας,
ἀπέξεσας τῷ ξίφει τῆς ἐγκρατείας, καὶ ὕφανας ἱμάτιον σωτηρίου, βοῶν τῷ Κτίστῃ
σου· Σὺ εἶ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.
Ῥωννύμενος ἐλπίδι τῶν αἰωνίων, καὶ
Θεῷ προσαγόμενος θεοφόρε, παλάμαις τοῦ θεόφρονος Ἀντωνίου, ὃν καὶ μιμούμενος,
φωστὴρ γεγένησαι, Ἱλαρίων θαύμασι, λάμπων Ὅσιε.
Θεοτοκίον
Ὁ πάντα τῇ βουλήσει μόνῃ μορφώσας,
τὸν ἄνθρωπον ἠξίωσε μορφωθῆναι, πλαττόμενος ἐν μήτρᾳ σου Θεομῆτορ, ᾧ νῦν κραυγάζομεν·
Σὺ εἶ ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν Ἅγιος, πλήν σου Κύριε.
Κάθισμα Ἦχος πλ. δ'
Τὴν Σοφίαν
Ἀντωνίου τοῦ θείου ἐζηλωκώς, τὸν ἐνάρετον
βίον πνευματικῶς, ἐπ' ὤμων σου ἔλαβες,τὸν σταυρὸν τοῦ Κυρίου σου, καταλιπὼν τοῦ
βίου, τὴν ἅπασαν μέριμναν, τῇ τῶν παθῶν νεκρώσει, τῷ πνεύματι ἔζησας· ὅθεν καὶ
τὴν κτίσιν, παραδόξων θαυμάτων, ἐπλήρωσας Ὅσιε, τῇ τοῦ πνεύματος χάριτι. Ἱλαρίων
Πατὴρ ἡμῶν, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι
πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα... καὶ νῦν... Θεοτοκίον
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ
πανάγιον ὄρος τὴν φωτεινήν, νεφέλην ὑμνήσωμεν, βάτον τὴν ἀκατάφλεκτον, τὸν
λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης, τὸ μέγα κειμήλιον,
ὅτι σωτηρία, ἐν αὐτῇ διεπράχθη, τῷ κόσμῳ καὶ ἄφεσις, τῶν ἀρχαίων ἐγκλημάτων· διὸ
καὶ βοῶμεν αὐτῇ· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι,
τοῖς εὐσεβῶς προσκυνοῦσι, τὸν πανάγιον τόκον σου.
ᾨδὴ δ'
Ὁ Εἱρμὸς
«Ἔθου πρὸς ἡμᾶς, κραταιὰν ἀγάπησιν Κύριε· τὸν μονογενῆ γάρ σου Υἱόν, ὑπὲρ ἡμῶν εἰς θάνατον δέδωκας· διό σοι κραυγάζομεν, εὐχαριστοῦντες· Δόξα τῇ δυνάμει σου Κύριε».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Στίγματα Χριστέ, συμπαθῶς καὶ μώλωπας ἤνεγκας, ὕβριν ῥαπισμάτων καρτερῶν, καὶ μακροθύμως φέρων ἐμπτύσματα, δι' ὧν κατειργάσω μοι τὴν σωτηρίαν· Δόξα τῇ δυνάμει σου Κύριε.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Σώματι θνητῷ, ἡ ζωὴ θανάτῳ ὡμίλησας, τῆς ταλαιπωρίας τῶν πτωχῶν, καὶ στεναγμοῦ πενήτων σου ἕνεκεν, καὶ φθείρας τὸν φθείραντα δεδοξασμένε, πάντας συνανέστησας, μόνε φιλάνθρωπε.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Μνήσθητι Χριστέ, ἧς ἐκτησω ποίμνης τῷ πάθει σου, τῆς δεδοξασμένης σου Μητρός, τὰς συμπαθεῖς ἐντεύξεις δεξάμενος, καὶ ἐπισκεψάμενος, κεκακωμένην ῥῦσαι, τῇ δυνάμει σου Κύριε.
ᾨδὴ δ'
Ὑμνῶ σε· ἀκοῇ γὰρ Κύριε
Νεκρώσας, τῆς σαρκὸς τὸ φρόνημα, τὸν
χειμάρρουν τῆς ἀνομίας, Ἱλαρίων Ὅσιε δαιμόνων τε τὰς μεθοδείας φυγών, ἐν γαλήνῃ
θείου Πνεύματος, μετὰ δικαίων Πάτερ ἀναπέπαυσαι.
Ὑδάτων, ἐπιρροίαις Ὅσιε, ἀρδευόμενος
τῶν δακρύων, τὴν τῆς ψυχῆς ἄρουραν, πολύκαρπον τῇ γεωργίᾳ σαφῶς, τοῦ Σωτῆρος πᾶσιν
ἔδειξας, τῶν Ἀσκητῶν πληθύνας τὰ συστήματα.
Μεθέξει, τοῦ Ἁγίου Πνεύματος κρατυνόμενος,
Ἱλαρίων, πονηρίας πνεύματα κατέρραξας, καὶ τῇ δυνάμει Χριστοῦ, ἀσθενοῦντας ἐθεράπευσας,
προφητικὴν πλουτήσας καθαρότητα.
Θεοτοκίον
Ναὸν σε, καὶ παστάδα ἔμψυχον, Θεομῆτορ
εὐλογημένη, καὶ νοητὴν τράπεζαν, καὶ λυχνίαν κατανοοῦμεν, ἐξ ἧς τοῖς ἐν σκότει ἐξανέτειλε,
τῆς πατρικῆς οὐσίας τὸ ἀπαύγασμα.
ᾨδὴ ε'
Ὁ Εἱρμὸς
«Πρὸς σὲ ὀρθρίζω, τὸν τοῦ παντὸς Δημιουργόν, τὴν ὑπερέχουσαν πάντα νοῦν εἰρήνην, διότι φῶς τὰ προστάγματά σου, ἐν οἷς με καθοδήγησον».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Κριτῇ
ἀδίκῳ, Ἑβραίων φθόνῳ προδοθεὶς ὁ παντεπόπτης, καὶ ἅπασαν δικαίως, κρίνων τὴν γῆν, τὸν Ἀδὰμ τῆς πάλαι, ἐρρύσω κατακρίσεως.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Τὴν σὴν εἰρήνην, ταῖς Ἐκκλησίαις σου Χριστέ, τῇ ἀηττήτῳ δυνάμει τοῦ Σταυροῦ σου, ὁ ἐκ νεκρῶν ἀναστὰς παράσχου, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σκηνὴ
ἁγία, καὶ πλατυτέρα οὐρανῶν, ὡς τὸν ἐν πάσῃ ἀχώρητον τῇ κτίσει, Λόγον Θεοῦ δεξαμένη, μόνη ἐδείχθης Ἀειπάρθενος.
ᾨδὴ ε'
Ὁ φωτισμὸς
Ὡς ἀστραπή, καθαρότητι βίου καὶ
πολιτείᾳ, τῇ τῶν Ἀσωμάτων ὁμοιουμένῃ, λάμψας ἐν κόσμῳ, τὸν τοῦ σκότους προστάτην,
ἀπελαύνεις Θεομακάριστε, τῷ τῆς εὐσεβείας φωτὶ λαμπρυνόμενος.
Παντοδαπαῖς, διαλάμπων θεόφρον
θαυματουργίαις, καὶ χάριτι θείᾳ πεφωτισμένος, πᾶσιν ἐγνώσθης, θησαυρὸς Ἱλαρίων,
ἰαμάτων Πάτερ θεόληπτε, ἄλλος τις Προφήτης Θεοῦ γνωριζόμενος.
Αἴγλῃ τῶν σῶν, ἱλαρώτατε Πάτερ
κατορθωμάτων, τὰς ἐσκοτισμένας ἐχθροῦ δυνάμεις καταδιώξας, καὶ τῆς τούτων μανίας,
ἀφαρπάσας τοὺς σοὶ προστρέχοντας, θείαις δᾳδουχίαις, πρὸς πίστιν ἐφώτισας.
Θεοτοκίον
Μίαν ἡμῖν, ἐν δυσὶ ταῖς οὐσίαις
καθορωμένην, ὑπόστασιν μόνη εὐλογημένη, τίκτεις ἀφράστως τὸν Θεοῦ Θεὸν Λόγον,
σαρκωθέντα δι' οἶκτον ἄφατον. Τοῦτον οὖν δυσώπει, φρουρῆσαι τοὺς δούλους σου.
ᾨδὴ ς'
Ὁ Εἱρμὸς
«Ἄβυσσος ἐσχάτη ἁμαρτιῶν ἐκύκλωσέ με, καὶ ἐκλείπει τὸ πνεῦμά μου, ἀλλ' ἐκτείνας Δέσποτα, σὸν ὑψηλὸν βραχίονα, ὡς τὸν Πέτρον με, κυβερνῆτα διάσωσον».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἄβυσσος ἐλέους καὶ οἰκτιρμῶν, ἐκύκλωσέ με, τῇ εὐσπλάγχνῳ καθόδῳ σου· σαρκωθεὶς γὰρ Δέσποτα, καὶ γεγονὼς ἐν δούλου μορφῇ, ἐθεούργησας, καὶ σεαυτῷ συνεδόξασας.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Νέκρωσιν ὑπέστη ὁ νεκρωτής, τὸν νεκρωθέντα ζωωθέντα θεώμενος, τῆς σῆς Ἀναστάσεως, ταῦτα Χριστὲ τὰ σύμβολα, καὶ τοῦ Πάθους σου, τοῦ ἀχράντου τὰ ἔπαθλα.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Πάναγνε ἡ μόνη τῷ πλαστουργῷ, καὶ τοῖς ἀνθρώποις, ὑπὲρ νοῦν μεσιτεύσασα, τὸν Υἱόν σου ἵλεων, τοῖς ἐπταικόσι δούλοις σου, καὶ ὑπέρμαχον, χρηματίσαι δυσώπησον.
ᾨδὴ ς'
Ἐν ἀβύσσῳ πταισμάτων
Μοναρχίᾳ λατρεύων Θεότητος, τὸ τῆς ἀναρχίας
πολύαρχον ἤλεγξας, εἰδωλικὴν δυσσέβειαν, καταργήσας θεόφρον τῇ χάριτι.
Ἀνατείλας ὡς φοίνιξ ἐξήνθησας, ἐν τῇ
Ἐκκλησίᾳ Πατὴρ ἡμῶν Ὅσιε, τῇ τῶν καρπῶν γλυκύτητι, κατευφραίνων πιστῶν τὰ πληρώματα.
Καθαιρέτης ἐδείχθης ἀήττητος, τῶν τῆς
πονηρίας πνευμάτων ἀοίδιμε, πλουτοποιὰ χαρίσματα, πρὸς Θεοῦ Ἱλαρίων δεξάμενος.
Θεοτοκίον
Ἀπειράνδρως Παρθένε ἐκύησας, καὶ
διαιωνίζεις Παρθένος ἐμφαίνουσα, τῆς ἀληθοῦς Θεότητος, τοῦ Υἱοῦ καὶ Θεοῦ σου τὰ
σύμβολα.
Κοντάκιον Ἦχος γ'
‘Εξανέστης σήμερον, ἀπὸ τοῦ τάφου Οἰκτίρμον,
καὶ ἡμᾶς ἐξήγαγες, ἐκ
τῶν πυλῶν τοῦ θανάτου, σήμερον Ἀδὰμ χορεύει, καὶ χαίρει Εὔα, ἅμα δέ, καὶ οἱ Προφῆται, σὺν Πατριάρχαις, ἀνυμνοῦσιν ἀκαταπαύστως, τὸ θεῖον κράτος τῆς ἐξουσίας σου.
Ὁ Οἶκος
Ὁ οὐρανὸς καὶ ἡ γῆ σήμερον χορευέτωσαν, καὶ Χριστὸν τὸν Θεὸν ὁμοφρόνως ὑμνείτωσαν, ὅτι
τοὺς δεσμίους ἐκ τῶν τάφων ἀνέστησε. Συγχαίρει πᾶσα ἡ κτίσις, προσφέρουσα ἐπάξια ᾄσματα, τῷ πάντων Κτίστῃ καὶ Λυτρωτῇ ἡμῶν, ὅτι τοὺς βροτοὺς ἐξ ᾅδου σήμερον, ὡς
Ζωοδότης συνανελκύσας, πρὸς οὐρανοὺς συνανυψοῖ, καὶ καταράσσει τοῦ ἐχθροῦ τὰς ἐπάρσεις, καὶ πύλας τοῦ ᾅδου
διαθλάττει, τῷ θείῳ κράτει τῆς ἐξουσίας αὐτοῦ.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΚΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἱλαρίωνος
τοῦ μεγάλου.
Στίχοι
Ἐν δάκρυσι πρὶν καὶ πόνοις σπείρας κάτω,
Ἱλαρίων θέριζε νῦν χαίρων ἄνω.
Ὕστατα Ἱλαρίων κοιμήσατο εἰκάδι πρώτῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Γαΐου, Δασίου
καὶ Ζωτικοῦ.
Στίχοι
Εἰς ἁλμυρὸν θανόντες ἄνδρες τρεῖς ὕδωρ,
Γλυκὺν τρυφῆς πίνουσι χειμάρρουν ἄνω.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων νεοφανῶν Μαρτύρων, Ἀνδρέου,
Στεφάνου, Παύλου, καὶ Πέτρου.
Στίχοι
Τρεῖς ὁ Στέφανος σὺ στεφανίτας ἔχεις,
Τοὺς σοὶ συναθλήσαντας ἐξ ἑνὸς ξίφους.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Θεοδότης, καὶ
Σωκράτους Πρεσβυτέρου.
Στίχοι
Τὴν Θεοδότην, ἐκ ξίφους τετμημένην,
Θεῷ δοτὴν ἔγνωμεν ἁγνὴν θυσίαν.
Ὁ Σωκράτης ἔσπευδεν ὀφθῆναι, Λόγε,
Τετμημένος σοι Σωκράτης στεφοκράτης.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Εὐκράτης ξίφει τελειοῦται.
Στίχοι
Αἷμα τραχήλου τοῖς πρὶν ὄμβροις δακρύων,
Κιρνῶν, συνιστᾷς εὔκρατον κρᾶσιν Μάκαρ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'
Ὁ Εἱρμὸς
«Ὡς πάλαι τοὺς εὐσεβεῖς, τρεῖς Παῖδας ἐδρόσισας, ἐν τῇ φλογὶ τῇ Χαλδαϊκῇ, τῷ φωτιστικῷ τῆς Θεότητος πυρί, καὶ ἡμᾶς καταύγασον· Εὐλογητὸς εἶ κράζοντας· ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἐρράγη τὸ τοῦ Ναοῦ, φαιδρὸν καταπέτασμα, ἐν τῷ Σταυρῷ τοῦ Δημιουργοῦ, τὴν ἐγκεκρυμμένην τῷ γράμματι δηλοῦν, τοῖς πιστοῖς ἀλήθειαν· Εὐλογητὸς εἶ κράζουσιν, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Νυγείσης σου τῆς πλευρᾶς, ῥανίδες θεόρρυτοι, ζωοποιοῦ αἵματος Χριστέ, οἰκονομικῶς ἀποστάζουσαι εἰς γῆν, τοὺς ἐκ γῆς ἀνέπλασαν. Εὐλογητὸς εἶ κράζοντας, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Τριαδικὸν
Τὸ Πνεῦμα τὸ ἀγαθόν, Πατρὶ συνδοξάσωμεν, καὶ τῷ Υἱῷ τῷ μονογενεῖ, μίαν ἐν τρισί, πιστοὶ σέβοντες ἀρχήν, καὶ μίαν Θεότητα. Εὐλογητὸς εἶ κράζοντες, ὁ Θεός ὁ τῶν Πατέρων ἡμῶν.
ᾨδὴ ζ'
Ἀντίθεον πρόσταγμα
Ῥημάτων ὁ φθόγγος σου, καὶ τῶν θαυμάτων
ἡ χάρις ἡ ἔνθεος, εἰς πᾶσαν ἐξελήλυθε, τὴν γῆν Πάτερ Ὅσιε, θεοσεβείας πυρσῷ, πᾶσιν
ἐπιλάμπουσα πιστοῖς, τῶν ἰαμάτων τὴν ἱλαρότητα.
Σταυρῷ τειχιζόμενος, τῷ τοῦ Σωτῆρος,
ἀλώβητος ἔμεινας, ἀλόγως ἐφορμήσαντος, δαιμόνων φρυάγματος ἐπὶ σὲ Πάνσοφε· οἶδε
γὰρ ὁ ὕψιστος Θεός, περιφρουρεῖν τούς αὐτοῦ θεράποντας.
Ὡς στῦλος ἀκράδαντος, οὐρανομήκης, ὡς
πύργος ἀσάλευτος, ὡράθης δι' ἀσκήσεως, πυρσεύων τὰ θαύματα, διδοὺς ἰάματα, βρύων
θεῖα δόγματα πηγῆς, ἐξ ἀενάου τῶν θεοπνεύστων Γραφῶν.
Θεοτοκίον
Νεφέλη Παρθένος σε, δικαιοσυνης, τὸν
Ἥλιον ἔτεκε, παρθένος διαμείνασα, τῷ πάθει τοῦ σώματος προσομιλήσαντα, ἄνθρωπον
γενόμενον Χριστέ, δι' εὐσπλαγχνίαν καὶ συγκατάβασιν.
ᾨδὴ η'
Ὁ Εἱρμὸς
«Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείᾳ προεστῶτες νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἐρράγη ναοῦ ἡ φαιδρότης, ὅτε ὁ Σταυρός σου ἐπάγη ἐν Κρανίῳ, καὶ ἡ κτίσις συνεκλονεῖτο, φόβῳ ἀναμέλπουσα· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἀνέστης Χριστὲ ἐκ τοῦ τάφου, καὶ τὸν πεπτωκότα τῇ ἀπάτῃ, διὰ ξύλου ἀνωρθώσω θείᾳ δυνάμει, κράζοντα καὶ λέγοντα· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ναὸς τοῦ Θεοῦ ἀνεδείχθης, ἔμψυχον χωρίον κιβωτός τε, τὸν Ποιητήν· τοῖς βροτοῖς γὰρ Θεογεννῆτορ, ἄχραντε κατήλλαξας, καὶ ἀξίως πάντα τὰ ἔργα ὑμνοῦμέν σε, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ η'
Κάμινος ποτὲ
Θρόνος ἀληθῶς, αἰσθήσεως ἐγένου, θείᾳ
συνέσει λαμπρυνόμενος, καὶ θείοις προστάγμασι, θεοφρόνως ὁδηγούμενος, καὶ ἀρετῇ
λαμπόμενος, Ὅσιε Ἱλαρίων, τῶν Ἀσκητῶν ἐγκαλλώπισμα.
Ἅρμα μυστικόν, τὸ ὄνομα βαστάζων, τὸ
τοῦ Κυρίου ὤφθης Ὅσιε, δι' ἔργων λαμπρότητος, καὶ θαυμάτων ἐπιδείξεως, καὶ
καθαρᾶς βιώσεως, Ὅσιε Ἱλαρίων, τῶν Ἀσωμάτων ὁμόσκηνε.
Υἱοθετηθείς, τῇ χάριτι τῇ θείᾳ
συγκληρονόμος Θεοῦ γέγονας, καὶ πλοῦτον οὐράνιον, βασιλείαν ἀδιάδοχον ἀπείληφας
θεσπέσιε, κράζων· Ὑπερυψοῦτε, πάντα τὰ ἔργα τὸν Κύριον.
Θεοτοκίον
Μύρον νοητόν, ἐκκενωθὲν Παρθένε, ὠνομασμένον
Υἱὸν τέτοκας, ἀτμοῖς τῆς θεότητος, τοὺς βροτοὺς εὐωδιάζοντα, καὶ τῆς φθορᾶς ῥυόμενον,
κράζοντας· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον.
ᾨδὴ θ'
Ὁ Εἱρμὸς
«Καινὸν τὸ θαῦμα καὶ θεοπρεπές! τῆς Παρθένου γὰρ τὴν κεκλεισμένην πύλην, σαφῶς διοδεύει Κύριος, γυμνὸς ἐν εἰσόδῳ, καὶ σαρκοφόρος ὤφθη ἐν ἐξόδῳ Θεός, καὶ μένει ἡ πύλη κεκλεισμένη· ταύτην ἀφράστως, ὡς Θεομήτορα μεγαλύνομεν».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Φρικτὸν ἰδέσθαι σὲ τὸν ποιητήν, ἐπὶ ξύλου ἀναρτηθέντα Λόγε Θεοῦ, σαρκικῶς δὲ πάσχοντα, Θεὸν ὑπὲρ δούλων, καὶ ἐν μνημείῳ ἄπνουν κατακείμενον, νεκροὺς δὲ τοῦ ᾅδου λελυκότα· ὅθεν Χριστέ σε, ὡς παντοδύναμον μεγαλύνομεν.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Φθορᾶς θανάτου ἔσωσας Χριστέ, τοὺς προπάτορας, κατατεθεὶς ἐν τάφῳ νεκρός, καὶ ζωὴν ἐξήνθησας, νεκροὺς ἀναστήσας, χειραγωγήσας φύσιν τὴν βροτείαν πρὸς φῶς, καὶ θείαν ἐνδύσας ἀφθαρσίαν· ὅθεν πηγήν σε, φωτὸς ἀειζώου μεγαλύνομεν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ναὸς καὶ θρόνος ὤφθης τοῦ Θεοῦ, ἐν ᾧ ᾤκησεν ὁ ἐν ὑψίστοις πέλων, τεχθεὶς ἀπειράνδρως Πάναγνε, σαρκὸς μὴ ἀνοίξας ὅλως σου πύλας· ὅθεν ταῖς ἀλήκτοις, σεμνὴ λιταῖς σου, τὰ φῦλα τῶν βαρβάρων, θᾶττον εἰς τέλος, τῷ Βασιλεῖ ἡμῶν καθυπόταξον.
ᾨδὴ θ'
Ἀνάρχου Γεννήτορος
Ἁγίων σκηνώματα, χοροβατεῖν ἠξίωσε,
τὴν ζωὴν διανύσας ἁγίως Ὅσιε· καὶ ὡς πεφηνότι δικαίῳ, σοὶ τριλαμπές, ἀνέτειλε φέγγος,
καὶ ἡ τούτου σύζυγος, εὐφροσύνῃ σε ἐδέξατο.
Τῶν ἄθλων τὰ ἔπαθλα, παρὰ Θεοῦ
δεξαμενος, καὶ ζωῆς αἰωνίου σαφῶς λαβόμενος, καὶ τῆς καλλονῆς Ἱλαρίων, τῆς ὑπὲρ
νοῦν, Πάτερ εὐμοιρήσας, ὑπὲρ τῶν ὑμνούντων σε, τὸν Δεσπότην καθικέτευε.
Ὡς κέδρος ὑψίκομος, δι' ἀρετῆς ὑψούμενος,
ἐν αὐλαῖς Ἱλαρίων, Θεοῦ πεφύτευσαι, καὶ ὡς κεκλεισμένος δὲ κῆπος, ὡς εὐθαλής,
Παράδεισος ὤφθης, ὡς πηγὴ ἰάματα, Ἱλαρίων ἀναβλύζουσα.
Θεοτοκίον
Νυμφὼν ἐχρημάτισας, τῆς ὑπὲρ νοῦν
σαρκώσεως, τῆς τοῦ Λόγου Παρθένε Θεογεννήτρια, περιβεβλημένη ἐν δόξῃ, τῶν ἀρετῶν,
καὶ πεποικιλμένη· διὸ σε πανάμωμε, Θεοτόκον καταγγέλλομεν.
Ωδή α' Ήχος δ'
Ανοίξω
τό στόμα μου, καί πληρωθήσεται Πνεύματος, καί λόγον ερεύξομαι, τή Βασιλίδι
Μητρί, καί οφθήσομαι, φαιδρώς πανηγυρίζων, καί άσω γηθόμενος, ταύτης τά θαύματα
Ωδή γ'
Τούς
σούς υμνολόγους Θεοτόκε, ως ζώσα καί άφθονος πηγή, θίασον συγκροτήσαντας,
πνευματικόν στερέωσον, καί εν τή θεία δόξη σου, στεφάνων δόξης αξίωσον.
Ωδή δ'
Τήν
ανεξιχνίαστον θείαν βουλήν, τής εκ τής Παρθένου σαρκώσεως, σού τού Υψίστου, ο
Προφήτης, Αββακούμ, κατανοών εκραύγαζε. Δόξα τή δυνάμει σου Κύριε.
Ωδή ε'
Εξέστη
τά σύμπαντα, επί τή θεία δόξη σου, σύ γάρ απειρόγαμε Παρθένε, έσχες εν μήτρα,
τόν επί πάντων Θεόν, καί τέτοκας άχρονον Υιόν, πάσι τοίς υμνούσί σε, σωτηρίαν
βραβεύοντα.
Ωδή ς'
Τήν
θείαν ταύτην καί πάντιμον, τελούντες εορτήν οι θεόφρονες, τής Θεομήτορος, δεύτε
τάς χείρας κροτήσωμεν, τόν εξ αυτής τεχθέντα Θεόν δoξάζοντες.
Ωδή ζ'
Ουκ
ελάτρευσαν τή κτίσει οι θεόφρονες, παρά τόν Κτίσαντα, αλλά πυρός απειλήν;
ανδρείως πατήσαντες, χαίροντες έψαλλον. Υπερύμνητε, ο τών Πατέρων Κύριος, καί
Θεός ευλογητός εί.
Ωδή η'
Αινούμεν,
ευλογούμεν, καί προσκυνούμεν τόν Κύριον.
Παίδας
ευαγείς εν τή καμίνω, ο τόκος τής Θεοτόκου διεσώσατο, τότε μέν τυπούμενος, νύν
δέ ενεργούμενος, τήν οικουμένην άπασαν, αγείρει ψάλλουσαν. Τόν Κύριον υμνείτε
τά έργα, καί υπερυψούτε, εις πάντας τούς αιώνας.
Ο Ιερεύς: Τήν Θεοτόκον
καί Μητέρα τού Φωτός, εν ύμνοις τιμώντες μεγαλύνωμεν.
Ήχος
δ'
Μεγαλύνει η ψυχή
μου τόν Κύριον, καί ηγαλλίασε τό πνεύμά μου επί τώ Θεώ τώ σωτήρί μου.
·
· Τήν
Τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν
αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.
Ότι επέβλεψεν
επί τήν ταπείνωσιν τής δούλης αυτού, ιδού γάρ από τού νύν μακαριούσί με πάσαι
γενεαί,
·
· Τήν
Τιμιωτέραν τών Χερουβείμ...
Ότι εποίησέ μοι
μεγαλεία ο Δυνατός, καί άγιον τό όνομα αυτού, καί τό έλεος αυτού εις γενεάν,
καί γενεάν τοίς φοβουμένοις αυτόν.
·
· Τήν
Τιμιωτέραν τών Χερουβείμ...
Εποίησε κράτος
εν βραχίονι αυτού, διεσκόρπισεν υπερηφάνους διανοία καρδίας αυτών.
·
· Τήν
Τιμιωτέραν τών Χερουβείμ...
Καθείλε δυνάστας
από θρόνων, καί ύψωσε ταπεινούς, πεινώντας ενέπλησεν αγαθών, καί πλουτούντας
εξαπέστειλε κενούς.
·
· Τήν
Τιμιωτέραν τών Χερουβείμ...
Αντελάβετο
Ισραήλ παιδός αυτού, μνησθήναι ελέους, καθώς ελάλησε πρός τούς πατέρας ημών, τώ
Αβραάμ, καί τώ σπέρματι αυτού έως αιώνος.
Καταβασία
Άπας γηγενής, σκιρτάτω τώ πνεύματι,
λαμπαδουχούμενος, πανηγυριζέτω δέ, αϋλων Νόων, φύσις γεραιρουσα, τήν ιεράν
πανήγυριν, τής Θεομήτορος, καί βοάτω, Χαίροις παμμακάριστε, Θεοτόκε αγνή
αειπάρθενε.
Άγιος
Κύριος ο Θεός ημών,
Άγιος
Κύριος ο Θεός ημών.
Υψούτε
Κύριον τόν Θεόν ημών, καί προσκυνείτε τώ υποποδίω τών ποδών αυτού.
Ότι
Άγιός εστιν
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Θ'
Συγκεκλεισμένων Δέσποτα, τῶν θυρῶν ὡς εἰσῆλθες, τοὺς Ἀποστόλους ἔπλησας,
Πνεύματος παναγίου, εἰρηνικῶς ἐμφυσήσας, οἷς δεσμεῖν τε καὶ λύειν, τὰς ἁμαρτίας
εἴρηκας, καὶ ὀκτὼ μεθ' ἡμέρας, τὴν σὴν πλευράν, τῷ Θωμᾷ ὑπέδειξας καὶ τὰς χεῖρας.
Μεθ' οὗ βοῶμεν· Κύριος, καὶ Θεὸς σὺ ὑπάρχεις.
Ἐξαποστειλάριον
Ὁ οὐρανὸν τοῖς ἄστροις
Τὸ ἱλαρόν σου Πάτερ, καὶ καθαρώτατον
ὁρῶν, τῆς διανοίας ὁ πάντων, γινώσκων τὰς ἐνθυμήσεις, φωστῆρα κόσμῳ δεικνύει, σὲ
Μοναζόντων τὸ κλέος.
Θεοτοκίον
Τὸν Ποιητὴν τῶν αἰώνων, καὶ τῶν Ἀγγέλων
Δεσπότην, ἀποτεκοῦσα Παρθένε, τοῦτον ἱκέτευε δεῖξαι, τῆς δεξιᾶς παραστάτας, μερίδος
τοὺς σοὺς ἱκέτας.
Αἶνοι Ἦχος γ'
ΨΑΛΜΟΣ ΡΜΗ' (148)
--Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε
τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὺτὸν ἐν τοῖς ὑψἰστοις· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
--Αἰνεῖτε αὐτὸν πάντες οἱ Ἄγγελοι αὐτοῦ·
αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ· Σοὶ πρέπει ὕμνος
τῷ Θεῷ.
1.
Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
-- Δεῦτε πάντα τὰ
ἔθνη, γνῶτε τοῦ φρικτοῦ μυστηρίου τὴν δύναμιν, Χριστὸς γὰρ ὁ Σωτὴρ ἡμῶν, ὁ ἐν ἀρχῇ
Λόγος, ἐσταυρώθη δι' ἡμᾶς, καὶ ἑκὼν ἐτάφη, καὶ ἀνέστη ἐκ νεκρῶν, τοῦ σῶσαι τὰ σύμπαντα.
Αὐτὸν προσκυνήσωμεν.
ΨΑΛΜΟΣ ΡΝ' (l50)
2.
Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως
αὐτοῦ.
-- Διηγήσαντο πάντα
τὰ θαυμάσια, οἱ φύλακές σου Κύριε, ἀλλὰ τὸ συνέδριον τῆς ματαιότητος, πληρῶσαν
δώρων τὴν δεξιὰν αὐτῶν, κρύπτειν ἐνόμιζον τὴν ἀνάστασίν σου, ἣν ὁ κόσμος δοξάζει.
Ἐλέησον ἡμᾶς.
3.
Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς
μεγαλωσύνης αὐτοῦ.
-- Χαρᾶς τὰ πάντα
πεπλήρωται, τῆς Ἀναστάσεως τὴν πείραν εἰληφότα. Μαρία γὰρ ἡ Μαγδαληνή, ἐπὶ τὸ
μνῆμα ἦλθεν, εὗρεν Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τοῖς ἱματίοις ἐξαστράπτοντα
καὶ λέγοντα. Τὶ ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν, οὐκ ἔστιν ᾧδε, ἀλλ' ἐγήγερται,
καθὼς εἶπε, προάγων ἐν τῇ Γαλιλαία.
4.
Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
-- Ἐν τῷ φωτί
σου Δέσποτα, ὀψόμεθα φῶς φιλάνθρωπε, ἀνέστης γὰρ ἐκ τῶν νεκρῶν, σωτηρίαν τῷ γένει
τῶν ἀνθρώπων δωρούμενος, ἵνα σε πᾶσα κτίσις δοξολογῇ, τόν μόνον ἀναμάρτητον. Ἐλέησον
ἡμᾶς.
5.
Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,
Ἦχος πλ. β'
Ὅλην ἀποθέμενοι
Ὅλος ἀνακείμενος, διὰ παντὸς τῷ Κυρίῳ,
σάρκα μὲν ἐνέκρωσας, ἀρετῶν ἀσκήσεσιν ἐκ νεότητος, τῆς ψυχῆς ὄμμα δέ, θεωρίαις
Πάτερ, φωτοβόλοις ἀνεπτέρωσας· διὸ γενόμενος, θείων δεκτικὸς διαδόσεων, ἰάσεων
χαρίσματα, καὶ θεοσημίας ἐπλούτησας, πᾶσι διανέμων, τοῖς χρῄζουσι πλουσίας δωρεάς,
καὶ παρρησίᾳ δεόμενος, ὑπέρ τῶν ψυχῶν ἡμῶν.
6.
Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα
πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ἦχος πλ. β'
Ὅλην ἀποθέμενοι
Ὅλος ἀνακείμενος, διὰ παντὸς τῷ Κυρίῳ,
σάρκα μὲν ἐνέκρωσας, ἀρετῶν ἀσκήσεσιν ἐκ νεότητος, τῆς ψυχῆς ὄμμα δέ, θεωρίαις
Πάτερ, φωτοβόλοις ἀνεπτέρωσας· διὸ γενόμενος, θείων δεκτικὸς διαδόσεων, ἰάσεων
χαρίσματα, καὶ θεοσημίας ἐπλούτησας, πᾶσι διανέμων, τοῖς χρῄζουσι πλουσίας δωρεάς,
καὶ παρρησίᾳ δεόμενος, ὑπέρ τῶν ψυχῶν ἡμῶν.
«Τίμιος
ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ».
Αἴγλην τὴν τρισήλιον, φωτιστικῶς δεδεγμένος, Ἱλαρίων Ὅσιε,
αἰσθητὸς ὡς ἥλιος διελήλυθας, τὰ τῆς γῆς πέρατα, διασπείρων πᾶσι, τὰς ἀκτῖνας τῶν
θαυμάτων σου· διὸ Προφήτην σε, καὶ θαυματουργὸν ἀνεκήρυττον, καὶ θεῖον καὶ θεόληπτον,
οἱ τῆς εὐποιΐας μετέχοντες, καὶ τῶν ἰαμάτων, θεόφρον ἀπολαύοντες τῶν σῶν, καὶ
σωτηρίαν καρπούμενοι, ταῖς διδασκαλίαις σου.
«Μακάριος ἀνήρ ὁ φοβούμενος τόν Κύριον· ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα».
Βίου τὴν τερπνότητα,
καὶ τὰ ὁρώμενα πάντα, ὑπερβὰς τῇ χάριτι, καὶ πρὸς τὰ νοούμενα καὶ ἀσάλευτα,
μεταβὰς Ὅσιε, καθαρῶς τῷ μόνῳ, καθαρῷ τε προσωμίλησας, νοὸς ὀξύτητι, καὶ τῇ τῆς
ψυχῆς καθαρότητι, ὡς Ἄγγελος ἐβίωσας, καὶ μετὰ τῆς ὕλης ὁρώμενος· καὶ νῦν τῷ
Δεσπότῃ, των ὅλων παριστάμενος Χριστῷ, ἐν παρρησίᾳ, ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
ΕΩΘΙΝΟΝ Θ' Ἦχος πλ. α'
Ὡς ἐπ' ἐσχάτων τῶν χρόνων, οὔσης ὀψίας Σαββάτων, ἐφίστασαι τοῖς φίλοις
Χριστέ, καὶ θαύματι θαῦμα βεβαιοῖς, τῇ κεκλεισμένῃ εἰσόδῳ τῶν θυρῶν, τὴν ἐκ
νεκρῶν σου Ἀνάστασιν· ἀλλ' ἔπλησας χαρᾶς τοὺς Μαθητάς, καὶ Πνεύματος ἁγίου μετέδωκας
αὐτοῖς, καὶ ἐξουσίαν ἔνειμας ἀφέσεως ἁμαρτιῶν, καὶ τὸν Θωμᾶν οὐ κατέλιπες, τῷ τῆς
ἀπιστίας καταβαπτίζεσθαι κλύδωνι. Διὸ παράσχου καὶ ἡμῖν, γνῶσιν ἀληθῆ, καὶ ἄφεσιν
πταισμάτων, εὔσπλαγχνε Κύριε.
Καὶ νῦν ... Θεοτοκίον
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ
σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα
ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν·
Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.
ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ
Δόξα σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ, καί επί
γής ειρήνη, εν ανθρώποις ευδοκία.
Υμνούμέν σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν
σε, ευχαριστούμέν σοι, διά τήν μεγάλην σου δόξαν.
Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ
μονογενές, Ιησού Χριστέ, καί Άγιον Πνεύμα,
Κύριε ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο αίρων
τήν αμαρτίαν τού κόσμου, ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.
Πρόσδεξαι τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός,
καί ελέησον ημάς.
Ότι σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός,
εις δόξαν Θεού Πατρός. Αμήν.
Καθ' εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου
εις τόν αιώνα, καί εις τόν αιώνα τού αιώνος.
Καταξίωσον, Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους
φυλαχθήναι ημάς.
Ευλογητός εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν
καί δεδοξασμένον τό όνομά σου εις τούς αιώνας. Αμήν.
Γένοιτο, Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν
επί σέ.
Ευλογητός εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').
Κύριε, καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι
ήμαρτόν σοι.
Κύριε, πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά
σου, ότι σύ εί ο Θεός μου.
Ότι παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.
Παράτεινον τό έλεός σου τοίς γινώσκουσί σε.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ γ').
Δόξα... Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.
Σήμερον σωτηρία τώ κόσμω γέγονεν. Άσωμεν τώ αναστάντι
εκ τάφου καί αρχηγώ τής ζωής ημών, καθελών γάρ τώ θανάτω τόν θάνατον, τό νίκος
έδωκεν ημίν, καί τό μέγα έλεος.
Είς την λειτουργίαν
ΑΝ Τ Ι Φ Ω Ν Α
Ήχος β΄
Στίχ.
α'. Ευλόγει η ψυχή μου, τόν Κύριον,
καί πάντα τά εντός μου τό όνομα τό άγιον αυτού
Ταίς
πρεσβείαις τής Θεοτόκου, Σώτερ σώσον ημάς.
Στίχ.
β'. Ευλόγει, η ψυχή μου, τόν Κύριον,
καί μή επιλανθάνου πάσας τάς ανταποδόσεις αυτού.
Ταίς
πρεσβείαις τής Θεοτόκου...
Στίχ.
γ'. Κύριος εν τώ ουρανώ ητοίμασε τόν
θρόνον αυτού, καί η Βασιλεία αυτού πάντων δεσπόζει.
Ταίς
πρεσβείαις τής Θεοτόκου...
Δόξα... Καί νύν...
Ταίς
πρεσβείαις τής Θεοτόκου...
Β΄. Ήχος β'
Στίχ.
α'. Αίνει, η ψυχή μου, τόν Κύριον,
αινέσω Κύριον εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.
Σώσον
ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι. Αλληλούια.
Στίχ.
β'. Μακάριος, ού ο Θεός Ιακώβ βοηθός
αυτού, η ελπίς αυτού επί Κύριον τόν Θεόν αυτού.
Σώσον
ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...
Στίχ.
γ'. Βασιλεύσει Κύριος εις τόν αιώνα,
ο Θεός σου, Σιών, εις γενεάν καί γενεάν.
Σώσον,
ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...
Δόξα... Καί νύν...
Ο Μονογενής Υιός
και Λόγος του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν
σωτηρίαν σαρκοθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως
ενανθρωπήσας, σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της
Αγίας Τριάδος, συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.
Ἀπολυτίκιον Ἦχος γ'
Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Εισοδικόν
Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ. Σώσον ημάς, Υιέ
Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι Αλληλούϊα
Ἀπολυτίκιον Ἦχος γ'
Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Ἀπολυτίκιον Ἦχος πλ. δ'
Ταῖς τῶν δακρύων σου ῥοαῖς, τῆς ἐρήμου
τὸ ἄγονον ἐγεώργησας, καὶ τῆς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας,
καὶ γέγονας φωστήρ, τῇ οἰκουμένῃ λάμπων τοῖς θαύμασι· Θεόκτιστε Πατὴρ ἡμῶν Ὅσιε,
πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ττ
αμ του ναού...
αρτωλών δεήσεων φωνάς, αλλά πρόφθασον, ως αγαθή, ει
Κοντάκιον ‘Ηχος β’.
Προστασία
των Χριστιανών ακαταίσχυντε, μεσιτεία προς τον Ποιητήν αμετάθετε, μη παρίδης
αμαρτωλών δεήσεων φωνάς. Αλλά πρόφθασον ως αγαθή, εις την βοήθειαν ημών, των
πιστώς κραυγαζόντων σοι. Τάχυνον εις πρεσβείαν, και σπεύσον εις ικεσίαν, η
προστατεύουσα αεί, Θεοτόκε των τιμώντων σε.
Τό Τρισάγιον...
ΑΠΟΣΤΟΛΟΣ
Προκείμενον. Ήχος γ ’.
Ψάλατε τω Θεώ ημών, ψάλατε·
Στίχ. Πάντα τα έθνη κροτήσατε χείρας.
Προς Γαλάτας Επιστολής Παύλου το Ανάγνωσμα.
Αδελφοί, Γνωρίζω δὲ ὑμῖν, τὸ εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ' ἐμοῦ ὅτι οὐκ ἔστι κατὰ ἄνθρωπον· οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ. Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ, ὅτι καθ' ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ Θεοῦ καὶ ἐπόρθουν αὐτήν, καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων. Ὅτε δὲ εὐδόκησεν ὁ Θεὸς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοὶ, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι, οὐδὲ ἀνῆλθον εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους, ἀλλὰ ἀπῆλθον εἰς Ἀραβίαν, καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν. Ἔπειτα μετὰ ἔτη τρία ἀνῆλθον εἰς Ἱεροσόλυμα ἱστορῆσαι Πέτρον, καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε· ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου.
Ευαγγέλιον
Κυρ. ς΄
ἑβδομάδος Λουκᾶ· «Ἐλθόντι τῷ
Ἰησοῦ εἰς τήν χώραν...» (Λουκ. η΄ 27-39).
Είς το Εξαιρέτως... Άξιον Εστί
Κοινωνικὸν
«Αἰνεῖτε». ·
«Εἴδομεν τὸ φῶς».
Βιβλιογραφία:
analogion.gr/glt
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου