ΚΥΡΙΑΚΗ Ε’ ΜΑΤΘΑΙΟΥ. Τῶν Ἁγίων Ἀποστόλων καί
Διακόνων Προχόρου, Νικάνορος, Τίμωνος καί Παρμενᾶ. Τῆς Ὁσίας Μητρός ἡμῶν
Εἰρήνης τῆς Χρυσοβαλάντου καί τοῦ Ὁσίου Πατρός ἡμῶν Παύλου τοῦ Ξηροποταμηνοῦ.Ήχος δ’, εωθινόν ε’.
ΕΙΣ ΤΟΝ
ΟΡΘΡΟΝ
Θεός
Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, α'.
Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός
Κύριος, καί επέφανεν ημίν...
Στίχ, β'.
Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς,
Θεός
Κύριος, καί επέφανεν ημίν...
Στίχ, γ'.
Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός
Κύριος, καί επέφανεν ημίν...
Ἀπολυτίκιον Ἦχος δ'
Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι
αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοῖς Ἀποστόλοις
καυχώμεναι ἔλεγον· Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ
τὸ μέγα ἔλεος.
Δοξα το αυτό
Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον,
διὰ σού Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται· Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος,
καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον,
ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Καθίσματα Ἦχος δ'
Ἀναβλέψασαι τοῦ τάφου τὴν εἴσοδον, καὶ τὴν φλόγα τοῦ Ἀγγέλου
μὴ φέρουσαι, αἱ Μυροφόροι σὺν τρόμῳ ἐξίσταντο λέγουσαι· Ἆρα ἐκλάπη, ὁ τῷ Λῃστῇ ἀνοίξας
Παράδεισον, ἆρα ἡγέρθη, ὁ καὶ πρὸ πάθους κηρύξας τὴν Ἔγερσιν, ἀληθῶς ἀνέστη
Χριστὸς ὁ Θεός, τοῖς ἐν ᾅδῃ παρέχων ζωὴν καὶ ἀνάστασιν.
Δόξα... Κατεπλάγη Ἰωσήφ
Ἑκουσίᾳ σου βουλῇ, Σταυρὸν ὑπέμεινας Σωτήρ, καὶ ἐν μνήματι
καινῷ, ἄνθρωποι ἔθεντο θνητοί, τὸν διὰ λόγου τὰ πέρατα συστησάμενον· ὅθεν
δεσμευθεὶς ὁ ἀλλότριος, θάνατος δεινῶς ἐσκυλεύετο, καὶ οἱ ἐν ᾅδῃ ἅπαντες ἐκραύγαζον,
τῇ ζωηφόρῳ Ἐγέρσει σου· Χριστὸς ἀνέστη, ὁ ζωοδότης, μένων εἰς τοὺς αἰῶνας.
Καὶ νῦν... Θεοτοκίον
Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν,
τὸν ἐπὶ πόκον ὑετὸν, ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε, βάτον ἐν πυρὶ ἀκατάφλεκτον,
ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ μαρτυρῶν ὁ Μνήστωρ σου καὶ φύλαξ, τοῖς Ἱερεύσιν
ἐκραύγαζε· Παρθένος τίκτει, καὶ μετὰ τόκον, πάλιν μένει παρθένος.
Ταχὺ προκατάλαβε
Ἀνέστης ὡς ἀθάνατος, ἀπὸ τοῦ ᾅδου Σωτήρ, συνήγειρας τὸν κόσμον
σου, τῇ Ἀναστάσει τῇ σῇ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἔθραυσας ἐν ἰσχύϊ, τοῦ θανάτου τὸ
κράτος, ἔδειξας Ἐλεῆμον, τὴν Ἀνάστασιν πᾶσι· διό σε καὶ δοξάζομεν, μόνε Φιλάνθρωπε.
Δόξα... Κατεπλάγη Ἰωσὴφ
Ἐκ τῶν ἄνω κατελθών, τῶν ὑψωμάτων Γαβριήλ, καὶ τῇ πέτρα
προσελθών, ἔνθα ἡ πέτρα τῆς ζωῆς, λευχειμονῶν ἀνεκραύγαζε ταῖς κλαιούσαις· Παύσασθε
ὑμεῖς, τῆς θρηνώδους κραυγῆς, ἔχουσαι ἀεί, τὸ εὐσυμπάθητον· ὃν γὰρ ζητεῖτε κλαίουσαι,
θαρσεῖτε, ὡς ἀληθῶς ἐξεγήγερται· διὸ βοᾶτε, τοῖς Ἀποστόλοις, ὅτι ἀνέστη ὁ
Κύριος.
Καὶ νῦν... Θεοτοκίον, ὅμοιον
Κατεπλάγησαν Ἁγνή, πάντες Ἀγγέλων οἱ χοροί, τὸ Μυστήριον τῆς
σῆς, κυοφορίας τὸ φρικτόν, πῶς ὁ τὰ πάντα συνέχων νεύματι μόνῳ, ἀγκάλαις ὡς
βροτός, ταῖς σαῖς συνέχεται, καὶ δέχεται ἀρχὴν ὁ Προαιώνιος, καὶ γαλουχεῖται σύμπασαν
ὁ τρέφων, πνοὴν ἀφάτῳ χρηστότητι, καὶ σὲ ὡς ὄντως, Θεοῦ Μητέρα, εὐφημοῦντες δοξάζουσι.
ΕΥΛΟΓΗΤΑΡΙΑ
Ήχος πλ. α'
-Ευλογητός εί, Κύριε, δίδαξόν με τά δικαιώματά σου.
Τών Αγγέλων ο δήμος, κατεπλάγη ορών
σε, εν νεκροίς λογισθέντα, τού θανάτου
δέ Σωτήρ, τήν ισχύν καθελόντα, καί σύν εαυτώ τόν Αδάμ εγείραντα, καί εξ Άδου
πάντας ελευθερώσαντα.
-Ευλογητός εί, Κύριε, δίδαξόν με τά δικαιώματά σου.
Τί τά μύρα, συμπαθώς τοίς δάκρυσιν,
ώ Μαθήτριαι κιρνάτε; ο αστράπτων εν τώ τάφω Άγγελος, προσεφθέγγετο ταίς
Μυροφόροις, Ίδετε υμείς τόν τάφον καί ήσθητε, ο Σωτήρ γάρ εξανέστη τού
μνήματος.
-Ευλογητός εί, Κύριε, δίδαξόν με τά δικαιώματά σου,
Λίαν πρωί, Μυροφόροι έδραμον, πρός
τό μνήμά σου θρηνολογούσαι, αλλ' επέστη, πρός αυτάς ο Άγγελος, καί είπε, θρήνου
ο καιρός πέπαυται, μή κλαίετε, τήν Ανάστασιν δέ, Αποστόλοις είπατε.
-Ευλογητός εί, Κύριε, δίδαξόν με τά δικαιώματά σου,
Μυροφόροι γυναίκες, μετά μύρων
ελθούσαι, πρός τό μνήμά σου, Σώτερ ενηχούντο. Αγγέλου τρανώς, πρός αυτάς
φθεγγομένου. Τί μετά νεκρών, τόν ζώντα λογίζεσθε; ώς Θεός γάρ, εξανέστη τού
μνήματος.
Δόξα... Τριαδικόν
Προσκυνούμεν Πατέρα, καί τόν τούτου Υιόν τε, καί τό
Άγιον Πνεύμα, τήν Αγίαν Τριάδα, εν μιά τή ουσία, σύν τοίς Σεραφείμ, κράζοντες τό,
Άγιος, Άγιος, Άγιος εί, Κύριε.
Καί νύν... Θεοτοκίον
Ζωοδότην τεκούσα, ελυτρώσω Παρθένε, τόν Αδάμ
αμαρτίας, χαρμονήν δέ τή Εύα, αντί λύπης παρέσχες, ρεύσαντα ζωής, ίθυνε πρός
ταύτην δέ, ο εκ σού σαρκωθείς Θεός καί άνθρωπος.
Αλληλούϊα, Αλληλούϊα, Αλληλούϊα. Δόξα σοι ο Θεός (εκ γ').
Ἡ Ὑπακοὴ Ἦχος δ'
Τὰ τῆς σῆς παραδόξου Ἐγέρσεως, προδραμοῦσαι αἱ Μυροφόροι,
τοῖς Ἀποστόλοις ἐκήρυττον Χριστέ, ὅτι ἀνέστης ὡς Θεός, παρέχων τῷ κόσμῳ τὸ
μέγα ἔλεος.
Οἱ Ἀναβαθμοὶ
Ἀντίφωνον Α'
·
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ
μου.
·
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται,
τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
Ἀντίφωνον Β'
·
Ἐκέκραξά σοι Κύριε, θερμῶς ἐκ βάθους ψυχῆς μου, κᾀμοὶ γενέσθω, πρὸς ὑπακοὴν τὰ
θεῖά σου ὦτα.
·
Ἐπὶ τὸν Κύριον ἐλπίδα πᾶς τις κεκτημένος, ὑψηλότερος ἐστί, πάντων τῶν λυπούντων.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν
τὴν κτίσιν πρὸς ζωογονίαν.
Ἀντίφωνον Γ'
·
Ἡ καρδία μου πρὸς σὲ Λόγε ὑψωθήτω, καὶ οὐδὲν θέλξει με, τῶν τοῦ κόσμου τερπνῶν
πρὸς χαμαιζηλίαν.
·
Ἐπὶ τὴν μητέρα αὐτοῦ, ὡς ἔχει τις στοργήν, ἐπὶ τῷ Κυρίῳ θερμότερον φίλτρον
χρεωστοῦμεν.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, θεογνωσίας πλοῦτος, θεωρίας καὶ σοφίας· πάντα
γὰρ ἐν τούτῳ τὰ πατρῷα δόγματα, ὁ Λόγος ἐκκαλύπτει.
Προκείμενον
Ἀνάστα Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς, ἕνεκεν τῆς δόξης
τοῦ ὀνόματός σου.
Στίχ. ὁ Θεός, ἐν τοῖς ὠσὶν
ἡμῶν ἠκούσαμεν.
Ή Τάξις τού Εωθινού Ευαγγελίου
Ιερεύς Τού Κυρίου δεηθώμεν.
Χορός Κύριε, ελέησον.
Ιερεύς Ότι Άγιος εί ο Θεός ημών, και εν αγίοις επαναπαύη, και σοι
την δόξαν αναπέμπωμεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί
και εις τους αιώνας των αιώνων.
Χορός Αμήν.
Πάσα πνοή αινεσάτω τόν Κύριον (εκ γ').
Ιερεύς Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου
Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.
Χορός Κύριε, ελέησον (γ').
Ιερεύς Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.
Ιερεύς Ειρήνη πάσι.
Χορός Καί τώ Πνεύματί σου.
Ιερεύς Εκ τού κατά Ματθαίον αγίου Ευαγγελίου...
Ιερεύς Πρόσχωμεν.
Χορός Δόξα σοι, Κύριε, δόξα σοι.
Ευαγγελιον Εωθινόν ε’
Ανάστασιν Χριστού θεασάμενοι…
Ν' Ψαλμός
·
Ελέησόν
με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον
τό ανόμημά μου
·
επί
πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
·
ότι
τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
·
σοί
μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς
λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε
·
ιδού
γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
·
ιδού
γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
·
ραντιείς
με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
·
ακουτιείς
με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
·
απόστρεψον
τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
·
καρδίαν
καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
·
μή
απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ'
εμού
·
απόδος
μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
·
διδάξω
ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
·
ρύσαί
με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν
δικαιοσύνην σου
·
κύριε
τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου
·
ότι
ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις
·
θυσία
τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός
ουκ εξουθενώσει
·
αγάθυνον
κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
·
τότε
ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό
θυσιαστήριόν σου μόσχους
Δόξα... Ήχος β'
Ταίς τών Αποστόλων, πρεσβείαις
Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.
Καί νύν... Ήχος ο αυτός
Ταίς τής Θεοτόκου, πρεσβείαις
Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.
Ελέησόν με ο Θεός κατά τό μέγα έλεός
σου καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου.
Aναστάς ο Ιησούς από τού τάφου…
Κανὼν Ἀναστάσιμος.
Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ.
ᾨδὴ α' Ἦχος δ'
Ὁ Εἱρμὸς
«Θαλάσσης, τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς
πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ
ἐτροπώσατο».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει
σου, Κύριε.
Ὑψώθης, τὴν ἡμετέραν ἔκπτωσιν, ἐπανορθούμενος, ἐν τῷ ἀχράντῳ
ξύλῳ τοῦ Σταυροῦ, τὴν ἐν ξύλῳ ἰώμενος, πανωλεθρίαν Δέσποτα, ὡς ἀγαθὸς καὶ
παντοδύναμος.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει
σου, Κύριε.
Ἐν τάφῳ, σωματικῶς, ἐν ᾅδῃ δὲ μετὰ ψυχῆς ὡς Θεός, ἐν Παραδείσῳ
δὲ μετὰ Λῃστοῦ, καὶ ἐν θρόνῳ ὑπῆρχες Χριστέ, μετὰ Πατρὸς καὶ Πνεύματος, πάντα
πληρῶν ὁ ἀπερίγραπτος.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε,
σῶσον ἡμᾶς.
Ἀσπόρως, τῷ τοῦ Πατρὸς βουλήματι, ἐκ θείου Πνεύματος, τὸν
τοῦ Θεοῦ συνείληφας Υἱόν, καὶ σαρκὶ ἀπεκύησας, τὸν ἐκ Πατρὸς ἀμήτορα, καὶ δι' ἡμᾶς
ἐκ σοῦ ἀπάτορα.
Tῶν Ἁγίων
ᾨδὴ α' Ἦχος δ'
Θαλάσσης, τὸ ἐρυθραῖον
Μεθέξει,
τῇ πρὸς τὸ θεῖον Πάνσοφοι, φῶς χρηματίσαντες, τοὺς τὴν ὑμῶν φωσφόρον καὶ σεπτήν,
ἑορτὴν ἑορτάζοντας, παθῶν ἀχλύος ῥύσασθε, καὶ φωτισμοῦ καταξιώσατε.
Ἐθέλχθητε,
γλυκυτάτῳ ἔρωτι, Χριστοῦ Μακάριοι, καὶ τὰ τερπνὰ τοῦ βίου τοῦ φθαρτοῦ, εὐσεβῶς
παρωσάμενοι, αὐτῷ ἠκολουθήσατε, μαθητευθέντες ἀληθέστατα.
Λαμπτῆρες,
Ἀνατολῆς ὁρμώμενοι τῆς φωτοδότιδος, φωταγωγοὶ γεγόνασι ψυχῶν, Παρμενᾶς τε καὶ
Πρόχορος, καὶ Τίμων ὁ θαυμάσιος, καὶ ὁ Νικάνωρ ὁ θεόπνευστος.
Θεοτοκίον
Πορεῖαι,
αἱ τοῦ Θεοῦ Πανάμωμε ἐν σοὶ ἐγνώσθησαν, γεγεννημέναι ξένῳ τοκετῷ, ἀσυγκρίτῳ ἑνώσει
τε· ὅθεν ὡς πάντων Δέσποιναν, τῶν ποιημάτων σε δοξάζομεν.
ᾨδὴ γ'
Ὁ Εἱρμὸς
«Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ
μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει
σου, Κύριε.
Τὸ ξύλον τὸ τῆς ζωῆς, ἡ νοητὴ καὶ ἀληθὴς ἄμπελος, ἐπὶ Σταυροῦ
κρέμαται, πᾶσιν ἀμβροσίαν πηγάζουσα.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει
σου, Κύριε.
Ὡς μέγας, ὡς φοβερός, ὡς τὸ τοῦ ᾅδου καθελὼν φρύαγμα, καὶ ὡς
Θεὸς ἄφθαρτος, νῦν σωματικῶς ἐξεγήγερται.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε,
σῶσον ἡμᾶς.
Σὺ μόνη τοῖς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος,
Μήτηρ Θεοῦ γέγονας· ὅθεν σοι τὸ Χαῖρε, προσάγομεν.
ᾨδὴ γ'
Εὐφραίνεται ἐπὶ σοὶ
Ὡς
ὄντες πνευματικαί, νεφέλαι ὕδωρ ἀληθοῦς γνώσεως, τοῖς ἐπὶ γῆς Ἔνδοξοι, ἐν ἁγιασμῷ
ἐσταλάξατε.
Τοῦ
Πνεύματος ἐκλογή, ὡς πεπλησμένοι τῆς αὐτοῦ χάριτος, διακονεῖν Πάνσοφοι, χορείαις
τῶν Ἁγίων ἐτάχθητε.
Αἰνέσωμεν
Παρμενᾶν, τὸν εὐκλεῆ καὶ τὸν σοφὸν Τίμωνα, καὶ τὸν σεπτὸν Πρόχορον, καὶ τὸν ὑψηλόνουν
Νικάνορα.
Θεοτοκίον
Σταλάζοντα
γλυκασμόν, καὶ ἀπολύτρωσιν κακῶν τέτοκας, τὸν ἀγαθὸν Κύριον, ἄχραντε Παρθένε
πανάμωμε.
Κάθισμα Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ
Διάκονοι
σεπτοί, καὶ αὐτόπται τοῦ Λόγου, καὶ σκεύη ἐκλογῆς, ἀνεδείχθητε πίστει, Νικάνορ
καὶ Πρόχορε, Παρμενᾶ, Τίμων ἔνδοξε· ὅθεν σήμερον, τὴν ἱερὰν ὑμῶν μνήμην, ἑορτάζομεν,
ἐν εὐφροσύνῃ καρδίας, ὑμᾶς μακαρίζοντες.
Θεοτοκίον
Ἀνύμφευτε
ἁγνή, Θεοτόκε Παρθένε, ἡ μόνη τῶν πιστῶν, προστασία καὶ σκέπη· Κινδύνων καὶ θλίψεων,
καὶ δεινῶν περιστάσεων, πάντας λύτρωσαι, τοὺς ἐπὶ σοὶ τάς ἐλπίδας, Κόρη ἔχοντας,
καὶ τὰς ψυχὰς ἡμῶν σῶσον, ταῖς θείαις πρεσβείαις σου.
ᾨδὴ δ'
Ὁ Εἱρμὸς
«Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ
Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα·
Δόξα τῇ δυνάμει σου Κύριε».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἀνελήλυθας τὰ πάθη μου θεραπεύσων, ἐπὶ
Σταυροῦ τῷ πάθει τῆς ἀχράντου σαρκός σου, ἣν ἑκὼν ἐφόρεσας· διό σοι
κραυγάζομεν· Δόξα τῇ δυνάμει σου Κύριε.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἀναμαρτήτου ὁ θάνατος γεγευμένος,
ζωοποιοῦ τε σώματος τοῦ σοῦ ἐπαξίως, Δέσποτα νενέκρωται, ἡμεῖς δὲ βοῶμέν σοι· Δόξα
τῇ δυνάμει σου Κύριε.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἀπειρογάμως ἐκυησας ὦ Παρθένε, καὶ
μετὰ τόκον ὤφθης παρθενεύουσα πάλιν· ὅθεν ἀσιγήτοις φωναῖς, τὸ χαῖρέ σοὶ Δέσποινα,
πίστει ἀδιστάκτῳ κραυγάζομεν.
ᾨδὴ δ'
Ἐπαρθέντα σε ἰδοῦσα
Ἀναλάμψαντες
τῷ ὕψει τῆς Ἐκκλησίας, ὥσπερ ἀστέρες ἄδυτοι, τὸν τῆς δυσσεβείας, σκοτασμὸν διέλυσαν,
καὶ κόσμον ἐφώτισαν, οἱ τοῦ Εὐεργέτου Ἀπόστολοι.
Ὑπουργῶν
τῷ κατὰ χάριν Εὐαγγελίῳ, Νικομηδείας γέγονας, Πρόχορε παμμάκαρ, ἄριστος διδάσκαλος,
καὶ θεῖος πρωτόθρονος, ποίμνης τοῦ Χριστοῦ προϊστάμενος.
Γέρας
θεῖον ἐκληρώσω Νικάνορ μάκαρ, σφαγιασθεὶς ὡς πρόβατον, σὺν τοῖς δισχιλίοις, εἰς
Χριστὸν ἐλπίζουσι, καθ' ἣν τετελείωται, Στέφανος ἡμέραν ὁ πρώταθλος.
Θεοτοκίον
Ἀπειρογάμως
ἐκύησας Θεὸν Λόγον, σωματοθέντα Πάναγνε, ὑπὲρ νοῦν καὶ λόγον· ὅθεν κατὰ χρέος σε,
Παρθένον δοξάζομεν, καὶ χρεωστικῶς μακαρίζομεν.
ᾨδὴ ε'
Ὁ Εἱρμὸς
Σὺ Κύριέ μου φῶς,
εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει
ἀνυμνοῦντάς σε.
Στίχ.
Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Σὺ Κύριε πρὸς
γῆν, συμπαθῶς κατελήλυθας, σὺ ὕψωσας τὴν πεσοῦσαν, τῶν ἀνθρώπων οὐσίαν, ἐν ξύλῳ
ἀναρτώμενος.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Σὺ ᾖράς μου Χριστέ, τῶν πταισμάτων
τὸ ἔγκλημα, σὺ ἔλυσας τὰς ὀδύνας, τοῦ θανάτου Οἰκτίρμον, τῇ θείᾳ Ἀναστάσει σου.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σὲ ὅπλον ἀρραγές, κατ' ἐχθρῶν
προβαλλόμεθα, σὲ ἄγκυραν καὶ ἐλπίδα, τῆς ἡμῶν σωτηρίας, Θεόνυμφε κεκτήμεθα.
ᾨδὴ ε'
Σὺ Κύριέ μου φῶς
Σὺ
Κύριε τοὺς σούς, Μαθητὰς ὥσπερ σάλπιγγας, ἀπέστειλας ἐγειρούσας, ἐκ μνημάτων ἀπάτης,
ψυχὰς ὑμνολογούσας σε.
Τίμων
ὁ ἱερός, ποιμὴν Βόστρων γενόμενος, ἠνέγκατο μαρτυρίου, τὸ μακάριον τέλος, πυρὶ
καταφλεγόμενος.
Ὁ
μέγας Παρμενᾶς, Ἀποστόλων ἐπ' ὄψεσι, κεκοίμηται ἐκτελέσας, σὺν σπουδῇ θερμοτάτῃ,
τὸ θεῖον διακόνημα.
Θεοτοκίον
Ὑμνοῦμέν
σε δι' ἧς, τῆς φθορᾶς ἐλυτρώθημεν, Πανάμωμε, τοῦ θανάτου, καὶ τῆς πρὶν τυραννούσης,
κακίας τοῦ ἀλάστορος.
ᾨδὴ ς'
Ὁ Εἱρμὸς
«Θύσω σοι, μετὰ
φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι· ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ
τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».
Στίχ.
Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἀνῆλθες, ἐν
Σταυρῷ δυναστείαν ζωσάμενος, καὶ συμπλακεὶς τῷ τυράννῳ, ὡς Θεὸς ἐξ ὕψους κατέρραξας, τὸν Ἀδὰμ δέ, ἀηττήτῳ,
παλάμῃ ἀνέστησας.
Στίχ.
Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἀνέστης, ἐξαστράπτων
ὡραῖος ἐκ τάφου Χριστέ, καὶ διεσκέδασας πάντας, τοὺς ἐχθροὺς τῇ θείᾳ σου
δυναστείᾳ, καὶ τὰ πάντα, ὡς Θεός, εὐφροσύνης ἐπλήρωσας.
Θεοτοκίον
Στίχ.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὢ θαῦμα, τῶν ἁπάντων
θαυμάτων καινότερον! ὅτι Παρθένος ἐν μήτρᾳ, τὸν τὰ σύμπαντα περιέποντα, ἀπειράνδρως,
συλλαβοῦσα, οὐκ ἐστενοχώρησεν.
ᾨδὴ ς'
Θύσω σοι μετὰ φωνῆς
Νικάνωρ,
τὴν ζωὴν καταγγέλλων τὴν ἄληκτον, καὶ τὸν Σταυρὸν καὶ τὰ πάθη, τοῦ δι' εὐσπλαγχνίαν
σαρκὶ παθόντος, θανατοῦται, Ἰουδαίων χερσὶν ἀναιρούμενος.
Ὁ
μέγας ἐξαπτόμενος Τίμων τῷ ἔρωτι, τῆς τοῦ Κυρίου ἀγάπης, προσταγαῖς ἀνόμων πυρὸς
ἐν μέσῳ, τελειοῦται, ὁλοκαύτωμα θεῖον γενόμενος.
Ἡ
θεία, καὶ φωσφόρος καὶ χάριτος ἔμπλεως, ὑμῶν Ἀπόστολοι μνήμη, ἁγιάζει πάντων τὰς
διανοίας, τῶν ἐν πίστει, ἐπιτελούντων ταύτην μακάριοι.
Θεοτοκίον
Τάξεις
σε, ἀσωμάτων Ἀγγέλων γεραίρουσι, καὶ Ἀποστόλων χορεῖαι, καὶ Μαρτύρων δῆμοι
Θεοκυῆτορ· τὸν γὰρ πάντων, Βασιλέα ἀφράστως ἐκύησας.
Κοντάκιον Ἦχος δ'
Ἐπεφάνης σήμερον
Ὁ Σωτὴρ καὶ ῥύστης
μου, ἀπὸ τοῦ τάφου, ὡς Θεὸς ἀνέστησεν, ἐκ τῶν δεσμῶν τοὺς γηγενεῖς, καὶ πύλας ᾅδου
συνέτριψε, καὶ ὡς Δεσπότης ἀνέστη τριήμερος.
Ὁ Οἶκος
Τὸν ἀναστάντα ἐκ
νεκρῶν Χριστὸν τὸν ζωοδότην, τριήμερον ἐκ τάφου, καὶ πύλας τοῦ θανάτου σήμερον
συνθλάσαντα, τῇ δυνάμει τῇ αὐτοῦ, τὸν ᾅδην τε νεκρώσαντα, καὶ τὸ κέντρον τοῦ
θανάτου συντρίψαντα, καὶ τὸν Ἀδὰμ σὺν τῇ Εὔᾳ ἐλευθερώσαντα, ὑμνήσωμεν πάντες οἱ
γηγενεῖς, εὐχαρίστως βοῶντες αἶνον ἐκτενῶς. Αὐτὸς γὰρ ὡς μόνος κραταιὸς Θεός,
καὶ Δεσπότης ἀνέστη τριήμερος.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων καὶ Διακόνων,
Προχόρου, Νικάνορος, Τίμωνος καὶ Παρμενᾶ.
Στίχοι
· Τετρὰς
Μαθητῶν, τοῦ θεανθρώπου Λόγου,
· Τριάδα
σεπτὴν πᾶσι κηρύττει λόγῳ.
· Εἰκάδι
ὀγδοάτῃ Μυστῶν ξυνελήλυθε τετράς.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου μάρτυρος Εὐσταθίου τοῦ ἐν Ἀγκύρᾳ.
Μνήμη τῆς ὁσίας μητρὸς ἡμῶν Εἰρήνης τῆς ἐκ Καππαδοκίας, ἀσκησάσης ἐν
τῇ μονῇ τοῦ Χρυσοβαλάντου.
Ἡ ἁγία μάρτυς Δροσίς, ἐν χώνῃ χρυσῇ βληθεῖσα, τελειοῦται.
Ὁ ὅσιος Παῦλος ὁ Ξηροποταμηνός, ὁ ἱδρύσας τὰς δύο μονάς, τὴν τοῦ
Ξηροποτάμου καὶ τὴν τοῦ ἁγίου Παύλου, ἤτοι τὴν τοῦ ἁγίου Γεωργίου, ἐν Ἁγίῳ Ὄρει,
καὶ ἐκ γένους βασιλικοῦ, ἐν εἰρήνῃ τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου μάρτυρος Ἀκακίου, καὶ ἀνάμνησις τῶν
Ἐγκαινίων τοῦ ναοῦ τῆς Ὑπεραγίας Θεοτόκου ἐν τοῖς Διακονίσσης.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'
Ὁ Εἱρμὸς
«Ἐν τῇ καμίνῳ,
Ἀβραμιαῖοι Παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον, ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον·
Εὐλογημένος εἶ, ἐν τῷ Ναῷ τῆς δόξης σου Κύριε».
Στίχ.
Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Πρὸς ἀφθαρσίαν, ἡ ἀνθρωπότης ἀνακέκληται,
θείῳ λουσαμένη αἵματι τοῦ Χριστοῦ, εὐχαρίστως ἀναμέλπουσα· Εὐλογημένος εἶ, ἐν τῷ
Ναῷ τῆς δόξης σου Κύριε.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ὡς ζωηφόρος, ὡς Παραδείσου ὡραιότερος,
ὄντως καὶ παστάδος πάσης βασιλικῆς, ἀναδέδεικται λαμπρότερος, Χριστὲ ὁ τάφος
σου, ἡ πηγὴ τῆς ἡμῶν ἀναστάσεως.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τὸ τοῦ Ὑψίστου, ἡγιασμένον θεῖον σκήνωμα
Χαῖρε· διὰ σοῦ γὰρ δέδοται ἡ χαρά, Θεοτόκε τοῖς κραυγάζουσιν· Εὐλογημένη σὺ ἐν
γυναιξίν, ὑπάρχεις Πανάμωμε Δέσποινα.
ᾨδὴ ζ'
Ἐν τῇ καμίνῳ Ἀβραμιαῖοι
Ὁλικωτάταῃ,
διανοίᾳ Χριστὸν ἀγαπήσαντες, μόνον τὸν ἐν κάλλει ὄντα ὡς ἀληθῶς, Παναοίδιμοι ἀσύγκριτον,
κλῆρον εἰλήφατε, τὴν βασιλείαν τὴν ἐπουράνιον.
Ὑπὸ
τοῦ Λόγου, τοῦ ἐκ Παρθένου ἡμῖν ἀνατείλαντος, λόγῳ τιμηθέντες ἔργοις τε ἱεροῖς,
τῶν πιστῶν σωτῆρες ὤφθητε, τούτους μετάγοντες, πρὸς τὴν ὁμολογίαν θεόληπτοι.
Ἤθλησας
ξένως, μάκαρ Νικάνορ ἀναιρούμενος, γνώμῃ δυσσεβῶν Ἑβραίων, καὶ τῷ Χριστῷ, ὡς ἀρνίον
προσαγόμενος· Εὐλογημένος εἶ ὁ Θεός μου, κραυγάζων καὶ Κύριος.
Θεοτοκίον
Λόγῳ
τὸν Λόγον, τὸν τοῦ Πατρὸς Κόρη τέτοκας, λόγῳ οὐρανὸν ποιήσαντα καὶ τὴν γῆν, καὶ
δοξάζειν τοῦτον πάναγνε, λόγον παρέχοντα, τοῖς καθαρῶς αὐτῷ νῦν πιστεύουσιν.
ᾨδὴ η'
Ὁ Εἱρμὸς
«Χεῖρας ἐκπετάσας
Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν
περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα
Κυρίου τὸν Κύριον».
Στίχ.
Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Χεῖρας ἐκπετάσας ἐν Σταυρῷ, τὰ ἔθνη
ἅπαντα ἐπισυνήγαγες, καὶ μίαν ἔδειξας Δέσποτα, Ἐκκλησίαν ἀνυμνοῦσάν σε, τοῖς ἐπὶ
γῆς καὶ οὐρανοῦ, συμφώνως ψάλλουσιν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Λευχείμων ὡράθη γυναιξί, τῷ
ἀπροσίτῳ φωτὶ τῆς Ἀναστάσεως, καταστραπτόμενος Ἄγγελος. Τί τὸν ζῶντα ἐν τῷ τάφῳ
βοῶν, ἐπιζητεῖτε ὡς θνητόν, ὄντως ἡγέρθη Χριστός, ᾧ βοῶμεν· Πάντα τὰ ἔργα ὑμνεῖτε
τὸν Κύριον.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σὺ μόνη ἐν πάσαις γενεαῖς, Παρθένε Ἄχραντε,
Μήτηρ ἐδείχθης Θεοῦ, σὺ τῆς Θεότητος γέγονας, ἐνδιαίτημα Πανάμωμε, μὴ φλογισθεῖσα
τῷ πυρί, τοῦ ἀπροσίτου φωτός· ὅθεν πάντες σέ, εὐλογοῦμεν, Μαρία Θεόνυμφε.
ᾨδὴ η'
Χεῖρας ἐκπετάσας Δανιὴλ
Ἰλύος ἐρρύσασθε παθῶν, καὶ ματαιότητος, τοὺς πειθαρχήσαντας, ὑμῶν διδάγμασι Πάνσοφοι, καὶ πρὸς ὕψος τούτους γνώσεως, ἀνεβιβάσατε Θεῷ, εὐαρεστοῦντας καλῶς καὶ βοῶντας· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Ὁ θεῖος τιμάσθω Παρμενᾶς, ἐνθέοις ᾄσμασιν, ἅμα τῷ Τίμωνι, καὶ ὁ πανεύφημος Πρόχορος, καὶ Νικάνωρ ὁ θαυμάσιος, ὡς μαθηταὶ τοῦ Ἰησοῦ, καὶ πλουτισταὶ τῶν ἐθνῶν, τῶν βοώντων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Ὑμᾶς
μετὰ Πέτρον καὶ λοιπούς, προκρίτους Κύριος, μαθητὰς εἵλετο, συνταττομένους μὲν Ἔνδοξοι,
τοῖς λεχθεῖσιν Ἑβδομήκοντα, ἐκλελεγμένους δὲ καλῶς, ὡς πλήρεις πίστεως τῶν Ἁγίων,
διακονῆσαι ταῖς χρείαις πανεύφημοι.
Θεοτοκίον
Ἰδοὺ
θεηγόρων αἱ φωναί, πέρας ἐδέξαντο, ἀποτεκούσης σου, τὸν ὑπερούσιον Κύριον, ὑπ' ἐκείνων
τὸν δηλούμενον, εἰς σωτηρίαν τῶν πιστῶν θεοχαρίτωτε, τῶν βοώντων· Πάντα τὰ ἔργα
ὑμνεῖτε τὸν Κύριον.
ᾨδὴ θ'
Ὁ Εἱρμὸς
«Λίθος ἀχειρότμητος
ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας
φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».
Στίχ.
Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ὅλον με ἀνείληφας
ὅλος, ἐν συναφείᾳ ἀσυγχύτῳ, ὅλῳ μοι διδοὺς ὁ Θεός μου, τὴν σωτηρίαν διὰ τοῦ πάθους
σου, ὁ ἐν Σταυρῷ ὑπέμεινας, σωματικῶς δι' εὐσπλαγχνίαν πολλήν.
Στίχ.
Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Οἱ σοὶ μαθηταὶ
καθορῶντες, ἀνεῳγμένον σου τὸν τάφον, καὶ τὰς θεοφόρους σινδόνας, κεκενωμένας τῇ
Ἀναστάσει σου, σὺν τῷ Ἀγγέλῳ ἔλεγον· Ὄντως ἐγήγερται ὁ Κύριος!
Τριαδικὸν
Στίχ.
Ἁγία Τριὰς ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς.
Μονάδα μὲν θείας
οὐσίας, ἀλλ' ὑποστάσεων Τριάδα, πάντες οἱ πιστοὶ προσκυνοῦμεν, ἐν ἀσυγχύτοις ταῖς
ὑποστάσεσιν, ἰσοσθενῆ ὁμότιμον, ἣν εὐσεβοῦντες μεγαλύνομεν.
ᾨδὴ θ'
Λίθος ἀχειρότμητος ὄρους
Ὡράθητε
σκεύη τοῦ Λόγου, πᾶσαν χωρήσαντα τὴν αἴγλην, πρόκριτοι σεπτοὶ Διακόνων, Ἁγίων
χρείαις διακονήσαντες, καὶ σὺν τῷ Λόγῳ πάνσοφοι, δόξης ἀρρήτου ἀπολαύοντες.
Σήμερον
ἡ σύμπασα κτίσις, ὑμῶν τὴν μνήμην ἑορτάζει, Τίμων, Παρμενᾶ καὶ Νικάνορ, σὺν τῷ
Προχόρῳ τῷ χριστοκήρυκι, ἀξίως μακαρίζουσα, ὑμᾶς θεόπται παμμακάριστοι.
Ἤρθητε
πρὸς μέγιστον κλέος, ὡς Μαθηταὶ Θεοῦ τοῦ Λόγου, καὶ σὺν Ἀποστόλων χορείαις, καὶ
ἀσωμάτων νῦν ἐπαγάλλεσθε, μεθ' ὧν ἀεὶ πρεσβεύσατε, ἐλεηθῆναι ἡμᾶς ἔνδοξοι.
Θεοτοκίον
Φωνὴν
σοι βοῶμεν Παρθένε, περιχαρῶς τοῦ Ἀρχαγγέλου· Χαῖρε ἡ χαρὰ τῶν Ἀγγέλων, καὶ Ἀποστόλων
τὸ σεμνολόγημα, καὶ Προφητῶν τὸ κήρυγμα, καὶ τῶν Μαρτύρων τὸ στεφάνωμα.
Καταβασίες
Ὠδὴ α’. Ἦχος
δ’.
Χοροὶ Ἰσραήλ, ἀνίκμοις ποσί, πόντον
ἐρυθρόν, καὶ ὑγρὸν βυθὸν διελάσαντες, ἀναβάτας τριστάτας, δυσμενεῖς ὁρῶντες ἐν
αὐτῷ ὑποβρυχίους, ἐν ἀγαλλιάσει ἔμελπον· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
Ὠδὴ γ’.
Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες,
περιεζώσαντο δύναμιν· διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου.
Ὠδὴ δ’.
Εἰσακήκοα τὴν ἔνδοξον οἰκονομίαν
σου Χριστὲ ὁ Θεός, ὅτι ἐτέχθης ἐκ τῆς Παρθένου, ἵνα ἐκ πλάνης ῥύσῃ τοὺς κραυγάζοντας·
Δόξα τῇ δυνάμει σου Κύριε.
Ὠδὴ ε’.
Ὁ τοῦ φωτὸς διατμήξας τὸ πρωτόγονον
χάος, ὡς ἐν φωτὶ τὰ ἔργα ὑμνεῖ σε Χριστέ, τὸν Δημιουργόν, ἐν τῷ φωτί σου τὰς ὁδοὺς
ἡμῶν εὔθυνον.
Ὠδὴ ς’.
Ἐν τῷ θλίβεσθαί με, ἐβόησα πρὸς Κύριον,
καὶ ἐπήκουσέ μου, ὁ Θεὸς τῆς σωτηρίας μου.
Ὠδὴ ζ’.
Ἀβραμιαῖοι ποτέ, ἐν Βαβυλῶνι Παῖδες,
καμίνου φλόγα κατεπάτησαν, καὶ ὑμνοῦντες ἔψαλλον· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς
εἶ.
Ὠδὴ η’.
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ
προσκυνοῦμεν τὸν Κύριον.
Οἱ ἐν Βαβυλῶνι Παῖδες, τῷ θείῳ
πυρπολούμενοι ζήλῳ, τυράννου καὶ φλογὸς ἀπειλήν, ἀνδρείως κατεπάτησαν, καὶ μέσον
πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις τιμώντες
μεγαλύνωμεν.
Ήχος δ΄
Μεγαλύνει
η ψυχή μου τόν Κύριον, καί ηγαλλίασε τό πνεύμά μου επί τώ Θεώ τώ σωτήρί μου.
·
Τήν
Τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν
αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.
Ότι
επέβλεψεν επί τήν ταπείνωσιν τής δούλης αυτού, ιδού γάρ από τού νύν μακαριούσί
με πάσαι γενεαί,
·
Τήν
Τιμιωτέραν τών Χερουβείμ...
Ότι
εποίησέ μοι μεγαλεία ο Δυνατός, καί άγιον τό όνομα αυτού, καί τό έλεος αυτού
εις γενεάν, καί γενεάν τοίς φοβουμένοις αυτόν.
·
Τήν
Τιμιωτέραν τών Χερουβείμ...
Εποίησε
κράτος εν βραχίονι αυτού, διεσκόρπισεν υπερηφάνους διανοία καρδίας αυτών.
·
Τήν
Τιμιωτέραν τών Χερουβείμ...
Καθείλε
δυνάστας από θρόνων, καί ύψωσε ταπεινούς, πεινώντας ενέπλησεν αγαθών, καί
πλουτούντας εξαπέστειλε κενούς.
·
Τήν
Τιμιωτέραν τών Χερουβείμ...
Αντελάβετο
Ισραήλ παιδός αυτού, μνησθήναι ελέους, καθώς ελάλησε πρός τούς πατέρας ημών, τώ
Αβραάμ, καί τώ σπέρματι αυτού έως αιώνος.
Ὠδὴ θ’.
Ὁ τόκος σου ἄφθορος ἐδείχθη, Θεὸς ἐκ
λαγόνων σου προῆλθε, σαρκοφόρος, ὃς ὤφθη ἐπὶ γῆς, καὶ τοῖς ἀνθρώποις συνανεστράφη,
σὲ Θεοτόκε· διὸ πάντες μεγαλύνομεν.
Άγιος Κύριος ο Θεός ημών, γ’
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Ε'
Ἡ ζωὴ καὶ ὁδὸς
Χριστός, ἐκ νεκρῶν τῷ Κλεόπα καὶ τῷ Λουκᾶ συνώδευσεν, οἷς περ καὶ ἐπεγνώσθη, εἰς
Ἐμμαοὺς κλῶν τὸν ἄρτον· ὧν ψυχαὶ καὶ καρδίαι, καιόμεναι ἐτύγχανον, ὅτε τούτοις ἐλάλει
ἐν τῇ ὁδῷ, καὶ Γραφαῖς ἠρμήνευεν, ἃ ὑπέστη· μεθ' ὧν, Ἡγέρθη, κράξωμεν, ὤφθη τε
καὶ τῷ Πέτρῳ.
Θεοτοκίον
Ὑμνῶ σου τὸ ἀμέτρητον,
ἔλεος Ποιητά μου, ὅτι σαυτὸν ἐκένωσας, τοῦ φορέσαι καὶ σῶσαι, φύσιν βροτῶν
κακωθεῖσαν, καὶ Θεὸς ὢν ἠνέσχου, ἐκ τῆς ἁγνῆς θεόπαιδος, κατ' ἐμὲ τοῦ γενέσθαι,
καὶ κατελθεῖν, μέχρις ᾍδου, θέλων με τοῦ σωθῆναι, πρεσβείαις τῆς Τεκούσης σε, Δέσποτα
πανοικτίρμον.
Αἶνοι Ἦχος δ'
1. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον.
Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Ὁ σταυρὸν ὑπομείνας καὶ θάνατον,
καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, παντοδύναμε Κύριε, δοξάζομέν σου τὴν Ἀνάστασιν.
2. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν
στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Ἐν τῷ σταυρῷ σου Χριστέ, τῆς ἀρχαίας
κατάρας ἠλευθέρωσας ἡμᾶς, καὶ ἐν τῷ θανάτῳ σου, τὸν τὴν φύσιν ἡμῶν τυραννήσαντα,
διάβολον κατήργησας, ἐν δὲ τῇ Ἐγέρσει σου, χαρᾶς τὰ πάντα ἐπλήρωσας· διὸ βοῶμέν
σοι, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.
3. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν
κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Τῷ σῷ Σταυρῷ Χριστὲ
Σωτήρ, ὁδήγησον ἡμᾶς ἐπὶ τὴν ἀλήθειάν σου, καὶ ῥῦσαι ἡμᾶς, τῶν παγίδων τοῦ ἐχθροῦ,
ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἀνάστησον ἡμᾶς πεσόντας τῇ ἁμαρτίᾳ, ἐκτείνας τὴν χεῖρά
σου, φιλάνθρωπε Κύριε, τῇ πρεσβείᾳ τῶν Ἁγίων σου.
4. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ
καὶ κιθάρᾳ.
Τῶν Πατρικῶν σου κόλπων, μὴ
χωρισθεὶς μονογενὲς Λόγε τοῦ Θεοῦ, ἦλθες ἐπὶ γῆς διὰ φιλανθρωπίαν, ἄνθρωπος γενόμενος
ἀτρέπτως, καὶ Σταυρὸν καὶ θάνατον ὑπέμεινας σαρκί, ὁ ἀπαθὴς τῇ Θεότητι, ἀναστὰς
δὲ ἐκ νεκρῶν ἀθανασίαν παρέσχες τῷ γένει τῶν ἀνθρώπων, ὡς μόνος
παντοδύναμος.
5. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς
καὶ ὀργάνῳ,
Θάνατον κατεδέξω σαρκί, ἡμῖν ἀθανασίαν
πραγματευσόμενος Σωτήρ, καὶ ἐν τάφῳ ᾤκησας, ἵνα ἡμᾶς τοῦ ᾅδου ἐλευθερώσῃς,
συναναστήσας ἑαυτῷ, παθῶν, μὲν ὡς ἄνθρωπος, ἀλλ' ἀναστὰς ὡς Θεός. Διὰ τοῦτο βοῶμεν·
Δόξα σοι ζωοδότα Κύριε, μόνε Φιλάνθρωπε.
6. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις
ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Πέτραι ἐσχίσθησαν Σωτήρ, ὅτε ἐν
τῷ Κρανίῳ ὁ Σταυρός σου ἐπάγη, ἔφριξαν ᾅδου πυλωροί, ὅτε ἐν τῷ μνημείῳ ὡς θνητὸς
κατετέθης· καὶ γάρ του θανάτου καταργήσας τὴν ἰσχύν, τοῖς τεθνεῶσι πάσιν ἀφθαρσίαν
παρέσχες, τῇ Ἀναστάσει σου Σωτήρ. Ζωοδότα Κύριε δόξα σοι.
7. Ἀνάστηθι, Κύριε, ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ
τῶν πενήτων σου εἰς τέλος.
Ἐπεθύμησαν Γυναῖκες, ἰδεῖν
σου τὴν Ἀνάστασιν, Χριστὲ ὁ Θεός· ἦλθε προλαβοῦσα Μαρία ἡ Μαγδαληνή, εὗρε τὸν λίθον
ἀποκυλισθέντα τοῦ μνήματος, καὶ τὸν Ἄγγελον καθεζόμενον καὶ λέγοντα· Τί ζητεῖτε
τὸν ζώντα μετὰ τῶν νεκρῶν; ἀνέστη ὡς Θεός, ἵνα σώσῃ τὰ σύμπαντα.
8. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα
τὰ θαυμάσιά σου.
Ποῦ ἐστιν Ἰησοῦς, ὃν ἑλογίσασθε
φυλάττειν; εἴπατε Ἰουδαῖοι, ποῦ ἐστιν, ὃν ἐθήκατε ἐν τῷ μνήματι, τὸν λίθον
σφραγίσαντες, δότε τὸν νεκρόν, οἱ τὴν ζωήν ἀρνησάμενοι, δότε τὸν ταφέντα, ἢ
πιστεύσατε τῷ ἀναστάντι, κἂν ὑμεῖς σιγήσητε τοῦ Κυρίου τὴν Ἔγερσιν,
οἱ λίθοι κεκράξονται, μάλιστα ὁ ἀποκυλισθεὶς ἐκ τοῦ μνήματος. Μέγα σου τὸ ἔλεος!
Μέγα τὸ μυστήριον τῆς οἰκονομίας σου! Σωτὴρ ἡμῶν δόξα σοι.
ΕΩΘΙΝΟΝ Ε' Ἦχος πλ. α'
Ὢ
τῶν σοφῶν σου κριμάτων Χριστέ! πῶς Πέτρῳ μὲν τοῖς ὀθονίοις μόνοις, ἔδωκας ἐννοῆσαί σου τὴν Ἀνάστασιν, Λουκᾷ δὲ καὶ Κλεόπᾳ, συμπορευόμενος ὡμίλεις, καὶ ὁμιλῶν, οὐκ εὐθέως σεαυτὸν φανεροῖς; Διὸ καὶ ὀνειδίζῃ, ὡς μόνος παροικῶν ἐν Ἱερουσαλήμ, καὶ μὴ μετέχων τῶν, ἐν τέλει βουλευμάτων αὐτῆς. Ἀλλ' ὁ πάντα πρός τὸ τοῦ πλάσματος συμφέρον οἰκονομῶν, καὶ τὰς περὶ σοῦ προφητείας ἀνέπτυξας, καὶ ἐν τῷ εὐλογεῖν τὸν ἄρτον, ἐγνώσθης αὐτοῖς, ὧν καὶ πρὸ τούτου αἱ καρδίαι, πρὸς γνῶσίν σου ἀνεφλέγοντο, οἳ καὶ τοῖς Μαθηταῖς συνηθροισμένοις, ἤδη τρανῶς ἐκήρυττόν σου τὴν Ἀνάστασιν, δι' ἧς ἐλέησον ἡμᾶς.
Καὶ νῦν... Θεοτοκίον
Ὑπερευλογημένη
ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης
ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ
θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς
Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.
ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ
Δόξα σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ,
καί επί γής ειρήνη, εν ανθρώποις ευδοκία.
Υμνούμέν σε, ευλογούμέν σε, προσκυνούμέν σε,
δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν μεγάλην σου δόξαν.
Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ,
Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, καί Άγιον Πνεύμα,
Κύριε ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο
αίρων τήν αμαρτίαν τού κόσμου, ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.
Πρόσδεξαι τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού
Πατρός, καί ελέησον ημάς.
Ότι σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς
Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.
Καθ' εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά
σου εις τόν αιώνα, καί εις τόν αιώνα τού αιώνος.
Καταξίωσον, Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους
φυλαχθήναι ημάς.
Ευλογητός εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί
αινετόν καί δεδοξασμένον τό όνομά σου εις τούς αιώνας. Αμήν.
Γένοιτο, Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ
ηλπίσαμεν επί σέ.
Ευλογητός εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').
Κύριε, καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι
ήμαρτόν σοι.
Κύριε, πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό
θέλημά σου, ότι σύ εί ο Θεός μου.
Ότι παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.
Παράτεινον τό έλεός σου τοίς γινώσκουσί σε.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον
ημάς (εκ γ').
Δόξα... Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον
ημάς.
Σήμερον σωτηρία τώ κόσμω γέγονεν. Άσωμεν τώ
αναστάντι εκ τάφου καί αρχηγώ τής ζωής ημών, καθελών γάρ τώ θανάτω τόν θάνατον,
τό νίκος έδωκεν ημίν, καί τό μέγα έλεος.
Είς την λειτουργίαν
Τα αντίφωνα
Α΄.Ήχος β΄
Στίχ. α'. Ευλόγει η
ψυχή μου, τόν Κύριον, καί πάντα τά εντός μου τό όνομα τό άγιον αυτού.
Ταίς πρεσβείαις τής Θεοτόκου, Σώτερ σώσον ημάς.
Στίχ. β'. Ευλόγει,
η ψυχή μου, τόν Κύριον, καί μή επιλανθάνου πάσας τάς ανταποδόσεις αυτού.
Ταίς πρεσβείαις τής Θεοτόκου...
Στίχ. γ'. Κύριος εν
τώ ουρανώ ητοίμασε τόν θρόνον αυτού, καί η Βασιλεία αυτού πάντων δεσπόζει.
Ταίς πρεσβείαις τής Θεοτόκου...
Δόξα... Καί νύν...
Ταίς πρεσβείαις τής Θεοτόκου...
Β΄. Ήχος β'
Στίχ. α'. Αίνει, η
ψυχή μου, τόν Κύριον, αινέσω Κύριον εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.
Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι.
Αλληλούια.
Στίχ. β'. Μακάριος,
ού ο Θεός Ιακώβ βοηθός αυτού, η ελπίς αυτού επί Κύριον τόν Θεόν αυτού.
Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...
Στίχ. γ'. Βασιλεύσει
Κύριος εις τόν αιώνα, ο Θεός σου, Σιών, εις γενεάν καί γενεάν.
Σώσον, ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...
Δόξα... Καί νύν...
Ο Μονογενής Υιός και
Λόγος του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν σωτηρίαν
σαρκοθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας,
σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της Αγίας Τριάδος,
συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.
Ἀπολυτίκιον Ἦχος δ'
Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι
αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοῖς Ἀποστόλοις
καυχώμεναι ἔλεγον· Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ
τὸ μέγα ἔλεος.
Εισοδικόν
Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ. Σώσον ημάς, Υιέ Θεού, ο
αναστάς εκ νεκρών,
ψάλλοντάς σοι Αλληλούϊα
Ἀπολυτίκιον Ἦχος δ'
Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι
αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοῖς Ἀποστόλοις
καυχώμεναι ἔλεγον· Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ
τὸ μέγα ἔλεος.
Είτα
του ναού
Καί το Κοντάκιον
Επί του Όρους μετεμορφώθης, και ως εχώρουν οι
Μαθηταί σου την δόξαν σου, Χριστέ ο Θεός, εθεάσαντο, ίνα όταν σε ίδωσι
σταυρούμενον, το μεν πάθος νοήσωσιν εκούσιον, τω δε κόσμω κηρύξωσιν, ότι συ
υπάρχεις αληθώς, του Πατρός το απαύγασμα.
Προκείμενον τοῦ Ἀποστόλου
Ἦχος δ'
Ως
εμεγαλύνθη τα έργα σου Κύριε. Πάντα εν σοφία εποίησας.
Στίχ. Ευλόγει η ψυχή μου
τον Κύριον.
Πρός Ρωμαίους Έπιστολής
Παύλου το Ανάγνωσμα.
Αλληλούϊα (γ’)
Εὐαγγέλιον: Κυριακῆς ε΄ ἑβδομάδος Ματθαίου· «Ἐλθόντι
τῷ Ἰησοῦ εἰς τήν χώραν τῶν Γεργεσηνῶν...» (Ματθ. η΄ 28-34, θ΄ 1).
Εἰς τό Ἐξαιρέτως: «Ἄξιόν ἐστιν...».
Κοινωνικόν: «Αἰνεῖτε...».
«Εἴδομεν τό φῶς...», κτλ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου