.jpg)
Με πολλή συντριβή λοιπόν, οι δύο μετανοούντες εξομολογήθηκαν το ηθικό τους ολίσθημα σε πνευματικό ιερέα και η ηθική τους επιστροφή και αναγέννηση ήταν πλέον γεγονός. Έτσι αργότερα ο μεν Βονιφάτιος πέθανε μαρτυρικά για την πίστη στην Ταρσό της Κιλικίας, η δε Αγλαΐα, αφού πούλησε τα υπάρχοντά της, αφιέρωσε τη ζωή της στην ανακούφιση των φτωχών και των πασχόντων.
Ἀπολυτίκιον (Κατέβασμα)
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Μαρτύρων τὴν εὔκλειαν ἰχνηλατήσας θερμῶς, Χριστὸν ὡμολόγησας ἐπὶ ἀπίστων στερρῶς, σοφὲ Βονιφάτιε· ὅθεν καθάπερ πλοῦτον ἀδαπάνητον, μάρτυς, δέδωκάς σου τὸ σῶμα τῇ σεμνῇ Ἀγλαΐᾳ· ἐξ οὗ τῷ κόσμῳ πηγάζει ῥώσις καὶ ἔλεος.
Κοντάκιον
Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ἱερεῖον ἄμωμον, ἐθελουσίως, σεαυτὸν προσήγαγες, τῷ ἐκ Παρθένου διὰ σέ, τεχθῆναι μέλλοντι Ἅγιε, στεφανηφόρε σοφὲ Βονιφάτιε.
Κάθισμα
Ἦχος α’. Τὸν τάφον σου Σωτὴρ.
Τιμήσας τὸν Θεόν, παρ' αὐτοῦ ἐτιμήθης, Μαρτύρων καλλονή, Βονιφάτιε μάκαρ· διὸ καὶ στεφάνῳ σε, θείας δόξης ἐκόσμησεν· ὅθεν σήμερον, τὴν παναγίαν σου μνήμην, ἑορτάζοντες, ὑπὲρ ἡμῶν σὲ αἰτοῦμεν, πρεσβεύειν πρὸς Κύριον.
Ὁ Οἶκος
Ἀνατολῆς ὥσπερ ἀστήρ, τοὺς μάγους ἐκ Περσίδος, οὕτω σε θεία νεῦσις ἐκ δυσμῶν ὡδήγησε θεόφρον, τεχθῆναι ἐν Σπηλαίῳ, τῷ εὐδοκήσαντι Χριστῷ προσκυνῆσαι ὡς Βασιλεῖ ἁπάσης τῆς κτίσεως, καὶ τούτῳ δῶρα προσαγαγεῖν, ὡς λίβανον καὶ σμύρναν καὶ χρυσόν, Πίστιν Ἀγάπην καὶ Ἐλπίδα. Ὅθεν σαυτὸν ὁλόκληρον προσήγαγες αὐτῷ ἄμωμον δῶρον, τῷ Τυράννῳ δικαστῇ, ἐν παρρησίᾳ κράζων καὶ βοῶν· Χριστοῦ μου δοῦλος ὑπάρχω, στεφανηφόρε σοφὲ Βονιφάτιε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου